Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
248.1.1
) Ὅτι ἅπερ ἂν εἴποι Σαρδανάπαλος ὁ Νίνου ἢ Ἀνακυνδαράξεω, ἢ ὁ τῆς ἡδονῆς ἑταῖρος Ἐπίκουρος, ταῦτα καὶ ὁ Ὁμηρικὸς Φαίαξ βασιλεὺς λέγων φησίν. αἰεὶ δ' ἡμῖν δαίς τε φίλη κίθαρίς τε, χοροί τε. εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. εἰ δ' οὕτως ἀεὶ φίλη δαὶς τοῖς Φαίαξιν, οὐ δ' αὐτοῖς ἀργά ποτε ἦσαν τὰ κατὰ στόμα. ὃ δὴ λέγεται Ἄλεξις εἰπεῖν ἐν τῷ, συμποσίου διατριβὴ τὰ τραγήματα ὥστε ἀργοὺς ἔχειν μηδέ ποτε τὰς σιαγόνας. Καὶ ὅρα τὸ ἀργοὺς Ἀττικῶς, ἀντὶ τοῦ ἀργάς. οὐ διδάσκει δὲ ὁ ποιητὴς τοιούτους δεῖν τοὺς ἀνθρώπους εἶναι, ἀλλ' ἱστορεῖ τοιούτους τοὺς Φαίακας. χωρικὴν ἰδιότητα ἱστορῶν, οὐ μὴν παιδεύων τρυφᾶν. τί γὰρ ἂν σπουδαῖον βίος ἐκφῄνῃ ἁβροδαίτων ἀνδρῶν; καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ ἱστοριῶν ἐν αἷς καὶ οἱ Συβαρίται πινακογραφοῦνται ἀναστηλούμενοι. δηλοῖ δὲ αὐτὸ καὶ ὁ καλὸς δειπνοσοφιστὴς ἐν τῷ, Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος τρυφῶν μὲν παρὰ μέλος ὑπὲρ τὴν γραφικήν. ἤγουν σπαταλῶν ἐκμελῶς καὶ ἀπῳδῶς ὑπὲρ ὃ ἔδει τρυφᾶν ἄνδρα γραφέα, λόγῳ δὲ ἀρετῆς ἀντιλαμβανόμενος ἐπέγραψε τοῖς αὐτοῦ ἔργοις. ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων, τάδε ἔγραψε. καί τις φησὶν ὑπεραλγήσας, παρέγραψε, ῥαβδοδίαιτος. Πολλὴ δὲ ἡ τῶν Φαιάκων τρυφὴ εἰ μὴ δὲ ψυχρολουτοῦσι κατὰ τὴν βασιλικὴν κόρην ἀλλὰ θερμοῖς λοετροῖς χαίρουσιν ἅπερ καὶ ἡ κωμῳδία σκώπτει, οὐδέν τι ἐπιστρεφομένη τῆς παροιμίας ἣ λέγει λουτρὰ Ἡράκλεια τὰ θερμά. εἰ γὰρ καί τινες ἀνεῖσθαι αὐτὰ εἶπον τῷ Ἡρακλεῖ ὡς τρυφᾶν εἰδότι, ἀλλ' ἐκεῖνος μὲν οὐ τοιοῦτος ἦν ὅς γε διὰ βίου ἐκακοπράγει στελλόμενος τὰ πολλὰ καὶ ὑπερόριος. ἡ δὲ παροιμία, διὰ μόνον τὸ ἄτεχνον καὶ αὐτοφυὲς καὶ ἀπερίεργον τοῦ τοιούτου λούματος, ἀνέθετο αὐτὰ τῷ Ἡρακλεῖ. δηλοῦσα, ὡς εἰ καί ποτε βάψει ἑαυτὸν Ἡρακλῆς εἰς θερμὸν ὕδωρ, ἀλλ' ἐκεῖνο φύσις ἐξέζεεν αὐτομάτως, οὐ μὴν ἀνθρωπίνη τέχνη περιέργως ἐθέρμανεν ὡς