Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
235.1.1
) ἔντοσθε δ' ἄντροιο βαλὼν τουτέστι ῥίψας ὀρυμαγδὸν ἔθηκεν, ὃς καὶ ἐξεφόβησε τοὺς περὶ τὸν Ὀδυσσέα. φησὶ γοῦν. (ῃερς. 236.) ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ' ἐς μυχὸν ἄντρου. οὐ γὰρ δοῦπος ἢ ψόφος ἢ κτύπος, ἀλλ' ὀρυμαγδὸς ἦν. (ῃερς. 234.) Ἀζαλέα δὲ ὕλη, ἐπεί περ ἡ τοιαύτη πρὸς λυχνοκαΐαν ἐπιδόρπιον χρήσιμος. Ποτιδόρπιον δὲ νῦν μὲν τὸ τῆς ὕλης ἄχθος μετ' ὀλίγα δὲ καὶ γάλα ἐρεῖ ποτιδόρπιον. (ῃερς. 243.) Ὅτι τὴν τοῦ σπηλαίου εἴσοδον ἤτοι τὸ περὶ αὐτὴν διάστημα (ῃερς. 238.) θύραν ὁ ποιητὴς ἐνταῦθα λέγει, καθά που καὶ ἐν Ἰλιάδι, πύλας τὸν τόπον περὶ ὃν αἱ πύλαι. ὅθεν καὶ τὸ ἔξω τοῦ σπηλαίου θύραζε λέγει. (ῃερς. 240.) οἷον πέμπε θύραζε. ἔτι δὲ καὶ θύρῃφι. καὶ τὸν κλείοντα δὲ λίθον τὴν τοιαύτην ὁδὸν θυρεὸν λέγει ἀσυνήθως τοῖς ὕστερον. οἳ ἀσπίδος εἶδος φασὶ τὸν θυρεὸν, παρωνυμούμενον θύρᾳ διὰ τὸ μέγεθος. καὶ λέγοιτο μὲν ἂν ὁ τοιοῦτος θυρεὸς κλείειν τὸ τοῦ Κύκλωπος ἄντρον, λέγοιτο δὲ ἂν καὶ πωμάζειν, ἐπειδὴ οὕτω ῥᾷον ἀφελὼν ἐπετίθει αὖθις αὐτὸν καθά τις φαρέτρῃ πῶμ' ἐπιθείη. φράζει δ' (ῃερς. 237.) ἐνταῦθα ὁ ποιητὴς οὕτως. αὐτὰρ ὃ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα πάντα μάλ' ὅσσ' ἤμελγε. τὰ δ' ἄρσενα λεῖπε θύρῃφι, ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοσθεν αὐλῆς. αὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας, ὄβριμον. οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ' ἅμαξαι ἐσθλαὶ τετράκυκλοι ἀπ' οὔδεος ὀχλίσειεν. (ῃερς. 243.) τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσι. Καὶ ὅρα τὴν εὔτακτον τοῦ λίθου παρίψωσιν. εἰπὼν γὰρ αὐτὸν μέγαν ἡρμήνευσε διὰ τοῦ, μὴ ἂν ὑπὸ δύο καὶ (ῃερς. 242.) εἴκοσι ζευγῶν μετοχλισθῆναι, τουτέστι μοχλοῖς μετακινηθῆναι. ἢ καὶ ἄλλως, ἁμάξαις βασταχθῆναι. εἶτα (ῃερς.
235.1.2
) Ὅρα δὲ ὅτι κἀνταῦθα ἔκγονος διὰ τοῦ ˉκ ἡ παῖς οὐ μὴν ἔγγονος διὰ τοῦ γάμμα. καὶ τηρεῖ, φασὶν, Ὅμηρος τοῦτο δι' ὅλης τῆς ποιήσεως αὐτοῦ, οἷον καὶ ἐν τῷ, κείνου ἔκγονός ἐσσι. ἀπόγονος δέ φασιν ἤτοι υἱὸς ἢ ἔτι ἄνωθεν. καταχρῶνται δέ φασιν ἔσθ' ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. εἴη ἂν οὖν κυριολεκτικῶς ἔκγονος μὲν ὁ προσεχῶς ἔκ τινος γεννηθεὶς, ἔγγονος δὲ ὁ ὡς εἰπεῖν ἐγγύγονος. ἀπόγονος δὲ ὁ ἀποτέρω γόνος. (ῃερς. 236.) Ἔτι ὅρα καὶ ὅτι ποικιλίαν θηρώμενος ἐνταῦθα ὁ ποιητὴς φάτο εἰπὼν καὶ εἶναι ἐν τῷ ἐφεξῆς στίχῳ, φῆ καὶ ἔμμεναι λέγει. (ῃερς. 238.) Τὸ δὲ πολὺ κάλλιστος πρὸς πλείω ἐῤῥέθη ἐπίτασιν, ἤρκει γὰρ τὸ κάλλιστος. (ῃερς. 238.) Τοῦ δὲ καλλίστου ποταμοῦ καλὰ πάντως καὶ τὰ ῥέεθρα. (ῃερς. 241.) Τὸ δὲ παρελέξατο καὶ τὸ ἐτέλεσε φιλοτήσια ἔργα, σεμνῶς ἐῤῥέθη. καθὰ καὶ τὸ, (ῃερς. 244.) λῦσε δὲ παρθενίην ζώνην, ὡς καὶ Ἑρμογένης παρασημαίνεται. Ὅτι δὲ ἐν τῷ παρθένος, ἐξ οὗ καὶ παρθενία ζώνη, ἡ παρˉα πρόθεσις κεῖται, παρθένος γὰρ ἡ ἐστερημένη τοῦ θεῖσθαι ἤγουν θηλάζειν, δηλοῦσιν οἱ παλαιοί. (ῃερς. 242.) Τοῦ δὲ περιστάθη κῦμα οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. (ῃερς. 243.) Τὸ δὲ κυρτωθὲν κῦμα ὡς εἰς θαλάμου ὄροφον ἐσχεδίασται, ἵνα κρύψῃ ἔσω τοὺς ἐραστάς. διὸ καὶ εἰς ὄρον ἐξισοῦται ὡς ἂν ἐξαρκέσῃ καὶ περιστῆναι καὶ καμφθῆναι κυρτωθὲν, ὡς εἰς θάλαμον. (ῃερς. 247.) Τὸ δὲ χαῖρε φιλότητι ἀντὶ τοῦ, τῇ μίξει. ὅθεν καὶ φιλοτήσια ἔργα τὰ κατὰ τὸν ἔρωτα. (ῃερς. 248.) Τὸ δὲ περιπλομένου ἐνιαυτοῦ ἀντὶ τοῦ συμπληρουμένου, οὐ μὴν καὶ πεπληρωμένου ἤδη. ὥστε καὶ τὸ, περιπλομένων ἐνιαυτῶν, οὕτω πως χρὴνοεῖν. Τὸ δὲ τέξεις κυριολεκτεῖσθαι λέγεται ἐπὶ μητρὸς, ὡς δηλοῖ ὁ γράψας ὅτι τεκεῖν μὲν ἐπὶ μητρὸς, γεννῆσαι δὲ ἐπὶ πατρός. οὐ κυρίως οὖν φησὶν εἴρηται τὸ, ἀθάνατος τέκετο Ζεὺς, οὐδὲ τὸ, τίκτε μ' ἀνὴρ πολλοῖς ἀνάσσων Μυρμιδόνεσσι. καὶ οὕτω μὲν αὐτός. ἡ δὲ κοινὴ χρῆσις κοινοῦται ἀμφοῖν τοῖν τοῦ καθ' ἡμᾶς γένους ἀρχηγοῖν τὰς εἰρημένας λέξεις. γεννήτορας γὰρ αὐτούς φαμεν καὶ γειναμένους καὶ τεκόντας. ὡς τὸ, ἆρ' οἱ τεκόντες διαφέρουσι; καὶ μὴν καὶ τὰ ἐξ αὐτῶν, τέκνα ἐπίσης καὶ ἐκείνου καὶ ἐκείνης καθωμίληνται. Ἀποφώλιοι δὲ εὐναὶ οὐκ αὐτὸ τοῦτο ἀπαίδευτοι, ἀλλὰ μᾶλλον ἀδόκιμοι κατὰ τοὺς παλαιοὺς, ἄγονοι, ἄκαρποι. ἐκ μεταφορᾶς δὲ ὠῶν καὶ τοῦτο ἅπερ ἀποῤῥιπτοῦνται τῶν φωλεῶν ὡς οὔρια. ἐνταῦθα δὲ μνηστέον τοῦ εἰπόντος ὅτι ἐπὶ ἑρπετῶν ὁ φωλεὸς ἐφ' ὧν καὶ τὸ φωλεύειν. καὶ ῥητέον, ὡς οὐ πάντη ἐκεῖνος ἠλήθευσεν. ἄρκτοι γὰρ μὴ ἑρπετὰ οὖσαι φωλεῖν λέγονται, ὃ ταυτόν ἐστι τῷ φωλεύειν. ᾧ παράκειται ὁ φωλεός. αἱ τοιαῦται δὲ καὶ φωλάδες λέγονται, ὅτε φωλοῦσιν. ἀποφωλίου δὲ χρῆσις παρ' Ὁμήρῳ καὶ ἐν τοῖς πρὸ τούτων. (ῃερς. 249.) Κομέειν δὲ καὶ ἀτιτάλλειν, ὅ ἐστιν ἀτάλλειν, τῆς αὐτῆς σημασίας εἰσίν. ἔστι δὲ κομεῖν μὲν, ὥσπερ καὶ κομίζειν, τὸ ἐπιμελεῖσθαι καὶ κομιδῆς ἀξιοῦν. ἀτάλλειν δὲ τὸ ἀναπαύειν καὶ μὴ ἐᾶν τλῆναί τι πρὸς πόνον. (ῃερς.

Intertext edge

Open linked passage

Note