Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
262.1.1
) Τὸ δὲ ἤγαγε κεῖσε περὶ Ἀφροδίτης εἶπεν ἡ Ἑλένη σεμνύνουσα ἑαυτήν. ὀκνεῖ γὰρ μνησθῆναι τοῦ ἀληθῶς ἀγαγόντος αὐτὴν εἰς Τροῖαν Πάριδος. (ῃερς. 263.) Τὸ δὲ νοσφισαμένη, γράφεται μὲν καὶ αἰτιατικὴ, διὰ τὴν Ἑλένην. δηλοῖ δὲ τὴν νόσφι καὶ χωρὶς ποιησαμένην. ἐπὶ γὰρ τοῦ ἰδιοποιεῖσθαι, οὐδαμοῦ παρὰ τῷ ποιητῇ κεῖται τὸ νοσφίζεσθαι. ἔστι δὲ χρῆσις καὶ ἐν Ἰλιάδι τῆς τοιαύτης λέξεως. Ἐν τούτοις δὲ, σημείωσαι καὶ ὅτι Πηνελόπη μέν που ἐρεῖ τὴν Τροῖαν κακοΐλιον οὐκ ὀνομαστήν. Ἑλένη δ' ἐνταῦθα οὐδὲ ὀνομάζειν ὅλως αὐτὴν ἐθέλει. ἀνωτέρω μὲν γὰρ, δυσμενέων πόλιν εὐρυάγυιαν εἶπεν. εἶτα Τρώων πόλιν. ἐνταῦθα δὲ, ὅτε με ἤγαγε κεῖσε. ἤγουν εἰς Τροῖαν. ἴσως οὖν, ἀπώμοτον ἔχει τὴν τῆς πόλεως ταύτην κλῆσιν. (ῃερς. 264.) Εἰς δὲ τὸν ἐκ τῆς Ἑλένης ἔπαινον τοῦ Μενελάου, φασὶν οἱ παλαιοὶ ὅτι οἱ ἄνδρες οὐχ' οὕτως ἐπὶ φθοραῖς γυναικῶν ἀγανακτοῦσιν, ὡς ἐπὶ ταῖςαἱρέσεσιν. ὅτε δηλαδὴ αἴσθονται ὑπ' ἄλλων παρ' εὐδοκιμούμενοι παρ' αὐταῖς. ὅθεν Ἑλένη ἐπαινεῖ τὸν ἄνδρα τὸ εἰς εἶδος εἰς ὃ ἐξημαρτηκέναι διαβάλλεται ὡς ἡττηθεῖσα τῆς τοῦ Πάριδος εὐμορφίας. (ῃερς. 266.) Ὅτι διαδεξάμενος τὸν τῆς γυναικὸς Ἑλένης λόγον ὁ Μενέλαος, λέγει τι καὶ αὐτὸς περὶ τοῦ Ὀδυσσέως μεμιγμένον ἔκ τε μόνων ὧν αὐτὸς εἶδε, καὶ ἐξ ὧν δὲ ἡ Ἑλένη μόνη. καὶ ἔτι ἀφ' ὧν ᾔδεισαν ἀμφότεροι. καὶ τέως μὲν, συναινεῖ τῇ συγγραφῇ τῆς γυναικός. εἰπών. ναὶ δὴ ταῦτά γε πάντα γύναι κατὰ μοῖραν ἔειπες. ὃ παρῴδηται ἀπὸ τοῦ, ναὶ δὴ ταῦτά γε πάντα γέρον. (ῃερς. 267.) εἶτα καὶ αὐτὸς ὁμοίως τῇ Ἑλένῃ προοιμιασάμενος, ὑποβάλλει διήγημα τὸ κατὰ τὸν δούρειον ἵππον. χρησάμενος καὶ στίχῳ ἑνὶ ἀπαραποιήτως ὡς ἐλάλησεν ἡ γυνὴ μὴ μόνον τὴν τοῦ εἰπεῖν μέθοδον ἐξ ἐκείνου κερδήσας, ἀλλὰ καὶ ἔπος ἀκέραιον. ἡ δὲ προοιμιακὴ τοῦ Μενελάου ἔννοια, ἔπαινός ἔστι καὶ αὐτὴ ἀνδρὸς ἁπλῶς ἀγαθοῦ μέγά τι ἆθλον ἐργασαμένου. ἔχει δὲ ὁ λόγος τῷ Μενελάῳ, οὕτως. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε ἀνδρῶν ἡρώων. πολλήν δ' ἐπελήλυθα γαῖαν. ἀλλ' οὔπω τοῖον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσχε φίλον κῆρ. (ῃερς. 271.) εἶτα θαυμαστικῶς ἐπεισβάλλων τῷ διηγήματι κατὰ τὴν Ἑλένην καὶ αὐτὸς, φησίν. οἷον καὶ τό δ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ ἵππῳ ἐνὶ ξεστῷ, ἵν' ἐνήμεθα πάντες ἄριστοι Ἀργείων, Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἦλθες ἔπειτα σὺ κεῖσε, κελευσέμεναι δέ σ' ἔμελλε δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῆδος ὀρέξαι. καίτοι Δηΐφοβος θεοείκελος ἕσπετ' ἰούσῃ. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα. ἐκ δ' ὀνομακλήδην Δαναῶν ὠνόμαζες ἀρίστους, πάντων Ἀργείων φωνὴν ἴσκουσ' ἀλόχοισιν. Αὐτὰρ ἐγὼ καὶ Τυδείδης καὶ δῖος Ὀδυσσεὺς, ἥμενοι ἐν μέσσοισιν, ἀκούσαμεν ὡς ἐβοήσας. καὶ ἡμεῖς μέν φησιν ἀμφότεροι, μενεήναμεν ὁρμηθέντες, ἢ ἐξελθέμεναι ἢ ἔνδοθεν αἶψ' ὑπακοῦσαι. ὅ ἐστιν ἀποκριθῆναι. ὅπερ ὑποκρίνεσθαί φησιν ἀλλαχοῦ ὁ ποιητής. ἀλλ' Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. εἶτα διηγεῖται καὶ ὡς οἱ μὲν ἄλλοι πάντες ἡσύχως ἦσαν ἔσω. Ἄντικλος δὲ μόνος ἀμείψασθαι λόγοις τὴν Ἑλένην ἤθελεν. ἀλλ' Ὀδυσσεὺς ἐπὶμάστακα χερσὶ πίεζε κρατεραῖς, σάωσε δὲ πάντας Ἀχαιοὺς κατέχων. ἕως ἀπήγαγέ σε ἡ Ἀθηνᾶ. τουτέστιν ἡ παρὰ σοὶ φρόνησις. ἐθέλει γὰρ ὁ Μενέλαος ἐπαινεθεὶς ὑπὸ τῆς γυναικὸς, ἀντεπαινεῖν αὐτὴν ὡς καὶ προμηθῶς ὑποχωρήσασαν, καὶ τὴν ἀρχὴν δὲ, βίᾳ ἐλθοῦσαν εἰς τὸν δούρειον ἵππον καὶ λαλήσασαν. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ εἰπεῖν, ὡς ἔμελλε τουτέστιν ἐῴκει δαίμων τις ἐπίκουρος Τρώων ἀγαγεῖν σε ἐκεῖ. ἄλλως γὰρ, οὐκ ἐχρῆν τοιοῦτόν τι ποιῆσαι οἴκοθεν τὴν Ἑλένην. ἧς ἡ καρδία τέτραπτο οἴκαδε παλιννοστῆσαι μεταστενούσης τὴν ἐξ Ἀφροδίτης ἄτην. (ῃερς. 279.) Καὶ ἔστιν ὁ Ὁμηρικὸς οὗτος τόπος λυτικὸς πολλῶν ἀποριῶν. ἡ εἰς τὸ δαιμόνιον δηλαδὴ μετάστασις τῆς αἰτίας τοῦ κακοῦ. αἰτιῶνται γὰρ ἄλλως οἱ παλαιοὶ τὴν τῆς ἱστορίας ταύτης διάθεσιν, ἀπίθανον εἰπόντες εἶναι τὸ τὴν Ἑλένην οὕτω στρογγύλλεσθαι τὴν φωνὴν καὶ μεταβάλλειν πρὸς τοσαύτην μίμησιν. καὶ ἄλλως δέ φασι, πῶς ἡ πρὸ μικροῦ εἰποῦσα ὡς ἤδη μοι θυμὸς ἐτέτραπτο νέεσθαι εἰς τὴν πατρίδα, οὕτω δολερῶς κεράννυσι τὴν φωνὴν, ὡς παρὰ βραχὺ ἂν σχεδιάσαι κακὸν τοῖς Ἀχαιοῖς ὅπερ οὐδὲ ὁ δεκαετὴς κατειργάσατο πόλεμος; πῶς δὲ καὶ ἐπίστευον οἱ ἐν τῇ πολεμίᾳ γῇ, ὡς πάρεισιν αὐτῶν αἱ γυναῖκες. γελοῖα οὖν φασιν ἡ τῶν φωνῶν μίμησις καὶ ἀδύνατος. λύεται δὲ ὡς ἐῤῥέθη τὸ ἄπορον, ἐκ τοῦ, δαίμονα ἐχθρὸν τοῖς Ἀχαιοῖς μεσολαβῆσαι. καὶ τοῦτο μὲν ῥητορικώτερον. ὁ δέ γε μῦθος φωνόμιμον παραδίδωσι τὴν Ἑλένην. ὅθεν καὶ ἠχώ φασι καλεῖσθαι αὐτήν. καὶ δῶρον αὐτὸ λαβεῖν ἐξ Ἀφροδίτης ὅτε εἰς γάμον ἐξεδόθη τῷ Μενελάῳ, ὡς ἂν εἴποτε πρὸς ἄλλην ὁ ἀνὴρ ἀπονεύσει, ἐξελέγχειν ἔχῃ αὐτὸν τῷ τῆς φωνῆς εἰκασμῷ, ὑποκρινομένη τὴν ἐρωμένην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 272.) Ἵππον δὲ ξεστὸν, τὸν δούρειον λέγει ὅ ἐστι τὸν ξύλινον. ξύλου δὲ ἴδιον τὸ ξέεσθαι, καθὰ καὶ λίθου. ὅθεν καὶ τὸ, ξεστοῖσι λίθοισι. καὶ τὸ, ἀσαμίνθους ἐϋξέστας. ἐπεὶ δὲ καὶ τὸ ξύεσθαι ἐπὶ ξύλου λέγεται, εἰκότως καὶ δόρυ ξυστὸν φαμέν. Τὸ δὲ ἐνήμεθα πάντες ἄριστοι, ἀνεπαχθῶς ἐῤῥέθη διὰ τὸ τοῦ ἐπαίνου κοινόν. καθὰ καὶ Νέστωρ ἐμεθώδευσεν ἐν τῷ, ἀνέτλημεν μένος ἄσχετοι Ἀχαιοί. Τὸν δὲ Δηΐφοβον νοητέον ἀκολουθεῖν τῇ Ἑλένῃ, ὡς ἂν εἴ τις ἔνδοθεν φωνήσοι, μὴ ἔχοι κρύψαι τὸ γενόμενον ἡ Ἑλένη. φασὶ δὲ αὐτὸν θανόντος Πάριδος ἀγαγέσθαι τὴν Ἑλένην, ὡς τῶν περιλειφθέντων ἀδελφῶν κρείττονα. ὃ καὶ Μενέλαος δηλοῖ, θεοείκελον ὀνομάσας αὐτόν. οὐ γὰρ ἔχει κρύπτειν τὸ ἀληθές. (ῃερς. 277.) Τὸ δὲ περίστειξας, ἀντὶ τοῦ περιῆλθες. περιώδευσας. Κοῖλον δὲ λόχον, ἀστείως εἶπε τὸν δούρειον ἵππον. ἕτεροςμέντοι τολμηρῶς ἐθέλων φράζειν, καὶ βαθὺν δόλον προσεῖπεν ἂν αὐτόν. καὶ Ἅιδου ἕρκος. καὶ εἴ τι τοιοῦτον. ἀστείως δὲ καὶ Σοφοκλῆς, ὃς λέγεται ὕπουλον εἰπεῖν τὸν δούρειον ἵππον, παρενεγκὼν αὐτὸ ἐκ τοῦ σκωπτικῶς λεγομένου ὑπούλου ἤθους τοῦ κατ' ἄνθρωπον μὴ ὑγιῶς ἔχοντα τοῦ τρόπου, ὡς ἀπὸ ἑλκῶν ἃ δοκοῦντα ὑγιᾶσθαι, οὐκ εἰς παντελές φασι καθαρεύει. ἀλλὰ δηλαδὴ ὑπὸ τὴν προφαινομένην οὐλὴν, κακόν τι κρύπτει ὁ δὲ τοιοῦτος ὕπουλος, καὶ σκοτομήδης ὑπὸ τῶν παλαιῶν σκώπτεται. καὶ χθόνιος, ὡς διὰ δόλον στυγνὸς ὢν καὶ κατηφής. καὶ σκοτοιβόρος, ὡς ὑπὸ σκότῳ βιβρώσκων τὸν πολεμούμενον. αὐτὸ μέντοι, δύναταί ποτε δηλῶσαι καὶ τὸν κρύφα μονοφαγοῦντα. ἵνα ᾖ τότε αὐτὸς, συζυγῶν τῇ παρ' Ἡσιόδῳ δειπνολόχῳ γυναικί. ἀναλογία δὲ πάντως τοῦ σκοτοιβόρος, πρὸς τὸ ὁδοιπόρος, ὁδοιδόκος, καὶ τὰ ὅμοια. (ῃερς. 279.) Ἐν δὲ τῷ, πάντων Ἀργείων, ἢ ἔοικε παρέλκειν τὸ πάντων διὰ τὸ καὶ ἀπίθανον καὶ ἀδύνατον εἶναι τὸ λεγόμενον. ἢ καὶ ἄλλως πάντας Ἀργείους κἀνταῦθα λέγει, οὓς καὶ ἀνωτέρω εἶπεν ἐν τῷ. ἐνήμεθα πάντες ἄριστοι καὶ κατωτέρω δὲ ἐν τῷ, ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν. ἔχει δέ τι καὶ ἀμφίβολον ὁ τόπος οὗτος. οὐ γὰρ μόνον δύναται νοεῖσθαι φωνὴ ὁμοία ταῖς ἀλόχοις πάντων Ἀργείων, ἀλλὰ καὶ ἄλλως, ὅτι ὠνόμαζες ἀρίστους πάντων Ἀργείων. Ἐντούτοις δὲ, ὅρα τὸ ἀλόχοισιν, ἁπλοϊκῶς ὡς ἐν σχεδιασμῷ ῥηθέν. ἐσκεμμένως γὰρ εἰπεῖν, οὐκ ἀλόχοις φωνὴν ἤϊσκεν ἡ Ἑλένη, ἀλλὰ πάντως ταῖς τῶν Ἑλληνικῶν ἀλόχων φωναῖς. ὑποκρινομένη δηλαδὴ κατὰ φωνὴν εἰ καὶ μὴ κατὰ σχῆμα. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ὑπόκρισις, διάθεσις φωνῆς καὶ σχήματος, πιθανή. πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγματι. Ἄντικλον δὲ, ὁ μὲν Ὁμηρικὸς οὐκ ἔχει κατάλογος ὡς εἶναι αὐτὸν γνώριμον κατὰ ἡγεμονίαν, ἀγαθὸς δὲ ἄλλως ἔοικεν εἶναι ἀνὴρ τὰ πολεμικὰ, διὸ καὶ ἐνεκρίθη εἰς λόχον. ὡς μὴ κατὰ ἡγεμόνας ἐπιλεγέντων ἀλλὰ ἀριστίνδην τῶν ἐν τῷ δουρείῳ ἵππῳ ἐνεδρευσάντων. (ῃερς. 287.) Μάσταξ δὲ, οὐ μόνον ἡ τροφὴ ὡς καὶ ἐν ἄλλοις, ἀλλὰ καὶ τὸ στόμα ὡς ἐνταῦθα. παρὰ τὸ μαστᾶσθαι δὲ γίνεται καὶ ἀμφότερα. τινὲς δὲ, καὶ τὸ χεῖλος οὕτω φασὶν. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ μάστακες αἱ ἀκρίδες, καὶ λέγεται κεῖσθαι τοῦτο παρὰ Σοφοκλεῖ ἐν Φινεῖ. ἐκεῖ δὲ, ἐμφέρεται καὶ ὅτι μάσταξ αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες. πάππος δ', αἱ ἐπὶ τοῦ κάτω. Ἔνθα σημείωσαι ὡς ὁ παρὰ τοῖς ἄλλοις κοινῶς λεγόμενος μύσταξ διὰ τοῦ ˉυ, μάσταξ ἐκεῖσε διὰ τοῦ ˉα γράφεται. Αἴλιος δὲ Διονύσιος, καὶ μασταρύζειν φησὶ τὸ κακῶς μασᾶσθαι καὶ βλακικῶς. (ῃερς. 288.) Τὸ δὲ χερσὶ κρατεραῖς, ἐνταῦθα μάλιστα καιριώτατον, ἔνθα ἐγκρατῶς πιέζουσι. Τὸ δὲ σάωσε δὲ πάντας Ἀχαιοὺς, τὸ καίριόν ἐστι τοῦ διηγήματος, ὃ ἔρεξεν ὁ κρατερὸς Ὀδυσσεύς. οὗ μὴ ῥεχθέντος, κίνδυνος ἦν, καὶ τοῦ δορείου ἵππου βοὴν ἐξηχηθῆναι τότε ὀλέθριον, ἄλλον τρόπον ἤπερ ἐπὶ τοῦ ταύρου κατὰ τὸν Φάλαριν λέγεται. (ῃερς.
262.1.2
) Τὸ δὲ σημειώσασθαι ἡμᾶς νῦν ἐπὶ Ὀδυσσέως τὸ τέταρτον ἦμαρ ὡς ἐνδεικτικὸν τῆς ἐκείνου φερεπονίας καὶ τοῦ κατ' αὐτὸ κινδυνώδους, εἴη ἂν, ἢ περίεργον ἢ ἀπειρόκαλον. δοκεῖ γὰρ ἡ τετρὰς, ἔχειν τι βαρύτητος. ὡς ἡ κατὰ τὸν Ἡρακλέα ἱστορία δηλοῖ. ὃς ἡμέρᾳ τετάρτῃ γεννηθεὶς, δυστυχὴς ἀπέβη. ὅθεν καὶ παροιμία τὸ, τετράδι γέγονα. ἤγουν ἑτέροις πονῶ. οἱ γὰρ ἐν ταύτῃ φασὶ τῇ ἡμέρᾳ γεγονότες ὡς Ἡρακλῆς ἱστορεῖται, ἄλλοις δοκοῦσι ταλαιπωρεῖν. ὡς καὶ νῦν Ὀδυσσεὺς θαλάσσῃ καὶ ἀνέμοις, οἳ τὴν σχεδίαν ἀπήγαγον ὕστερον. (ῃερς. 263.) Ὅτι τὸν Ὀδυσσέα ἔπεμψε Καλυψὼ, εἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε μέλανος οἴνοιο, τὸν ἕτερον. ἕτερον δ' ὕδατος μέγαν. ἐν δὲ καὶ ἤϊα κωρύκῳ. ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά. (ῃερς. 268.) καὶ ταῦτα μὲν ἀνθρωπίνως. τό δ' ἐφεξῆς, οὐ τοιοῦτον. φησὶ γάρ. οὖρον δὲ προέηκε ἀπήμονά τε λιαρόν τε. Καὶ ὅρα τὸ λιαρὸν οὖρον συντελοῦν εἰς τὸ, οὐδέ ποτ' οὖρος ἔσβη. περὶ οὗ προγέγραπται. (ῃερς. 264.) Ὅρα δὲ ὅτι οὐ μόνον οἶκος θυώδης ὡς προδεδήλωται, ἀλλ' ἰδοὺ καὶ εἵματα θυώδεα. Τὸ δὲ ἀμφιέσασα καὶ λούσασα καὶ ὧδε πρωθύστερόν ἐστι, πρῶτον γάρ τις λουσάμενος, εἶτα ἀμφιέννυται. (ῃερς. 265.) Τὸ δὲ ἀσκὸν οἴνου τὸν ἕτερον, ἕτερον δ' ὕδατος, φανερῶς δηλοῖ, ἐπὶ δύο τὸ ἕτερον λέγεσθαι ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. ὅθεν καὶ ἑτερόφθαλμος, ὁ δυεῖν ὀφθαλμῶν ἔχων τὸν ἕτερον. (ῃερς. 266.) Τὸ δὲ ἕτερον δ' ὕδατος μέγαν, παιδευτικῶς ἐῤῥέθη. ὡς δέον ὂν, πλεῖον ὕδατος ἤπερ οἴνου μετέχειν. μέγας γὰρ οὐχ' ὁ τοῦ οἴνου ἀλλ' ὁ τοῦ ὕδατος ἀσκός. Τὸν δὲ ἐνταῦθα μέλανα οἶνον, πρὸ ὀλίγου ἐρυθρὸν ἡ Καλυψὼ εἶπε. καὶ εἴη ἂν, ἄμφω ταυτά. καθὰ καὶ τὸ μέλαν αἷμα εἰπεῖν, ταυτόν ἐστιν ὡς εἰ καὶ ἐρυθρὸν εἴπῃ τις. Ἤϊα δὲ ὅτιτὰ ἐφόδια λέγεται, καὶ πρὸ τούτων δεδήλωται. ἔοικε δὲ, ἄλφιτα μόνα λέγειν ἄρτι, οὐ μὲν πάντα κοινῶς τὰ ἐφόδια. τὰ γοῦν ὄψα ἰδίᾳ ἔθηκε κατά τινα ἴσως ἐν ἐφοδίοις ἐξοχήν. (ῃερς. 267.) Κώρυκον δὲ, τὸν θύλακον λέγει ὃν καὶ δέρματα πυκινὰ φθάσας ἔφη. καὶ εὐραφέα δὲ, ἐν τῷ ἐϋῤῥαφέεσσι δοροῖσιν. οἱ δὲ παλαιοί, καὶ κωρυκίδα τὸ τοιοῦτον σκεῦος καλοῦσι. παράγοντες καὶ Ἀριστοφάνους χρῆσιν ταύτην. σπυρὶς οὐ μικρὰ καