Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
236.1.1
) Κακοῤῥαφία δὲ λογισμοῦ, ἡ κακοσυνθεσία καὶ ἀναρμοστία, πρὸς διαστολὴν τοῦ φρενήρους ὃς ἀραρυίας ἔχει τὰς φρένας. ἔτι δὲ, καὶ ἡ κακοβουλία. ὅπερ ἀλλαχοῦ διαλύσας ὁ ποιητὴς, κακὰ ῥάπτειν φησὶν ἐπὶ ἑτέρας ἐννοίας. (ῃερς. 237.) Τὸ δὲ παρθέμενοι κεφαλὰς, ἀντὶ τοῦ προτείναντες. ἢ ὡς ἐν ἐπιξήνῳ ἤτουν ἐπικόπῳ, ἤτοι ἐπικορμίῳ θέντες ὥστε κοπῆναι. οἱ δὲ παλαιοὶ, οὕτω φασίν. ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν φασὶ κεφαλὰς ἀλλὰ παρατεθειμένοι. προϊὼν δέ που ὁ ποιητὴς, καὶ ἐπιθαλαττίων λῃστῶν τοῦτο ἐρεῖ. (ῃερς. 239.) Τὸ δὲ οἷον ἅπαντες, θαυμαστικῶς εἴρηται, ὡς καὶ πρὸ τούτου τὸ, οἷον ἀναΐξας ἄφαρ οἴχεται, καὶ, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. (ῃερς. 240.) Ἄνεῳ δὲ, οἱ ἄφωνοι, ὡς καὶ ἀλλαχοῦ κεῖται. ἀπὸ τοῦ ἄνω ἄναυος, ἄναος. καὶ Ἀττικῶς, ἄνεως ὡς Μενέλεως. καὶ πληθυντικὸν, ἄνεῳ. εὕρηται δέ που, καὶ ἀντὶ ἐπιῤῥήματος. Τὸ δὲ καθαπτόμενοι ἐπέεσσιν, αἰσχύνει τοὺς Ἰθακησίους εἰ μὴ δὲ λόγοις ἅπτονται τῶν βιαίων μνηστήρων. τοῦτο δὲ διέσταλται τοῦ, χερσὶν ἅπτεσθαι, ὡς δυσχερεστέρου ὄντος. ὁμοίως ἐντρέπει καὶ τὸ, πολλοὶ ἐόντες. ῥᾷον γὰρ δοκεῖ τοὺς πλείους τῶν ἡττόνων περιγενέσθαι. (ῃερς. 241. σθθ.) Ὅτι ἀκμάζων ὁ ποιητὴς ἐν ταῖς τῶν μνηστήρων δημηγορίαις, τὸν μὲν Ἀντίνοον, ἁπλούστερον δημηγοροῦντα πεποίηκε καὶ ἀφελέστερον. τὸν δὲ Εὐρύμαχον, ἐμβριθέστερον ἐκείνου καὶ ἁδρότερον. ἐνταῦθα δὲ Λειώκριτόν τινα μνηστῆρα βραχύλογον μὲν πλάττει, θρασύτερον δὲ ἐκείνων. ὃς οὐ μόνον τὸν Ὀδυσσέα ἐξευτελίσει, ἀλλὰ καὶ τὴν ἀγορὰν ταχὺ λύσει ἣν οὐκ ἐκάθισεν αὐτός. ὥστε εἶναι εἰπεῖν, ὡς εἰ καὶ τὰς τῶν ἄλλων ἀνδρῶν ἀγορὰς κατὰ τὸν ποιητὴν Θέμις λύει καὶ καθίζει, ἀλλὰ τὴν σήμερον ἐν Ἰθάκῃ ταύτην, Θέμις μὲν ἐκάθισεν, ἀθεμίστου δὲ ἀνδρὸς ὕβρις ἔλυσε. δημηγορεῖ δὲ ὁ Λειώκριτος, οὕτω. Μέντορ ἀταρτηρέ. φρένας ἠλεέ. ποῖον ἔειπες, Ἡμέας ὀτρύνων καταπαυέμεν; ἀργαλέον δὲ ἀνδράσι καὶ 1. 95 πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. Εἴ περ γάρ κ' Ὀδυσσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν Δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς Ἐξελάσαι μεγάροιο μενοινήσει ἐνὶ θυμῷ, Οὔ κέν οἱ κεχάροιτο γυνὴ, μάλα περ χατέουσα, ἐλθόντι, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, Εἰ πλεόνεσσι μάχοιτο. σύ δ' οὐ κατὰ μοῖραν ἔειπες. Ἀλλ' ἄγε λαοὶ μὲν σκίδνασθ' ἐπὶ ἔργα ἕκαστος, Τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' Ἁλιθέρσης. Οἱ ἐξ ἀρχῆς αὐτῷ πατρώϊοι ἑταῖροι. ἐφ' οἷς εἰπὼν ὡς δηθὰ καθήμενος ἐν Ἰθάκῃ, ἀγγελιῶν πεύσεται, τελέει δ' ὁδὸν οὔποτε ταύτην, λῦσεν ἀγορὴν αἰψηρήν. καὶ οἱ μὲν ἄλλοι, ἕκαστος εἰς τὰ ἑαυτοῦ ἐσκίδναντο. Μνηστῆρες δ' ἐς δώματ' ἴσαν θείου Ὀδυσσῆος. (ῃερς. 246.) Καὶ ὅρα τὸ θείου, ὡς Ὅμηρος μὲν, οὕτω τὸν Ὀδυσσέα ἠξίωσεν εἰπεῖν. ὁ δὲ ἀλαζὼν Λειώκριτος, ὡς ἕνα τῶν τυχόντων, Ἰθακήσιον αὐτὸν ἐκάλεσεν. Ἔτι ὅρα καὶ ὡς ἀντεπιχειρῶν τοῖς τοῦ Μέντορος ὁ Λειώκριτος, ἀργαλέον τε λέγει τοὺς Ἰθακησίους ἀντικαταστῆναι καὶ πλέονας ὄντας, δαινυμένοις τοῖς μνηστῆρσιν, ὅπερ ἐστι κεφάλαιον τοῦ ἀδυνάτου, καὶ εἰς τὸν Ὀδυσσέα περιτρέπει αὐτὸς τὸ τοῦ Μέντορος νόημα, εἰπὼν τοὺς μνηστῆρας μᾶλλον περιγενήσεσθαι τοῦ Ὀδυσσέως ὡς αὐτοῦ πλείονας. τὰ δ' ἄλλα ἡ δημηγορία τῷ Λειωκρίτῳ, πάντῃ ὑπόκενος. οὔτε γὰρ δίκαιον οὐδὲ μὴν πιθανὸν ἢ εὐφυὲς λέγει οὐδέν. θρασὺς ὢν μόνον καὶ λύσαι τὴν ἀγορὰν ἀναγκαίως προθέμενος. ἀγερωχίαν μέντοι ἔχει τινὰ ὁ λόγος αὐτοῦ, ἐν τῷ, ἀργαλέον ἀνδράσι καὶ πλεόνεσσι μαχέσσασθαι. (ῃερς. 245.) Νοουμένων ἀνδρῶν, τῶν ἀνδρείων. καὶ ἀντιτιθεμένης ποιότητος ἀνδρικῆς, πρὸς τὸ ἁπλῶς πλῆθος. ἵνα λέγῃ, ὅτι ἀργαλέον καὶ τοῖς πλεόνεσσι, μαχέσσασθαι πρὸς ἀνδρείους ἡμᾶς. (ῃερς. 242.) Ἰστέον δὲ ὅτι ὁ μὲν Λειώκριτος εἴη ἂν τοῦ λεὼ ἔκκριτος κατὰ ἐτυμολογικὴν ἀνάπτυξιν. καὶ ἦν μὲν γράφεσθαι τὴν ἄρχουσαν διὰ τοῦ ˉη καὶ ˉο κατὰ τὴν αὐτὴν ἔννοιαν, ὡς ἐκ τοῦ ληὸς ὁ λαός. οὗ μέμνηται Ἡρακλείδης καθ' ὁμοιότητα τοῦ νηὸς ναὸς καὶ παὸς πηὸς ὁ ἐξ ἀγχιστείας προσγενὴς, οὔπω δὲ ἦν ἐπὶ Ὁμήρου ἐν χρήσει τὸ ληὸς ὁ λαός. γραφῆναι δὲ αὖθις Λειόκριτον διὰ τοῦ ˉο μικροῦ κατὰ τὴν προπαραλήγουσαν ὡς τὸ τῆς λείας ἔκκριτον κατ' ἀνδρίαν λαμβάνοντα, οὐκ ἤρεσεν οὐδ' αὐτὸ τοῖς παλαιοῖς. (ῃερς. 243.) Τὸ δὲ ἠλεὲ, εἴληπται μὲν ἀντὶ τοῦ, ἠλίθιε. πεπλανημένε τὸν νοῦν. οἱονεὶ ἀλεὲ παρὰ τὴν ἄλην. εὕρηται δὲ ἐν Ἰλιάδι καὶ δισύλλαβον ἐν τῷ, φρένας ἠλὲ διέφθορας. καὶ οὐκ ἔστι διακρῖναι εἴτε πρωτότυπον μὲν ὁ ἠλὸς ἐξ οὗ κατ' ἐπένθεσιν ὁ ἠλεὸς ὡς κενὸς κενεὸς, εἴτε ἀνάπαλιν προτερεύει μὲν ὁ ἠλεὸς, ἐξ αὐτοῦ δὲ συγκέκοπται