Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
232.1.1
) Τὸ δὲ ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦν, ἀντὶ τοῦ, ἐπεὶ ὤλετο ἡ ναῦς. οὐ γὰρ διὰ τὸ μὴ κομιδὴν ἐν βρώμασιν ἔχειν ἐδαμάσθη Ὀδυσσεὺς τοῖς κύμασιν, ἀλλ' ὅτι ἐθραύσθη κύμασιν ἡ τὴν κομιδὴν ἔχουσα ναῦς. (ῃερς. 233.) Τὸ δὲ ἐπηετανὸν ἐν μὲν τῷ, ἐπηετανὸν γάλα θῆσθαι, κυριολεκτεῖται. δηλοῖ γὰρ τὸ, ἐν ὅλῳ ἔτει. ἐνταῦθα δὲ κομιδὴ ἐπηετανὸς, ἡ ἁπλῶς πολλὴ λέγεται. Τὸ δὲ φίλα γυῖα λελύσθαι ταυτόν ἐστι τῷ ἀεικελίως δαμασθῆναι. (ῃερς. 225.) Ὅτι τοὺς ῥηθέντας Ἡρακλέα τε καὶ Εὔρυτον ἐπαινῶν Ὀδυσσεὺς, φησὶν ὅτι καὶ ἀθανάτοις ἐρίζεσκον περὶ τόξων. διό φησι καὶ (ῃερς. 226.) αἶψα ἔθανε μέγας Εὔρυτος. εἶτα ἑρμηνεύων πῶς αἶψα ἔθανε, φησίν. οὐδ' ἐπὶ γῆρας ἵκετ' ἐν μεγάροισι. τοῦτο δ' αὖθις ἐφερμηνεύων, ἐπιφέρει. χολωσάμενος γὰρ Ἀπόλλων ἔκτανε. διὰ τί; (ῃερς. 228.) οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. ἔοικε δὲ αἴφνης θανεῖν καὶ ὁ Εὔρυτος. τοῦτο γὰρ δηλοῖ ὁ πρὸς Ἀπόλλωνος θάνατος, ὡς πολλαχοῦ φαίνεται. Ἡρακλῆς δὲ οὐδέν τι λέγεται παθεῖν δεινὸν ὑπὲρ τῆς πρὸς θεοὺς ἔριδος, ὅτι μὴ δὲ ἐπροκαλίζετο εἰς τοξείαν. οὐδὲ πάνυ δοκεῖ θρασὺς αὐτοῖς εἶναι. ἄλλως δέ γε ἀθανάτοις αὐτὸν ἐρίσαι κατὰ ἄμυναν, ἡ Ἰλιὰς ἐδήλωσε. τὸ μέντοι ὑφ' Ἡρακλέος θανεῖν τὸν Εὔρυτον κατὰ τοὺς ὕστερον καὶ τὰ περὶ τῆς θυγατρὸς τοῦ Εὐρύτου Ἰόλης, οὐκ οἶδεν ὁ ποιητής. ἄλλοι δὲ μεθ' Ὅμηρον, αὐτὸ ἱστοροῦσιν. ὧν καὶ Σοφοκλῆς. Σημείωσαι δὲ καὶ ὡς ἐμφαίνει Ὀδυσσεὺς ἐνταῦθα, μὴ δὲ δεῖν εἶναι εὔξεσθαί τινα ἐξισωθῆναι τῷ Εὐρύτῳ, εἴγε οὕτω ταχὺ ἐκ θεομηνίας ἔθανεν. Ὅτι δὲ τῷ τοῦ Εὐρύτου τόξῳ ἐχρᾶτο ποτὲ Ὀδυσσεὺς, ἐν τοῖς μετὰ ταῦτα ἱστορήσει Ὅμηρος. καθά που καὶ Φιλοκτήτης τῷ τοῦ Ἡρακλέος. (ῃερς. 236.) Ὅτι οὐκἀλαζονείαν Ἀλκίνοος ἡγεῖται τοὺς τοῦ Ὀδυσσέως λόγους, ἀλλὰ εὐδιακρίτως δεχόμενος αὐτοὺς φησί. ξεῖνε, ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις, τουτέστιν ἀηδῆ καὶ ἔξω χάριτος, ἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ. χωόμενος ὅτι σ' (ῃερς.
