Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
234.1.1
) Ὅτι ἐπὶ οἴκου μεταπεσόντος τῆς παλαιᾶς εὐτυχίας, οἰκεῖον εἰπεῖν τὸ, μέλλε μέν ποτε οἶκος ὅδε ἀφνειὸς καὶ ἀμύμων εἶναι ἕως ἔτι ἐκεῖνος ἀνὴρ ἐπιδήμιος ἦν. ἢ ἔζη. ἢ ἁπλῶς ἕως τό δέ τι ἐγίνετο. νῦν δ' ἑτέρως ἐβούλετο θεὸς, ἢ ἐβάλλετο ἀντὶ τοῦ ἔῤῥιψεν, ὡς ἐκ μεταφορᾶς τῶν κύβων. ἀστείως Ὁμήρου ἐνταῦθα εἰπόντος τὸ, ἑτέρως ἐβάλοντο θεοὶ, ἤγουν οὐκ εὖ. κατὰ τὸ, τρὶς ἓξ βαλούσης τῆς Διὸς φρυκτωρίας. οὐδὲ κατὰ τὸ, αἰεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι, ἀλλὰ δηλονότι, κατὰ τύχην ὡς εἰπεῖν παλίμβολον. καὶ δῆλον ὡς καλλίων ἡ τοιαύτη γραφὴ τοῦ, ἐβούλοντο. ἐκεῖνο γὰρ, οὐδὲ εὐμετρίαν ἔχει. Τὸ δὲ ἔμελλεν, ἀντὶ τοῦ ἔοικεν ἐνταῦθα κεῖται. Ἰστέον δὲ ὅτι τοιοῦτον μέλλειν στοχαστικὸν καὶ αὐτὸ ῥῆμα ὂν, οὐ μόνον ἐπὶ γενησομένου λέγεται πράγματος, οἷον μέλλει ἔσεσθαι τόδε τι, ἀλλὰ καὶ ἐπὶ παρῳχημένου μὲν ἀδήλου δὲ, ὡς καὶ ἐνταῦθα. στοχαζόμενος γὰρ ὁ Τηλέμαχος, λέγει ὅτι ἔμελλέ ποτε ὁ οἶκος οὗτος, ἀφνειὸς εἶναι. Ἀγαμέμνων δέ φησιν ἐν Ἰλιάδι ἐπὶ ἐνεστῶτος, οὕτω που Διῒ μέλλει φίλον εἶναι. ἀντὶ τοῦ, ὡς ἔοικεν οὕτω θέλει ὁ Ζεύς. ὥστε, τοῖς τρισὶ χρόνοις συντάσσεται. Τὸ δὲ ἀμύμων, ἐνδείκνυται δεῖν εἶναι, τῷ πλούτῳ μετεῖναι ἀρετῆς, ἵνα οὕτω ἀμύμων εἴη ὁ πλουτῶν καὶ ἄλλως δὲ, ὁ Τηλέμαχος προστίθησιν αὐτὸ, πρὸς δεῖξιν τοῦ μὴ καὶ τὸν Ὀδυσσέα ὑβριστὴν εἶναι κατὰ τοὺς νῦν τοιούτους μνηστῆρας. (ῃερς. 242.) Ὅτι οὐ λυπεῖ τὸν Τηλέμαχον ὁ τοῦ πατρὸς ἁπλῶς οὕτω θάνατος, ὅσον ὅτι αὐτὸν ἀκλεῶς Ἅρπυιαι ἀνηρείψαντο, καθαπερεί τι τῶν ἐλαφρῶν σωμάτων καὶ κατὰ γῆς ἐῤῥιμμένων. καὶ ὅτι οἴχεται ἄϊστος. ἄπυστος. ἐμοί δ' ὀδύνας τέ φησι γόους τε κάλλιπεν. ὡς εἴγε φησὶν ἐν Τροίᾳ σὺν τοῖς ἑταίροις ἐφθάρη, ἢ φίλων ἐν χερσὶν ἐπεὶ πόλεμον τολύπευσε, τύμβον τὲ ἂν αὐτῷ ἐποίησαν Παναχαιοὶ, καὶ τῷ παιδὶ μέγα κλέος ᾔρατ' ὀπίσσω. Ἔστι δὲ τολυπεῦσαι κατὰ τοὺς παλαιοὺς, τὸ συγκεφαλαιώσασθαι καὶ κατεργάσασθαι. ὅθεν καὶ τὴν Πηνελόπην δόλους τολυπεύειν ἐρεῖ. γίνεται δὲ ἡ λέξις, ἀπὸ τῆς τολύπης, ἥτις ἐστὶ κατειργασμένον καὶ ξανθὲν ἔριον καὶ ἀσκηθὸν εἰς τὸ κλωσθῆναι. τὸ δὲ εἰπεῖν τολυπεύειν τὸ κακοπαθεῖν ὡς ἀπὸ βοτάνης θανασίμου τῆς τολύπης, πιθανὸν μὲν, οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. Ἰστέον δὲ ὡς ἡ τολύπη, καὶ ἄγμα λέγεται, τὸ καὶ κάταγμα παρὰ Σοφοκλεῖ. εὕρηται γοῦν ἐν λεξικῷ ῥητορικῷ, ὅτι ἄγμα, οὐ μόνον σύντριμμα, ἀλλὰ καὶ κατειργασμένον ἔριον. ὅτι