Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
231.1.1
) Τὸ δὲ σκηπτοῦχος, κατὰ φύσιν ἐῤῥέθη παρὰ τὸ ἔχειν σκῆπτον, ὃ σκᾶπτον Πίνδαρος λέγει. ἐξ οὗ τὸ σκῆπτρον προσλήψει τοῦ ˉρ. (ῃερς. 230.) Τὸ δὲ μή τις ἔτι ἀγανὸς καὶ ἤπιος ἔστω καὶ ἑξῆς, κατά τι ἐξεναντίου ἐπιχείρημα ὥρμηται. ἵνα λέγῃ ὡς ἐὰν τοῦ θείου καὶ ἠπίου βασιλέως οὐ μέμνηνται, τοῦ ἀπεναντίας αὐτῷ χαλεποῦ καὶ αἰσυλοεργοῦ μεμνήσονται. (ῃερς. 232.) Τὸ δὲ εἴη καὶ ῥέζοι, οὐ κυρίως εὐκτικά. βαρέως δὲ ἀντὶ προστακτικῶν ἐσχημάτισται τοῦ ἔστω καὶ ῥεζέτω. Αἴσυλα δὲ, καὶ νῦν τὰ ἄδικα καὶ τῆς αἴσης ἤτοι τοῦ καθήκοντος σεσυλημένα, ὡς συγκεκόφθαι ἀπὸ τοῦ αἰσόσυλα. (ῃερς. 233.) Τὸ δὲ Ὀδυσσῆος θείοιο, ἐπίτασίς ἐστι τοῦ, πατὴρ ὣς ἤπιος ἦν. πλεῖον γάρ τι τὸ θεῖον δηλοῖ τοῦ, ὡς πατέρα εἶναι. πατέρες μὲν γὰρ πολλοί, δύσνοοι παισὶν ἐφάνησαν. θεὸς δὲ, οὔ. ὁ μέγας πατήρ. εἰκὸς δ' ἐνταῦθα καὶ ἐμφαντικῶς εἰρῆσθαι τὸ θείοιο. ἵνα λέγῃ, ὅτι μέμνηνται μέν τινες Ὀδυσσέως καθὰ καὶ οἱ μνηστῆρες, πλὴν οὐχ' ὡς θείου βασιλέως, ἀλλ' ὡς γυναῖκα εὐειδέα ἔχοντος. ὡς ἀφνειοῦ. ὡς ἁπλῶς βασιλέως. καὶ σπεύδουσι κυριεῦσαι τῶν ἐκείνου. οἱ δὲ τοιοῦτοι, οὐκ ἂν μνήμην ἐκείνου ὡς χρὴ ἔχειν λέγοιντο, ἀλλά τινα ἴσως μνείαν. ὧν πολλὴ δή που διαφορά. εἴπερ μνήμη μὲν κατὰ τοὺς παλαιοὺς, οὐ πάντως καὶ μνεία. μνεία δὲ, εὐθέως καὶ μνήμη. καὶ μνήμη μὲν γενικῶς, τύπωσις ψυχῆς. μνεία δὲ, λόγος φασὶ κατὰ ἀνανέωσιν λεγόμενος. καὶ μνήμη μὲν, ἡ τῷ μνημονικῷ συνοικοῦσα. μνεία δὲ, προγεγονότος τινὸς ὑπόμνησις εἰς ἶσον ἥκουσα τῇ ἀναμνήσει. (ῃερς. 235.) Μεγαίρω δὲ, τὸ μέμφομαι. ἐπεὶ καὶ φθονεῖν, τὸ μέμφεσθαι ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐφάνη. (ῃερς.
231.1.2
) πάντες ἀϊδρείῃσιν ἕποντο. οὕτω γὰρ ἡ ἡδονὴ ἐφολκὸν εἰς ἣν ἀλληγορεῖται ἡ Κίρκη, ἅμα καλουμένη καὶ ὑπακούσασα καὶ εἰσδεχομένη τοὺς μὴ ἴδμονας. (ῃερς.