232.1.2
) Εὐρύλοχος δέ φησιν ὑπέμεινε, τουτέστιν ἔμεινεν, οὐκ ἠκολούθησεν, ὀϊσσάμενος δόλον εἶναι, ὁποῖά τις ἴδρυς, ὠΐσσατο δὲ δόλον, διά τε τὸ αἶψα ἐξελθεῖν τὴν Κίρκην, καὶ τὸ καλέσαι δίχα ἐρωτήσεως, ἢ διὰ τὸ μόνην ὀφθῆναι, καὶ διὰ τὴν ἡμερότητα δέ φασι τῶν θηρίων. (ῃερς. 230.) Τὸ δὲ ἐξελθοῦσα θύρας ὤϊξε, πρωθύστερόν ἐστιν. ὤφειλε γὰρ εἰπεῖν ὡς θύρας οἴξασα ἐξῆλθεν. (ῃερς. 231.) Ἡ δὲ παραλήγουσα τῆς ἀϊδρείας διὰ διφθόγγου ἀεὶ γράφεται, διὰ τὴν κλίσιν τοῦ, ἴδρις ἴδρεως, ὡς ὄφεως. (ῃερς. 233.) εἶτα διασκευάζων καὶ οἷος ἦν ὁ τῆς Κίρκης δόλος, ἐπάγει· εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε. ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν οἴνῳ Πραμνείῳ ἐκύκα. ἀνέμισγε δὲ σίτῳ (ῃερς. 236.) φάρμακα λυγρά. ὃ ταυτόν ἐστι τῷ, κακὰ φάρμακα. ὧν ἐνταῦθα τέλος ἡ τῆς πατρίδος λήθη. φησὶ γοῦν· ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. τοιοῦτον γὰρ ἡ ἡδονὴ, ἑαυτῆς μόνης ποιουμένη τὸν τρυφῶντα, τῶν δὲ σπουδαιοτέρων ἀπάγουσα. αὐτὰρ ἐπεί φησι δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα ῥᾴβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. ἤγουν καθείργνυεν ἐν μάνδραις χοίρων. (ῃερς. 239.) εἶτα ὡς αὐτόχρημα τοιούτων γινομένων οἳ τὸν κυκεῶνα ἐκπίωσιν ἐπιφέρει· οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. (ῃερς. 241.) διὸ καὶ κλαίοντες ἐέρχατο οἷα νοοῦντες ὃ ἔπαθον. ἐπεὶ δὲ οὐ παράμονος ἡ ἡδονὴ, ἀλλ' ἐπὶ βραχὺ κολακευτικῶς δελεάσασα καὶ θέλξασα κατὰ φαντασίαν ἀγαθοῦ τινὸς, εἶτα ἐνάγει τοῖς χείροισι, καὶ οὐκέτι μετὰ τὸν κυκεῶνα καὶ τὴν ἀποχοίρωσιν (ῃερς. 242.) ἡδέως εὐωχεῖ τοὺς μεταβληθέντας ἀλλὰ πρεπόντως ἀλόγοις φησί. τοῖσι δὲ Κίρκη παρ' ἄκυλον βάλανόν τ' ἔβαλε κρανείης ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν. εἰ μὲν οὖν καὶ τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ τοὺς λέοντας ὁ κυκεὼν ὁ ῥηθεὶς μετεποίει, οὐκ ἔστιν ἐκ τοῦ ποιητοῦ γνῶναι. τοὺς δὲ ὡς (ῃερς. 241.) ἐῤῥέθη χοίρους τὸ τοῦ κυκεῶνος πόμα ἐξ ἀνθρώπων ἐποίει. περὶ ὧν ἡ ἀλληγορία τοιαῦτα φησί. Κίρκη ἡ κατὰ τὰ γευστὰ ἡδονὴ, καὶ ἡ ἐκ τρυφῆς κατασάρκωσις. ᾗπερ οἱ ἐμπελάσαντες ἐκθηριοῦνται μὲν οἷον τῇ ἀλογίᾳ. καὶ οὐ μόνον ἄλλως ἀλογίζονται πολυτρόπως, ἀλλὰ καὶ εἰς χοίρους