δὲ καὶ βήρηξ ἡ αὐτὴ ἐλέγετο, δηλοῖ ὁ εἰπών. βήρηκες, φυράματα μαζῶν, καὶ αἱ τολύπαι τῶν ἐρίων. ὅτι δὲ τολύπη καὶ μάζης ἦν εἶδος, δηλοῖ ὁ γράψας τὸ, καρδαμύλη καὶ τολύπη καὶ ἀχίλλειον. ἔνθα ἐννοητέον, ὡς ὁμώνυμος λέξις καὶ ἡ καρδαμύλη. πόλις τὲ γὰρ ἐν Ἰλιάδι, καὶ νῦν ἰδοὺ μάζα. καὶ ὅτι ἐξ ἀχιλλείων ἴσως κριθῶν τῶν ἀλλαχοῦ δεδηλωμένων, ἐποιεῖτο ἡ μάζα τὸ ἀχίλλειον. Τὸ δὲ σὺν ἑταίροις καὶ φίλων ἐν χερσὶ διαφορὰν ὑποβάλλει. ὡς ἑταίρων μὲν, τῶν συνήθων ὄντων. φίλων δὲ, τῶν πρὸς γένους. καθὰ πολλαχοῦ φαίνεται. (ῃερς. 241.) Ὅρα δὲ καὶ τὸ τύμβον ἐποίησαν, κοινότερον ῥηθὲν, ὡς καὶ ἀνωτέρω. κεῖνον μὲν, ἄϊστον ἐποίησαν. Τὸ δὲ Παναχαιοὶ, ἐμφαίνει μὲν πολλὴν ἐξ ἁπάντων πρὸς Ὀδυσσέα εὔνοιαν, ἀρχὴ δὲ γέγονε τοῦ λέγειν τὸ Πανελλήνιον ὅμοιον δὲ καὶ τὸ, Πανίωνες καὶ Πανιώνιον, ἤτοι πᾶν τὸ πλῆθος τῶν Ἰώνων ὡς καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 241.) Τὸ δὲ τῷ παιδὶ μέγα κλέος ᾔρατο, ἀντὶ τοῦ ὕψωσεν ἂν τὴν εὔκλειαν τῷ υἱῷ. γέγονε δὲ κυρίου ὕστερον ὀνόματος τοῦ Μεγακλέους ἀρχὴ, τὸ ἐνταῦθα μέγα κλέος. Ἅρπυιαι δὲ ἀλληγορικῶς μὲν, ἄνεμοι καταιγιδώδεις καὶ ἁρπακτικοὶ καθὰ καὶ ἐν Ἰλιάδι δεδήλωται, κατεπιχειροῦντες καὶ σωμάτων βαρέων καὶ αὐτῶν ἀνθρώπων ὡς τεθεώρηται, καὶ μετεωρίζοντες αὐτά. μυθικῶς δὲ Ἅρπυιαι, δαιμόνιά τινα πτερωτά. οἷα καὶ ἀνθρώπους ἁρπάζειν βιαίως. ὅθεν εἴ τις ἀφανὴς ἐγένετο, Ἅρπυιαι τὸν τοιοῦτον ἀνερείπτειν ἐλέγοντο. τὸ δὲ ἀνερείπτειν, ἀπὸ τοῦ ἐρέπτω γίνεται πλεονασμῷ τοῦ ἰῶτα. ἐρέπτω δὲ κυρίως μὲν, ἐπὶ τροφῆς ἀλόγων, τὸ ἀπὸ τῆς ἔρας ἤτοι τῆς γῆς λαμβάνειν. ἔχει δέ τινα καὶ ἄλλην ἑρμηνείαν ὡς δηλοῖ τὸ, κόνιν δ' ὑπέρεπτε ποδοῖϊν. (ῃερς. 243.) Τὸ δὲ ἄϊστος ἄπυστος, τὸν τελείως ἀφανῆ σημαίνει. περὶ οὗ μηδὲν ἴσησί τις. οὔτε 1. 55 αὐτὸς ἰδὼν, οὔτε γνοὺς ἀπὸ πύστεως ἤτοι μαθήσεως. ἔστι δὲ τοῦτο καὶ ἐφερμενευτικὸν τοῦ, ἀκλειῶς Ἅρπυιαι ἀνηρείψαντο. ἀκλεὴς γὰρ πάντως ἀνήρειπται, οὗ μηδαμοῦ κλέος. ὅ ἐστι φήμη. τοιοῦτος δὲ, ὁ ἄϊστος ἄπυστος. Τὸ δὲ ἐμοὶ ὀδύνας τε γόους τε κάλλιπεν, ἀστείως εἴρηται. οἱονεὶ γὰρ λέγει ὁ παῖς, ὅτι ὁ πατὴρ εἰς κληρονομίαν, λύπας μοι κατέλιπεν. (ῃερς. 246.) Ὅτι διηγούμενος τὰ κατὰ τοὺς μνηστῆρας ὁ Τηλέμαχος, οὕτω φησίν, ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ. ἠδ' ὅσοι κραναὴν Ἰθάκην κατακοιρανέουσι. τόσοι μητέρα ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. δέον ὂν μᾶλλον ἑδνοφορεῖν ὡς μνηστῆρας. ἡ δὲ, οὔτε ἀρνεῖται στυγερὸν γάμον, δέδοικε γὰρ μὴ ἐκβιασθείη, οὔτε τελευτὴν ποιῆσαι δύναται ὡς καραδοκοῦσα δηλαδὴ τὸν Ὀδυσσέα. οἱ δὲ φθινύθουσιν ἔδοντες, οἶκον ἐμόν. ὅπερ ἀνωτέρω τρύχουσιν εἶπε. τάχα δή με διαῤῥαίσουσι καὶ αὐτόν. Καὶ σημείωσαι ὅτι νῦν μὲν, ἁπλή ἐστι τῷ Τηλεμάχῳ ἡ διήγησις. ἐν δὲ τῇ ˉβ ῥαψῳδίᾳ, καὶ ἐνδιασκεύως τὸ αὐτὸ πρᾶγμα καὶ ἐγκατασκεύως προαχθήσεται. καὶ ἄλλην ἐμβρίθειαν ἕξει δικανικῷ λόγῳ πρέπουσαν. Ὅρα δ' ἐν τούτοις ὅτι τὸ ἐπικρατεῖν, δοτικῇ συνέταξεν. ὡς καὶ τὸ ἄρχειν ἐν τῷ ἄρχευ Ἀργείοισι. Τὸ δὲ ἄριστοι, πιθανῶς ἔχει, ὡς τῶν τῆς Πηνελόπης μνηστήρων τοιούτων ὡς εἰκὸς ὄντων. Τὸ δὲ Δουλίχιον, νῆσος ἐστὶ μία τῶν Ἐχινάδων. αἱ δὲ Ἐχινάδες, νῆσοι εἰσὶ πρὸς τῇ ἐκβολῇ τοῦ Ἀχελῴου ποτμοῦ. ἡ δὲ Σάμη, νῆσος περὶ Κεφαλληνίαν, λεγομένη καὶ Σάμος. καὶ ὁ πολίτης αὐτῆς, Σαμαῖος. ὁ μέντοι τῆς ἑῴας Σάμου πολίτης, Σάμιος λέγεται. περὶ δὲ αὐτῆς γέγραπται κάλλιον ἐν τοῖς εἰς τὸν περιηγητήν. Τὸ δὲ ὑλήεντι Ζακύνθῳ, ὅμοιόν ἐστι τῷ, ἠμαθόεντι Πύλῳ ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. Ὑλήεις δὲ, τουτέστιν ὕλην ἔχουσα. καὶ οὐ τραχεῖα κατὰ τὴν Ἰθάκην ἥτις κραναὴ λέγεται διὰ τὴν τραχύτητα. (ῃερς. 247.) Τὸ δὲ κατακοιρανέουσι, δηλοῖ τὸ βασιλεύουσι καὶ ὡς ἀνωτέρω ἔφη, ἐπικρατέουσιν. ἢ τὸ βασιλικὰ δρῶσιν. ὡς καὶ Ὀδυσσεὺς ἐν Ἰλιάδι, κοιρανέων διεῖπε στρατόν. ἤγουν δρῶν ἔργα βασιλικά. Καὶ σημείωσαι ὅτι παρὰ τοῖς παλαιοῖς οἱ ἔνδοξοι καὶ ἄριστοι, προσρήσεσιν ἐκοσμοῦντο βασιλικαῖς, ὡς καὶ μετ' ὀλίγα φανήσεται. (ῃερς. 252.) Τὸ δὲ στυγερὸν γάμον, τὴν τῶν μνηστήρων αἰνίττεται βίαν. πῶς γὰρ οὐ πολλὴ βία καὶ πτοία, ἔνθα οὐ δύναταί τις ἀρνεῖσθαι τὸ στυγερόν; Τελευτὴ δὲ δὲ παρὰ τοῖς παλαιοῖς, τὸ τέλος τοῦ ἔργου. καὶ τελευτᾶν, τὸ εἰς τέλος τι ἄγειν. διὸ μετ' ὀλίγα φησίν. αὐτὰρ ἐπὰν πάντα τελευτήσῃς τὲ καὶ ἔρξῃς, ἤτοι ἀποπληρώσῃς. οὕτω δὲ καὶ τελευτῶν τις ἐποίει τό δέ τι, τουτέστιν ἐν τῷ τέλει τῶν βουλευμάτων. οἱ δέ γε μεθ' Ὅμηρον, πρῶτα μὲν, καὶ τὸν θάνατον τελευτὴν ζωῆς ἔλεγον. καὶ τελευτᾶν τὸν βίον. καὶ τοιαῦτά τινα ὕστερον δὲ κατεκράτησε, τελευτὴν ἁπλῶς τὸν θάνατον λέγεσθαι. Τὸ δὲ φθινύθειν, μέση λέξις ἐστί. καὶ ἐνταῦθα μὲν δηλοῖ τὸ φθείρειν, καὶ ἀπόλλειν. φθινύθουσι γὰρ οἱ μνηστῆρες τὸν οἶκον τοῦ Τηλεμάχου. ἀλλαχοῦ δὲ, πάθος δηλοῖ. οἷον. τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο. τουτέστι φθείρεσθαι καὶ ἀπόλλυσθαι. Τὸ δὲ τάχα, σημειοῦνται οἱ παλαιοὶ, μηδέ ποτε παρὰ τῷ ποιητῇ διστακτικὸν εὑρίσκεσθαι, ἀλλὰ ἀντὶ τοῦ ταχέως ἀεὶ παραλαμβάνεσθαι. γενόμενον κατὰ συγκοπὴν ὡς σαφέα σάφα ἀντία ἄντα, οὕτω ταχέα τάχα. ὃ καὶ ὅμοιόν ἐστι τῷ ταχύ. ταυτὸν γὰρ εἰπεῖν, τάχα με διαῤῥαίσουσι, καὶ ταχὺ διαῤῥαίσουσιν. (ῃερς. 253.) Ὅτι τὸ, τόν δ' ἐπαλαστήσασα προσέφη Παλλὰς, οὐκ ἔστι παρήχησις διὰ τὴν ταυτότητα τοῦ ἤχου τοῦ ἐπαλαστήσασα καὶ Παλλὰς, ἀλλ' ἁπλῶς οὕτως ἐκ τοῦ παρατυχόντος αἱ λέξεις συνέπεσον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἐν τοῖς ἑξῆς εὑρεθήσονται. Ὅμηρος γὰρ ἐν σπουδαίοις λόγοις τοιαῦτα παίζειν οὐκ εἴωθεν. Ἐπαλαστεῖν δὲ λέγεται, τὸ δεινοπαθεῖν ὡς ἐπὶ ἀλάστοις καὶ ἀλαθήτοις κακοῖς. οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, ἔνθα ὁ Ἄσιος ἀλαστήσας, ἔπος ἤυδα. καὶ θεοὶ δὲ ἠλάστεον. ἐκ δὲ τούτου καὶ ὁ Ἀλάστωργίνεται οὐ μόνον τὸ κύριον, ἀλλὰ καὶ φθονερὸν δαιμόνιον. καὶ Ζεὺς ἀλάστωρ οὗ ἡ βλάβη ἄληστος. ἢ ὃν οὐκ ἔστι λαθεῖν. ἢ ὁ ἐπαμύνων τοῖς ἄλαστα παθοῦσι. λέγεται δέ φασιν ἀλάστωρ, καὶ ὁ τιμωρός. καὶ ὁ φυγῆς ἄξια εἰργασμένος. τινὲς δὲ, γράφουσι παλαστήσασα. τουτέστι τῇ παλαιστῇ τῆς χειρὸς ὠθήσασα. Ὅτι δὲ εἰς πολυωνυμίας τρόπον ἄγουσί τινες τὴν παλαιστὴν καὶ τὸ δῶρον καὶ τὴν δόχμην ἢ δοχμὴν, ἀλλαχοῦ δεδήλωται. (ῃερς. 254.) Ὅτι σύγκρισις μικροτέρου τινὸς πρὸς μείζονα βοηθὸν τὸ, ἦ δὴ πολλὸν ἀποιχομένου τοῦ δεῖνος δεύῃ. (ῃερς. 256.) Ὅτι δόμου πρώτας θύρας, τὸ πρόθυρον φησί. διαλύσας τὴν σύνθεσιν Ἰωνικῶς. οὕτω δὲ καὶ ἐν Ἰλιάδι εὕρηται. 1. 56 (ῃερς. 256.) Ὅτι σκευὴν στρατιωτικὴν Ὀδυσσεῖ πρέπουσαν λέγει, τὸ στῆναι ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε. καὶ θαῤῥεῖ ὁ Μέντης ἐὰν τοιοῦτος ἐπέλθοι τοῖς μνηστῆρσιν ὁ Ὀδυσσεὺς, καταπολεμηθῆναι αὐτούς. φησὶ γὰρ ὡς εἰ τοιοῦτος ἐλθὼν ὁμιλήσει τοῖς μνηστῆρσι, πάντες ἂν ὠκύμοροι γενείατο πικρόγαμοί τε. πολλῷ δὴ πλέον καταπολεμηθήσονται οἱ ἀναιδεῖς, εἰ καὶ μετὰ τοῦ υἱοῦ καὶ τοῦ Εὐμαίου καὶ Φιλοιτίου ἐπιπέσοι αὐτοῖς. εἰ δὲ καὶ μεθύουσιν ἐπίθηται ὡς προείρηται καὶ μετὰ τῆς Ἀθηνᾶς δὲ, οὐδεμία ἔσται δυσχέρεια εἰς τὴν ἐκείνων ἀναίρεσιν. (ῃερς. 266.) Τὸ δὲ ὁμιλήσει, πολεμικὴ λέξις ὡς καὶ ἐν Ἰλιάδι, παρὰ τὸ ὁμοῦ τὰς στρατιωτικὰς ἴλας εἶναι μαχομένας. καὶ οὐκ ἔστι σύστοιχος ἡ λέξις αὕτη τῷ ὀλίγῳ τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ τῶν μνηστήρων, ἴσως δὲ καὶ παικτικῶς ἐῤῥέθη τοῦτο ὡς πρὸς ἐκεῖνον τὸν ὅμιλον ἵνα λέγῃ ὅτι ἔστι μὲν ὅμιλος οὗτος, εἰ δὲ Ὀδυσσεὺς αὐτοῖς ὁμιλήσει, ἐξώλοντο. (ῃερς. 267.) Ὅρα δὲ τὸ πικρόγαμοι, βαρέως καὶ ἀκραχόλως συντεθὲν διὰ τὸ πρὸς τοὺς κακογάμους καὶ ὑβριστὰς μνηστῆρας μῖσος. ἔχει δέ τι ὁμοίας τραχύτητος, καὶ τὸ ὠκύμοροι. εἰ καὶ ἄλλως, τῷ τῆς ὁμοιοκαταληξίας κάλλει ἄμφω λεαίνεται. (ῃερς. 259.) Ὅτι τὸ, τοῖος ἐὼν οἷον αὐτὸν ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, ἀφορμή τις ἐστὶ τοῦ ἐκ τοῦ πίνειν τοὺς φίλους ἐτυμολογεῖν. καὶ ἀπὸ συμποσίου λέγειν κτᾶσθαι αὐτούς, (ῃερς. 260.) Ὅτι Ἔφυραι κατὰ ἱστορίαν διάφοροι, ὡς καὶ Ἰλιὰς δηλοῖ. μία, ἐν Πελοποννήσῳ περὶ τὰ τῆς Κυλλήνης ὅρια. δευτέρα, Σικυωνίας, περὶ ἣν καὶ ποταμὸς Σελλήεις. τρίτη, ἐν Θεσπρωτίᾳ, ἔχουσα καὶ αὐτὴ Σελλήντα ποταμόν. τετάρτη, ἐν Αἰτωλίᾳ. καὶ οἱ ἐκεῖθεν, Ἔφυροι λέγονται. οὐ μὴν Ἐφυραῖοι ὡς οἱ ἐκ τῶν λοιπῶν. πέμπτη Ἔφυρα, Θετταλικὴ ἕκτη, Κορίνθου, ἐν ᾗ καὶ αὐτῇ, Σελλήεις ποταμός. ἐκ ταύτης φασί τινες τὸν Ὀδυσσέα λαβεῖν ἀνδροφόνα φάρμακα. λέγοντες, φαρμακοφόρον ποτὲ γενέσθαι αὐτὴν, διὰ τὸ ἐκεῖ κατοικῆσαι τὴν Μήδειαν. ὅθεν καὶ ἡ τοῦ Αὐγέου θυγάτηρ φασὶ τοῦ βασιλέως τῶν Ἐπειῶν ἡ ἐν Ἰλιάδι κειμένη Ἀγαμήδη, φαρμακὶς ἦν. ἔθνος δὲ Πελοποννήσιον οἱ Ἐπειοὶ ὡς δηλοῦται πολλαχοῦ. ἄλλοι δὲ, ἀπὸ τῆς Θεσπρωτικῆς Ἐφύρης φάρμακα λαβεῖν τὸν Ὀδυσσέα φασὶ, γενομένης καὶ αὐτῆς ποτὲ πολυφαρμάκου διὰ τὴν Μήδειαν, οἰκήσασαν καὶ ἐκεῖ πρὸς καιρόν. καὶ ὅτε δὲ τὸν Τηλέμαχον ὑποπτεύουσιν οἱ μνηστῆρες ἀφικέσθαι εἰς Ἐφύρην φάρμακα θυμοφθόρα κομισόμενον. οἱ μὲν, ταύτην. οἱ δὲ, ἐκείνην φασί. περὶ δὲ Ἐφύρης, διαλαμβάνει καὶ ἡ Ἰλιάς. ἐν ᾗ καὶ περὶ φαρμάκων δηλοῦται τὰ ἀρκοῦντα ἐκεῖ. νῦν δὲ, τοσοῦτον ῥητέον, ὅτι φάρμακα, οὐ μόνον τὰ δηλητηριώδη καὶ ἄλλως δὲ τὰ ἀκεσώδυνα ὡς μυριαχοῦ φαίνεται, ἀλλὰ καὶ ζωγράφων βάμματα. καὶ ἁπλῶς δὲ, βαφαί. ὅθεν καὶ φαρμακῶνες τὰ βαφεῖα εὕρηται δὲ καὶ φαρμακᾶν, τὸ μεστὸν εἶναι ἢ δεῖσθαι φαρμάκων. ζήτει δὲ ποίων. ὁ δὲ φαρμακὸς ἤτοι τὸ κάθαρμα, ἑτεροῖόν τι ἐμφαίνει φαρμάκου σημαινόμενον. Ἀριστοφάνης πόθεν δ' ἐγώ σοι συγγενὴς ὦ φαρμακέ; ὁ μέντοι φαρμακεὺς ἢ κατὰ Πλάτωνα φαρμακευτὴς ὁ φαρμάκοις διαφθείρων, τῷ φαύλῳ φαρμάκῳ παρωνόμασται. ὥσπερ καὶ ἡ φαρμακὶς καὶ φαρμακεύτρια γυνή. τινὲς δὲ καὶ ἐπὶ ἄνθους φασὶ τὸ φάρμακον, ὡς δηλοῖ ὁ φράσας ὅτι ἀφάρμακον, τὸ ἄνευ ἄνθους. ἄνθη γὰρ, τὰ φάρμακα. καὶ εὐφάρμακον, τὸ εὔχροον. Ὅτι Ἶλος Μερμέρου παῖς τοῦ Φέρητος τοῦ Ἰάσονος καὶ Μηδείας, φαρμάκων ἦν σκευαστὴς ἐν Ἐφύρῃ τῇ Θεσπρωτικῇ, τῇ ὡς εἴρηταιπολυφαρμάκῳ, εἰς τοῦτον ἀπῆλθέ ποτε Ὀδυσσεὺς διζήμενος