δι' αὐτοῦ ζῆν μαλακῶς ταυτόν δ' εἰπεῖν τρυφερῶς κατὰ τοὺς παλαιούς. εἰ καὶ κατ' ἄλλον λόγον μαλακῶς ἔχειν λέγεται καὶ ὁ νοσεῖν ἐναρξάμενος. καὶ μὴν εἴ τις ὀρθῶς ἐθέλει διαιτῆσαι, εἰ καὶ Ἡρακλῆς καὶ τὸ πᾶν ἡρωϊκὸν γένος διπλοῖς ἀληθῶς λουτροῖς χρᾶται ὅσα τε φύσις ἐμπυρεύει καὶ ὅσα τέχνη βαλανεύει ἀλλ' αὐτοὶ μὲν ποτὲ καὶ οὐδὲ πρὸς τρυφὴν, Φαίακες δὲ ἀεὶ φιλοῦσι καὶ πρὸς ἁβρότητα δὲ τὰ λοετρά. εἰ δὲ ταῦθ' οὕτως ἔχει καὶ ὁ Φαίαξ βασιλεὺς ἐπὶ τοιούτοις ἐσεμνύνατο, πῶς ἄν τις ψέξοι τὸν Ὀδυσσέα καὶ ἡγεμόνα Ἐπικούρῳ ἐρεῖ γενέσθαι τῆς πολυθρυλήτου ἡδονῆς, ἐν οἷς ἔφη. οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον καὶ ἑξῆς. δῆλον γὰρ ὅτι καθομιλῶν τοὺς καιροὺς Ὀδυσσεὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθης εἶναι τοῖς Φαίαξιν ὥς φασι Μεγακλείδης ὑπερλαλῶν τοῦ Ὀδυσσέως, τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεται οὗ μάρτυς ὁ βασιλεὺς ἐν ὁμίλῳ τρανώσας τὸν λόγον. ἐνταῦθα δὲ χρήσιμον ἐκ τῶν Ἀθηναίου, καὶ τὸ, ὦ τέκνον, ποντίου θηρὸς πετραίου ἤγουν πολύποδος, χρωτὶ μάλιστα νόον προσφέρων, πάσαις πολίεσσιν ὁμίλει. τὸ παρεὸν δ' ἐπαινήσας, ἑκὼν ἄλλοτ' ἀλλοῖα φρόνει. δῆλον γὰρ, ὡς τοιοῦτον ἐν τοῖς εἰρημένοις καὶ τὸ τοῦ Ὀδυσσέως ἦθος, τοῖσιν ἐφαρμοζουμένου ὅν κε δῆμον ἵκηται, ὡς ἐν τῇ ˉε ῥαψῳδία προγέγραπται. ἀπὸ τούτων δὲ παραξέσασα καὶ ἡ κοινὴ γλῶσσα, βούλεται τὸν φρονοῦντα ἄνθρωπον ὅτε που ἐς ἀλλοτρίαν παραβαλεῖ, κατὰ τὸ ἐγχώριον ζῶμα ζώνυσθαι καὶ αὐτόν. (ῃερς. 249.) Ἐξημοιβὰ δὲ λέγει, τὰ, ἄλλο τε ἄλλα ἀμειβόμενα. ὃ καὶ περιουσασμὸν Φαιακικοῦ πλούτου δηλοῖ. Τὸ δὲ καὶ εὐναὶ, σεμνοῦ λόγου ἐστί. δηλοῖ γὰρ οὐχ' ἁπλῶς κοίτας, ἀλλὰ καί τι πλέον, εἰ χρὴ σεμνῶς φράσαι τὸ σεμνόν. Ὅτι δὲ καὶ Ὀδυσσεὺς καθομιλῶν τὸν καιρὸν ἐπαινέσει τὸν τοιοῦτον βίοτον κεχαρισμένα λέγων τοῖς ξενοδόχοις, μετ' ὀλίγα φανήσεται. ὅ που δῆλον ἔσται ὅτι Ὀδυσσεῖδιοικονομουμένῳ τοὺς καιροὺς ἔχοι ἂν παρατίθεσθαι ὁ ὑστερογενὴς Ἀλκιβιάδης. ὃς ἐν Ἰωνίᾳ μὲν ὢν ἐφαίνετο τρυφερώτερος καθὰ ἱστορεῖ Ἀθήναιος. ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος, τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος. καὶ τὰ ἑξῆς. δοκεῖ γὰρ κόθορνος καὶ ἐκεῖνος εἶναι κατὰ τὴν παροιμίαν, καὶ δεξιὸς πρὸς τὰ παραπίπτοντα σχηματίζεσθαι. καὶ μὴ γεγραμμένη ἑστάναι εἰκὼν ἀνεπαίσθητος τοῦ εὖ ὅ φασιν ἔχοντος τοίχου. (ῃερς. 250.) Ὅτι πιστούμενος ὁ βασιλεὺς ὅπερ εἶπεν ὡς δαΐς τε φίλη Φαίαξι κιθαρίς τε χοροί τε, ἐπάγει εὐθέως. (ῃερς. 250.) ἀλλ' ἄγε Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, παίσατε, ὡς ἂν ὁ ξεῖνος ἐνίσπῃ τοῖς ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστύϊ καὶ ἀοιδῇ. ὡς τοῦ Δημοδόκου ἀρίστου ὄντος ᾄδειν ὑπὲρ πάντας ἀοιδούς. Καὶ ὅρα ὡς ἑνὶ κἀνταῦθα στίχῳ περιώρισεν ὁ βασιλεὺς τέσσαρας ἀέθλους ἐφ' οἷς εὐδοκίμουν Φαίακες. (ῃερς. 250.) Ὅρα δὲ καὶ τὸ, ἄγε βητάρμονες παίσατε. καὶ νῦν γὰρ ἐπιῤῥηματικῶς ἐῤῥέθη τὸ ἄγε, ὡς καὶ ἐν τῷ, ἀλλ' ἄγε μοι δότε νῆα θοήν. Βητάρμονες δὲ, οἱ ἀγαθοὶ ὀρχησταὶ, παρὰ τὸ βαίνειν ἐναρμονίως. τοὺς δὲ τοιούτους, καὶ δαήμονας ὀρχηθμοῦ ἐρεῖ. Τὸ δὲ παίσατε, ἀντὶ τοῦ, παίξατε. ὡς ἀπὸ τοῦ παίζω παίσω. ὅθεν καὶ ἡ συμπαίστρια καὶ ὁ συμπαίστωρ Ἀττικῶς. ὡς τοῦ παίζω παίξω, Δορικοῦ ὄντος. ὅθεν καὶ τὸ παίγνιον καὶ ὁ ἐμπαιγμός. ἡ δὲ χρῆσις τοῦ τοιούτου παῖσαι καὶ παρὰ τῷ κωμικῷ, λέγει δὲ καὶ Ἡρόδοτος. οὗτος μὲν ὁ λόγος ἄλλως πέπαισται ὑπὸ Ἑλλήνων. τινὲς δὲ τὸ παίσατε, ἀντὶ τοῦ τύψατε. ὅ ἐστιν, ὀρχηστικῶς κρούσατε τὴν γῆν. ὡς ἀπὸ τοῦ παίω παίσω. καὶ συμβάλλεταί τι πρὸς τοῦτο μετ' ὀλίγα ῥηθὲν τὸ, πέπληγον δὲ χορὸν ποσίν. ἵνα καὶ τὸ παίσατε δηλοῖ ἐλλειπτικῶς τὸ, τύψατε ποσὶ τὴν γῆν. καὶ ἄλλως δὲ, ἀπὸ τοῦ παρακολουθοῦντος ἡ λέξις εἴρηται, ἐπεὶ παίουσι γῆν οἱ ὀρχούμενοι. (ῃερς. 254.) Ὅτι κἀνταῦθα καὶ ἐν τοῖς ἑξῆς δὲ λίγειαν προπαροξυτόνως ὡς καὶ πρὸ τούτων τὴν τοῦ Δημοδόκου φόρμιγγα λέγει. τὴν δ' αὐτὴν καὶ γλαφυρὴν κατά τι κοινὸν ἐπίθετον. (ῃερς. 255.) κεῖται δ' ἐνταῦθα καὶ τὸ κεῖσθαι γενικῶς ἀντὶ τοῦ κρέμασθαι. φησὶ γάρ. φόρμιγγα ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν. ἡ γὰρ τοιαύτη φόρμιγξ ἐκ πασσαλόφιν ἐκρέματο ὡς προείρηται. (ῃερς. 258.) Ὅτι ἀγωνοθέται ἦσαν καὶ τοῖς Φαίαξι τὰ κατὰ τοὺς ἀέθλους βραβεύοντες. φησὶ γοῦν ὁ ποιητής. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν, δήμιοι. οἳ κατ' ἀγῶνας ἐϋπρήσσεσκον ἕκαστα. Καὶ ὅρα ὁρισμὸν ἐνταῦθα τῶν αἰσημνητῶν, τοιοῦτον. αἰσυμνήτης ἐστὶν ἀνὴρ κριτὸς ὑπὸ δήμου εὖ πράσσων τὰ κατὰ τοὺς ἀγῶνας. (ῃερς. 259.) τί δέ ἐστιν ὃ πράσσοντες εὖ οὗτοι διατίθενται; λείηναν δὲ χορόν. καλόν δ' εὔρυναν ἀγῶνα. Εἰσὶ δὲ (ῃερς. 258.) αἰσυμνῆται κατὰ τοὺς παλαιοὺς, βραβευταί. ἀγωνοθέται. ἀγῶνος ἐπίσκοποι. οἷς κατὰ τὸ τοῦ λόγου ἔτυμον, τὸ αἴσιον νέμεται. καὶ ἄλλως δὲ εἰπεῖν, οἱ τὸ αἴσιον ἀπονέμοντες τοῖς ἀγωνιζομένοις, ὅ ἐστι τὸ κατὰ μοῖραν καὶ τὸ καθῆκον. ἢ οἱ τὸ αἴσιον ὑμνοῦντες. ἐννέα δὲ καὶ οὗτοι, κατὰ μέτρον ἀριθμητικὸν φίλον τῷ μουσολήπτῳ ποιητῇ. Δῆλον δ' ὅτι τῷ προσεχῶς εἰρημένῳ αἰσίῳ συστοιχεῖ καὶ τὸ αἴσιμον. ἐξ οὗ καὶ τὸ ἐναίσιμον. τοῦ δὲ αἰσίμου ῥῆμα αἰσιμῶ καὶ ἀναισιμῶ. τούτων δὲ αἰσιμοῦν μὲν ἐξάπαντος τὸ εἰς δέον ἀναλίσκειν καὶ δαπανᾶν, ἀναισιμοῦν δὲ, ἴσως τὸ ἀνάπαλιν. ὡς δῆλον ἐκ τοῦ, τὰς γυναῖκας ἀπέπνιξαν ἐν πολιορκίᾳ δηλαδὴ, ἵνα μὴ ἀναισιμῶσι τὸν σῖτον. εἰ δ' ἴσως καὶ τὸ ἀναισιμοῦν δέουσαν δαπάνην δηλοῖ, ἐκ περισσοῦ κεῖται ἡ ἀνˉα πρόθεσις. Σημείωσαι δὲ ἐν τῇ εἰρημένῃ τῶν γυναικῶν ἀποπνίξει τῇ διὰ φόβον λιμοῦ τὸν παλαίτατον ἐν Τροίᾳ πλοῦτον. ἔνθα δέκα ἔτη τρυχόμενος ὁ λαὸς δώροις καὶ ἐδωδαῖς οὐδέν τι τοιοῦτον εἰς τὴν ἄχρηστον ἐπέταξεν ἡλικίαν γενέσθαι. (ῃερς. 259.) Δήμιοι δὲ οἱ μὲν μεθ' Ὅμηρον κολασταὶ σωμάτων. οἱ δὲ παλαιοὶ, ἐκλογὴ δήμου ἦσαν ἐπαινετέα καὶ ἔνδοξος. ἢ γοῦν, ἀλλ' οὐκ ἄτιμος. ὡς ἐν τοῖς ἑξῆς οἱ δημιοεργοὶ δηλώσουσι. Τὸ δὲ ἐϋπρήσσεσκον ὅ ἐστιν εὖ ἔπρασσον, τοὺς ὕστερον ἀγωνοθέτας παρήγαγεν, ὡς ἀπὸ τοῦ πράσσειν. ὃ ταυτόν ἐστι τῷ ποιεῖν καὶ τίθεσθαι. Ὁμήρου γοῦν διαλελυμένως εἰπόντος ὡς οἱ τῶν ἀέθλων προστάται τὰ κατὰ τοὺς ἀγῶνας εὖ ἔπρασσον ἤτοι διετίθεντο, ἐντεῦθεν οἱ ἀγωνοθέται συνθέτως ἐῤῥέθησαν. Τὸ δὲ χορὸν ἐνταῦθα ἀντὶ τοῦ τὸν τόπον τῆς χορείας καὶ τῆς ὀρχήσεως. ἵνα καθ' ὁμοιότητα τῆς βουλῆς σημαίνῃ καὶ ὁ χορὸς μὴ μόνον τὸ χορεύειν καὶ τὸ χορευτικὸν πλῆθος, ἀλλὰ καὶ τὸν τόπον ἔνθα ταῦτα. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἀγῶνος καὶ ἀγορᾶς, διὸ ἀγῶνα κἀνταῦθα τὸν τόπον λέγει περὶ ὃν οἱ ἄεθλοι. οὐ πάνυ δὲ ἀλλότριον τοῦ εὐρύνεσθαι ἀγῶνα, καὶ τὸ εὐρυάγυια. (ῃερς. 258.) Σημείωσαι δὲ ὡς οὐμόνον ἐνταῦθα μετρητοὶ οὗτοι ἄρχοντες ὡς καὶ ἐν τῇ νήσῳ οἱ τρισκαίδεκα βασιλεῖς καθὰ καὶ μετ' ὀλίγα ῥηθήσεται, ἀλλὰ καὶ ἑτέρωθι πολλαχοῦ. ὡς καὶ οἱ ἔφοροι παρὰ Λάκωσι. καὶ οἱ ἐννέα ἄρχοντες Ἀθήνῃσι. καὶ νόμων δὲ ἐπιμεληταὶ ἦσαν ἐν Ἀθήναις, ἓξ τὸν ἀριθμόν, οἱ καὶ θεσμοθέται. κυριεύοντές φασι τοῦ δικάζειν καὶ χειροτονεῖν. ἐκεῖ δὲ καὶ ἄρχοντες ἕτεροι ἕνδεκα ἐπιμελούμενοι τοῖς ἐν δεσμωτηρίῳ καὶ ἐνήγοντό φασιν ἐπὶ τὴν ἀρχὴν ταύτην κλέπται τε καὶ ἀνδραποδισταί. τῶν δὲ ῥηθέντων Ἀθήνῃσιν ἐννέα ἀρχόντων, κατὰ Παυσανίαν, τρεῖς μὲν ἦσαν, ἄρχων. πολέμαρχος. καὶ βασιλεύς. οἱ δὲ ἓξ, θεσμοθέται. (ῃερς. 263.) Ὅτι τοὺς παρὰ Φαίαξιν ὀρχηστὰς πρωθήβας εἶναι πλάττει, ὡς τοῦ ἔργου τοιούτοις προσήκοντος. φησὶ γοῦν. πρωθῆβαι ἵσταντο δαήμονες ὀρχηθμοῖο. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς μαρμαρυγὰς θηεῖτο ποδῶν. (ῃερς. 265.) θαύμαζε δὲ θυμῷ. οὐ προφέρων καὶ χείλεσι τὸ θαῦμα, διὰ τὸ σεμνότερον. καὶ ἔστι μὲν ταυτὸν τὸ θηεῖτο καὶ τὸ ἐθαύμαζε. λέγει δὲ διπλώσας πρὸς σαφήνειαν, ὅτι ἐθαύμαζε μὲν τὴν ὄρχησιν, ἐθαύμαζε δὲ σιγῶν. Μαρμαρυγαὶ δὲ ποδῶν, αἱ σύντονοι κινήσεις. ἐν γὰρ ταῖς ὀξείαις φασὶ κινήσεσιν ἀπόστιλψις γίνεταί τις τῶν ποδῶν. κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Ὀππιανῷ εἰπόντι μαρμαρυγὴν βαρυηχέα, ὅτε θάλασσα μαρμαίρει κινουμένη ἐν τῷ τύπτεσθαι κώπαις καὶ κοντοῖς. (ῃερς. 264.) Χορὸν δὲ πάλιν τὸν τῆς ὀρχήστρας λέγει τόπον ἐκ τοῦ ἐν τόπῳ τὸν τόπον αὐτὸν δηλῶν Ἀττικῶς. καθ' ὃν τρόπον καὶ μύρα καὶ κρόμυον, οἱ τόποι ἐν οἷς αὐτὰ ἦσαν. οὕτω δὲ καὶ Μένανδρος, ἀναμενῶσε φησὶ πρὸς τοὔλαιον, ἤγουν ἔνθα πολεῖται τὸ ἔλαιον. Θεῖον δὲ τὸν τοιοῦτον λέγει χορὸν, διὰ τοὺς αὐτόθι τιμωμένους θεούς. ἢ καὶ διὰ τὸ θεῖον τοῦ ἔργου. Τὸ δὲ πέπληγον, Ἰώνων καὶ Συρακουσίων λέξις. οὗ ἐνεστὼς πεπλήγω ἐκ τοῦ πέπληγα. καθὰ ἐν Ἰλιάδι τὸ, ἐκλέλαθον κιθαριστὺν, ἐκ τοῦ λέλαθα λελάθω. Σικελοὶ γὰρ καθ' Ἡρακλείδην τὸ ˉα τῶν περισπωμένων εἰς ˉω μετατιθέασιν. οἷον πεποίηκα πεποιήκω. οὕτω δὲ καὶ πέφυγα πεφύγω καὶ κατὰ Ἀλκαῖον, πεφύγγω. Ἀριστόνικος δὲ οὐ Σικελικὰ ταῦτα ἀλλ' ἀναδιπλώσεις Ἰακὰς βούλεται εἶναικατὰ τὸ κεκάμω καὶ λελάβω. κατὰ μέντοι τὸν ἀνωτέρω λόγον, γίνεται καὶ ἐνεστὼς ὁ πεφύκω ἐκ τοῦ πέφυκα. οὗ παρατατικὸς
248.2.1
Ἡσιόδῳ ἐν Θεογονίᾳ τὸ ἐπέφυκον. Ἰστέον δὲ ὅτι δοκοῦσιν ἐνταῦθα οἱ ὀρχούμενοι προθῆβαι πρὸς ᾠδὴν ὀρχεῖσθαι τὴν τοῦ Δημοδόκου. ὃ δὴ καὶ ἐν τῇ κατὰ τὴν Ἰλιάδα ὁπλοποιΐᾳ φαίνεται. κιθαρίζοντος γὰρ ἐκεῖ παιδὸς χαίρουσιν ἄλλοι μολπῇ καὶ ὀρχηθμῷ. ἐν οἷς ὑποσημαίνεταί φασι τὸ ὑπορχηματικὸν εἶδος, ἀνθῆσαν ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. ἔστι δέ φασιν ἡ τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων. ἣν παρίστησι Ξενοφῶν ἐν τῇ Ἀναβάσει. ὀρχήσεις ἱστορῶν σὺν ὅπλοις καὶ ἅλματα ὑψηλὰ καὶ κοῦφα καὶ μετὰ μαχαιρῶν. ἐναρμόνια δηλαδὴ καὶ αὐτὰ ὁποῖα καὶ τὰ τῶν ἐνταῦθα βηταρμόνων. ὧν τῆς ἀρετῆς παράδειγμα καὶ Τελέστης ὀρχηστής φασιν Αἰσχύλου, οὕτω τεχνίτης, ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα δι' ὀρχήσεως. Ὅτι δὲ ἡ ὄρχησις ἐσπουδάζετό ποτε, δηλοῦσι καὶ οἱ περιᾳδόμενοι ὀρχηστοδιδάσκαλοι, καὶ οἱ ζηλώσαντες αὐτὴν σοφοί. Σοφοκλῆς οὖν, καλός φασι τὴν ὥραν γινόμενος, δεδίδακτο ἐξ ἔτι παίδων καὶ ὀρχηστικὴν καὶ μουσικήν. Καὶ Σωκράτης δὲ πολλάκις ἐν τῷ καταλαμβάνεσθαι ὀρχούμενος ἔλεγε τοῖς γνωρίμοις, παντὸς εἶναι μέρους