μεταποιοῦνται χαμαιευνάδας, κάτω βρίθοντες καὶ ἀνακύπτειν οὐκ ἔχοντες. ὁ νοῦς μέντοιαὐτοῖς οὐκ ἀπόλλυται, ἀλλὰ ζωπυρεῖται ὑποσμυχόμενος. διὸ μικρὸν ὅσον ὁ φιλόσοφος Ὀδυσσεὺς ἐλθὼν ἐπαναλήψεται τοὺς φίλους εἰς ἀνθρωπότητα, εἰ καὶ ἄλλως ἀϊστωθῆναι τῷ Εὐρυλόχῳ δοκοῦσι καὶ μὴ ἂν ἐκφανήσεσθαι. ὃς δὴ Ὀδυσσεὺς οὐδὲ τὴν ἀρχὴν εἰ παρῆν, εἴασεν ἂν μεταβολὴν ἐκείνους παθεῖν. καὶ εὑρήσει μὲν αὐτοὺς σιάλοις ἐοικότας ἐννεώροις, ἀποκαταστήσει δὲ εἰς τὸ πρὶν εἶδος, κατεξαναστὰς ἐμβριθῶς τῆς τρυφῆς Κίρκης ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ εἰς ἀλογίαν τινὰ ἡ Κίρκη ἀλληγορεῖται, δηλοῖ φανερῶς καὶ ὁ γράψας ὅτι οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ δηλήσατο Κίρκη, ὡς τῶν ἀμούσων ἀλογίστων ὄντων. (ῃερς. 235.) Ἰστέον δὲ ὅτι καὶ βρωτὸν καθ' Ὅμηρον ὁ ῥηθεὶς κυκέων ἦν, ὡς δηλοῖ τὸ, βαλέει δ' ἐν φάρμακα σίτῳ. καὶ τὸ, ἀνέμισγε δὲ σίτῳ φάρμακα. καὶ ποτὸν δὲ ἦν ὁ αὐτὸς, ὡς δῆλον ἐκ τοῦ, ἐπεὶ δῶκέν τε καὶ ἔκπιον. (ῃερς. 237.) ἤγουν ὅλον ἐξέπιον. καὶ, ὄφρα πίοιμι. καὶ, ἔκπιον οὐδέ μ' ἔθελξε. καὶ, οὔτι πιὼν ἐθέλχθης. Τὸ δὲ κύκα, πρωτότυπόν ἐστιν ἐξ οὗ ὁ κυκεών. περὶ οὗ ἡ Ἰλιὰς δηλοῖ που ἐν τοῖς κατὰ τὸν Νέστορα, ἔνθα καὶ περὶ τυροῦ καὶ ἀλφίτων καὶ μέλιτος χλωροῦ (ῃερς. 235.) γέγραπται καὶ οἴνου Πραμνείου. ὃς οὐ μόνον παρὰ τὸ πραΰνειν μένος καὶ εἰς πρᾳότητα τὴν ψυχὴν ἄγειν οὕτω καλεῖται καὶ παρὰ τὸ εἰς παλαίωσιν παραμεῖναι καὶ μὴ μεταβαλεῖν, ἀλλὰ καὶ ἀπὸ Πραμνείου ἀμπέλου. ἔστι δέ φασι καὶ τοιαύτη ὡς καὶ Θασία καὶ μελίκηρις. καὶ διότι δὲ καὶ ἡδύς ἐστι. τῶν γὰρ οἴνων φησὶν οἱ μὲν καυστικοὶ, οἱ δὲ ἡδεῖς. (ῃερς. 234.) Ὁ δὲ τυρὸς κἀνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ἐκτείνει τὴν ἄρχουσαν. (ῃερς. 238.) Πεπληγέναι δὲ, οὐ μόνον τὸ πληγῆναι παθητικῶς, ἀλλὰ καὶ τὸ πλῆξαι, μέσου γὰρ παρακειμένου τὸ ῥῆμα. ῥᾴβδῳ γοῦν ἡ Κίρκη πεπληγυῖα ὅ ἐστι πλήξασα ἐποίησε τὰ ἑαυτῆς, χρωμένη ταύτῃ πρός τινα γοητείαν δι' ἐπαφῆς. Ὅλως δὲ αἱ θεῖαι ῥᾴβδοι ἐνεργοί φασι παρ' Ὁμήρῳ. Ποσειδῶν τε γὰρ σκοπανίῳ πλήξας τινὰ ἐνίησι μένος, καὶ Ἀθηνᾶ πλήττουσα ῥᾴβδῳ ἀλλοιοῖ τὸν Ὀδυσσέα, καὶ Ἑρμῆς χρώμενος αὐτῇ τοὺς μὲν θέλγει, τοὺς δὲκαὶ ὑπνώοντας ἐγείρει. Συφεὸς δὲ, ὁ σύας φέρων ἢ σύας πιαίνων. δῆλον δὲ ὅτι σῦς