φάρμακον ἀνδροφόνον ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας. καὶ ὁ μὲν Ἶλος, οὐκ ἔδωκέ φησι ἐπεὶ θεοὺς νεμεσίζετο αἰὲν ἐόντας. ὁ δὲ Τάφιος Ἀγχίαλος, ἔδωκε, φιλέεσκε γὰρ αἰνῶς. Καὶ ὅρα τὸ βίαιον τῆς ἀληθοῦς φιλίας. ὁ μὲν γὰρ Ἶλος, δι' εὐλάβειαν οὐκ ἔδωκε φάρμακον. ὁ δὲ Ἀγχίαλος, διὰ φιλίαν ἔδωκε. μᾶλλον δὲ, ὁ μὲν Ἶλος μὴ εἰδὼς ἀκριβῶς οἷος ὁ ζητῶν τὸ φάρμακον Ὀδυσσεὺς, οὐ δίδωσι. δέδιε γὰρ ἴσως, μὴ κατ' ἀνθρώπων οὐ δικαίως τῷ φαρμάκῳ χρήσηται. ὁ δὲ Ἀγχίαλος δίδωσιν, εἰδὼς τὴν χρείαν τοῦ φίλου, ὡς χρησομένου τῷ φαρμάκῳ εἰς κυνηγέσιον. φίλος γάρ. διὸ καὶ ἀκριβῶς οἶδε τὸν φίλον ὡς ἑαυτόν. ὁ γὰρ φίλος, ἄλλος αὐτός. Ὅρα δὲ ὡς ὁ Μέρμερος καὶ ὁ ἐξ αὐτοῦ Μερμερίδης καθὰ καὶ τὰ μέρμερα ἔργα, τὸ ˉε τοῦ μερίζειν ἐφύλαξαν. εἰ καὶ τὸ μερμηρίζειν καὶ ἡ μέρμηρα καὶ τὸ ἀμερμηρεὶ ὧν καὶ ἐν τοῖς ἑξῆς ἔσται μνεία, διὰ μέτρου ἀνάγκην τὸ ˉε τοῦ μερίζειν εἰς ˉη ἔτρεψαν. (ῃερς. 262.) Σημείωσαι δὲ ὡς εἰ καὶ κατὰ συμβεβηκὸς ἀνδροφόνον ἦν τὸ φάρμακον, ἀλλ' Ὀδυσσεὺς ὡς θηροφόνον αὐτὸ ἐζήτει. διὸ καὶ δίδωσιν ὁ Ἀγχίαλος. προοικονομεῖ δὲ κἀνταῦθα ἕκαθεν πιθανῶς τὰ τῆς μνηστηροφονίας ὁ ποιητής. καὶ βάπτει 1. 57 τὰ τοῦ Ὀδυσσέως βέλη εἰς φάρμακον οὐ μόνον θηριοκτόνον, ἀλλὰ τὸ αὐτὸ καὶ ἀνδροφόνον. ὡς ἂν, ἅμα βάλλοιντο ἐν τοῖς ἑξῆς οἱ μνηστῆρες, καὶ ἐκ πρώτης βολῆς ἀγχηστῖνοι πίπτοιεν. ἄλλως γὰρ ἁπλῶς ὁ Ὅμηρος, οὐ φαρμάττει τοὺς ὀϊστούς. καὶ δῆλον φασὶν ἐξ ὧν ἐν Ἰλιάδι πολλοὶ ἐκ τόξου βληθέντες, ἐπέζησαν. διὰ δὲ τὴν τοιαύτην οἰκονομίαν, καὶ τὸ τόξον τοῦ Ὀδυσσέως, ἀπόθετον ἐν τῇ Ἰθάκῃ φυλάσσει ὁ ποιητής. οἴκοι γὰρ βέλτερον εἶναι ἵνα ἐπανελθὼν ἐκεῖνος ἔχῃ χρῆσθαι αὐτῷ. ἐν γὰρ τῇ Τροίᾳ, οὐ πάνυ ἔδει χρᾶσθαι τόξοις, διὸ καὶ χρείαν ἐκεῖ τόξου σχὼν Ὀδυσσεὺς, τὸ τοῦ Μηριόνου ἔλαβε. καὶ οὐδὲ πολλοὶ ἐκεῖσε ἦσαν τοξόται, ὅτι μὴ δὲ λίαν ἐκόμπαζον ἐπὶ τῇ τοξείᾳ οἱ παλαιοί. αἰτία μέντοι τῆς ἐν Ἰθάκῃ μονῆς καὶ φυλακῆς τοῦ τόξου καθ' ἱστορίαν, ἀλλαχοῦ παρὰ τοῦ ποιητοῦ ῥηθήσεται. ἔνθα ἐρεῖ ξένειον εἶναι αὐτὸ καὶ διὰ τοῦτο φυλάσσεσθαι εἰς κειμήλιον κατὰ ἔθος ἀρχαῖον. Φάρμακον δὲ ἀνδροφόνον λέγει ὁ ποιητὴς, ὡς ἄν τις εἴπῃ ἀνθρωποκτόνον. τοῦ ἀνδρὸς, ἐνταῦθα ἀντὶ ἁπλῶς ἀνθρώπου ληφθέντος. ὥσπερ αὖ πάλιν καὶ ἐν Ἰλιάδι τὸ, γυναῖκα μαζὸν, φασί τινες μαζὸν ἁπλῶς δηλοῦν ἀνθρώπινον, ὡς ἀπὸ μέρους τῆς γυναικός. Ἰστέον δὲ ὅτι τὸ σημαινόμενον τοῦ ἀνδρὸς ἐξ οὗ σύγκειται ὁ ἀνδροφόνος, συντίθησι καὶ τὰ ἀνδράποδα. δι' ὧν δοῦλοι σημαίνονται