Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
253.1.1
) καὶ αὐτὴ ὑποκυσαμένη, ὅ ἐστιν ὑπ' αὐτοῦ ἐγκύμων γεγονυῖα, Πελίην τέκε καὶ Νηλῆα, τὼ κρατερὼ (ῃερς. 254.) θεράποντε Διὸς μεγάλοιο γενέσθην, τουτέστι βασιλεῖς διογενεῖς καὶ διοτρεφεῖς, (ῃερς. 254.) καὶ Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ ναῖε πολύῤῥηνος, ὅ ἐστι (ῃερς. 256.) πολυθρέμμων, ὁ δ' ἐν Πύλῳ ἠμαθόεντι, ὁ Νηλεὺς δηλαδή. τοὺς δ' ἑτέρους Κρηθῆϊ τέκε βασίλεια γυναικῶν, Αἴσονά τ' ἠδὲ Φέρητα Ἀμυθάονά τε (ῃερς. 258.) ἱππιοχάρμην, ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἵπποις χαίροντα, ἢ ἐφ' ἵππων ποιούμενον χάρμην, ὃ δηλοῖ τὴν μετὰ χαρᾶς μάχην. (ῃερς.
253.1.2
) Ἰστέον δὲ ὅτι τὸ κύω, ἐξ οὗ καὶ ἡ ὡς ἐῤῥέθη ὑποκυσαμένη, ὁμωνυμίαν πάσχει. λαμβάνεται γὰρ καὶ ἀντὶ τοῦ φιλῶ, τοῦ τε κατὰ χείλη καὶ τοῦ ἄλλως κατὰ διάθεσιν. ὅθεν καὶ ὁ κύων. ἔτι δὲ καὶ ἀντὶ τοῦ γεννᾶν κοινότερον καὶ μὴν καὶ ἀντὶ τοῦ συλλαμβάνειν. ὅθεν καὶ τὸ ἐγκυμονεῖν, καὶ ἡ ἔγκυος, οὗ χρῆσις καὶ παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, αἱ θήλειαι πέρδικες ἐπὶ θῆραν ἀγόμεναι, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀῤῥένων κατ' ἄνεμον στάντων ἢ περιπετομένων ἔγκυοι γίνονται. καὶ οἱ ἄῤῥενες δὲ, ὡς καὶ οἱ στρουθοὶ, προΐενται γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσι φωνὴν αὐτῶν. τούτου δέ φησιν αἴτιον ἡ τῇ ψυχῇ ἐγγινομένη φαντασία περὶ πλησιασμῶν. ὅτι δὲ τοῦ τοιούτου κύειν καὶ παράγωγόν ἐστι κῦμα, ὃ σύλληψιν δηλοῖ, παρὰ τῷ Εὐριπίδῃ ἔστιν εὑρεῖν ἐν τῷ κατ' αὐτὸν, ὡς καὶ προείρηται Κερκυόνι, ὅπου λέγει τὴν ἐκείνου θυγατέρα, γέμουσαν κύματος θεοσπόρου τοῦ κατὰ σύλληψιν. Τὸ δὲ κύειν, ὅ πέρ ἐστι φιλεῖν, ὅτι προσλήψει τοῦ νῦ κυνεῖν γίνεται κατὰ τὸ, οἴχω οἰχνῶ, ἵκω ἱκνῶ, δῆλον καὶ ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. ἀοίδιμοι δὲ ἐν ἱστορίαις οἱ ῥηθέντες πέντε τῆς Τυροῦς παῖδες, καὶ ὡς μὲν ὁ Πελίας Ἰωλκοῦ ἐβασίλευσε, Νηλεὺς δὲ Πύλου, περιᾴδεται. (ῃερς. 257.) Οἱ δὲ Κρηθεῖδαι ποίους εἶχον τόπους, ἔστιν ἄλλοθεν μαθεῖν. δῆλον δὲ, ὡς καὶ αὐτοὶ περί που τὰ Θετταλικὰ ᾤκουν. ὁμοίως δῆλον καὶ ὅτι Πελίας μὲν δόλῳ τῆς φαρμακίδος Μηδείας ἀφετήθη. Νηλεὺς δὲ, ὁ τοῦ Νέστορος πατὴρ, ὑφ' Ἡρακλέος ἐδυστύχησε. καὶ ὅτι Αἴσων πατὴρ Ἰάσονος διαλυθέντος τοῦ Αἴσονος πατρικοῦ ὀνόματος καὶ καθ' ὑπέρθεσιν ποιήσαντος τὸν Ἰάσονα, ὁμοίως τῷ, αἵματα ἰάματα. Φέρης δὲ υἱὸν ἔσχε τὸν Ἄδμητον, οὗ υἱὸς Εὔμηλος ὁ ἐν Ἰλιάδι καλλίστους ἔχων ἵππους. Ἀμυθάονος δὲ προήχθη Μελάμπους ὁ μαντικώτατος, ὃν δὴ Ἀμυθάονα ὁ Πίνδαρος Ἀμυθᾶνα λέγει, ὡς καὶ τὸν ἈλκμάονἈλκμᾶνα. (ῃερς. 253.) Ἰστέον δὲ καὶ ὅτι φέρεται λόγος ὡς Τυρὼ δύο γεννήσασα παῖδας παρὰ τοῖς Ἐνιπέως ῥείθροις ἔλιπεν, ὧν τὸν ἕτερον μὲν κύων ἀφαιρεθεῖσα τῶν σκυλάκων ἔτρεφε θηλὴν ἐμπαρέχουσα, τὸν δὲ ἕτερον ἵππος πατήσας κατὰ τὸ μέτωπον ἐκ συνδρομῆς αἵματος ἐπελίωσε, τουτέστιν ἐμέλανε, πελιδνὸν ἐποίησεν. ὅθεν τοῦτον μὲν ἱπποφορβὸς ἀνελόμενος Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα διὰ τὸ παραδόξως ἐλεηθῆναι, ἢ διὰ τὸ ὑπὸ τῆς μητρὸς μὴ ἐλεηθῆναι. ὅτι δὲ καὶ ἕτερος παραφέρεται ἥρως, φωνὴς μὲν κοινωνῶν τῷ εἰρημένῳ Νηλεῖ, γραφῆς δὲ οὔ, ἐκεῖνος γὰρ ἐν διφθόγγῳ ἔχει τὴνπαραλήγουσαν, δηλοῖ σὺν τοῖς ἄλλοις ἱστορικοῖς καὶ ὁ γράψας τεχνικὸς τὸ Νειλεὺς ἐν διφθόγγῳ, οὐχ' ὁ πατὴρ τοῦ Νέστορος ἀλλ' ὁ Ἀττικὸς, ὁ καὶ Νείλεως, οὗ γενικὴ Νείλεω, ὡς Μενέλεω. τούτου δὲ Νειλεῖδαι οἱ ἀπόγονοι, ὡς καὶ Εὐνεῖδαι φησὶν οἱ τοῦ Εὔνεω. τοῦ δὲ τοιούτου Νειλέως καὶ τῶν ἐξ αὐτοῦ Νειλειδῶν, ἀποικία περιᾴδεται εἰς Ἀσίαν ἀξία λόγου. καὶ οὕτω μὲν καὶ τοῦτο. (ῃερς. 255.) περὶ δὲ Ἰαωλκοῦ εἴτουν Ἰωλκοῦ ἡ Βοιωτία δηλοῖ. (ῃερς. 256.) Περὶ δὲ Πύλου ἠμαθόεντος ὡς οὐχ' οὕτω παρὰ τὴν ἄμαθον γίνεται ἀλλ' ὁμωνύμως ποταμῷ οὕτω καλεῖται, ἐπειδὴ τριῶν ὄντων Πύλων, ποταμοὶ αὐτοὺς παραῤῥέουσι καλούμενοι ἀμαθόεντες ἀφ' ὧν ἐοίκασι καὶ αὐτοὶ οὕτω καλεῖσθαι, ἀλλαχοῦ ἱκανῶς ἐῤῥέθη. (ῃερς. 235.) Κρηθεὺς δὲ Σαλμωνέως ἦν ἀδελφός. ἀμφότεροι δὲ παῖδες Αἰόλου καὶ Λαοδίκης τῆς Ἀλωέως. περὶ δὲ Σαλμωνέως φασὶν οἱ νεώτεροι, ὡς ἄρα ὁ ἀνὴρ ἀσεβὴς ἦν, ἀντιβροντῶν τε καὶ ἀνταστράπτων τῷ Διῒ, δι' ἃ καὶ ἐκεραυνώθη. Ὅμηρος μέντοι οὐκ οἶδε τοιοῦτόν τι, ἀλλὰ ἀμύμονα τὸν Σαλμωνέα φησίν. ἱστορεῖται δὲ καὶ περί που τὴν Ἠλεῖαν βασιλεῦσαι ὁ Σαλμωνεύς. ὅθεν καὶ μία τῶν ὀκτὼ περὶ Πίσαν πόλεων αἳ καὶ Πισάτιδες λέγονται Σαλμώνη ἐκλήθη ἀπ' αὐτοῦ. Ἰστέον δὲ ὡς εἰ καὶ ἀντιβροντᾶν καὶ ἀνταστράπτειν ὁ Σαλμωνεὺς τῷ Διῒ λέγοιτο, οὐκ ἂν θεομαχοίη Διὸς νοουμένου τοῦ ἀέρος, ἀλλὰ σοφὸς ἂν εἴη μηχανικός. καθ' ἣν σοφίαν καὶ ἄλλοι ἐποίησαν ὅμοια. τό τε γὰρ βροντεῖον παρὰ τοῖς παλαιοῖς σκεῦος ἦν ἀποτελεστικὸν μυκήματος βροντῆς διὰ ψηφίδων ἐνιεμένων. καὶ αἱ τοῦ Ἀρχιμήδους δὲ καυστικαὶ διὰ κατόπτρων ἀστραπαὶ δηλοῦνται ἐξ ἱστοριῶν. ἱστορεῖται δὲ καὶ σοφός τις ὃς σεισμόν τε οἴκου τινὰ διὰ μηχανῆς καὶ ἀστραπηβόλους δὲ ἀκτῖνας τεχνησάμενος κατὰ ἐχθροῦ ἐνοσίχθων τε ὑπ' ἐκείνου ἐπεκαλεῖτο καὶ τερπικέραυνος. (ῃερς. 237.) Τὸν δὲ ῥηθέντα Ἐνιπέα ὁ γεωγράφος Πελοποννήσιον οἶδε ποταμὸν ἐμβάλλοντα εἰς τὸν Ἀλφειόν. ὁ γὰρ ἐν Θετταλίᾳ Ἐνισεύς φησι λέγεται καὶ οὐ διὰ τοῦ ˉπ Ἐνιπεύς. λέγει δὲ καὶ ὅτι ἀπὸ Ὄθρυος ῥέων ὁ τοιοῦτος Ἐνισεὺς δέχεταιτὸν Ἀπιδανὸν κατενεχθέντα ἐκ Φαρσάλων. (ῃερς. 238.) ὄνομα δὲ ὄρους ἡ Ὄθρυς. εἰ δὲ νῦν μέν φασι κάλλιστον ποταμῶν τὸν Ἐνιπέα ὁ ποιητὴς λέγει, ἐν δὲ Ἰλιάδι τοιοῦτον εἶπε τὸν ἄξιον ποταμὸν, ἔστι νοῆσαι, ὡς ἐκεῖ μὲν τοῦ ἀξίου τὸ ὕδωρ ἐσέμνυνεν, ἐνταῦθα δὲ τὸ σῶμα τοῦ μυθικοῦ Ἐνιπέως. ὅθεν καὶ ἐρᾶται ὡς ἐπαφρόδιτος. ὅτι δὲ τὰς αἰσχρὰς ἐν ποταμοῖς φιλότητας μυθοποιΐαις οἱ παλαιοὶ ἐσέμνυνον ὁποῖά τις ἐνταῦθα ἡ κατὰ τὸν Ἐνιπέα καὶ τὴν Τυρὼ καὶ τὸν Ποσειδῶνα, εἴσεταί τις ἐντυχὼν καὶ τῷ τοῦ Αἰσχίνου ἐπιστολιμαίῳ Κίμωνι, καὶ μαθὼν τὸ ἐκεῖ λεχθὲν ὑπό τινος ἐγχωρίου κόρης· λάβε μου Σκάμανδρε τὴν παρθενίαν. ποῖον δὲ προσφωνεῖ ἐκεῖ Σκάμανδρον ἡ παῖς, δῆλον. Κίμωνα γὰρ τὸν τοῦ Αἰσχίνου ἑταῖρον, ὃς ἐν Σκαμάνδρῳ λουομένην ἔγνω αὐτήν. δῆλον δὲ καὶ ὅτι τὸ νυμφικὸν λοῦμα ταῖς παρθένοις ἐν ποταμοῖς ἐγίνετο διὰ τὸ κουροτρόφους μὲν τοὺς ποταμοὺς λέγεσθαι, ἔφεσιν δὲ καὶ αὐταῖς εἶναι, κούρους καὶ κούρας ἀπὸ γάμου τεκεῖν, καὶ γονίμως ἔχειν κατὰ τὸ ἐν ποταμοῖς γόνιμον. (ῃερς.