Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
251.1.1
) Τὸ δὲ σχεδίην ποιήσατο καὶ πηδάλιον ποιήσατο καὶ ἱστία ποιήσασθαι, δύναται καὶ ἐνεργητικῶς ῥηθῆναι ὡς δηλοῖ τὸ, ἀραρὼν σταμίνεσσι, ποίει. καὶ τὸ, ἐν δ' ἱστὸν ποίει. οὕτω καὶ δούρατα ἁρμόζεο χαλκῷ καὶ ἥρμοσεν ἀλλήλοισι, παθητικῶς καὶ ἐνεργητικῶς. (ῃερς. 252.) Ἴκριον δὲ ὡς καὶ προεῤῥέθη, τό, τε ἐπὶ πρύμνης κατάστρωμα ἐφ' οὗ ὁ κυβερνήτης ἱκνεῖται ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ τὸ ἐφεξῆς δὲ κατάστρωμα τῆς νηός. περὶ ὃ οἱ ναῦται καὶ ἱκνοῦνται καὶ κοιμῶνται κατὰ καιρόν. δοκεῖ γὰρ οὐ μόνον ἀπὸ τοῦ ἄκρον ἀλλὰ καὶ παρὰ τὸ ἱκνεῖσθαι γίνεσθαι τὸ ἴκριον. ἐνταῦθα δὲ, ἴκρια δοκεῖ τὰ ἐγκοίλια λέγεσθαι. ὡς δηλοῖ τὸ, ἴκρια στήσας. αὐτὰ γάρ εἰσιν ὀρθὰ οὐ μὴν τὰ καταστρώματα. Δῆλον δὲ ὅτι τοῖς ὀρθοῖς ἰκρίοις οἷα καί τισι κρόκαις, περιτιθέμεναι πυκναὶ σταμῖνες ἐκτὸς δίκην στημόνων, ἁρμόττουσι τὴν ναῦν. δοκοῦσι γὰρ αἱ σταμῖνες, παρὰ τὴν στάσιν καὶ σύστασιν γίνεσθαι ἀφ' ἧς καὶ οἱ στήμονες. ἀπὸ δὲ τῶν Ὁμηρικῶν τούτων σταμίνων, καὶ τὰ τεκτονικὰ φαίνεται παρῆκται στημονάρια. ὡς εἴ τις εἴποι σταμινάρια. δῆλον δὲ ὅτι δικατάληκτον ἡ σταμίν. καὶ ὅτι οἱ παλαιοὶ ἑρμηνεύοντες, ἐπιμήκη ξύλα τὰς σταμῖνας φασίν. ἃ στήμονος τρόπον ἔχοντα, παρατιθέμενα τοῖς ἰκρίοις ἑκατέρωθεν, ἑστάναι ποιοῦσιν αὐτά. τινὲς δὲ, καὶ ὀρθὰ ξύλα τὰς σταμῖνας εἶπον, οἷς φασι τὰ πηδάλια προσεμπήσσεται. οἱ δέ φασιν, ὅτι σταμῖνες, τὰ ἐν τῷ χείλει τοῦ πλοίου ἐξέχοντα ὀρθὰ ξύλα τοῦ κατὰ τὸ περίτονον τόπου, καὶ φέρεται ἡ λέξις μέχρι καὶ νῦν ἐν Λυκίᾳ, ἔνθα σταμινάρια τὰ τοιαῦτα λέγονται. καὶ ταῦτα μὲν περὶ σταμίνων. οἷς προσθετέον, ὅτι καὶ πεζολογικῶς εὕρηνται σταμῖνες παρὰ τῷ Ἀθηναίῳ, ἐν τῷ, γόμφους τε ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας. ὅτι δέ τινες ὑπώπτευσαν ἴκριον λέγεσθαί ποτε καὶ τὸν ἱστὸν, προϋπεδηλώθη καὶ αὐτό. συντελεῖ δέ πως εἰς τὸν τοιοῦτον νοῦν, καὶ τὸ, ἴκρια πῆξεν ἐπ' αὐτῆς ὑψοῦ. τὸ γὰρ τοιοῦτον ὑψοῦ, πρὸς διαστολὴν κεῖσθαι δοκεῖ τῶν μὴ ὑψοῦ ὄντων ἰκρίων. τῶν δὲ δηλωθέντων ἰκρίων καινότερόν τι κεῖται παρὰ τῷδειπνοσοφιστῇ. ἔνθα φησὶν ὅτι Δημήτριος ὁ τοῦ Φαληρέως ἀπόγονος, τὴν Κορινθίαν ἑταίραν Ἀρισταγόραν ἔχων καὶ πάνυ φιληδῶν αὐτῇ ὡς καλλίστῃ, ἐν Παναθηναίοις ἵππαρχος ὢν, ἴκριον ἔστησε τῆς Ἀρισταγόρας πρὸς τοῖς ἑρμαῖς, μετεωρότερον τῶν ἑρμῶν. ἔστι δὲ τὸ τοιοῦτον ἴκριον, σκηνικὸν ὄρθωμα καὶ πανηγυρικόν. χρήσιμον ἐν θεάτρῳ, τοῖς ἀπ' αὐτοῦ θεωμένοις. ὁποῖα ἴσως ὕστερον τὰ ἰδιωτικῶς λεγόμενα σκαλωσίαι. Χρῆσις δὲ τοιούτων ἰκρίων, καὶ παρ' ἄλλοις ῥήτορσιν. ἐξ ὧν ἰκρίων, καὶ τὰ καλούμενα θεωρικὰ συνήγοντα χρήματα. (ῃερς. 253.) Τοῦ δὲ θαμέσι, δοκεῖ εὐθεῖα εἶναι ὁ θαμὴς διὰ τοῦ ˉη. ἢ διὰ διχρόνου, ἡ θαμίς. Ἐπηγκενίδες δὲ, σανίδες ἐκ πρώρας εἰς πρύμναν τεταμέναι καὶ ἐπενηνεγμέναι. ὅθεν καὶ ἐτυμολογεῖται. παρὰ γὰρ τὸ ἐπενεγκεῖν, ἐπενεγκὶς γίνεται. καὶ κατὰ μετάθεσιν, ἐπεγκενὶς καὶ κατὰ ἔκτασιν, ἐπηγκενίς. ἔστι δὲ ἐπηγκενὶς ἢ καθ' ἣν οἱ σκαλμοὶ πήγνυνται, ἢ ὅπερ κοινῶς περίτονον λέγεται παρὰ τὸ διόλου τείνεσθαι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, καὶ ὅτι ἐπηγκενίδες, μακρὰ ξύλα τῆς σχεδίας. ἢ τὰ παραθέματα. (ῃερς. 254.) Ἐπίκριον δὲ ἄρμενον τῷ ἱστῷ, τὸ κέρας λέγει καθὰ καὶ προεῤῥέθη, ὡς ἐπὶ τῷ ἰκρίῳ ὄν. δηλαδὴ τῷ προδεδηλωμένῳ ἱστῷ. σκοπητέον δὲ καὶ μή ποτε ἡ Ὁμηρικὴ αὕτη κλῆσις τοῦ ἀρμένου τῷ ἱστῷ ἐπικρίου, παρήγαγε τοὺς πολλοὺς, ἄρμενα ἰδιωτικώτερον μὲν ὅμως δὲ οὐκ ἀλόγως, τὰ ἱστία καλεῖν. (ῃερς. 255.) Τὸ δὲ πηδάλιον ὅτι καὶ ἐφόλκιον λέγεται, δηλοῦσιν οἱ παλαιοί. τὸ αὐτὸ δὲ παρά τισι καὶ αὐχὴν, ὡς δηλοῖ τὸ καθωμηλημένον αὐχένιον. ἔτι δὲ καὶ οἴαξ. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. οἴαξ, πηδάλιον. αὐχήν. Διογενιανὸς δέ φησιν, οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν. ἤγουν κανόνας καὶ κρίκους δι' ὧν ἱμάντες διείρονται. καὶ φέρεται μέχρι καὶ νῦν ἡ τῶν οἰάκων λέξις, οὐκ ἐπὶ ὅλου τοῦ πηδαλίου. λέγεται γὰρ τοῖς ναυτικοῖς οἰάκια, ξυλήφιά τινα δι' ὧν στρέφουσι τεχνικῶς τὸ πηδάλιον. (ῃερς. 256.) Τὸ δὲ φράξε, πάνυ προσφυῶς εἶπε. κατάφρακτος γὰρ ἡ σχεδία τρόπον τινὰ, ὑπὸ τῶν ῥιπῶν γίνεται. ἢ καὶ οἷόν τινα φραγμὸν αὐτὰς ἔχει. Ῥῖπες δὲ, πλέγμα φασὶ καλάμου πλατὺ ὡς ψίαθος. καὶ ἔοικεν ἐντεῦθεν τοῖς ναυτικοῖς καλαμωτὴ λέγεσθαι ὁ ἑκατέρωθεν περὶ τὰ χείλη τῶν πλοίων φραγμός. ἐτυμολογεῖται δὲ ὥσπερ παρὰ τὸ ῥέπω ῥωπήϊον καὶ ῥῶπες, οὕτω καὶ παρὰ τὸ ῥέπω ῥίπτω, ἡ ῥίψ. εὐρίπιστος οὖσα καὶ εὐλύγιστος καὶ οἷα ῥέπειν τὲ καθὰ καὶ αἱ ῥῶπες, καὶ ῥίπτεσθαι δὲ ῥᾷον. καὶ ψιαθῶδες δέ τι καθ' ὁμοιότητα πλέγμα, αἱ ῥῖπες. ἐξ οὗ καὶ πείρινθα μέρος ἁμάξης ὡς ἐν Ἰλιάδι εἴρηται. ὕλη δὲ τῶν ἐνταῦθα Ὁμηρικῶν ῥιπῶν ἐξ ὧν καὶ τὸ ῥιπίζειν, ἡ οἰσύα. ὅθεν κατὰ τοὺς παλαιοὺς, καὶ κόφινος μέγας οἰσύϊνος, καλούμενος τάρπη. ὅθεν ἴσως καὶ τὸ περιφερόμενον ταρπίον παράγεται. μέμνηται δὲ οἰσύας ἧς ἡ ἀναλογία κατὰ τὴν ὀξύαν, καὶ Ἀθήναιος ἐν τῷ, ἐκ τῶν καλάμων τῶν τε οἰσυΐνων, ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας. Αἴλιος δὲ Διονύσιος, οἶσον φαίνεται λέγειν τὸ τοιοῦτον φυτόν, γράψας ὅτι ἀπὸ οἴσου, κόφινοι ἄῤῥιχοι καλούμενοι, οὓς Ἴωνες μὲν, ἀρσενικῶς προφέρουσιν. Ἀττικοὶ δὲ, θηλυκῶς. Παυσανίας δὲ ἱστορεῖ καὶ ὡς τούτοις τοῖς ἀῤῥίχοις σταφυλαὶ συνεκομίζοντο ἐξ ὧν δοκεῖ γίνεσθαι καὶ τὸ ἀναῤῥιχᾶσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, καὶ ὅτι οἰσύα, ἀκανθώδης βοτάνη ἐξ ἧς πλέκονται σχοινία. ἀφ' ἧς ἀσπὶς οἰσυΐνη. εἰ δ' ἐκ τοιαύτης οἰσύας καὶ οἰσύϊνον ὡς εἰκὸς δόρυ, οὐκ ἂν εἴη ἀπισχυρίσασθαι, ἐν δὲ τοῖς σχολιασταῖς γράφεται καὶ ὅτι ῥῖπες οἰσύϊνοι, οἱ ἀπὸ κλάδων ἰτέας. καὶ ὅτι φυτὸν ἱμαντῶδες ἡ οἰσύα. Τὸ δὲ κύματος εἶλαρ, ἀντὶ τοῦ πρὸς ἀσφάλειαν καὶ πρὸς τὸ ἀπείργειν τὸ κῦμα λυόμενον ἐκεῖσε εἰς ἀφρόν. ἐκ δὲ τοῦ τοιούτου εἶλαρ καὶ τοῦ κατ' αὐτὸ ῥήματος, καὶ ἡ ἐξούλης δίκη παρ' Ἀττικοῖς. γινομένη ὅτε τις ἐκκλείεται καὶ ἀπείργεται ὧν νέμεται. (ῃερς. 257.) ἡ δὲ πολλὴ ὕλη ἣν τῇ σχεδίᾳ Ὀδυσσεὺς ἐνεχεύατο, συρφετὸς ἦν ἐκ ψάμμου τυχὸν ἢ καχλήκων καί τινων τοιούτων εἰς ἕρμα τῇ νηΐ. ὡς ἂν βαρουμένη μὴ εἴη εὐρίπιστος καὶ ἀνέμοις εὐπερίτρεπτος. καὶ ἡ μὴ ἔχουσα τὰ τοιαῦτα ναῦς, ἀνερμάτιστος λέγεται. (ῃερς. 258.) Φάρεα δὲ καὶ νῦν ἁπλῶς τὰ ὑφάσματα ἐξ ὧν ἀπαρτισθείη ἂν ἱστίον. τὰ δ' αὐτὰ καὶ σπεῖρα ἐρεῖ ἐν τῷ, τηλοῦ δὲ σπεῖρον τε καὶ ἐπίκριον ἔμπεσε πόντῳ. (ῃερς. 260.) Ὑπέρας δὲ λέγει, σχοινία οἷς τὸ κέρας μετάγεται. ἢ μᾶλλον σαφέστερον, τὰ ἄνω εἰς ἄκρον τοῦ κέρατος ἑκατέρωθεν δύο σχοινία οἷς οἱ ναῦται τὸ κέρας μετάγουσιν. οἱ δὲ παλαιοὶ τὴν ὑπέραν σχοινίον ἑρμηνεύσαντες κέρατος τοῦ κατὰ τὸν ἱστὸν ᾧ ἀνίεται καὶ διατείνεται, προφέρουσι καὶ παροιμίαν ἐπὶ τῶν ἃ μὲν δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων, τὸ, ἀφέντες τὴν ὑπέραν, τὸν πόδα διώκουσιν. ἤγουν ἀφιᾶσι μὲν τὰ ἀναγκαῖα, προτιμῶνται δὲ τὰ μὴ προέργου. οἱ δ' αὐτοὶ καὶ ἄλλως, ὑπέρας φασὶν, ἢ τὰἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένα σχοινία, ἢ τοὺς τροχίλους. Κάλους δὲ, οἷς τὸ ἱστίον συσπᾶται καὶ ἀνίεται. τὸ δὲ σαφέστερον, οὕτω. κάλοι, τὰ ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ χαλῶντα τὸ ἱστίον. κληθέντα οὕτω, παρὰ τὸ χαλᾶν. Καὶ ὅρα ὅτι ὁ κάλος, οὐκ ἐκτείνει τὴν λήγουσαν παρὰ τοῖς παλαιοῖς εἰ καὶ ὕστερον Ἀττικῶς μεγεθύνεται καὶ περιττοσυλλάβως δὲ ὡσταπολλὰ κλίνεται. οὕτω δὲ σὺν ἄλλοις, καὶ ὁ λαγὼς τεθεώρηται διφορούμενος ὡς ἑτέρωθι ἐγράφη, ἔτι δὲ καὶ ὁ πλέως. εἰ καὶ οἱ ὕστερον Ἀττικοὶ μόνον ἐξογκοῦσιν αὐτὰ τῇ διὰ τοῦ ˉω μεγάλου γραφῇ. ὁμοίως δὲ καὶ τὰ παρὰ τὸ χρέως. ὡς δηλοῖ καὶ Πολύβιος ἐν τῷ, κατάχρεοι ἐγένοντο. ἔστι δέ φασιν Ἰωνικὸν μὲν, ὁ λαγὸς ὡς ναός. Ἀττικὸν δὲ λαγὼς διὰ τοῦ ˉω μεγάλου ὡς νεώς. ἐκτίθεται δὲ ὁ δειπνοσοφιστὴς καὶ πληθυντικὸν Σοφόκλειον τὸ, λαγοί. οἷον. γλαῦκες. ἰκτῖνες. λαγοὶ, τὸ Ἰωνικόν. καὶ ἄλλως, οἱ λαγὼ κατὰ Εὔπολιν. οἷον. βατίδες καὶ λαγὼ καὶ γυναῖκες εἰλίποδες, τὸ Ἀττικὸν. λέγει δὲ καὶ ὅτι τὸν Ἰωνικὸν λαγὸν, Ξενοφῶν ἐκτείνων ἐν κυνηγετικοῖς, χωρὶς τοῦ ˉν προάγει περισπωμένως. ἀλόγως μέντοι. δεῖ γὰρ ὀξύνειν τὴν λέξιν φησὶν ἀκολούθως δηλαδὴ τῇ Ἰωνικῇ εὐθείᾳ. τὰ γὰρ εἰς ˉος λήγοντα ὀνόματα, ὁμότονά εἰσι κἂν μεταληφθῇ εἰς ˉω μέγα. ἵνα ᾖ ὡς ναὸς νεὼς καὶ τὰ λοιπὰ, οὕτω καὶ λαγὸς, λαγώς. ὅθεν λαγὼν, ὡς νεών. λέγουσι δὲ καὶ τὸ λαγωὸς εἰ μὲν ἐκ τοῦ Ἰωνικοῦ ἐστι, πλεονασμὸν ἔχειν τοῦ ˉω μεγάλου ἐν τῷ μέσῳ. εἰ δὲ ἐκ τοῦ Ἀττικοῦ, πλεονάσαι τῷ ˉο μικρῷ ἐν τῇ ληγούσῃ. ὅτι δὲ κάλος διὰ τοῦ ˉο μικροῦ βαρυτόνως ἐλέγετο κατὰ διάλεκτον καὶ τὸ κοινὸν ἐπίθετον ὁ καλὸς, δηλοῦσιν οἱ παλαιοί. λέγοντες ὅτι Αἰολεῖς, τὸ καλὸς καὶ σοφὸς καὶ δεινὸς καὶ δυνατὸς, κάλος φασὶ καὶ σόφος καὶ δεῖνος καὶ δύνατος. οὕτω δὲ καὶ τὰ κατ' αὐτά. βαρυντικοὶ γὰρ εἰσί. διὸ καὶ τὰ εἰς εˉυς ἀρσενικὰ δίχα τοῦ Ζεὺς μονοσυλλάβου ὄντος, ἐβάρυνον. βασίλευς καὶ Πήλευς λέγοντες, καὶ τὰ λοιπὰ ὁμοίως. Πόδες δὲ, τὰ κάτω δύο σχοινία. οἷς πρὸς πρώραν καὶ πρύμναν δεσμεῖται τὸ ἱστίον. καλοῦνται δὲ πόδες, διὰ τὸ κάτω εἶναι. ἀπεναντίας ταῖς προῤῥηθείσαις ὑπέραις ὡς οἷον ὕπερθεν κεφαλαῖς τοιούτων ποδῶν. ἐξ ὧν ῥῆμα ποδῶ ποδώσω. ὡς δηλοῖ καὶ ὁ Λυκόφρων ἔνθα ποδωτὰ λίνα τὰ ἱστία φησίν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτω. πόδες πλοίου, σχοῖνοι κάτωθεν συνέχοντες τὴν ὀθόνην. ἢ οἱ μεταγωγοὶ τοῦ κέρατος. ἢ κατὰ ἄλλους, οἷς συνέχεται ἀπὸ πρώρας καὶ ἀπὸ πρύμνης ὁ ἱστός. ἢ τὰ ἑκατέρωθέν φασι προσδεδεμένα τοῖς ἀρμένοις σχοινία. ἐν τούτοις δὲ, σημειωτέον τὴν Ὁμηρικὴν συντομίαν. οὔτε γὰρ ὕλην ὑπέθετο ἀφ' ἧς αἱ ὑπέραι καὶ τὰ ἐφεξῆς αὐταῖς, οὔτε εἶπεν ὡς καὶ αὐτὰ ἡ Καλυψὼ ἤνεγκεν. ἀλλὰ τοῦτο μὲν, ἐσίγησεν ὡς ἤδη φανερόν. τὴν δὲ ὕλην αὐτῶν οὐκ εἶπεν ὥσπερ οὐδὲ τὴν τῶν φαρέων διὰ τὸ μὴ ἀναγκαῖον. Τὸ δὲ πόδας ἐνέδησεν, ἔχει τι ἀστεῖον, ὡς εἰ καὶ εἶπε πόδας ἐπέδησεν ἤγουν ἔδησε. (ῃερς.

Intertext edge

Open linked passage

Note