Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
245.1.1
) Περὶ δὲ στάθμης, ἐγράφη ἀκριβῶς ἀλλαχοῦ. ἥτις ἐνταῦθα, κανών ἐστι τεκτονικός. ἤτοι σχοινίον μεμιλτωμένον ὡς τὰ πολλά. οὗ ἔργον, τὸ ἰθύνειν. οὐκ ἀεὶ δὲ μιλτοῦται ἡ σχοῖνος ἀλλὰ καὶ μελαίνεται. σπάνιον δὲ ἡ λευκὴ, διὰ τὸ κατ' αὐτὴν ἐν τοῖς ὑπολεύκοις τῶν σωμάτων ἄσημον καὶ οὐκ εὐδιάρθρωτον εἰς ἀπόρθωσιν γνώσεως. ὅθεν καὶ παροιμία τὸ, λευκὴ στάθμη. φησὶ γὰρ Αἴλιος Διονύσιος, οὕτω. λευκὴ στάθμη, ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων. περὶ ἧς καὶ ἑτέρωθι ἐγράφη. (ῃερς. 246.) Τὸ δὲ τέρετρον ὃ δέλετρον καὶ τέλετρον ἀσιανή τις γλῶσσα φησὶ παραφθείρουσα, ὠνοματοπεποίηται παρὰ τὸν ἦχον τὸν ἐν τῷ τρυπᾶν ἀποτελούμενον. γίνεται δὲ ἀπὸ τοῦ τερῶ τερέσω τὸ τρυπῶ. ὃ καὶ αὐτὸ, μίμησιν ἔχει ἤχου. καθὰ καὶ τὸ τρῶ. οὗ παράγωγον ὥσπερ τὸ τρύχω, οὕτω καὶ τὸ τρύω ἐξ οὗ καὶ τρύμη ἡ παρὰ τῷ κωμικῷ. καὶ τρυμαλιὰ ἢ ὀπὴ τῆς βελόνης. καὶ ζυγοῦ τρυτάνη καὶ Ἀτρυτώνη Ἀθηνᾶ. καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ. ἐν οἷς, καὶ ἐκτρυπῆσαι κατὰ Παυσανίαν, τὸ μετὰ βίας ἐξελθεῖν. Αἴλιος δὲ Διονύσιος, εἰστρυπᾶν καὶ ἐκτρυπᾶν φησὶ, τὸ παρεισελθεῖν καὶ λάθρα μετὰ βίας ἐξελθεῖν. ἐκ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρίβω. ὡς θλῶ θλίβω. καὶ τὸ τετραίνω, ὃ ἔργον ἐστὶ τῶν τερέτρων. φησὶ γάρ. τέτρηνε δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοις. ἔστι γὰρ τρῶ ὡς ἐῤῥέθη, ἐξ οὗ τραίνω τὸ παράγωγον τοῦ τρανὸς καὶ τρανές. καὶ κατὰ ἀναδιπλασιασμὸν, τετραίνω. ὡς τρέμω τρεμαίνω τετρεμαίνω. ἔοικε δὲ γίνεσθαι τὸ τρῶ, ἐκ τοῦ τείρω κατὰ συγκοπήν. ἢ ἐκ τοῦ τορῶ. ἀπὸ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρώγειν. ὅθεν ὁ τράγος. μίμημα ὂν καὶ αὐτὸ τοιούτου ἤχου. ἔτι δὲ, καὶ ἡ γρώνη τετρυπημένη οὖσα πέτρα καὶ ὡς οἱ παλαιοί φασι, τρώνη τίς. εἰ δὲ καὶ τὸ τρῶσαι ὅπερ Ἰωνικῶς τὸ βλάψαι δηλοῖ, σύστοιχον τοῖς τοιούτοις ἐρεῖ τις, οὐκ ἂν ἀπεικότως εἴποι. ἐκ δὲ τοῦ τορῶ ἐξ οὗ καὶ αὐτοῦ ὡς ἐῤῥέθη, δοκεῖ συγκεκόφθαι τὸ τρῶ, καὶ ὁ τορὸς λόγος καὶ ὁ τεκτονικὸς τόρος καὶ τὸ τορεύειν καὶ ὁ τόρνος, γίνεται. ἐκεῖθεν δὲ κεκίνηται καὶ τὸ ἀντετόρησεν. ὅπερ ἐν Ἰλιάδι κεῖται, ὡς δὲ τοῦ τείρειν αὖθις ἴδιαί τινες εἰσὶ κινήσεις, δῆλον ἔκ τε ἄλλων, καὶ ἐκ τοῦ Τειρεσίου. ἀπὸ τοῦ τείρω γάρ τινες ἐτυμολογοῦσι καὶ αὐτόν. καθὰ καὶ τὰ τείρεα, ὅπέρ ἐστιν ἄστρα. ἐκεῖθεν δὲ, καὶ τὰ κατ' οἴκους τέραμνα. ὡς τειρόμενα εἰς γλυφὴν, καθὰ δηλοῖ τὰ τρίγλυφα. καὶ ἡ τερηδὼν τὸ ζωΰφιον ὃ καὶ ξύλοις ἐμφύεται καὶ ὀστοῖς. καὶ ὁ τέρην. οὗ περ οὐδέτερον μὲν, τέρεν ἢ δάκρυον ἢ εἴτι ἄλλο. θηλυκὸν δὲ, τέρεινα. οἷον. πάρεισι μόσχων τέρειναι σάρκες. ἤγουν