ὑποκείμενοι δεσπόταις, καὶ ὄντες αὐτοῖς ὅπερ οἱ κατωτάτω πόδες ὅλῳ τῷ ἄνω σώματι. τοιούτῳ δὲ ἀνδρὶ συγκροτεῖται καὶ ὁ ἀνδραποδιστής. οὗ ἐν τοῖς μάλιστα οἱ ἄπιστοι Θετταλοὶ, ὧν καὶ Ἰάσων, ἀνδραποδίσας τὴν Μήδειαν. ὁμοία δὲ ἀνδρὸς σημασία, καὶ ἐν τῷ ἀνδραποδοκάπηλος, ὁ καὶ σωματέμπορος καὶ μεταβολεὺς ἀνδραπόδων. πῶς δέ μοι καὶ τὰ ὑποζύγια ἐκλήθη ἀνδράποδα ὁμοίως τοῖς δούλοις, λογοπραγείσθωσαν οἱ σοφοὶ ὀνοματοθέται, οἷς καλῶς αὐτὸ οὐκ ἤρεσε. Τοῦ δὲ διζήμενος ἡ κίνησις, ἐν τοῖς μετὰ ταῦτά που διευκρινηθήσεται. Ὅρα δὲ καὶ τὴν χασμῳδίαν τοῦ, ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι. οὐ γὰρ κατὰ τὸ, Ἴριδι δίῃ καὶ Φρόντιδι δίῃ, σέσηρεν ἐνταῦθα ὁ ἀναγινώσκων, ἀλλ' ὑπὲρ ἐκεῖνα καὶ ὅσα δὲ ἄλλα τοιαῦτα. καὶ ὅμως ἔχεται λόγου ἡ τοιαύτη ὡς εἰπεῖν ἀποστίγγρωσις, ἵνα τὸ φορτικὸν καὶ ἀηδὲς πρᾶγμα καὶ ἀγλευκεὺς ἡ τοῦ ἀνδροφόνου φαρμάκου χρῆσις, ἀηδῶς φρασθείη καὶ μὴ κατὰ κάλλους γλυκύτητα. (ῃερς. 264.) Ὅτι νεμεσᾶν καὶ νεμεσίζεσθαι ὡς ἐπὶ πολὺ μὲν λέγεται, τὸ δικαίως μέμφεσθαι. οἷον. Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε ἔργα; καὶ, νεμεσίσαιτό κεν ἀνὴρ αἴσχεα πόλλ' ὁρόων. ἐνταῦθα δὲ ὁ Ἶλος νεμεσίζεσθαι θεὸν λέγεται, ἀντὶ τοῦ δεδιέναι καὶ δι' ἐπιστροφῆς ἔχειν. Ἰστέον δὲ ὅτι τὲ πρωτότυπον καὶ τοῦ νεμεσῶ καὶ τοῦ νεμεσίζω, τὸ νεμῶ περισπώμενον. οὗ διχῶς ὁ μέλλων, νεμήσω ἐξ οὗ τὸ ἐνεμήσατο καὶ τὸ διανενεμῆσθαι, ἔτι δὲ νεμέσω. οὗ ἀναχθέντος εἰς ἐνεστῶτα, προάγεται τὸ νεμεσίζω νεμεσίσω ἐξ οὗ ἡ νέμεσις ἀποβολῇ τοῦ ˉω. κατὰ τὸ ὑβρίζω ὑβρίσω καὶ τὰ ὅμοια. καὶ ὅτι ὥσπερ νεμεσῶ καὶ νεμεσίζω ἐν διφορήσει, οὕτω καὶ φλυαρῶ καὶ φλυαρίζω οὕτω γοῦν λέων ἐκφλυαρίζει τοὺς αὐτῷ ἐπιόντας ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ἔτι δὲ καὶ οὐ μόνον βουκολῶ, ἀλλὰ καὶ βουκολίζω. οἷον, τοὺς ἁλώσοντας ἀποβουκολίζουσιν ἀποσκευάζονταί τε τὸν κίνδυνον. σημαίνει δὲ ἡ λέξις, ἀπάτην. ὡς δὲ καὶ ἠρεμεῖν καὶ ἠρεμίζειν ἐστὶ, μαρτυροῦσιν αἱ χρήσεις. Ὅτι τὸ, εἰ δ' ἄγε νῦν ξυνίει, παρακελευσματικῶς ἔχον, δηλοῖ τὸ εἰ δὲ βούλει, ἄγε ποίει τόδε. ἢ καὶ ἄλλως, εἴα δὴ ἄγε ποίει τόδε. ζήτει δὲ περὶ αὐτοῦ τὸ ἀκριβὲς ἐν Ἰλιάδι. χρῆσις δὲ τοῦ εἴα παρακελευσματικοῦ ἐπιῤῥήματος, παρά τε ἄλλοις καὶ παρὰ τῷ κωμικῷ. (ῃερς.
234.1.2