ὁ ἠλός. Ἰστέον δὲ ὅτι ἐν τῷ μεγάλῳ ἐτυμολογικῷ, εὕρηται κατά τινα γλῶσσαν, καὶ παλεὸς ὁ μάταιος πλεονασμῷ τοῦ ˉπ. ὁμοίως τῷ, ἤγανον πήγανον. Ὅτι δὲ τὸ διέφθορας οὐ μόνον ἐνέργειαν δηλοῖ ἵνα λέγῃ ὅτι τὰς φρένας διέφθειρας, ἀλλὰ καὶ πάθος νόμῳ μέσου παρακειμένου ἀκραιφοῦς, ἵν' ᾖ λέγων ὡς διεφθάρης τὰς φρένας, δεδήλωται καὶ ἀλλαχοῦ. καὶ ἐγκρίνεται μάλιστα τοῖς παλαιοῖς ὁ παθητικὸς οὗτος νοῦς. (ῃερς. 246.) Τὸ δὲ περὶ δαιτὶ, πρόσκειται, ἐπεί περ οἴονται οἱ ἐν δαιτὶ, ἀνυπόστατοι εἶναι τὴν ἀλκὴν, τοῦ οἴνου στρατηγοῦντος αὐτοῖς. τὸ δὲ τοιοῦτον νόημα σαφέστερον ἐμφαίνει ἐν τῷ, εἰ γὰρ αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα μνηστῆρας ἐξελάσαι τοῦ μεγάρου ἐθέλει, οὐκ ἂν αὐτῷ ἡ γυνὴ κεχάροιτο. ἅμα γὰρ ἐπανελθόντα ἰδοῦσα, στερήσεται αὐτοῦ. Τὸ δὲ περὶ δαιτὶ, καινότερον συντέτακται. δηλοῦν ἢ τὸ περὶ δαιτὸς, ἢ τὸ ἐν δαιτί. (ῃερς. 247.) Ἀγαυὸς δὲ κατὰ τοὺς παλαιοὺς, σεμνός. καλός. λαμπρός. κόσμιος. ὅθεν πλεονασμῷ, καὶ ὁ ἀγαυρός. εἰ δέ τι μετέχει τοῦ τοιούτου ἀγαυροῦ τὸ ἀγαύρισμα ὅπερ ἐστι πάλης εἶδος, οὐκ ἂν εἴη ἀκριβῶς ἀποφῄνασθαι. ὥσπερ ἴσως οὐδὲ εἰ τὸ ἀγαυρὸς μὴ ἀπὸ τοῦ ἀγαυὸς ἀλλ' ἀπὸ τοῦ γαῦρος γίνεται. εἰ γὰρ ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡς τῆς ἐπενθέσεως τοῦ ˉρ μὴ ἀναγκαζούσης προπαροξυτόνησιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁ πλοῦν βαρύνεται ἤγουν τὸ γαῦρος, τὸ δὲ σύνθετον ἀγαυρὸς, ὀξύνεται, δέον ὂν προπαροξύνεσθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον, διὰ τὸ συνακολουθῆσαι τῷ ἀφαυρὸς, καὶ τῷ ἀμαυρὸς καὶ τοῖς ὁμοίοις. (ῃερς. 257.) Λύεται δὲ ἀγορὰ, ὡς ἀπὸ δεσμοῦ τινὸς ἀφ' οὗ ὁ δῆμος παρῆκται. Αἰψηρὴν δὲ εἶπεν, οὐκ ἐπιθετικῶς. οὐ γὰρ αἰψηρή ἐστιν ἀγορὰ πᾶσα, ἐπιῤῥηματικῶς δὲ μᾶλλον ἀντὶ τοῦ ταχύ. καὶ ἔστιν ὅμοιον τῷ, τότε μοι χάνοι εὐρεῖα χθών. ἀντὶ τοῦ, εὐρύ. Ἰστέον δὲ καὶ ὅτι ἔνδειξις τῆς τῶν μνηστήρων βίας. μᾶλλον μὲν οὖν λυπηρὸν ὡς μάλιστα, τὸ τοὺς μὲν ἄλλους εἰς τὰ ἑαυτῶν σκίδνασθαι, τοὺς δὲ μνηστῆρας ἐς δώματα Ὀδυσσέως. (ῃερς. 261.) Ὅτι καὶ εὔξασθαι μέλλων ὁ Τηλέμαχος, τὰς χεῖρας νίπτεται. καθὰ καὶ Πρίαμος ἐν τῷ τέλει τῆς Ἰλιάδος. καὶ Πηνελόπη δὲ ἐν τοῖς ἑξῆς, ὑδρηναμένη καθαρὰ χροῒ 1. 96 εἵματα ἑλοῦσα, εὔχεται. ὡς ἀεὶ καθαριεύειν ἐν τοῖς θείοις χρεὼν ὄν. (ῃερς.
