Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
) Ὅτι Ὁμήρου εἰπόντος ἱερήϊα τὰ ἐν Ἅιδου σφάγια ἐπὶ χοῇ νεκρῶν, φασὶν οἱ παλαιοὶ οὐκὀρθῶς εἰρῆσθαι τοῦτο, ἐπὶ γὰρ νεκρῶν τόμια φασὶ καὶ ἔντομα, ἐπὶ δὲ θεῶν ἱερεῖα. εἶτα θεραπεύοντες φασὶν ὅτι ἱερεῖα καὶ ἁπλῶς τὰ θρέμματα. ἐν ἄλλοις δὲ Ἀττικὴ λέγεται ἡ λέξις ἐπὶ τῶν ἁπλῶς σφαζομένων. (ῃερς. 34.) Ὅτι καθὰ πρὸ βραχέων Ἀττικὸν ἦν τὸ, Κιμμερίων δῆμός τε πόλις τε ἠέρι κεκαλυμμένοι, οὕτω καὶ νῦν τὸ, τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε ἔθνεα νεκρῶν ἐλισσάμην. ἔθνεα γὰρ νεκρῶν τοὺς νεκροὺς λέγει. πρὸς ὃ καὶ οἰκείως ἔχει τὸ, τοὺς δ' ἐπεὶ ἐλισσάμην. Ἰστέον δὲ ὅτι καὶ μετ' ὀλίγα, καινοπρεπὲς κεῖται σχῆμα τὸ, ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον, ὡς μικρὸν ὅσον εἰρήσεται. Ἐτυμολογικὸν δὲ τὸ, λιτῇσιν ἐλισσάμην. τοῦτο δὲ καὶ γουνοῦσθαι ἀνωτέρω φησὶν, ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ. εἰς τοῦτο δὲ εἰπόντες οἱ παλαιοὶ πῶς γουνοῦται καὶ λίσσεται, εἰ μὴ προαισθάνονται πρινὴ πίωσιν αἱ ψυχαὶ; λύουσιν ἄλλως τε, καὶ διὰ τοῦ εἰπεῖν ὡς τιμὴν τοῦτο ποιεῖ τῶν δεσποτῶν, Πλούτωνος δηλαδὴ καὶ Περσεφόνης, ἐπαγγελλόμενος καὶ οὕτω δοκῶν γονυπετεῖν. (ῃερς. 36.) Ὅτι ἐν μὲν τῷ, Ζεὺς κελαινεφὴς, ἔγκειται τὸ νέφος. ἔστι γὰρ κελαινεφὴς ἐκεῖνος, ὡς τὰ νέφη μελαίνων τῇ πυκνώσει, νεφεληγερέτης γάρ. ἐν δὲ τῷ, (ῃερς. 35.) μῆλα λαβὼν ἀπεδειροτόμησα εἰς βόθρον, ῥέε δ' αἷμα κελαινεφὲς, ἡ λέξις τὸ κελαινεφὲς δηλοῖ, ἤγουν τὸ μέλαν. ἐπεὶ καὶ μέλαν αἷμα φησὶ πολλαχοῦ. καὶ μὴν καὶ Ζεὺς κελαινεφὴς κατὰ ἀλληγορίαν, ὁ μέλας ἰδεῖν καὶ οἱονεὶ αὐτὸς κελαινοφαὴς διὰ τὸ τοῦ νοῦ δυσόρατον. (ῃερς. 37.) Ὅτι ἐν τῷ, αἱ δ' ἀγέροντο ψυχαὶ ὑπ' ἐξ Ἐρέβους νεκύων κατατεθνηώτων, περιττεύει ὡς καὶ ἀλλαχοῦ τὸ κατατεθνηώτων καὶ οὐ πρὸς διαστολήν τινα κεῖται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται, ῥηθείη δ' ἂν τὸ τοιοῦτον ἔπος ἀστείως, (ῃερς. 38.) ὅτε πολλοί τινες ἀλιπεῖς καὶ λεπτόσαρκοι ὁμοῦ ἀγείροντο. τὸ δὲ ἐφεξῆς ἁρμόσει ποτὲ εἰπεῖν ἐπὶ συνάξεως προσώπων κινδυνευσάντων, τὸ, νύμφαι τ' ἠΐθεοί τε πολύτλητοί τε γέροντες, παρθενικαί τ' ἀταλαὶ, νεοπενθέα θυμὸν ἔχουσαι. πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν ἄνδρες ἀρηΐφατοι βεβροτωμένα τεύχε' ἔχοντες. Ἐν