Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
243.1.1
) Ὅτι τῷ ἐρωτῶντι συνετόν τινα, οἰκεῖον τὸ, νῦν ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἔρεσθαι, ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων. ἤτοι περισσότερον τῶν ἄλλων δίκαιός ἐστι καὶ φρόνιμος. φρόνιν γὰρ νῦν μὲν, ἐπὶ τῆς φρονήσεως τίθησιν. ἐν δὲ τῷ, κατὰ δὲ φρόνιν ἤγαγε, δοκεῖ καὶ τὴν καταφρόνησιν οὕτω καλεῖν ὡς ἐκεῖ ῥηθήσεται. οὐ πάνυ δὲ δῆλον εἴτε πρωτότυπον ἡ φρόνις, εἴτε συγκέκοπται ἀπὸ τοῦ φρόνησις. (ῃερς. 245.) Ὅτι παραφράζων συντόμως ὁ ποιητὴς τὸ ἐν Ἰλιάδι περὶ Νέστορος πλατύτερον ἱστορηθὲν, τῷ δ' ἤδη δύω μὲν γενεαὶ μερόπων καὶ τὰ ἑξῆς, φησί. τρὶς γὰρ δή μιν φασὶν ἀνάξασθαι γένε' ἀνδρῶν. ὅ ἐστι βασιλεῦσαι κατὰ τὰς ἀνδρῶν γενεάς. (ῃερς. 246.) εἶτα σεμνύνων τὸ πολυχρόνιον, φησίν. ὥς τέ μοι ἀθανάτοις ἰνδάλλεται εἰσοράασθαι. τουτέστι θεῷ ἔοικε διά τε τὸ ἄλλως μακρὸν τοῦ χρόνου, καὶ διὰ τὸ ἐν βασιλείᾳ πολυχρόνιον, ὡς θεῖον ὂν τὸ τοιοῦτον πολυετές. Καὶ ὅρα τὸ ἰνδάλλεται. οὐ γὰρ θεὸς ἄντικρυς ὁ ἐπὶ μακρὸν βιοὺς, ἀλλὰ θεοῦ ἴνδαλμα. καὶ λέγει ἂν τοιοῦτόν τι ὁ Τηλέμαχος. θεοῦ ἴδιον, τὸ μακρὸν τοῦ εἶναι. μακρόβιος δὲ ὁ Νέστωρ, ὥστε καὶ ἴνδαλμά τι ἔχει πρὸς θεόν. (ῃερς. 245.) Τὸ δὲ τρὶς ἀνάξασθαι γένεα, πλατύτερον μὲν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. νῦν δὲ, ἀρκέσει τοσοῦτον εἰπεῖν. ὡς δύο μὲν ἡλικίαι ἀνδρῶν ὑπηκόων τῷ Νέστορι ἐκ νέων ἀκμάσασαι καὶ παρακμάσασαι, ἔφθιντο, αὐτὸς δὲ τρίτης ἦρχε γενεᾶς. (ῃερς. 248.) Ὅτι σύντομος καὶ σαφὴς ἐρώτησις καὶ ποικίλη τὸ, πῶς ἔθανεν Ἀγαμέμνων. ποῦ Μενέλαος ἔην. τίνα δ' αὐτῷ μήσατ' ὄλεθρον Αἴγισθος. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετο. ἔοικε δέ πως καὶ συνήθει προεκθέσει ἡ τοιαύτη ἐρώτησις, ὑπισχνουμένη, διδαχθήσεσθαι πάντα τὰ ἐρωτηθέντα. (ῃερς. 250.) Ἐν τούτοις δὲ καὶ δολόμητιν εἰπὼν τὸν Αἴγισθον, ἐπάγει. ἐπεὶ ἔκτανε πολλὸν ἀρείω. ὡς δῆθεν τοῦ δόλου ὑπὸ τῶν ἀσθενεστέρων τεχνωμένου. Ἄργος δὲ Ἀχαϊκὸν τὴν Πελοπόννησον λέγει, πρὸς διαστολὴν ἑτέρων μὴ Ἀχαϊκῶν. οἷον τοῦ Ἀμφιλοχικοῦ, τοῦ Θετταλικοῦ. τοῦ Κιλικίου. τοῦ κατὰ Νίσυρον. τοῦ Μακεδονικοῦ, τοῦ Τροιζηνίου. καὶ ἄλλων. τὸ δὲ τοιοῦτον Ἄργος, ἐκλήθη ποτὲ καὶ ἱππόβοτον ὡς καὶ μετ' ὀλίγα δηλοῦται, διὰ τὸ εἰς νομὴν ἵππων ἀνεθῆναι τῷ Ποσειδῶνι. καὶ ἴασον δὲ, ἀπὸ Ἰάσου τινὸς ἥρωος. ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς, εἰ πάντες σε ἴδοιεν ὅσοι ἀνὰ ἴασον Ἄργος. Ὅτι δὲ Ἀχαιϊκὸν μὲν οἱ παλαιοὶ γράφουσιν, Ἀχαϊκὸν δὲ οἱ μεθ' Ὅμηρον, δεδήλωτκαὶ ἀλλαχοῦ ἱκανῶς. Ἐν δὲ τῷ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ. ἢ πρόθεσις λείπει ἵνα λέγῃ ὅτι οὐκ ἦν ἐπὶτοῦ Ἄργους ὁ Μενέλαος, ἢ ἀπὸ κοινοῦ νοητέον τὸ πˉῃ. οἷον οὐκ ἦν πῃ τοῦ Ἄργους, ἀλλὰ πῃ ἄλλῃ. (ῃερς. 253.) Ὅτι Γερήνιος ἱππότα Νέστωρ κἀνταῦθα, ὥσπερ καὶ ἐν Ἰλιάδι. καὶ ζητητέον τὰ ἐκεῖ. πολλὰ γὰρ τῶν ἐνταῦθα σιγῶνται ὡς ἐκεῖ γραφέντα. Ἰστέον δὲ ὅτι δύο τούτων ταυτοσήμων λέξεων τοῦ, ὁ ἱππότης καὶ ὁ ἱππότα, ὁ μὲν ἱππότης, ἄχρηστος εἰς μέτρον τῷ ποιητῇ διὰ τὸ ἀμφίμακρον. ὁ δὲ ἱππότα, χρηστὸς διὰ τὸ δακτυλικῶς ποδίζεσθαι. (ῃερς. 258.) Ὅτι ὥσπερ ὁ τραγικὸς Κρέων, τοῦ Πολυνείκους, οὕτω καὶ ὁ Ὁμηρικὸς Νέστωρ, τοῦ Αἰγίσθου τὸ, καὶ ἄταφον καὶ ἄκλαυστον ῥιφῆναι καταψηφίζεται. ἐν οἷς φησὶν ὅτι, εἰ ζώοντ' Αἴγισθον ἐνὶ μεγάροις ἔτετμεν ἐκ Τροίας ἰὼν ξανθὸς Μενέλαος, οὐδὲ θανόντι χυτὴν ἂν ἐπὶ γαῖαν ἔχευαν. ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος. οὐδ' ἄν τίς μιν ἔκλαυσεν Ἀχαιΐδων. (ῃερς. 261.) διὰ τί; μάλα γὰρ μέγα μήσατο ἔργον. ποῖον γὰρ ἐκεῖνο; ἢ τὸ ἀνελεῖν τὸν βασιλέα. ἢ τὸ τῇ βασιλείᾳ ἐπιθέσθαι καὶ κρατῆσαι. ἢ τὴν τῆς Κλυταιμνήστρας μοιχείαν. ἢ πάντα. ἵνα καὶ γοργὸς οὕτως εἴη καὶ σεμνὸς ὁ λόγος οὗτος τοῦ Νέστορος. καὶ νῦν μὲν, ἐμήσατό φησι μάλα μέγα ἔργον. μετ' ὀλίγα δὲ ἐρεῖ, ἐκτελέσας μέγα ἔργον. προσθεὶς ἐκεῖ ἀντὶ τοῦ μάλα τὸ, ὃ οὔποτε ἔλπετο θυμῷ. (ῃερς. 256.) Ἰστέον δὲ ὅτι τὸ μὲν ἔτετμεν, ἀπὸ τοῦ τέμω γίνεται ἀφ' οὗ καὶ ἡ συντομία. ἵνα ᾖ ὡς καὶ ἐν ἄλλοις δηλοῦται, τέμω τμῶ, καὶ ἀναδιπλασιασμῷ, τέτμω. ὅθεν τὸ ἔτετμεν. ἤτοι κατέλαβεν. εὗρε κατ' ἐπιτομὴν δηλαδὴ ὁδοῦ. ποιηταῖς δὲ μόνοις φιλεῖται ἡ λέξις. (ῃερς. 258.) Χυτὴ δὲ κἀνταῦθα γαῖα, χοώδης. ἡ λυτὴ εἰς ξηρὸν χοῦν. ἀφ' ἧς τὰ τῶν τύμβων