Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
256.1.1
) Ἑτέρους δὲ τοὺς Κρηθείδας λέγει κατὰ κυριολεξίαν, ὡς πρὸς δύο γένη τό τε ἐκ τοῦ Κρηθέως. τὸ γὰρ ἕτερος ἐπὶ δυεῖν τινῶν λεγόμενον τὸ ἓν ἐκ τῶν δύο δηλοῖ. (ῃερς. 250.) Ὅτι ἐποχὴν λόγου παραινεῖ τὸ, νῦν δ' ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μὴ δ' ὀνομήνῃς ἤτοι ἐξ ὀνοματός με εἴποις. (ῃερς. 259.) Ὅτι Ἀντιόπη κατὰ μὲν Ὅμηρον θυγάτηρ ἦν Ἀσωποῦ Θηβαίου ποταμοῦ. οἱ δὲ νεώτεροι Νυκτέως αὐτὴν ἱστοροῦσι. ταύτης καὶ Διὸς υἱοὶ, Ζῆθος καὶ Ἀμφίων, (ῃερς. 262.) οἰκισταὶ Θηβῶν, οἳ θεσπέσιόν τι χρῆμα ἔσχον ἐκ Διὸς ἢ Ἀπόλλωνος. διὰ λύρας γὰρ ἀνακρουόμενοί φασι μέλος ἐτείχισαν Θήβας, τῶν λίθων ὥσπερ ὑπὸ τῷ θρυλουμένῳ Ὀρφεῖ, οὕτω καὶ ὑπὸ τούτοις κηλουμένων ὁποῖα ἐμψύχων, καὶ κινουμένων, καὶ ἀλλήλοις ἐπιστοιβαζομένων εἰς τειχισμόν. ὡς τάγε πρῴην ἀτείχιστοι οὖσαι ὑπὸ Φιλεγύων ἐβλάπτοντο, οἳ τοὺς ἐκεῖ ἐσίνοντο. Ζήθου δὲ καὶ Ἀμφίονος θανόντων, Εὐρύμαχος Φλεγύων βασιλεὺς, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, τὰς Θήβας ἠρήμωσε. Κάδμος δὲ ὕστερον ἀνέκτισε. καὶ οὕτω μὲν ἕτεροι. Ὅμηρος δὲ οὐκ οἶδε τὸν ῥηθέντα διὰ λύρας τειχισμὸν, ἀλλὰ τὴν ἱστορίαν ἀποστενῶν φησὶν οὕτως· Ἀντιόπην ἴδον Ἀσωποῖο θύγατρα, ἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι. καί ῥ' ἔτεκε δύο παῖδε Ἀμφίονά τε Ζῆθόν τε, οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, πύργωσάν τε. ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην κρατερώ περ ἐόντε. (ῃερς. 264.) καὶ τὸ μὲν κρατερὸν συνεβάλετο αὐτοῖς εἰς τὸ ἀπερύκειν τοὺς εἴτε παροξυτόνως Φλεγύας, εἴτε προπαροξυτόνως Φλέγυας. (ῃερς. 263.) οἱ δὲ ἀλλὰ καὶ ἀγαθοὶ βασιλεῖς εἶναι φαίνονται καὶ μειλίχιοι. διὸ καὶ μετὰ λύρας πυργῶσαι τὰς Θήβας ᾄδονται, ὡς ἐμμελῶς καὶ ἱλαρῶς καὶ ὡς εἰπεῖν ἐμμούσως καὶ δίχα τοῦ ἄπῳδόν τι τοῖς ὑπηκόοις ἐνδείξασθαι, τειχίσαι τὴν πόλιν, ἣν ἑπτάπυλόν φασιν ἤνοιξαν ἐκεῖνοι διὰ τὸ ἑπτάχορδον εἶναι τὴν λύραν αὐτοῖς, ὡς εἶναι τὰς ἐκεῖ πύλας ἰσαρίθμους ταῖς ῥηθείσαις χορδαῖς. ὁ δὲ γεωγράφος καὶ τὴν Τερπάνδρου ἑπτάχορδον ἱστορεῖ. (ῃερς. 260.) Τὸ δὲ Διὸς ἐν ἀγκοίναις ἰαῦσαι, σεμνῶς εἴρηται ἐπὶ μίξεως. λειότερον ἐκφωνηθὲν τοῦ ἀγκὰς ἔμαρψεν ἣν παράκοιτιν. τούτοις δὲ ὅμοιον μετ' ὀλίγα ἐπὶ Ἀλκμήνης τὸ, ἐν ἀγκοίναις Διὸς μεγάλοιο μιγεῖσα. (ῃερς. 262.) Τὸ δὲ πρῶτοι ἔκτισαν, διαστέλλει αὐτοὺς τοῦ μεταταῦτα, ὡς ἐῤῥέθη, ἀνακτίσαντος Κάδμου. Τὸ δὲ πύργωσαν τειχισμὸν πόλεως διασαφεῖ. τὸ γὰρ ἔκτισαν καὶ ἐπὶ ἑτέρων οἰκοδομημάτων λέγεται. (ῃερς. 