τούτοις δὲ ὅρα ὅτι ταῖς νύμφαις τοὺς ἠϊθέους ἀντέθετο διὰ ἡλικίας ταυτότητα, καὶ τοῖς πολυτλήτοις γέρουσι τὰς ἀταλὰς παρθένους κατά τι ἀντιθετικὸν σχῆμα. εἰσὶ γὰρ ἀταλαὶ παρθέναι αἱ μηδὲν δυνάμεναι τλῆναι διὰ τὸ τῆς ἡλικίας ἁπαλόν. τὸ δὲ τοιοῦτον τοῖς πολυτλήτοις ἀντίκειται. (ῃερς. 39.) Τὸ δὲ νεοπενθέα θυμὸν, ἀπαιτεῖ τὰς μὴ νέας παλαιοπενθεῖς εἶναι. (ῃερς. 40.) Τὸ δὲ οὐτάμενοι γενικῶς καὶ νῦν κεῖται ἐπί τε τῶν τετρωμένων ἐπί τε τῶν βεβλημένων. οὐ γὰρ ἂν πιθανῶς εἴποι τις ὡς τῶν μὲν οὐταμένων ἦν τις φασία, τῶν δὲ βεβλημένων οὔ. Βεβροτωμένα δὲ τεύχεα τὰ δοκοῦντα βεβροτῶσθαι, ὅ ἐστιν αἵματι μεμολύνθαι. (ῃερς. 41.) Ἰστέον δὲ ὅτι φάντασμα ἦν τὰ τοιαῦτα τῷ Ὀδυσσεῖ. ἐπεὶ καὶ κλῆρος ἦν Ἑλληνικὸς, τὸν ἀέρα εἴδωλα τῶν τεθνεώτων σκιώδη καὶ ἀμενηνὰ ἐκματτόμενον καὶ ὡς οἷον ἐν σκιαγραφίᾳ εἰκονικῇ τυποῦντα φαντάζειν οὕτω τοὺς βλέποντας, ὡς τόν τε γέροντα τοιοῦτον εἶδος ἐναπλῦναι τῷ ἀέρι, καὶ τὸν βεβλημένον δὲ τοιαύτην θέαν ἐνθεῖναι αὐτῷ, καὶ τοὺς λοιποὺς ὁμοίως. ὥστε ἐκεῖνο βλέπεσθαι, ὃ καὶ ζώντων προεφαίνετο τὸν σωματικὸν δηλαδὴ χρῶτα καὶ τὰ περὶ αὐτὸν ἐπιπολάζοντα πάθη. διὸ καὶ αἱ νεοφανεῖς νύμφαι κατὰ νυμφικὸν σχῆμα προσπίπτουσι τοῖς τοῦ ὁρῶντος ὀφθαλμοῖς. καὶ οἱ πεσόντες νεοπενθεῖς ἐν σκυθρωπῇ καταστάσει φαίνονται, καὶ οἱ ἐν ὅπλοις θανόντες ὅμοιοι φαντασιοῦνται, καὶ οἱ θηρῶντες ἐν κυνηγετικῷ σκιαγραφοῦνται σχήματι, καὶ οἱ μετὰ συμμάχων πεσόντες ἀγηγερμένον ἔχουσι περὶ ἑαυτοὺς τὸ συμμαχικὸν, ὡς ἐν τοῖς ἑξῆς δηλοῖ τὰ κατὰ τὸν Ἀγαμέμνονα, καὶ αἱ τῶν βεβλημένων φαντασίαι μετὰ ὠτειλῶν ἐπιφαίνονται, καὶ αἱ τῶν γερόντων ῥικναὶ, καὶ αἱ τῶν κατηφιώντων στυγναὶ, ὥσπερ δῆτα καὶ ἐν ὀνείροις. διὸ καὶ ἡ τῆς μητρὸς τοῦ Ὀδυσσέως ψυχὴ μετ' ὀλίγα σκιᾷ ἰκέλη ἢ καὶ ὀνείρῳ ἔπτατο ὑποχωροῦσα. τοιοῦτον δὲ καὶ τὸ, ψυχὴ ὡς ὄνειρος ἀποπταμένη πεπότηται. ὅθεν καὶ τὸν Αἴαντα, οὐδ' ἂν εἴ τι καὶ πάθοι Ὀδυσσεὺς, μεταβαλεῖ ἐν Ἅιδου τῆς μήνιδος, ἐσχηματισμένον κατὰ τὴν ἄνω διάθεσιν, ὅτε δηλαδὴ ἦν ἐν τοῖς ζῶσι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. τὰ δὲ ἐφεξῆς τοῦ Ὁμήρου (ῃερς. 42.) θορύβου δηλωτικά. φησὶ γὰρ ὡς πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ. (ῃερς. 43.) ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, τουτέστι χλωροποιὸν, ὠχρότητος ποιητικὸν, ὥσπερ καὶ νωθροὶ νότοι παρ' Ἱπποκράτει οἱνωθροποιοί. καὶ τυφλὸν ὁ ἔρως ἤγουν τυφλοποιὸν, ἐπεὶ καὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον. (ῃερς. 38.) Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα Ὁμηρικὰ ἓξ ἔπη, τὸ, νύμφαι τ' ἠΐθεοί τε καὶ ἑξῆς ἕως τοῦ, ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, ἀθετοῦσιν οἱ παλαιοί. οὔπω γάρ φασι καιρὸς τοῦ ἔρχεσθαι, καὶ οὐδὲ δυνατὸν τὰς ψυχὰς φέρειν σωμάτων πληγάς. οἱ δὲ λυτικοὶ περὶ μὲν τῶν πληγῶν λαλοῦσιν ὡς ἀνωτέρω ἐγράφη. περὶ δὲ τοῦ μήπω καιρὸν εἶναι προσιέναι τῷ βόθρῳ ψυχὰς φασὶν ὡς προανακεφαλαίωσις ταῦτα τῶν ῥηθησομένων εἰσί. ταυτὸν δ' εἰπεῖν, δηλοῦσα προέκθεσις ὡς οὐκ ἔρχονται νῦν ἀλλ' ὅτι ἐλεύσονται. (ῃερς. 46.) Ὅτι ἔστι καὶ ὧδε σχῆμα τὸ κατὰ τὸ σιωπώμενον ἐν τῷ, ἐκέλευσε μῆλα δείραντας κατακῇαι πυρὶ πάντως, ὅπερ ἐπεφέροντο οἱ περὶ τὸν Ὀδυσσέα, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιωπᾷ. (ῃερς. 48.) Ὅτι ξίφος ἐκφοβεῖ καὶ τοὺς νέκυας καὶ οὐκ ἐᾷ αἵματος ἆσσον ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. ἐφοβεῖτο δὲ οὕτω καὶ πρὸ τούτων καὶ ἡ Κίρκη ὡς ἐν τοῖς περὶ ἐκείνης ἐφάνη. (ῃερς. 51.) Ὅτι δόξα ἦν τοῖς Ἕλλησι τὰς τῶν ἀθάπτων ψυχὰς μὴ ἀναμίγνυσθαι ταῖς λοιπαῖς, ἀλλὰ καὶ ἐν ταῖς νεκρικαῖς ἐπικλήσεσιν ἐπιφαίνεσθαί τε πρινὴ τῆς χοῆς γεύσασθαι, καὶ προλέγειν τι μαντικῶς διὰ τὸ μή πω γενέσθαι τῆς λήθης ἧς καὶ πόμα φασὶν ἐν Ἅιδου εἶναι οἱ μεθ' Ὅμηρον. Ἐλπήνωρ γοῦν ἐνταῦθα ὁ πρὸ ὀλίγωνῥηθεὶς οὗπερ ἡ ἀναλογία κατὰ τὸ ῥηξήνωρ ἀγήνωρ Ἐλεφήνωρ Προθοήνωρ Ἀντήνωρ καὶ τὰ ὅμοια, τοιοῦτος ἐν Ἅιδου τῷ Ὀδυσσεῖ φαίνεται. φησὶ γὰρ ἡ ποίησις οὕτω. Πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθενἑταίρου. οὐ γάρ πω ἐτέθαπτο. σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ ἐλέλειπτο ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. (ῃερς. 66.) καὶ μετ' ὀλίγα γουνάζεται περὶ ἑαυτοῦ, εἰπὼν πρὸς Ὀδυσσέα, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι οὐ παρεόντων, καὶ ἑξῆς. (ῃερς. 70.) εἶτα καὶ μαντικῶς εἰπὼν ὅτι οἶδεν ὡς ἐνθένδε κιὼν νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα, κέλεται μνήσασθαι αὐτοῦ τὸν Ὀδυσσέα. μή με γάρ φησιν ἄκλαυτον ἄθαπτον ἰὼν ὄπισθε καταλείπειν νοσφισθεὶς, μή τί τοι θεῶν μήνιμα γένωμαι. (ῃερς. 74.) ἀλλά με κακκῇαι ἤτοι κατάκαυσον σὺν τεύχεσιν ἅσσα μοι ἐστί. σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης ἀνδρὸς δυστήνου καὶ ἐσσομένοισι πυθέσθαι, πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμὸν, τῷ καὶ ζῶον ἔρεσσον ἐὼν μετ' ἐμοῖς ἑτάροισι. (ῃερς. 75.) Καὶ ὅρα ὅτι κατὰ τὰ προειρημένα οὐδὲ ἐν Ἅιδου φρεσὶν ἄρηρεν ὁ Ἐλπήνωρ, οὐ μόνον ὅτι ἀφελῶς περὶ εὐτελῶν ἀξιοῖ, ἀλλὰ καὶ ὅτι εἰς οὐδὲν χρήσιμον ζητεῖ τὸ τύμβου χῶμα ἐπὶ θινὶ θαλάσσης καὶ τὴν ὡσανεὶ διὰ τοῦ ἐρετμοῦ ἀναστήλωσιν. (ῃερς. 76.) ποίοις γὰρ ἐσομένοις ἔμελλε τὸ σῆμα φαίνεσθαι ἐν παράπλῳ εἴπερ ἀοίκητος ἡ τῆς Κίρκης νῆσος ὑπόκειται; εἰ μὴ ἄρα ἐμφαίνει διὰ τούτων ὁ ποιητὴς, ψευδῆ μὲν εἶναι τὸν ὠκεανισμὸν ἢ ἄλλως ἐκτοπισμὸν τῆς νήσου Αἰαίης, ἀληθῶς δὲ ἐν τόποις περιπλεομένοις κεῖσθαι αὐτήν. (ῃερς. 53.) Ὅρα δὲ ὅτι σῶμα καὶ νῦν τὸ νεκρωθὲν λέγει οὐ μὴν δέμας. χρῆσις δὲ σώματος οὐ πάνυ συνήθης οὐδὲ μὴν ἐσφαλμένη ἐν τῷ· τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κιπαρίσσινα. αἱ δὲ κεφαλαὶ κορινθιουργεῖς, ἐλεφάντιναι καὶ χρυσῷ διακεκοσμημέναι, τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον. (ῃερς. 62.) Τὸ δὲ ἐν Κίρκης μεγάρῳ, ἐντελῶς ἐγράφη. τὸ γὰρ ἄλλως ἐν Κίρκης εἰπεῖν ἐλλιπῶς ἔχει κατὰ ἀττικισμόν. (ῃερς. 54.) Τὸ δὲ ἄκλαυτον οἱ
23.2.1
Ὅμηρον καὶ ἄκλαυστον γράφουσι. (ῃερς. 73.) Τὸ δὲ ἐπεὶ πόνος ἄλλος ἔπειγε, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἀναγκαῖα προτιμωμένων τῶν μὴ τοιούτων. ὥσπερ καὶ τὸ, μή τί τοι θεοῦ μήνιμα γένωμαι ἐπὶ τῶν παρακαλουμένων μὴ ἀδικεῖν. (ῃερς. 66.) Τοῦ δὲ τῶν ὄπισθε γουνάζομαι, ἐφερμηνευτικὸν ἑξῆς αὐτίκα τὸ, οὐ παρεόντων. τούτου δὲ αὖθις τὸ, πρός τε ἀλόχου καὶ πατρὸς καὶ Τηλεμάχου, ἵνα ὄπισθεν μὲν εἶεν οἱ μὴ παρόντες. μὴ παρόντες δὲ ἡ ἄλοχος καὶ ὁ υἱὸς καὶ ὁ πατὴρ τὰ ὄντως φίλτατα ἐν τῇ Ἰθάκῃ τῷ Ὀδυσσεῖ. καὶ ἄλλως δὲ εἰπεῖν τὸ, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι, ἀντὶ τοῦ ὑπὲρ τῶν μελλόντων, τοῦ ἰδεῖν δηλονότι τὴν ἄλοχον καὶ τὸν πατέρα καὶ τὸν υἱὸν, ὃν μόνον ἐνὶ μεγάροισιν ἔλιπες. δῆλον δὲ ὅτι ἐν τῷ γουνάζομαι τῶν ὄπισθεν ἀπὸ κοινοῦ ληπτέον τὴν πρὸς πρόθεσιν, ὡς δηλοῖ τὸ, πρός τ' ἀλόχου. καὶ ὅτι διὰ μέτρου ἀνάγκην ὄπιθεν ἐνταῦθα ἔφη κατὰ ἔνδειαν τοῦ σίγμα, ὡς καὶ ἐν τῷ, ἄθαπτον ἰὼν ὄπιθεν καταλείπεις. (ῃερς. 70.) Τὸ δὲ σχήσεις νῆα καὶ νῦν ἀντὶ τοῦ ἐλλιμενίσεις. Τὸ δὲ νοσφισθεὶς ἀντὶ τοῦ νόσφι γενόμενος, χωρισθεὶς, ὑποχωρήσας. (ῃερς. 73.) Τὸ δὲ σῆμα εἰ καὶ μυριαχοῦ τάφον δηλοῖ, ὡς κἀνταῦθα, ἀλλὰ γενικῷ λόγῳ τὸ ἁπλῶς σημεῖον ἑρμηνεύει, ὃ καὶ συγγενές ἐστι τῷ τεκμηρίῳ. χρῆσις δὲ τούτου καὶ ἐν τῷ, σῆμα δέ τοι ἐρέω, τουτέστι γνώρισμα, ὁποῖον δή τι καὶ τὸ ἀνάχωμα τοῦ τάφου, σημεῖον ὂν, καθὰ καὶ μνῆμα καὶ μνημεῖον ἤγουν μνημοσύνη, τοῦ ἐπὶ νεκρῷαὐτὸ γενέσθαι. Τοῦ δὲ ὡς ἐῤῥέθη γενικοῦ σήματος πολλὰ μὲν καὶ ἄλλα παράγωγα. ἐν ἐκείνοις δὲ καὶ παράσημος ὁ ἀδόκιμος, ὡς ἀπὸ νομίσματος. ὃ κίβδηλον ὂν παράσημον ἐκαλεῖτο, εἰ καὶ ὕστερον δεδόξασται καὶ ἡ τοιαύτη λέξις διὰ τὰ βασιλικὰ παράσημα ἢ καὶ ἄλλως ἀρχοντικά. (ῃερς. 76.) Τὸ δὲ ἀνδρὸς δυστήνοιο καινότερον πέφρασται. τὸ γὰρ κοινὸν οὕτω· σῆμα τέ μοι χεῦαι ἀνδρὶ δυστήνῳ. αἴτιον δὲ καὶ νῦν ἡ τῆς δοτικῆς καὶ γενικῆς φιλίωσις. δῆλον δ' ὅτι πολλῶν καὶ τοιούτων καὶ ἀλλοίων καινότερον φραζομένων καὶ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ οὐκ ἔστι κατειπεῖν τῶν οὕτω σχηματιζομένων σολοικισμὸν εἴτουν βαρβαρισμόν. κέκριται δὲ σολοικοφανῆ τε σχήματα καλεῖν ταῦτα καὶ ἁπλῶς οὕτω σχήματα. πᾶν μὲν γάρ φασι τοιοῦτον λάλημα ἤγουν σχῆμα ἁμάρτημά ἐστιν ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπισμόν. σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον ἐξ ἀμαθίας λαληθὲν παρὰ ὄνομα ἢ ῥῆμα ἢ ἄλλο τι ὧν λέγουσιν οἱ τεχνικοί. Ἐπὶ τούτοις (ῃερς. 75.) ὅρα καὶ ὅτι σῆμα καὶ τύμβος ταὐτὰ νοοῦσι πολυωνυμίας λόγῳ σὺν καὶ τῷ τάφῳ καὶ τῷ μνήματι. τούτων δὲ τύμβος μὲν καθ' αὑτόν ἐστι, τὰ δὲ λοιπὰ τρία σχίζονται δι' ὁμωνυμίας, εἴγε σῆμα καὶ μνῆμα καὶ τάφος οὐκ ἀεὶ τύμβον δηλοῦσιν, ἀλλὰ τὸ μὲν καὶ σημείου, τὸ δὲ μνήμης, τὸ δ' ἐκπλήξεως ἀντιλαμβάνονται. ὅτε μέντοι ταυτίζονται πολυωνυμικῶς, τότε σήματος μὲν οὐ παρῆκταί τι, τῶν δ' ἄλλων, τάφου μὲν παρώνυμον σὺν ἄλλοις, καὶ ὁ ἐπιτάφιος λόγος ἢ ἀγὼν, τύμβου δὲ ὁ ἐπιτύμβιος, μνήματος δὲ ὁ μνηματίτης. δοκεῖ δὲ ταῦτα καὶ μᾶλλον ὅτ' ἂν ἐν λόγοις θεωρῶνται εἰς ταυτὸν ἥκειν τοῖς ὕστερον καλουμένοις ἐπικηδείοις καὶ θρήνοις. ὧν διαφορὰ, καθότι θρῆνος μέν φασιν ᾄδεται παρ' αὐτῇ τῇ συμφορᾷ πρὸ ταφῆς καὶ μετὰ ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενος ὑπὸ θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς ὁ δὲ ἐπικήδειος ἔπαινός ἐστι τοῦ τελευτήσαντος, μετά τινος μετρίου σχετλιασμοῦ, ὥστε συγγενῶς ἔχει ὁ ἐπικήδειος λόγος τῷ μνηματίτῃ καὶ ἐπιταφίῳ. οἱ μέν τοι θρῆνοι διεκπίπτουσιν εἰς ἀλλόφυλον, προσήκοντες αὐτοὶ τοῖς παρ' Ὁμήρῳ ἀοιδοῖς θρήνων ἐξάρχοις. οἷς ἐοίκασι καὶ οἱ τοὺς ἐλεγείους ᾄδοντες, εἴγε παρὰ τὸ ἐλέγειν ὁ ἐλεγεῖος παράγεται στίχος. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 57.) Ἐν τοῖς Ὁμηρικοῖς δὲ κεῖται καί τι νόημα λυπηρόν τε καὶ ἀστεῖον, ἄλλως μέντοι καὶ ἄλλως ἐν τῷ· Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; (ῃερς. 58.) ἔφθης πεζὸς ἐὼν ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ; Ὀδυσσεὺς μὲν γὰρ δακρύσας καὶ ἐλεήσας ἔφη οὕτως, ὡς δηλοῖ τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. οἴκτου γὰρ ταῦτα ῥήματα. ὁ μέντοι ἀκροατὴς διαχεθεὶς μειδιάσοι ἂν ἐπὶ τῷ νοήματι, ὡς τοῦ πεζοῦ δῆθεν Ἐλπήνορος παραδραμόντος τάχει τὸν πλέοντα. (ῃερς. 55.) Ἰστέον δὲ καὶ ὅτι φιλοίκτου μὲν ἀνδρὸς τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. βλαβέντος δ' ἐκ μέθης τὸ, (ῃερς. 61.) ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. Ἐλπήνωρ δὲ τοῦτο λέγει ἀφηγούμενος ὡς διὰ μέθην καθὰ καὶ προεγράφη καταπεσὼν τέγεος ἐξετραχηλίσθη. Κακὴν δὲ αἶσαν λέγει τὴν ἀντιδιαστελλομένην ἀγαθῇ τύχῃ, ταυτόν δ' εἰπεῖν, ἀγαθῷ δαίμονι. (ῃερς. 83.) Ὅτι παρήχησιν τινὰ ἔχει ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη τὸ, εἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν. (ῃερς. 87.) Ὅτι διδάσκων ὁ ποιητὴς προτιμᾶσθαι τῶν ἡδέων τὰ συμφέροντα πλάττει τὸν καρτερικὸν Ὀδυσσέα οἰκτιζόμενον μὲν ἐπὶ τῇ μητρὶ φανείσῃ καὶ πυκινὸν ἀχεύοντα, μὴ ἐῶντα δὲ ὅμως αἵματος ἆσσον ἐλθεῖν αὐτὴν, πρὶν Τειρεσίαο πυθέσθαι. (ῃερς. 85.) Αὐτολύκου δὲ γενεαλογεῖ ὁ ποιητὴς Ἀντίκλειαν τὴν τοῦ Ὀδυσσέως μητέρα. περὶ οὗ ὅτι κλεπτίστατος ἦν, ἐν τοῖς μετὰ ταῦτά που δηλωθήσεται. (ῃερς. 85.) Πυκινὸν δὲ ἀχεύειν ὥσπερ καὶ πυκινὸν ἄχος, ἢ τὸ κατὰ συνέχειαν καὶ μὴ ἀραιῶς ἐκ διαλειμμάτων, ἢ ἐπεὶ διαχέει μὲν ἡ χαρὰ, πυκνοῖ δὲ καὶ συστέλλει ἡ λύπη. (ῃερς. 90.) Ὅτι εἰ καὶ αἱ λοιπαὶ τῶν τεθαμμένων ψυχαὶ μὴ πιοῦσαι χοῆς καὶ αἵματος οὔτε ἐπεγίνωσκον οὔτε τι προσεφώνουν, ἀλλ' ἐλθοῦσαι ἀνεχώρουν ὀπίσω καθὰ μετ' ὀλίγα ὁ Τειρεσίας ἐρεῖ δίχα γε, ὡς ἐῤῥέθη, τοῦ Ἐλπήνορος τοῦ μή πω ταφέντος, ἀλλ' ὁ Τειρεσίας καὶ μὴ πιὼν αἵματος ἐπιγινώσκει τὸν Ὀδυσσέα καὶ προσφωνεῖ ὁμιλητικῶς (ῃερς. 94.) καὶ τοῦτό ἐστιν αὐτῷ διάφορον πρὸς τὰς ἄλλας ψυχὰς ὡς πεπνυμένῳ πρὸς σκιάς. δεδιὼς δὲ ὅμως τὴν ἐπισειομένην ὕλην καὶ αὐτὸς, τὸ ξίφος δηλαδὴ, ἀναχωρεῖν τε τοῦ βόθρου κελεύει τὸν Ὀδυσσέα, καὶ τὸ φάσγανον ἀπίσχειν, ὅ ἐστιν ἄπο ἔχειν, ἤτοι ἀφιστᾶν, ἵνα πιὼν εἴπῃ τὸ ἀληθές. ὥστε καὶ ὁ Τειρεσίας εἰ καὶ γνωρίζει πρὸ τοῦ πιεῖν, ἀλλ' οὐ μαντεύεται, μισθὸν δὲ αὐτὸ τοῦ πιεῖν ἀντιδίδωσιν. (ῃερς. 91.) Ἐν τούτοις δὲ τὸν σεμνὸν Τειρεσίαν σχήματι καινῷ ἐξαγγέλλει, ὡς καὶπροεδηλώθη, καινῶς φράζων τὸ καινὸν, ὡς ἡ ποιητικὴ δηλοῖ φράσις, ἔχουσα οὕτως. ἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο, (ῃερς. 94.) χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ' ἔγνω καὶ προσέειπεν. ἔδει μὲν γὰρ εἰπεῖν ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχουσα. καὶ οὐκ ἦν οὐδὲν τοῦτο κώλυμα τῷ μέτρῳ. ἀπεδόθη δὲ ὅμως πρὸς τὸ σημαινόμενον τὸ, ὁ Τειρεσίας. οὕτω δέ πως καὶ ἀνωτέρω ἐπὶ τῆς τοῦ Ὀδυσσέως μητρὸς καινῶς ἐσχημάτισεν, εἰπών· ἦλθε ψυχὴ μητρὸς Ἀντίκλεια, τουτέστιν ἡ μήτηρ Ἀντίκλεια. πρὸς δὲ ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον ὅμοιον καὶ τὸ, ἤτοι Ἀθηναίη ἀκέων ἦν. δηλοῖ δὲ ὁ ποιητὴς, ὡς οὐκ ἐχρῆν εἰπεῖν ἐνταῦθα ψυχὴ Τειρεσίου, εἴπερ αὐταὶ μὲν εἴδωλα καὶ σκιαὶ ἀΐσσουσιν, ὁ δὲ πέπνυται, ἀλλὰ ἔδει Τειρεσίαν εἰπεῖν. διὸ εἰπὼν ψυχὴ ἐπάγει τὸ οἰκεῖον, ἤγουν τὸ ἔχων, ὁ Τειρεσίας δηλαδὴ οὐχ' ἡ ψυχὴ τοῦ Τειρεσίου. ἃ δέ γε προσέειπεν ὁ Τειρεσίας τὸν Ὀδυσσέα, εἰσὶ ταῦτα· διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, τί ποτε ὦ δύστηνε λιπὼν φάος Ἠελίοιο ἤλυθες ὄφρα ἴδῃς νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλ' ἀποχάζεο βόθρου. ἄπισχε φάσγανον ὀξὺ, αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. (ῃερς. 92.) Ἁρμόττει δὲ τὸ, τί ποτε λιπὼν Ἥλιον ἦλθες καὶ ἑξῆς ὁ στίχος ὅλος, ῥηθῆναι ὅτε τις ἀγαθοῦ τόπου φαῦλον ἀλλάξεται. Ἰστέον δὲ ὅτι συχνὰ ὁ ποιητὴς ἀπορεῖ περὶ τῆς εἰς Ἅιδην καθόδου τοῦ Ὀδυσσέωςδιὰ τὸ ἄγαν