χώματα, ἤγουν ἀναχωματισμοὶ τάφων. (ῃερς. 259.) Τὸ δὲ δάπτειν, πρωτότυπόν ἐστι τοῦ δαρδάπτειν. ὡς καὶ τὸ μαίρειν, τοῦ μαρμαίρειν. ἀπ' αὐτοῦ δὲ, καὶ δαπταὶ αἱ μυῖαι παρὰ Λυκόφρονι. Αἱ δὲ Ἀχαιϊάδες, καὶ τετρασυλλάβως Ἀχαιΐδες λέγονται. ὡς δηλοῖ καὶ τὸ, Ἀχαιΐδα γαῖανἱκάνω. (ῃερς. 262.) Ὅτι ὑπὸ στρατηγῶν πολυπόνων ῥηθήσεται τὸ, ἡμεῖς μὲν κεῖθι πολέας τελέοντες ἀέθλους ἥμεθ'. ὅδ' εὔκηλος ἐποίη τάδε. Καὶ ὅρα ὡς ἀέθλους ἔφη τοὺς ἐν πολέμῳ πόνους διὰ τὸἐναγώνιον. (ῃερς. 263.) Ὅτι μυχὸν Ἄργεος ἱπποβότου, τὰς Μυκήνας λέγει, ὧν ὁ Ἀγαμέμνων ἦρχε. προϊὼν οὖν ἐρεῖ πρὸς σαφήνειαν, ὡς ἑπτάετες ἤνασσε πολυχρύσοιο Μυκήνης. δηλοῖ δὲ ὁ μυχὸς, τὸ μὴ ἐν ἄκρῳ Πελοποννήσου κεῖσθαί που τὰς Μυκήνας ἀλλ' ἐν βάθει. (ῃερς. 264.) Ὅτι πολλὰ Αἴγισθος τὴν ἀγαμεμνονέην ἄλοχον θέλγεσκεν ἔπεσιν. ἡ δὲ, τὸ πρὶν μὲν, ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη, φρεσὶ γὰρ κέχρητο ἀγαθαῖς. ἢ καθ' ἑτέραν γραφὴν, κέκρητο. ἤγουν συνεκέκρατο, ἀναμέμικτο. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνὴρ, ᾧ πόλλ' ἐπέτελλεν Ἀτρείδης Τροίηνδε κιὼν, εἴρυσθαι ἄκοιτιν. ἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, δὴ τότε τὸν μὲν ἀοιδὸν, ἄγων ἐς νῆσον ἐρήμην, κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. τήν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅν δε δόμον δε. Καὶ ὅρα τὸ ἀνήγαγεν ἁπλῶς οὕτω λεχθὲν ἀντὶ τοῦ ἤγαγε. (ῃερς. 264.) Τὸ δὲ Ἀγαμεμνονέην ἄλοχον, σκωπτικῶς νῦν εἶπε, διαβάλλων εὐφήμως ἐπὶ μοιχείᾳ τὸν Αἴγισθον. Περὶ δὲ τοῦ θέλγειν, καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐῤῥέθη καὶ ἀλλαχοῦ. (ῃερς. 265.) Ἐν δὲ τῷ, ἡ δὲ ἀναίνετο, ἡ τοῦ Αἰγίσθου δηλοῦται ἀναίδεια καὶ τὸ ἐν κακίᾳ παράμονον, εἴγε καὶ δύσελπις ὢν, ὅμως ἐπέμενεν. Ὅρα δὲ καὶ οἷον ἡ διὰ λόγων πολιορκία, εἴγε τὴν Κλυταιμνήστραν ἀναινομένην ἔργον ἀεικὲς καὶ φρένας ἔχουσαν ἀγαθὰς, διὸ καὶ δῖαν αὐτὴν ὁ ποιητὴς λέγει, παρεστήσατο προσεδρείᾳ λόγων ὁ Αἴγισθος. πλὴν οὐκ ἄλλως, ἀλλ' ἐκ ποδῶν ποιησάμενος τὸν λόγιον ἀοιδὸν ὡς λόγοις ἑτέρωθεν ἀντιπράττοντα. Ἔργον δὲ ἀοικὲς, τὴν μοιχείαν λέγει κατὰ σχῆμα σεμνότητος. (ῃερς.