) Ὅρα δὲ ὡς προέθετο καὶ νῦν καθὰ καὶ ἀλλαχοῦ, ἐργαλεῖα τεχνικὰ εἰπεῖν. πέλεκυν. σκέπαρνον. στάθμην τὲ καὶ τέρετρα. δι' ὧν καὶ πολυπειρίαν τῷ ἀκροατῇ ἐργάζεται, καὶ πλατύνει ἀφελῶς τὴν ποίησιν. οὐ διασαφεῖ δὲ καὶ ποῦ εὗρεν ἡ Καλυψὼ τὰ ναυπηγικὰ ἐργαλεῖα καὶ τὰ λοιπὰ, οἷα μὴ θέλων περὶ τοιοῦτόν τι κακοζήλως καὶ μικρολογικῶς ἀπασχολῆσαι τὴν ποίησιν. Ἀρετὴν δὲ τεχνίτου ἐμφαίνει, πέλεκυς ἄρμενος παλάμαις. ὁ γὰρ μὴ τοιοῦτος, ἀχρειοῖ ἐκεῖνον. οὕτω δὲ χρὴ καὶ τὸ στειλειὸν ἐναρηρέναι τῷ πελέκει διὰ τὸ εὔχρηστον. ἵνα θάτερον μὲν ἄκρον τοῦ στειλειοῦ ἐναρήρῃ τῷ πελέκει. τὸ δὲ ἕτερον, τῇ τοῦ τεχνίτου παλάμῃ. (ῃερς. 235.) Τὸ δὲ ἀμφοτέρωθεν ἀκαχμένον ἤτοι θλίβον τῇ τομῇ, τὸ ἀμφίστομον δηλοῖ. ὃ καὶ ἀμφίκοπον λέγεται. (ῃερς. 236.) Στειλειὸν δὲ οὐδετέρως τὸ ἐνιέμενον ξύλον εἰς τὴν θηλυκῶς λεγομένην στειλειὰν ἤγουν εἰς τὴν ὀπὴν τοῦ σιδήρου. καὶ φυλάσσεται μέχρι τοῦ νῦν ἡ λέξις, στειλειάριον λεγομένη παρὰ τοῖς πολλοῖς. ἣν στειλὰν ἤγουν ὀπὴν, οἱ μὲν παλαιοὶ, καὶ τρῆμα ἑρμηνεύουσι. τρητὸν δὲ μέχρι καὶ νῦν, οἱ περὶ Λυκίαν. Τὸ δὲ περικαλλὲς, ἢἁπλοϊκῶς παρέῤῥιπται, ἢ καὶ ὅτι εἰκὸς περί που τὸ ἄκρον ἔχειν τινὰ γλυφῆς ὡραϊσμόν. (ῃερς. 236.) Τὸ δὲ ἐλάϊνον, παρατηρήσας ἔφη. ὡς ἔθος ὂν, τοιοῦτον εἶναι. Σκέπαρνον δὲ ἐΰξοον, δύναται καὶ κατὰ ἐνεργητικὴν σημασίαν εἶναι τὸ εὖ ξέον. ὥς που καὶ βέλος ὠκύμορον, τὸ ὠκὺ θανατοῦν. διὸ καὶ τὴν ἐνέργειαν αὐτοῦ φράζων καὶ τὴν τοῦ πελέκεως, φησί. πελέκκησε δ' ἄρα χαλκῷ, ξέσσε δ' ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνε. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον διθυραμβογραφοῦντες, σκέπαρνον δριμέως φράζοντες, ἄλλως ἐπὶ ἐρίου τίθενται ὃ σκέπει ἄρνα. (ῃερς. 244.) Τὸ δὲ πελέκκησε, διὰ μέτρον διπλάζει τὸ κάππα. ὡς καὶ ἀλλαχοῦ τὰ ἡμιπέλεκκα. ὅτι δὲ πελεκῶ μὲν, ἐπὶ ξύλων, πελεκίζω δὲ ἐπὶ προβάτων καὶ βοῶν καὶ ὅλως ζῴων, καθωμίληται τοῖς γραμματικοῖς. Ὅτι δὲ καὶ ἡ πέλλα οὐ τοπικὸν ἀλλὰ τὸ σκυφοειδὲς ἀγγεῖον ὃ πυθμένα ἔχει πλατύτερον εἰς ὃ ἤμελγον γάλα, ἐκ τοῦ πελεκῶ γέγονεν ὡς ξύλινον, οἱ παλαιοὶ δηλοῦσι. χρῆσις δὲ αὐτῆς, καὶ ἐν τῷ, περιγλαγέας κατὰ πέλλας. ὅθεν καὶ πελλὶς καθ' ὑποκορισμόν. Ἱππώναξ. ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτοῖς κύλιξ. ὁ παῖς γὰρ ἐμπεσὼν, κατήραξεν. εἰ δέ τις Φοῖνιξ πελλίδα φησὶ χρυσῆν ἤτοι φιάλην, σημείωσαι τὸ, πελλίδα χρυσῆν, χρήσιμον ὂν καὶ αὐτὸ καθὰ καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν, εἰς τὸ, ἵπποι ἐβουκολοῦντο. καὶ εἰς τὸ, νέκταρ ἐωνοχόει. καὶ εἰς τὸ, ἐχειρονόμησε σκέλεσι. καὶ ὅσα δὲ ἄλλα τοιαῦτα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρασεσημείωται. (ῃερς.