μὲν ἐκτείνει τὸ ˉυ καὶ περισπᾷ ὥσπερ καὶ δρῦς καὶ μῦς. συὸς δὲ καὶ τὰ ἐφεξῆς, συστέλλει τὴν ἄρχουσαν ὡς καὶ τὸ, δρυὸς καὶ μυός. (ῃερς. 239.) Τοῦ δὲ ἐέργνυσθαι ἡ παραγωγὴ ὁμοία τῇ τοῦ ζεύγνυσθαι καὶ τῶν ὁμοίων. ἔστι δὲ ποιητικὸν μὲν τὸ ἐέργνυσθαι, Ἀττικὸν δὲ τὸ εἵργνυσθαι καὶ καθείργνυσθαι. Ἡ δὲ τῶν συῶν φωνὴ κλαγγὴ ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται, (ῃερς. 240.) χοίρειος δὲ φωνὴ καὶ ὁ γρυλλισμός. ὅθεν καὶ ὁ Πλούταρχος Γρύλλον ἔπλασέ τινα τῶν τοῦ Ὀδυσσέως ἑταίρων διαλεγόμενον τῷ Ὀδυσσεῖ. Τρίχες δὲ διαφέρουσιν ἐρίων. πρόβατον μὲν οὖν ἐρίῳ σκέπεται, καθὰ καί τινες τῶν αἰγῶν, σῦς δὲ καὶ τὰ τοιαῦτα τριχοφορεῖ. Τὸ δὲ νοῦς ἔμπεδος, κατηγορεῖ τῶν χοιροβίων εἴπερ τὸν νοῦν περισώζοντες, εἶτα τῇ κατὰ Κίρκην τρυφῇ γίνονται ἄλογοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὡς οὐχ' ὁ σύμπας νοῦς τοῖς τοιούτοις περισώσεται, ἀλλ' ὁ κατὰ μόνον τὸ φιλάνθρωπον, διὸ καὶ σαίνουσιν. ὥσπερ καὶ οἱ δελφῖνες ἐξ ἀνθρώπων γενόμενοι φιλάνορα οὐκ ἔλιπον βιοτὰν κατὰ Πίνδαρον. (ῃερς. 242.) Ἄκυλον δὲ τὸν τῆς πρίνου φασὶ λέγει καρπὸν, ὡς δηλοῖ καὶ ὁ Ἀθήναιος ἐν τῷ, ὁ συκάμινος, συκαμίνους, ὁρᾷς, φέρει. ὁ πρίνος, ἀκύλους. ὁ κόμαρος, μιμαίκυλα. Τὸ δὲ βάλανον ἔβαλεν, ἔχει τι εὐγενοῦς παρηχήσεως. καὶ ἄλλως δὲ εἰπεῖν τὸ, βάλανον παρέβαλε ταυτόν ἐστι τῷ, παρέθηκεν. ὅθεν, ὡς πολλαχοῦ φαίνεται, καὶ τὸ ἰδιωτικῶς λεγόμενον παράβλημα λέγεται. Βάλανοι δὲ οὐ δρυῶν μόνον, ἀλλὰ καὶ φοινίκων καθ' ὁμοιότητα. οὕτω δὲ καὶ τὸ τοῦ αἰδοίου παρά τισιν ἄκρον. καὶ τοῖς Ἀσκληπιάδαις δὲ φαρμάκου τινὸς τοιοῦτόν ἐστιν ὄνομα. καὶ βάλανοι δὲ Διὸς τὰ κάστανα κατά τινας τῶν παλαιῶν. Κράνεια δὲ προπαροξυτόνως τὸ φυτόν. ὁ δὲ καρπὸς αὐτῆς σεσίγηται μὲν Ὁμήρῳ διὰ τὸ δυσεκφώνητον, καλεῖται δέ φασι πίτταξις. οἱ δὲ βάρβιλον φασίν. οἱ δὲ, μάραον. (ῃερς. 243.) Τὸ δὲ χαμαιευνάδες συστέλλει τὴν μαˉι συλλαβὴν ὡς καὶ ἐν Ἰλιάδι τὸ, ἀνιπτόποδες χαμαιεῦναι. καὶ τὴν αἰτίαν λέγουσιν οἱ τῆς γραμματικῆς ἐξηγηταί. εἰσὶ δὲ χαμαιευνάδες αἱ κατά τι ἴδιον, ἐπὶ βόθρου ὀρύσσουσαι καὶ κοιμώμεναι. ἴσως δὲ καὶ αἱ κατὰ λάκκων ἐπίτηδες ἐγκλειόμεναι. Τὸ δὲ αἰὲν ἔδουσι, σιάλων ἐστὶν ἴδιον. καὶ τὸ τῶν συῶν δὲ δηλοῖ μοχθηρὸν καὶ βορόν. (ῃερς. 245.) Ὅτι λυπηρὰν ἀγγελίαν