265.) Ὅτι τὸν πολὺν Ἡρακλέα πολλαχοῦ τῆς τε Ἰλιάδος καὶ τῆς Ὀδυσσείας καταμερίσαἱστορικῶς ὁ ποιητὴς, ἐνταῦθα μικροῦ τινὸς αὐτὸν ἀξιοῖ λόγου. διὸ καὶ περὶ τὴν αὐτοῦ μητέρα σμικρολογεῖται, εἰπών· Ἀλκμήνην ἴδον Ἀμφιτρύωνος ἄκοιτιν, ἥπερ Ἡρακλέα γείνατο Διῒ μιγεῖσα. καλεῖ δὲαὐτὸν θρασυμέμνονα θυμολέοντα καὶ μένος αἰὲν ἀτηρῆ. Ἰστέον δὲ ὅτι φθάσας εἰπεῖν, ὡς πρώτην Τυρὼ ἴδον, εἶτα ὅτι Ἀντιόπην ἴδον, ἐνταῦθα τρεῖς ἡρωΐδας εἰς ἓν συνάγει ῥῆμα, εἰπών· Ἀλκμήνην ἴδονκαὶ Μεγάραν καὶ Ἐπικάστην. ἐπαναπαυσάμενος δὲ τῷ τοιούτῳ ῥήματι ἐρεῖ ἐφεξῆς καὶ Χλῶριν ἴδον, καὶ Λήδην ἴδον, καὶ Ἰφιμέδειαν εἰσίδον. εἶτα καθ' ὑπαλλαγήν τινα εἰπὼν Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Ἀριάδνην ἐπάγει πάλιν· Μαῖράν τε Κλυμένην τε ἴδον καὶ Ἐριφύλην. καὶ οὕτω διὰ πασῶν τῶν ἡρωΐδων ἀρκεσθήσεται ἀγαγὼν ἓν ῥῆμα τὸ ἐκ τοῦ ἰδεῖν. (ῃερς. 280.) Ἰστέον δὲ ὡς ἐν τούτοις Χλῶριςἡ τῆς Χλώριδος νοεῖται ψυχή, (ῃερς. 268.) καθὰ ὁ παραφραστὴς Δημοσθένης δηλοῖ ἐν τῷ, ἴδον ἐνταῦθα Χλῶριν, λέγω δὲ τὴν ψυχὴν τῆς Χλώριδος. καὶ τοῦτό φησιν ἔστω μοι ἐπὶ πάσης. Ὅτι Μεγάρα Κρέοντος θυγάτηρ βασιλέως Θηβῶν Ἡρακλεῖ γημαμένη ἔσχε παῖδας τρεῖς. Ἡρακλέος δὲ σταλέντος τὴνεἰς Κέρβερον ἐκάκου τοὺς Ἡρακλείδας τούτους Λύκος βασιλεὺς τηνικαῦτα Θηβῶν. Ἡρακλῆς δὲ ἄνω γενόμενος ἀνεῖλεν ἐκεῖνον αὐτῇ γυναικὶ καὶ τέκνοις. Ἥρας δὲ χόλῳ εἰς μανίαν συνελαθεὶς διεχειρίσατο καὶ τοὺς παῖδας, ὧν χάριν ἀνεῖλε τὸν Λύκον. διὸ καὶ τεκνοραίστης κεῖται παρὰ Λυκόφρονι. ὡς δέ τινές φασι, καὶ τὴν Μεγάραν διεχειρίσατο. μέλλων δέ φασι καὶ τὸν ἀδελφὸν Ἰφικλέα διαθέσθαι τὰ ὅμοια, ἐκωλύθη φθάσαντος ἐκείνου κατὰ φύσιν θανεῖν. ἑτέρωθεν δὲ τὰ τῆς ἱστορίας ταύτης. Ὅμηρος γὰρ στίχῳ ἑνὶ περιέγραψε τὴν Μεγάραν οὐδέν τι προσεπειπὼν, ὃ καὶ ἐφ' ἑτέρων τινῶν ποιήσει ἐν τοῖς ἑξῆς, ποικιλίαν καὶ οὕτω τεχνώμενος τῷ λόγῳ ἐκ τοῦ, τῶν μὲν πλατύτερον μεμνῆσθαι, τῶν δὲ πρὸς μόνα ὀνόματα διὰ τὸ δῆλα εἶναι τὰ περὶ τῶν τοιούτων ἱστορούμενα. Τὸν δὲ Κρέοντα Κρείοντα ἔφη ὁ ποιητὴς ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. (ῃερς. 270.) Ὅτι τὴν τοῦ Οἰδίποδος φύσει μὲν μητέρα, δυσποτμίᾳ δὲ γυναῖκα Ἰοκάστην Ἐπικάστην ὁ ποιητὴς οἶδεν. ἣν καὶ καλὴν ὀνομάζει. καὶ ἱστορῶν ἐν βραχεῖ τὰ κατ' αὐτὴν οἷα ὡς εἰκὸς φειδόμενος ἐμπλατύνεσθαι τοῖς περὶ τούτων λόγοις φησίν· (ῃερς. 271.) ἣ μέγα ἔργον ἔρεξαν ἀϊδρείῃσι νόοιο, ἤγουν κατὰ ἄγνοιαν, γημαμένη ᾧ υἱεῖ, ἤγουν τῷ ἑαυτῆς υἱῷ. ὁ δ' ὃν πατέρ' ἐξεναρίξας γῆμεν. ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς. (ῃερς.