236.1.2
) Ἀσύνηθες δὲ τοῖς μεθ' Ὅμηρον τὸ ἀχάριστον ἐπὶ τοῦ μὴ χαρίεντος. αὐτοὶ γὰρ ἀχάριστόν φασιν, οὗ ἀποῤῥέει μνῆσις εὖ πεπονθότος. ὃν οὐδὲ γινώσκεσθαι χρὴ ὥς που Εὐριπίδης γνωμολογεῖ. ἐκ δὲ τοῦ Ὁμηρικοῦ ἀχαρίστου, καὶ τὸ ἀχαρίστερον ἐν τοῖς ἑξῆς. (ῃερς. 237.) Ἀρετὴν δὲ, οὐ τὴν ἀνδρίαν μόνον ἐνταῦθα φησὶν ὡς ἐν ἄλλοις, ἀλλὰ τὴν ἁπλῶς περὶ τοὺς ἀέθλους δεξιότητα. δηλοῖ δέ ποτε, καὶ τὴν παρὰ τοῖς ὕστερον εὐδαιμονίαν. οἷον. ὄφρ' ἀρετὴν παρέχωσι θεοί. καὶ, ἤτοι ἐμὴν ἀρετὴν εἶδός τε. ὃ δήπου ἡ Πηνελόπη φησίν. ἐκεῖθεν δὲ καὶ τὸ, ἀρετῶσι λαοὶ ὑπ' αὐτῷ. καὶ τὸ, οὐκ ἀρετᾷ κακὰ ἔργα. ἐπὶ μέντοι ἀνδρίας κεῖται ἐν τῷ, οἶδ' ἀρετὴν, οἷος ἐσσί. καὶ παντοίης ἀρετῆς μιμνήσκετο. τρὶς δὲ ἐνταῦθα λέγει τὴν ἀρετὴν διὰ τὸ τῆς λέξεως καίριον. Φαινέμεν δὲ, τὸ φανεροῦν καὶ ἐμφανῆ ποιεῖν. Τὸ δὲ ἥ τοι ὀπηδεῖ, διὰ σαφήνειαν κεῖται. ἔστι γάρ τις ἀρετὴ παλαιὰ ἣ νῦν οὐκ ὀπηδεῖ τῷ πάλαι σχόντι αὐτήν. ἔχει δ' ἐντεῦθενἀρχὴν γνωματεύματος καὶ ὁ τὴν ἀρετὴν εἰπὼν ἀγωγίμων τὸ τιμιώτατον. ἣ πάντων ἔστιν ὅτε ἀπολλυμένων αὐτὴ παραμένει ὡς οἷον ὀπηδοῦσα τῷ ἔχοντι. (ῃερς. 240.) Τὸ δὲ ὅς τις ἐπίσταιτο καὶ ἑξῆς, πρὸς διαστολὴν καὶ αὐτὸ ἐῤῥέθη, μέμψεται μὲν γάρ τις ἴσως τὸν Ὀδυσσέα καθὰ καὶ ὁ Λαοδάμας, οὐ μὴν φρενήρης ἐκεῖνος ἀνὴρ ὁποῖος καὶ ὁ φρεσὶν ἄρτια βάζων. Τὸ δὲ ἄρτια βάζειν ταυτόν ἐστι τῷ, ὡς ἄν τις εἴποι ἀπαρτιλογεῖν. κεῖται γὰρ παρὰ Ἡροδότῳ ἀπαρτιλογίη ὁ ἀπηρτισμένος λόγος. (ῃερς. 241.) Ὅτι διδασκαλικὸν τὸ, ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος ὄφρα καὶ ἄλλῳ εἴπῃς ἡρώων ὅτε κεν σοῖς ἐν μεγάροις διάγεις, ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν θεὸς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. ὅ ἐστιν ἐκ προγόνων ἀέκαθεν. ὅ περ εἰς ἑρμηνείαν ἐπῆκται τοῦ διαμπερές. Ὅρα δ' ἐν τούτοις, ὡς χαίρει ὁ βασιλεὺς ἐπαινουμένων τῶν περὶ αὐτόν. Τὸ δὲ πατρῶν ποιητικόν ἐστιν ὡς καὶ τὸ θυγατρῶν. εἰ δέ που καὶ μητρῶν ἐστὶν, ἀλλ' οὐ προφανὴς ἡ χρῆσις. (ῃερς.

Intertext edge

Open linked passage

Note