243.1.2
) καὶ πέτρᾳ ἠλιβάτῳ αὐτὸν εἴκασεν. εἰ δὲ τὴν τοιαύτην ἠλίβατον ὑψόσε ἀείρων ἔφερεν, οὐκ ἂν ἀπιστηθείη, κορυφὴν ὄρεος μεγάλοιο κατὰ Ὀδυσσέως βαλεῖν ἀποπλέοντος καθὰ καὶ προγέγραπται. (ῃερς. 240.) Ἰστέον δὲ ὅτι Ὁμήρουἐνταῦθα συνωνυμίας λόγῳ (ῃερς. 243.) ταυτὰ δηλοῦντος εἶναι θύραν καὶ θυρεὸν, ὅμως ὑπεμφαίνεταί τις αὐτῶν πρὸς ἄλληλα διαφορὰ ὡς ἔστιν ἐκ τῶν μεθ' Ὅμηρον στοχάσασθαι. οὐ γὰρ ἐξανάγκης ταυτὸν θυρεὸς καὶ θύρα, εἴπερ ἀσπίδος παρὰ τοῖς ὕστερον ὁ θυρεὸς, μεγάλης δηλαδὴ, ἐοικυίας θύρᾳ. ἐξ ἧς καὶ γέγονεν ἐπενθέσει τοῦ ˉε. ὅτι δὲ θύρα ὥσπερ ἐνταῦθα καταχρηστικῶς τροπικώτερον, οὕτω καὶ ἐπί τινων ἄλλων, δῆλον ἐκ τῶν χρήσεων. λέγονται γοῦν θύραι καὶ αἱ αἰσθήσεις δι' ὧν βαίνουσιν ἐς ψυχὴν τὰ αἰσθητά. ἔστι δὲ οὕτω καὶ θύρα γλώσσης, ἣν ὁ μὴ ἔχων οἷα στόμαργος ἀθυρόγλωσσος λέγεται παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαί φασι γλώσσῃ. ἢ παρὰ τὸ ἀθύρειν ἤγουν ἀδιακρίτως ὁμιλεῖν. ὃ καὶ αὐτὸ ἤγουν τὸ ἀθύρειν στέρησιν θύρας τῆς κατὰ νοῦν σημαίνει. καὶ ὁ ἀθύρας δὲ τὸ τῶν βυζάντων ὥς φασιν ἐπίνειον, θύρας ἑτεροίας μέντοι, ἐστέρηται. (ῃερς. 238.) Ἔτι ἰστέον καὶ ὡς Ὁμήρου ἄρσενα λέγοντος καὶ κόρσην οἱ Ἀττικοὶ ἄλλως ὕστερον φράζουσιν, ἄῤῥενα γὰρ ἐκεῖνοι καὶ κόῤῥην φασὶ, καθὰ καὶ ταῤῥὸν τὸν ταρσόν, καὶ τὴν μυρσίνην μυῤῥίνην, καὶ θαῤῥεῖν τὸ θαρσεῖν. τὸ γὰρ ˉσ ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη ὑποτεταγμένον τῷ ˉρ οἱ Ἀττικοὶ ῥῶ ποιοῦσι. (ῃερς. 239.) Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ὁ τράγος ὄνομά ἐστιν ἄῤῥενος αἰγὸς, οὕτω καὶ ὁ ἀρνειὸς προβάτου ἄῤῥενος. τέλειος οὖν ὁ ἀρνειὸς καὶ οὐκ ἀτελὴς κατὰ ἄρνα καὶ τὸ ἀρνειόν. διὸ καὶ Ὀδυσσεὺς ἀρνειῷ σώζεται. τρίτη δὲ ἡλικία εἶναι δοκεῖ ὁ ἀρνειός. τέταρτος δὲ μετ' αὐτὸν, ὁ λειπογνώμων ὄϊς. φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι οὐ μόνον τρεῖς ἡλικίαι, ἀρήν. ἀμνός. ἀρνειός. καὶ ὅτι τοῦ ἀμνοῦ καὶ θηλυκὸν ἡ ἀμνὴ πρόβατον αὐτὸ μέσον τῇ ἡλικίᾳ. καὶ ὅτι ἀμνὴ ἐνιαύσιον ἄρνα δηλοῖ. καὶ ὅτι παροιμία ἀμνεῖν τὸ θερίζειν ἐπὶ τῶν ἐκδιαλείματος τιμωρουμένων, τὰ γὰρ ἄρνια ἐν τῷ ἔαρι ἄκαρπα ἐᾶται, ἀλλὰ καὶ ὅτι Ἴστρος ἐν Ἀττικαῖς λέξεσιν ἄρνα φησίν. εἶτα ἀμνόν. εἶτα ἀρνειόν. εἶτα λειπογνώμονα. ἐλέγετο δὲ καὶ μοσχίας ὁ τριέτης κριός. Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον ἐπὶ προβάτου λειπογνώμων, ἀλλὰ κυρίως ἵπποι ἐλέγοντο λειπογνώμονες οἱ μηκέτι διὰ τῶν ὀδόντων γνωσθῆναι δυνάμενοι. γνώμων γὰρ ὀδοὺς ἀφ' οὗ ἡλικία γνωρίζεται πώλων τε καὶ μόσχων. ἐν οἷς ἄβολος ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας. τριάκοντα γάρ φασι μηνῶν γενόμενοι ἐκβάλλουσι τοὺς πρώτους ὀδόντας. εἶτα ἐνιαυτοῦ παρελθόντος τοὺς ἑτέρους καὶ τὰ ἑξῆς. ἐν οἷς καὶ ὅτι λειπογνώμων ἵππος ὁ μήπω ἔχων βόλον. καὶ ὁ προήκων. καὶ ὁ μὴ ἔχων ὅθεν γνωσθήσεται. Τὸ δὲ βαθείης ἔκτοσθεν αὐλῆς ἑρμηνεία ἐστὶ τοῦ θύρῃφι καὶ θύραζε. Τετράκυκλοι δὲ, οὐ πάσαι ἅμαξαι ἀλλὰ κατὰ χώρας. (ῃερς. 242.) Ὅτι ἀμέλξεως καὶ τυροποιΐας ἔκφρασις ταῦτα. (ῃερς. 244.) ἑζόμενος δ' ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας, πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ. αὐτίκα δ' ἥμισυ μὲνθρέψας λευκοῖο γάλακτος πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν. ἥμισυ δ' αὖτ' ἔστησεν ἐν ἄγγεσιν ὄφρα οἱ εἴη πίνειν. (ῃερς. 245.) πάντα δὲ λέγει τὰς ὄϊς καὶ τὰς αἶγας, ἀποδοὺς πρὸς τὸ μῆλα γενικῶς. μῆλα γὰρ αἵ τε αἶγες καὶ αἱ ὄϊς. προϊὼν γοῦν ἐρεῖ. ἤμελγε κλυτὰ μῆλα πάντα κατὰ μοῖραν, καὶ ἑξῆς, τρὶς τὴν αὐτὴν φράσας ἔννοιαν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ταῖς αὐταῖς λέξεσιν, οὐ μόνον διὰ τὸ σχεδιάζειν ἀλλὰ καὶ διὰ τὸ τῆς φράσεως κατευστοχῆσαι, καὶ μήδ' ἐνταῦθα ἐθέλειν φιλοτιμεῖσθαι εἰκῇ. Ἔμβρυον δὲ τὸ νεογνὸν τέκνον λέγει, ἀπεναντίας τῇ συνηθείᾳ. ἡ μὲν γὰρ ἔμβρυον λέγει τὸ ἐντὸς τῆς γαστρὸς βρύον, ὅ ἐστι ζῶν καὶ θάλλον, βρέφος δὲ τὸ ἐκκύψαν τῆς γαστρός. Ὅμηρος δὲ τὸ νεογιλὸν ἐνταῦθα γαλαθηνὸν ἔμβρυον εἰπὼν βρέφος ἐν Ἰλιάδι λέγει οὐ τὸ εἰς φῶς ἤδη προαχθὲν ἀλλὰ τὸ κατὰ γαστρὸς ἔτι φερόμενον, ἐν τῷ, ἡμίονον βρέφος κυέουσαν. Τὸ δὲ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ, ἀντὶ τοῦ ὑφῆκε καὶ ὑπέβαλε ταῖς ἀμελχθείσαις τὰ γαλαθηνά. ὅθεν λαβὼν Θεόκριτος ἔφη τὸ, μούσχους βουσὶν ὑφέντες. Τὸ δὲ θρέψας, ἀντὶ τοῦ, πήξας. ὅθεν καὶ τροφαλὶς τυροῦ. καὶ τρόφι κῦμα. καὶ τροφέον ἢ τροφέεν, τὸ καὶ πηγόν. ὃ ἄνεμος δηλαδὴ ἀναστήσας οἱονεὶ ἔπηξε. τριχῶς δέ φασι τὸ θρέψαι. δηλοῖ γὰρ, τὸ τροφὴν δοῦναι, καὶ τὸ αὐξῆσαι. καὶ τρίτον, τὸ πῆξαι ὅθεν καὶ ὁ θρόμβος. (ῃερς. 246.) Τὸ δὲ γάλακτος, πλεονασμὸν ἔχει τοῦ ˉκ. οὐ γάρ ἐστιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ, γάλαξ. ἐπεὶ μηδὲ ἔστι τὸ ˉξ τελικὸν οὐδετέρον ὀνομάτων, εἰ καὶ ἔμφασιν εὐθείας τοιαύτης ὁ κατ' οὐρανὸν γαλαξίας κύκλος δίδωσι, καὶ τὸ εὑρίσκεσθαι δοτικὴν πληθυντικὴν τοῖς γάλαξιν. ἐφ' οἷς δῆλον ὅτι τοῦ ˉκ ˉτ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν παλαιῶν τρέψασα μὲν συνήθως τὸ ˉτ εἰς ˉσ, κεράσασα δὲ τὸ ˉκ ˉσ εἰς ˉξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὗ καὶ ὁ γαλαξίας γενέσθαι δοκεῖ. τέως γε μὴν οἱ τὸ γάλαξ λέγοντες διὰ τοῦ ˉκ κλίνοντες αὐτὸ πλεονάζειν δοκοῦσι τὸ ταῦ. ὡς γὰρ ἄναξ ἄνακος ὅθεν καὶ Διόσκουροι ἀνακοὶ καὶ ἀνακῶς ἐπίῤῥημα ὅ ἐστιν ἐπιμελῶς, καὶ πλεονασμῷ τοῦ ˉτ ἄνακτος, οὕτω καὶ γάλαξ μονήρης εὐθεῖα γάλακος γάλακτος. οὗ χρῆσις καὶ ἐν τῷ, γάλακτι δ' ἴκελον ἄνθος. οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥσπερ τὴν μὲν γύναιξ εὐθεῖαν σεσιγημένην εἶναι, κεῖσθαι δὲ τὰς πλαγίας πτώσεις ἐν χρήσει οὕτω καὶ ἐπὶ τοῦ γάλακτος γίνεσθαι. σιγᾶσθαι μὲν γὰρ τὴν ὀρθὴν, λαλεῖσθαι δὲ τὰς μετ' αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφωνεῖται, τὰ δὲ ἐφεξῆς αὐτῇ χρηστά εἰσιν. Ὅτι δὲ καὶ ἰσοσυλλάβως ἐκλίθη τὸ γάλα τοῦ γάλα, ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται, ὅπου φησὶν ἐκεῖνος καὶ ὅτι τὴν δόκησιν καὶ ὑπόληψιν δοκὸν ὁ Καλλίμαχος ἔφη, γράψας, τῷ γ' ἐμῷ δοκῷ, ἤγουν τῇ ἐμῇ δοκήσει. καί τις ἕτερος, βάδον τὴν βάδισιν. καὶ ὅτι εὕρηται καὶ ὁ πρόσωπος ἀντὶ τοῦ, πρόσωπον. καὶ οὐδέν τι τούτων φησὶ πεπαιγμένον ἐστιν, ἀλλὰ πάντα ἐσπούδασται. ὅτι δὲ τὸ γάλα εἰς ˉξ δοκεῖ λήγειν, ἐπιστώσατο Ἡρῳδιανὸς καὶ ἀπὸ συνθέτου τοῦ ἀρτιγάλαξ καὶ ἀπὸ πληθυντικῆς δοτικῆς τοῖς γάλαξι. (ῃερς. 247.) Ταλάρους δὲ λέγει, οὓς φθάσας ἔφη ταρσοὺς, ἀλλοίους δηλαδὴ ὄντας παρὰ τὸν τῆς Ἑλένης, περὶ οὗ προδεδήλωται. ὃς καὶ κάλαθος ἴσως ἂν ῥηθείη. οὗ ἐτυμολογία, παρὰ τὸ κάλον ὅ ἐστι ξύλον καὶ τὸ θέειν, ὅ ἐστι γυροῦσθαι. ἀφ' οὗ καὶ ὁ ἐν τοῖς ἑξῆς που, θόλος. κάλα γὰρ θέοντα κυκλοειδῶς ἀποτελεῖ καλάθους ὁποῖοι καὶ οἱ τῆς Δήμητρος, οὓς ὀρχεῖσθαι μῦθος ἔν τινι τελετῇ Δημητρειακῇ. Τὸ δὲ ἀμησάμενος, ἀντὶ τοῦ συνελὼν χερσὶ καὶ συναγαγὼν, ὡς καὶ Ὀδυσσεὺς φύλλα ἐπαμησάμενος ἐκαλύψατο. καὶ Πρίαμος ἐπαμησάμενος κόνιν κατεπάσατο. ἐντεῦθεν καὶ ὁ τῶν σπορίμων ἄμητος συναγωγή τις διὰ χειρῶν καὶ αὐτὸς ὤν. (ῃερς. 248.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ εἴη κατὰ λόγον κάλλους ἐν τέλει στίχων, φησὶ γάρ. ὄφρα οἱ εἴη πίνειν καί οἱ ποτιδόρπιον εἴη. (ῃερς. 250.) Ὅτι σπουδὴν φράζει τὸ, αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, καὶ τότε δὴ ἐποίησε τόδε τι. (ῃερς. 252.) Ὅτι καθάπερ ὁ Νέστωρ ἠρώτησε τοὺς ξένους, οὕτω κἀνταῦθα ὁ Κύκλωψ τοὺς ἀμφὶ τὸν Ὀδυσσέα. καὶ κεῖνται φασὶν οἱ παλαιοὶ κάλλιον ἐνταῦθα οἱ στίχοι ἐκεῖνοι. διὸ καὶ ἀστερίσκοι ὧδε πρόκεινται αὐτῶν, δι' ὧν τὰ ἔπη ἐκκρίνονται. δηλοῖ γὰρ τὸ σημεῖον ὁ ἀστερίσκος, ὡς ἄριστα