Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
259.1.1
) Ἰστέον δὲ ὅτι ἀνδρὶ κατὰ θάλασσαν πλάνητι εἰπεῖν ἁρμόττει τὸ, ἡμεῖς τοι ἀποπλαγχθέντες παντοίοις ἀνέμοισι καὶ ἑξῆς ἕως τοῦ, οὕτω που θεὸς ἤθελε μητίσασθαι. (ῃερς. 264.) Ἀριστέως δὲ ἔπαινος τὸ, τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος καὶ ἑξῆς ἕως τοῦ, ἀπώλεσε λαοὺς πολλούς. τὰ δὲ αὐτοῦ ἐφεξῆς, ἱκετικά εἰσιν ἐπὶ ξενίᾳ. (ῃερς. 273.) Τὸ δὲ νήπιος εἶς, ὦ ξεῖνε, ἢ τηλόθεν εἰλήλουθας, πρός τινα ῥηθήσεται ὃς κοινόν τι περὶ προσώπου λαλῶν ἢ ὡς ἄφρων λαλεῖ ἢ ὡς φρονῶν μὲν μὴ πεῖραν δὲ τοῦ προσώπου σχὼν ὡς εἰ καὶ ἀπὸ ξένης ἦλθε. (ῃερς. 275.) Τὸ δὲ, οὐ γὰρ Κύκλωπες ἀλέγουσιν οὐδὲ θεοῦ ἐπειὴ πολὺ φέρτεροί εἰσι, καὶ τὸ, οὐδ' ἂν ἐγὼ θεοῦ ἔχθος ἀλευάμενος πεφιδοίμην εἰ μὴ θυμός με κελεύει, ἀσεβὲς καὶ κακόφρον ἦθος ὑπογράφουσι. (ῃερς. 280.) φρονίμου δὲ λόγος κατὰ νηπίου πειραστοῦ τὸ. ὣς φάτο πειράζων, ἐμέ δ' οὐ λάθεν εἰδότα πολλά. ἐν οἷς, καὶ οἱ ἐπαινετοὶ δόλοι. ὧν ἄρτι προβολὴ τὸ προσεχῶς περὶ ναυαγίας ῥηθὲν δόλιον ἔπος. (ῃερς. 283.) Τὸ δὲ νέα μέν μοι κατέαξε Ποσειδῶν πρὸς πέτρῃς βαλὼν ἄκρῃ προσπελάσας, ἄνεμος δ' ἐκ πόντου ἤνεγκεν, ἐγὼ δὲ σὺν τοῖσδε ὑπέκφυγον ὄλεθρον, ναυαγίου ἐστὶν ἐκφραστικόν. Ἔνθα τὸ, νέα μέν μοι, ἀνάπαιστον ἔχει πόδα ἐν καταρχῇ στίχου, καταλογιζόμενον ἀντὶ σπονδείου. (ῃερς. 260.) Τὸ δὲ ὑπὲρ μέγα λαῖτμα, ἢ ἀντὶ τῆς κατˉα προθέσεως κεῖται, ἢ ἀντιπτωτικῶς ἐῤῥέθη ἀντὶ τοῦ, ὑπὲρ ἄνω μεγάλου κύματος. (ῃερς. 266.) Ξεινήϊον δὲ δωτίνης διαφέρειν δοκεῖ κατὰ τὸ κειμηλιοῦσθαι καὶ μή. ποῖον δὲ ἂν εἴη κειμήλιον τῷ λαβόντι, εἴτε τὸ ξεινήϊον εἴτε ἡ δωτίνη τουτέστι τὸ δῶρον, ἐρευνάτω τις. οὐκ ἔστι γὰρ βεβαίως εἰπεῖν. ἴσως δὲ τὸ δῶρον ἐκειμηλιοῦτο οἷα τιμιώτερον. ξείνιον μὲν γὰρ δίδοται καὶ τῷ τυχόντι. δῶρον δὲ, τῷ ἀξίῳ λόγου πλείονος. δύναται δέ τις ἐρίζων ἐπαγωνίζασθαι καὶ εἰς τὸ ἀνάπαλιν. (ῃερς. 269.) Τὸ δὲ φέριστε, κολακικῶς οὕτω λεχθὲν, παρήνεγκε τὸν οὐκ ἔμφρονα Κύκλωπα εἰπεῖν τὸ, ἐπεὶ πολὺ φέρτεροι ἐσμέν. ταυτὸν δὲ φέριστον εἰπεῖν καὶ φέρτερον. (ῃερς. 270.) Ἐπιτιμήτωρ δὲ κατὰ τοὺς παλαιοὺς ὁ ἐπόπτης καὶ βοηθός. εἴη δ' ἂν καιριώτερον εἰπεῖν τιμωρός. ἐκδικητής. παρὰ τὴν τιμὴν ἣ δηλοῖ τὴν ποινήν. ἢ τιμητικὸς ἤγουν τιμῶν. καθ' ὃ σημαινόμενον ἐῤῥέθη καὶ τὸ, ἐπετιμήθη ὁ σῖτος, ἤγουν τιμιώτατος γέγονεν. ἔστι δὲ ἶσον τῷ Ὁμηρικῷ ἐπιτιμήτορι καὶ τὸ εἰπεῖν ἐπιτιμητήν. Αἰσχύλος. ὡς ὁὐπιτιμητής γε τῶν ἔργων βαρὺς, ἵνα ᾖ ὡς θηρατὴς θηρήτωρ, οὕτω καὶ ἐπιτιμητὴς ἐπιτιμήτωρ. Ἱκέται δὲ ξένων διαφέρουσι, καθότι ἅπας μὲν ἱκέτης καὶ ξεῖνος. οὐ πᾶς δὲ ξεῖνος καὶ ἱκετεύει. καὶ ἔστι τὸ ξεῖνος καθολικώτερον. (ῃερς. 271.) Τὸ δὲ ὃς ξείνοις ὀπηδεῖ, ἑρμηνευτικόν ἐστι τοῦ ξείνιος. Ἐν δὲ τῷ, οὐ Κύκλωπες Διὸς ἀλέγουσι καὶ ἑξῆς ὅτι ὁ Πολύφημος ἀφ' ἑαυτοῦ καὶ τοὺς λοιποὺς ἐγχωρίους διαζωγραφεῖ, οὐ γὰρ κατ' αὐτὸν ἀσεβεῖς ἐκεῖνοι, προδεδήλωται. ἴσως δὲ καὶ ἑαυτὸν εἶναι κρίνει τοὺς ἄλλους Κύκλωπας. διὸ ἐπάγει (ῃερς. 277.) οὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην. μονονουχὶ λέγων ὡς ἐπεί περ ἐγὼ τοιοῦτος, οὐκ ἂν οὐδὲ οἱ λοιποὶ Κύκλωπες ἑτεροῖοι εἶεν. Τὸ δὲ πεφιδοίμην Ἰωνικός ἐστι μέσος δεύτερος ἀόριστος. (ῃερς. 279.) Τὸ δὲ ὅπῃ ἔσχες νῆα, ἀντὶ τοῦ, ἐπίσχες τοῦ πλέειν. ἐνελιμένισας. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον κατασχεῖν λέγουσι καὶ προσχεῖν. προσίσχει γάρ τις λιμένι καὶ κατέσχεν εἰς ὅρμον. Ὅρα δὲ τὸ πειράζων κοινῶς ῥηθὲν ἀντὶ τοῦ δοκιμάζων. πρωτότυπον δὲ αὐτοῦ τὸ πειρῶ, ὡς δηλοῖ τὸ, πειρᾷ ἐμεῖο γεραιέ. Τὸ δὲ ὑμῆς γαίης σύστοιχόν ἐστι τοῦ, εὖ ναιομένην πόλιν ἐμήν. καὶ τοῦ, ὑμὰ κτήματα. Ἄκρην δὲ, ἀκρωτήριον λέγει ἔφαλον, ᾧ πέρ ἐστι προσκροῦσαι τὸ παραπλέον. (ῃερς. 287.) Ὅτι βαρύφρονος ἤθους τὸ, ὣς ἐφάμην. ὁ δέ μ' οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ. ἀλλ' ὅ γ' ἀναΐξας ἐποίει τάδε, (ῃερς. 288.) Ὅτι διηγούμενος Ὀδυσσεὺς ὅπως ἐπέβαλε βίαν τοῖς αὐτοῦ φίλοις ὁ Πολύφημος φησίν. ἀλλ' ὅ γ' ἀναΐξας ἑτάροις ἐπὶ χεῖρ' ἴαλλε, σὺν δὲ δύω μάρψας ὥστε σκύλακας ποτὶ γαίῃ (ῃερς.
259.1.2
) Ὅτι ἐπὶ ψηλαφωμένων μὲν μὴ φαινομένων δὲ, καλὸν εἰπεῖν τὸ, οἵδ' ἅμ' ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν ἐξεφάνη. δηρὸν δὲ καθήμενος ἐσκοπίαζον. (ῃερς. 261.) Ἀνδρείου δὲ ὁπλίτου ἐνδεικτικὸν τὸ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον ὤμοιϊν βαλόμην μέγα χάλκεον. (ῃερς. 262.) ἀμφὶ δὲ τόξα. τουτέστι τόξον ὃ πολλαχοῦ πληθύνει Ὅμηρος, ὥς που καὶ τὰ ἅρματα καὶ τὰ πρόσωπα. χαίρουσι δὲ Ἀττικοὶ τῷ τοιούτῳ σχήματι, παρ' οἷς καὶ ἀφύαι μὲν πληθυντικῶς τὸ ἰχθύδιον, σπανιώτατα δὲ ἀφύη, ὡς παρασημειοῦνται οἱ παλαιοί. (ῃερς. 263.) Ὅτι ὥσπερ ὁδὸν ἡγεμονεῦσαι πολλαχοῦ, οὕτω καὶ νῦν αὐτὴν ὁδὸν ἡγήσασθαι φησὶν ἀντὶ τοῦ εἰς ὁδόν. Ὅτι ἐνδιαθέτου ἱκετείας τὸ, αὐτὰρ (ῃερς. 264.) ὅ γ' ἀμφοτέρῃσι λαβὼν ἐλίσσετο γούνων. ἔστι δὲ λαβεῖν γούνων καὶ νῦν τὸ ἅψασθαι. (ῃερς. 266.) Ὅτι δυσελπιστία ὁδοῦ τὸ, μή μ' ἄγε κεῖσε ἀέκοντα διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ. ἤγουν ὧδε· οἶδα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι ἤτοι ἐπανέλθῃς, οὔ τέ τιν' ἄλλον ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοῖσδεσι θᾶσσον φεύγωμεν, ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ. (ῃερς. 271.) ὁ δὲ τοῦτο παρ' ἀνδρὸς ἀγεννοῦς ἀκούσας εἴποι ἂν προσφυῶς τὸ, ἤτοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ ἔσθων καὶ πίνων. αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη. Καὶ ὅρα τὸ μένε αὐτοῦ τῷδ' ἐνὶ χώρῳ. ἐφερμηνευτικὸν γὰρ τοῦ μένε αὐτοῦ, τὸ, τῷδ' ἐνὶ χώρῳ. (ῃερς. 275.) Ὅτι ἱερὰς βήσσας τὰς περὶ τὴν νῆσον τῆς Κίρκης λέγει, διὰ τὸ ἀστίβητον ὥς φασιν οἱ παλαιοὶ, ὥς που καὶ πρὸ τούτων ἱερὸν ἔφη ἄλσος Ἀθηνᾶς τὸ τοῖς πολλοῖς ἀπρόσβατον. (ῃερς. 276.) λέγει δὲ καὶ πολυφάρμακον τὴν Κίρκην, ὁποία ἦν καὶ ἡ παλαιὰ Μήδεια καὶ ἡ Κροκοδίκη. (ῃερς.

Intertext edge

Open linked passage

Note