τὴν ὄρχησιν γυμνάσιον. (ῃερς. 267.) Ὅτι καιροῦ λαβόμενος ὁ ποιητὴς καὶ πρόσωπα εὑρὼν τρυφῶντα ἐν τῇ τῶν Φαιάκων, γελᾷ καὶ αὐτὸς ἐνταῦθα εἰς ἀστεϊσμὸν ἐλθὼν διὰ τοῦ κατὰ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην διηγήματος, ἐρωτικοῦ ὄντος καὶ διατοῦτο τεταγμένου εἰς γλυκεῖαν ἔννοιαν. οὐκ ἀπεικὸς δὲ πάντως τοὺς ὡς πολλαχοῦ φαίνεται τρυφητὰς Φαίακας καὶ ἀκούσμασι χαίρειν ἐρωτικοῖς, ἅπερ οἱ πρὸς ἀρετὴν ζῶντες ἀποτροπιάζονται, λέγοντες καὶ αὐτοὶ, ὅτι τροφὴ ψυχῆς λόγοι καλοί. καὶ ὅτι ἐν κενῇ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστιν, ἤγουν τῶν εὐμόρφων. πεινῶσι γὰρ ἡ Κύπρις πικρὰ ὥς φησιν Ἀχαιὸς ὁ ποιητής. ἀφ' οὗ λαβὼν Εὐριπίδης φησίν. ἐν πλησμονῇ τοι Κύπρις, πεινῶντι δ' οὔ. εἰ δὲ σεμνολογεῖται τοῖς σοφοῖς ὁ Ἔρως, ἀλλ' ἐκεῖνοι σεμνὸν ἄλλως τὸν Ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν. διὸ καὶ κατὰ τὰ γυμνάσια Ἑρμῇ καὶ Ἡρακλεῖ αὐτὸν συνίδρυον, τῷ μὲν λόγου, τῷ δ' ἀλκῆς προεστῶτι. ὧν μιγέντων φιλία καὶ ὁμόνοια γεννᾶται. ὅτι δὲ γέλωτα ποιεῖ τὸ ῥηθησόμενον διήγημα, ἐπισημανεῖται καὶ αὐτὸς ἐν οἷς ἐρεῖ γέλωτα ἐγγέσθαι τοῖς θεοῖς ἐπὶ τῷ πράγματι. ἔστι δὲ ἡ ἐν τούτοις Ὁμηρικὴ φράσις τοιαύτη. αὐτὰρ ὁ φορμίζων, ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφ' Ἄρεος φιλότητος ἐϋστεφάνου τ' Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ. πολλά δ' ἔδωκε. λέχος δ' ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ σφ' ἐνόησε μιγαζομένους φιλότητι. Ἥφαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσεν ἐκ τοῦ Ἡλίου, βῆ ῥ' ἴμεν εἰς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων. ἐνδ' ἔθετ' ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ἀῤῥήκτους, ἀλύτους. (ῃερς. 275.) ὄφρ' ἔμπεδον αὖθι μένοιεν, οἱ δεσμηθέντες δηλαδή. αὐτὰρ ἐπειδὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, βῆ ῥ' ἴμεν εἰς θάλαμον ὅθι οἱ φίλα δέμνια κεῖτο. ἀμφὶ δ' ἂρ ἑρμῖσι χεῦε δέσματα κύκλῳ ἁπάντῃ πολλὰ δὲ καὶ καθύπερθεν μελαθρόφιν ἐξεκέχυντο ἠΰτ' ἀράχνια λεπτὰ, τάγ' οὐ κέ τις οὐδὲ ἴδοιτο οὐδὲ θεῶν μακάρων, περὶ γὰρ δολόεντα τέτυκτο. αὐτὰρ ἐπειδὴ πάντα δόλον περὶ δέμνια χεῦεν (ῃερς. 283.) εἴσατο τουτέστι προσεποιήσατο καὶ ἐφάνη, ἀπιέναι ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον. οὐδ' ἀλαοσκοπιὴν ἔχε χρυσήνιος Ἄρης ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα. βῆ δ' ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο, ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης. ἡ δὲ, νέον παρὰ Διὸς ἦλθεν. ὅ δ' εἴσω δώματος ᾔει ἔν τ' ἄρα οἱ φῦ χειρί. καὶ ἔφη. (ῃερς. 292.) δεῦρο φίλη λέκτρονδε τραπείομεν εὐνηθέντε. οὐ γὰρ ἔθ' Ἥφαιστος μεταδήμιος ἀλλά που ἤδη οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. ὣς φάτο τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. τὼ δ' ἐς δέμνια βάντε, κατέδραθον. ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι. καὶ τότε δὴ γίνωσκον ὅτ' οὐκέτι φυκτὰ πέλονται. ἀγχίμολον δ' αὐτοῖς ἦλθεν Ἥφαιστος αὖτις ὑποστρέψας πρὶν Λῆμνον γαῖαν ἱκέσθαι, Ἠέλιος γάρ οἱ σκοπιὴς ἔχεν, εἶπέ τε μῦθον. (ῃερς. 305.) ἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει. σμερδαλέον δ' ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι. Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, δεῦθ' ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον Ἄρηα, οὕνεχ' ὁ μὲν, καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε ἠπεδανὸς γενόμην. αὐτὰρ οὔ τι μοι αἴτιος ἄλλος ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. ἀλλ' ὄψεσθε ἵνα τώ γε καθεύδετον ἐν φιλότητι, εἰς ἐμὰ δέμνια βάντες. ἐγὼ δ' ὁρόων ἀκάχημαι, οὐ μέν σφας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτω, καὶ μάλα περ φιλέοντε. (ῃερς. 316.) τάχ' οὐκ ἐθελήσετον ἄμφω εὕδειν, ἤγουν οὐ δυνήσονται τὰ σφίσι φίλα ποιεῖν, ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῶσι ἔεδνα ὅσσά (ῃερς.

Intertext edge

Open linked passage

Note