δηλοῖ τὸ, ὁ δεῖνα αἶψα ἦλθεν ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον, ἤγουν τύχην, δυστυχίαν. οὐ γὰρ ἀεὶ πότμος ἢ μόρος ὁ θάνατος. ὥσπερ οὐδὲ ἐνταῦθα. περὶ ζώντων γὰρ ἡ λέξις ἐῤῥέθη. γράφουσι δὲ οἱ ἐξηγηταὶ νῦν πότμον ἀδευκέα τὸν ἀνιστόρητον, ἤγουν ἀνήκουστον, ἢ ὃν οὐκ ἄντις ἐξ ἱστορίας δέξηται. κοινότερον μέντοι ἀδευκὴς ὁ ἀπροσδόκητος ἀπὸ τοῦ δέκω, ὃν οὐκ ἄν τις προσεδόκησεν. (ῃερς. 246.) Ὅτι μεγάλην ἐνδείκνυται λύπην τὸ, οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενος περ κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος. ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός. (ῃερς. 247.) λέγει δὲ ἐκφάσθαι τὸ ἐξειπεῖν λόγῳ προφορικῷ. (ῃερς. 249.) Τοῦ δὲ βεβολῆσθαι ἤγουν βεβλῆσθαι ἡ χρῆσις καὶ ἐν Ἰλιάδι. κεῖται δ' ἐν τούτοις καὶ ἀγάσασθαι, οὐ τὸ ζηλοτυπῆσαι, ὡς πρὸ τούτων, ἀλλ' ἁπλῶς τὸ μέμψασθαι. φησὶ γάρ· ἀλλ' ὅτε δή μιν πάντες ἀγασσάμεθα, τότε δὴ εἶπε τάδε. (ῃερς. 248.) Τὸ δὲ γόον ὠΐετο θυμὸς, ἀντὶ τοῦ νόμισιν ἐδίδου καὶ ἐφάνταζε θρήνου δήλωσιν. (ῃερς. 251.) Ὅτι ἐπαινοῦνται τῆς εὐρυθμίας τὰ δύο ἔπη ταῦτα, ᾔομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ' Ὀδυσσεῦ. εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά, τὰ τῆς Κίρκης δηλαδή. καλὸν δ' ἐν τούτοις καὶ ἡ ἀσύνδετος εἰσ βολή. Τοῦ δὲ ᾔομεν ἐνεστὼς ἐΐω. οὗ παρατατικὸς, ἤϊον. πληθυντικὸν ἠΐομεν. καὶ κατὰ συναίρεσιν, ᾔομεν. ἄλλως γάρ φασιν οὐδέ ποτε ἐν παρωχημένῳ κατάρχει μὲν τὸ ἦτα μόνον, ἐπάγεται δὲ τὸ ˉο. διὸ καὶ ἐν τῷ ἑορτάζω δέον ὂν εἶναι τὸν παρατατικὸν ἠόρταζον, οὐ γίνεται οὕτως, ἀλλ' ἀντ' αὐτοῦ κατὰ μετάθεσιν χρονικὴν φαμὲν ἑώρταζον. καὶ μὴν τοῦτο ἔχει καὶ ἄλλως εὔλογον τὴν ἔνδον αὔξησιν. ἑορτὴ γὰρ, δι' ἧς ἑὰ ὅ ἐστιν ἀγαθὰ ὄρνυται. ὅθεν ἐν τῷ ἑώρταζον ἡ αὔξησις τοῦ ὄρνυσθαί ἐστιν, οὐ μὴν τοῦ ἑὰ, ἵνα φυλάττηται λείψανον τοῦ τοιούτου πρωτοτύπου, ἤγουν τοῦ ἑά. ὅ περ ἔν τε ἄλλοις παρατηρεῖται καὶ ἐν τῷ, ἔω εἰμί. ἴσως δὲ καὶ ἐν τῷ, γῇ γήδιον. καὶ τοιοῦτον μὲν τοῦτο. Τοῦ δὲ ἤϊον ἡ χρῆσις καὶ μετ' ὀλίγα ἐν τῷ, παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης, καὶ πρὸ τούτων, παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν. (ῃερς.

Intertext edge

Open linked passage

Note