ἐν τῷ τόπῳ κεῖται τὸ ἔπος καὶ οἷον ἐκλάμπει. ἔστι δὲ τὸ σημεῖον τοῦ ἀστερίσκου ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη διὰ τοῦ ˉχ στοιχείου, τετραχῇ στιζομένου κατὰ τὴν τῶν γραμμάτων ἐπίζευξιν, οὕτω# 13 ἔστι δὲ ἡ τοῦ Κύκλωπος ἐρώτησις αὕτη. ὦ ξεῖνοι τίνες ἐστέ. πόθεν πλεῖτε. καὶ ἑξῆς ὡς ἐν τῇ ˉγ ῥαψῳδία γέγραπται. βαρύφθογγος δὲ ὡς εἰκὸς ἦν ὁ Κύκλωψ, διὸ κἂν (ῃερς. 250.) ἱλαρὰ προσεφώνει, ὅμως δεινὸς ἦν ὡς δηλοῖ καὶ Ὀδυσσεὺς, εἰπών. ὣς ἔφατο, ἡμῖν αὖ τε κατεκλάσθη φίλον ἦτορ, δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε (ῃερς. 257.) πέλωρον. ὃ πρωτότυπόν ἐστι τοῦπελώριος ὡς καὶ οἱ αἰτωλὸς καὶ ὁ κάπρος, τοῦ αἰτώλιος καὶ κάπριος. (ῃερς. 256.) Ὅρα δὲ τὸ, ἡμῖν δὲ κατεκλάσθη ἦτορ δεισάντων. ὅπερ εἰ καὶ σολοικοφανὲς δοκεῖ, ἀλλ' ὅμως πέφρασται καὶ αὐτὸ καταλλήλως τῷ καιρῷ καὶ τῇ δειλίᾳ, ἐπεὶ μὴ δύνανται τῆς φράσεως κρατεῖν οἱ δεδιότες. καὶ νῦν μὲν ἡ ἐναλλαγὴ ἀπὸ δοτικῆς γέγονεν εἰς γενικὴν, ἀλλαχοῦ δὲ ἀνάπαλιν ἀπὸ γενικῆς εἰς δοτικὴν, ὡς ἐν τῷ, ὣς τῶν ὕπνος ἀπὸ βλεφάροιϊν ὄλωλε νύκτα φυλασσομένοισι. καὶ, Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ φόνον Ἀχαιῶν δερκομένῳ. ὤφειλε γὰρ δερκομένου εἰπεῖν. καὶ, τῆς δ' αὖ τοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματ' ἀναγνούσῃ. τὸ τοίνυν δεισάντων οὐκ ἂν εἴη ὡς ἐῤῥέθη σόλοικον, οὐ μόνον διὰ τὸ καὶ μιμητικῶς φρασθῆναι καὶ ἀντιπτωτικῶς, ἀλλὰ καὶ διότι ἀσφαλεῖς οἱ πλαγιασμοὶ πρὸς σύνταξιν καὶ ἀσόλοικοι. (ῃερς. 253.) Σημείωσαι δ' ἐν τῇ ἐρωτήσει τοῦ Κύκλωπος, ὅτι οἶδεν ὁ θηριώδης, τίνες τε οἱ κατὰ πρᾶξιν τινὰ ναυτιλλόμενοι καὶ οἱ ὡς λῃσταὶ πλανώμενοι. καὶ ὅτι ἀληθῶς οὔτε δίκας οἶδεν οὔτε θέμιστας, εἴγε ξένους προσειπὼν καὶ δηλονότι καὶ εἰδὼς τί ποτέ ἐστιν ἡ ξενία, εἶτα τοὺς ξένους δεινὰ διατίθεται. Ἔοικε δ' ἐνταῦθα Ὅμηρος καὶ τῆς τραγικῆς ὑποκρίσεως κατάρξασθαι, παραγγέλλων κατὰ βαρὺν φθόγγον ἀναγινώσκειν τὸ χωρίον τῆς τοῦ Κύκλωπος πεύσεως. ὃ δὴ καὶ ἔστι διαφορὰ τῶν παρὰ τῷ Νέστορι τοιούτων στίχων καὶ τῶν παρὰ τῷ Κύκλωπι, ἡ καθ' ὑπόκρισιν δηλαδὴ ἀνάγνωσις. Νέστωρ μὲν γὰρ εἴποι ἂν αὐτὰ, ὡς ἐκεῖνον φράσαι εἰκός. οὗ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. Κύκλωψ δὲ λέγων βρυχήσεται. ὁ δὲ φθόγγος τῇ φθογγῇ σύστοιχος. ὡς καὶ ὦνος τῇ ὠνῇ. καὶ χόλος τῇ χολῇ. ἐῤῥέθη δὲ καὶ πρὸ ὀλίγων ἡ φθογγὴ ἐν τῷ, αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. (ῃερς. 259.) Ὅτι Ὀδυσσεὺς τήν τε ἐκ Τροίας πλάνην αὐτοῦ ἐπιτέμνων κεφαλαιωδῶς καὶ τὸν Κύκλωπα δὲ πειρώμενος οὐ μόνον εἰς οἶκτον κινεῖν ἀλλὰ καὶ ἐκφοβεῖν φησίν. ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ, παντοίοις ἀνέμοισι ὑπὲρ μέγα λαῖτμα θαλάσσης οἴκαδ' ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα ἤλθομεν. οὕτω που Ζεὺς ἤθελε μητιάασθαι. λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονος εὐχόμεθ' εἶναι. τοῦ δὴ νῦν τε μέγιστον ὑπουράνιον κλέος ἐστί. τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπόλεσε λαοὺς πολλούς. (ῃερς. 266.) εἶτα ἱκετικώτερον λέγων φησίν. ἡμεῖς δὲ κιχανόμενοι τὰ σὰ γούνα ἱκόμεθα τουτέστιν ἱκετεύομεν, εἴ τι πόροις ξεινήϊον ἢ καὶ ἄλλως δῴης δωτίνην, ἥτε ξείνων θέμις ἐστίν. ὁποίους δηλαδὴ καὶ σὺ ὠνομάσας ἡμᾶς. (ῃερς. 268.) καὶ ἐπαύξων τὴν ἱκετείαν, ἐπιφέρει. ἀλλ' αἰδοῖο φέριστε θεούς, ἱκέται δέ τοι εἰμέν. Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξένων τε, ξείνιος. ὃς ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ. καὶ οὕτω μὲν Ὀδυσσεὺς οἴκτῳ καὶ φόβῳ κεράσας τοὺς λόγους, οἴκτῳ μὲν, οἷς τὴν πλάνην εἰπὼν ἱκέτευσε, φόβῳ δὲ, δι' ὧν πτοῆσαι τὸν Κύκλωπα διὰ βασιλικῆς μεγαλειότητος ἐπεχείρησε. (ῃερς. 273.) Κύκλωψ δὲ εἰς οὐδὲν ἐπιστραφεὶς ὧν ἤκουσεν, αὐτίκ' ἀμείβετο νηλέϊ θυμῷ. νήπιος εἶς, ὦ ξεῖνε, ἢ τηλόθεν εἰλήλουθας, ὅς μοι θεοὺς ἐπισείεις. (ῃερς. 275.) εἶτα καὶ διαβάλλων τοὺς ὁμοφύλους, ὡς καὶ προδεδήλωται, καὶ αὐτὸς μάλιστα οὕτω τὸν Ὀδυσσέα ἐκφοβῶν φησίν. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροι εἰμέν. οὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην οὔτε σεῦ οὔθ' ἑτέρων (ῃερς. 278.) εἰ μὴ θυμός με κελεύει. τοῦτο δὲ πανούργως εἶπεν ὁ μωρὸς, φιλανθρωπίας ἐντεῦθεν ὑποβάλλων ἐλπίδα, ὡς δῆθεν εἰ θυμὸς κελεύσει φεισόμενος. (ῃερς. 279.) διὸ καὶ ζητεῖ εὐθὺς μαθεῖν τὰ κατὰ τὸν Ὀδυσσέα εἰπών. ἀλλά μοι εἶφ' ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα, ἤπου ἐπεσχατιῆς ἢ καὶ σχεδόν. (ῃερς. 281.) καὶ ὁ μὲν οὕτως ἔφη πειράζων, ἐμὲ δ' οὐ λάθε φησὶν εἰδότα πολλά. ἀλλά μιν ἄψοῤῥον προσέφην δολίοις ἐπέεσσι. νέα μέν μοι κατέαξε Ποσειδῶν πρὸς πέτρῃσι βαλὼν, ὑμῆς ἤγουν ὑμετέρας ἐπὶ πείρασι γαίης, ἄκρῃ προσπελάσας. ἄνεμος δ' ἐκ πόντου ἔνεικεν. αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον ὄλεθρον. Καὶ ὅρα κἀνταῦθα τὴν τοῦ Πολυφήμου ἀφροσύνην. πρὸ βραχέων μὲν γὰρ Ὀδυσσεὺς τὴν ἑαυτοῦ συνελὼν πλάνην ἐν στίχοις τέσσαρσιν οὐκ ἐμνήσθη ναυαγίου, ἐνταῦθα δὲ στίχοις αὖθις τέτρασι ναυαγὸς γενέσθαι εἰπὼν (ῃερς.

Intertext edge

Open linked passage

Note