ἁπαλαί. τοῦ δὲ τείρειν στέρησις ὥσπερ ὁ ἀτειρὴς, οὕτω καὶ τὸ ἀτέραμνον ἤγουν δυσέψητον ὄσπριον. ἐξ οὗ καὶ ἦθος ἀτέραμνον, τὸ ὠμὸν καὶ ἀνύπεικτον. καὶ ὕδατα δὲ ἀτέραμνα, τὰ πυκνοῦντα καὶ οὕτω σκληρύνοντα. Φάρεα δὲ, εἰ καὶ ἐν ἄλλοις κοινότερον τὰ συνεῤῥαμένα εἰς ἔνδυσιν, ἀλλὰ νῦν τὰ σπεῖρα ἔφη. ταυτόν δ' εἰπεῖν τὰ λίνα ὧν χρεία τοῖς πλέουσι. Τοῦ δὲ τόφρα, σημασίαι φασὶ πέντε. τὸ εὐθέως. τὸ ἕως. τὸ ἡνίκα. τὸ ὄφρα. καὶ τὸ ἐν τοσούτῳ ὡς ἐνταῦθα. (ῃερς. 237.) Ὅτι τὰ τῆς ναυπηγίας τοῦ Ὀδυσσέως ἐργαλεῖα ὡς προεῤῥέθη φθάσας ὁ ποιητὴς, χορηγεῖ ἐκείνῳ καὶ ξύλα, λέγων οὕτως. ἦρχε δ' ὁδοῖο ἡ Καλυψὼ νήσου ἐπ' ἐσχατιῆς ὅθι δένδρεα μακρὰ πεφύκει. κλήθρη τ' αἴγειρός τε περὶ ὧν καὶ προεγράφη. ἐλάτη τ' ἦν οὐρανομήκης. αὖα πάλαι, περίκηλα. τά οἱ πλώοιεν ἐλαφρῶς. (ῃερς. 243.) Εἶτα τὴν τῆς σχεδίας κατασκευὴν φράζων ἣν καὶ πολύδεσμον οἶδε καὶ εὐρεῖαν, φησίν. αὐτὰρ ὁ τάμνετο δοῦρα. θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δ' ἔκβαλε πάντα. πελέκκησέ τε ὡς προσεχῶς ἐῤῥέθη. καὶ ἔξεσε. καὶ πρὸς στάθμην ἴθυνε. καὶ τερέτροις τέτρηνε πάντα ὡς καὶ αὐτὸ ἐγράφη. καὶ ἥρμοσεν ἀλλήλοις. (ῃερς. 248.) ὃ καὶ διασαφῶν, ἐπάγει. γόμφοισι δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρῃρεν. οἷς ἐπαγαγὼν κατὰ τρόπον ἐπεμβολῆς τὸν κοαρὸν δι' οὗ ἀπηρτίσθη τὸ ἔργον οἷα ἑρμηνεῦσαι θέλων οὕτω τὸ, θοῶς δέ οἱ ἤνυτο ἔργον. καὶ εἰπὼν ὅτι ὅσσον τίς τ' ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης εὖ εἰδὼς τεκτοσυνάων, τόσσον ἐπ' εὐρείην σχεδίην ποιήσατ' Ὀδυσσεὺς, ἐπιφέρει τὰ ἑξῆς τῆς κατασκευῆς ὡς ἐξ ὑπαρχῆς, καὶ φησίν. (ῃερς. 252.) ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ποίει. ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα, ἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ. πρὸς δ' ἄρα πηδάλιον ποιήσατο ὄφρ' ἰθύνῃ. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι. κύματος εἶλαρ ἔμεν. πολλήν δ' ἐπεχεύατο ὕλην, τόφρα δὲ φάρεα ἔνεικεν ἤγουν ἤνεγκε Καλυψὼ ἱστία ποιήσασθαι. (ῃερς. 258.) ὅδ' εὖ τεχνήσατο καὶ τὰ, οἷα δηλαδὴ πολυμήχανος. ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτῇ. ἃ δηλαδὴ καὶ αὐτὰ ἡ Καλυψὼ ἤγαγε σιωπηρῶς. μοχλοῖσι δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. ἐξ οὗ καὶ μηχανικὸν σοφὸν σημειωτέον πλάττεσθαι τὸν Ὀδυσσέα παρὰ τῷ ποιητῇ. τοιαύτης γὰρ ἐπιστήμης εὕρημα τὰ μοχλευτικά. καὶ οὕτω μὲν ἡ σχεδία ἐκπεπόνηται τῷ σοφῷ ἀρχιτέκτονι ποιητῇ. (ῃερς. 262.) ὃς καὶ τὸν καιρὸν σαφέστατα φράζων τῆς τοῦ ἔργου ἀπαρτίσεως, φησί. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. τῷ δ' ἄρα πέμπτῳ, πέμπεν ἀπὸ νήσου αὐτὸν ἡ Καλυψώ. (ῃερς.