μυθῶδες. ἐνταῦθα μὲν γὰρ ὁ Τειρεσίας ἔφη· τί δή ποτε ὦ δύστηνε, καὶ τὰ ἑξῆς. Ὀδυσσεὺς δὲ πρὸ τούτου ἐπέστησεν ὅτι εἰς Ἅιδην οὔπω τις ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μήτηρ Ἀντίκλεια ἐν τοῖς ἑξῆς ἐρωτᾷ· τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον; καὶ Ἀχιλλεὺς ὁμοίως· σχέτλιε, πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν; ἔνθα καὶ τὸ τοῦ πράγματος ἀναιδὲς ἐπισημαινόμενος ὁ ποιητὴς φησί· σχέτλιε τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; δηλῶν, ὡς καὶ ἄλλα μὲν ἐτόλμησε περὶ Ὀδυσσέως τερατεύσασθαι, τοῦτο δὲ τῶν ἄλλων τὸ τερατωδέστερον. Χρύσεον δὲ σκῆπτρον φανταστικῶς μὲν ὁ μῦθος τῷ Τειρεσίᾳ δίδωσι. τιμᾷ δὲ ὅμως αὐτὸν διὰ τὸ εἰσάγαν μαντικόν. ἀμύμονα γοῦν μάντιν αὐτὸν μετ' ὀλίγα ἐρεῖ. εἰκασθήσεται δὲ τοιούτῳ παραδείγματι ὁ πρὸς μόνην φαντασίαν κιβδήλως χρυσοφορῶν, ὥσπερ καὶ ὁ ἀξιῶν μὴ φόβον ἔχειν ποθὲν, ἵνα μεγάλα βλάπτοι, δοκοίη ἂν καὶ αὐτὸς λέγειν τῷ νόμῳ, ἄπισχε φάσγανον ὀξὺ αἵματος ὄφρα πίω, ἤγουν μή με ἐκφόβει ἵνα ἀδεῶς βλάπτοιμι. (ῃερς. 99.) Ὅτι νόστου δυσχέρειαν δηλοῖ τὸ, νόστον δίζηαι μελιηδέα, τὸν δέ τοι ἀργαλέον θήσει θεός. οὐ γὰρ ὀΐω λήσειν αὐτὸν, ὅ, τοι κότον ἔνθετο θυμῷ, χωόμενος. Ὀδυσσεὺς δὲ ταῦτα διηγεῖται περὶ ἑαυτοῦ, μαθὼν ἐκ τοῦ Τειρεσίου ὡς ἐγκοτοῦντα ἔχει τὸν Ποσειδῶνα τὸν τοῦ Ἀλκινόου καὶ τῆς Ἀρήτης πρόγονον. ἐπεὶ δὲ τοῦτο ἐμποδὼν αὐτῷ ἐδόκει γενέσθαι πρὸς τὸν οἴκαδε πλοῦν, οὐ γὰρ ἂν οἱ τοῦ Ποσειδῶνος τὸν ἐκείνου ἐγκοτούμενον ῥᾳδίως ἀπέπεμψαν, ἐπάγει καὶ ὅτι ἀλλὰ καὶ οὕτω κακὰ πάσχοντες ἵκοισθε ἂν εἰς πατρίδα εἰ τῶν Ἡλίου βοῶν ἀπόσχησθε· εἰ δὲ μὴ τοῦτο, οὐκέτι ἂν πάντες ἀλλὰ σὺ μόνος εἴπερ ἀλύξῃς ὀψὲ κακῶς νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους νηὸς ἐπ' ἀλλοτρίης. ὃ δὴ καὶ γίνεται. οὕτω τε γοῦν τῷ πεπρωμένῳ πείθει τοὺς Φαίακας πρὸς ἑαυτοῦ εἶναι ὡς ἤδη τελουμένων ὧν ὁ Τειρεσίας ἔφη, καὶ οἷς δὲ εἶπεν ὅτι ἀργαλέον θήσει θεὸς τὸν νόστον οὐ μὴν καὶ ἀδύνατον. Εἰ δὲ μελιηδὴς ὡς ἐῤῥέθη ὁ νόστος, εἰκότως καὶ τὸ κατὰ τρυφὴν ἡδὺ νόστιμον λέγεται. (ῃερς. 100.) Τὸ δὲ θήσει θεὸς, ἐτυμολογικόν ἐστιν, ἐκ τοῦ θῶ γὰρ ὁ θεός. ὥσπερ καὶ τὸ, κότον ἔνθετο θυμῷ. κότος γὰρ ἐκ τοῦ κεῖσθαι. ὃ ταυτόν ἐστι τῷ τίθεσθαι. (ῃερς.

Intertext edge

Open linked passage

Note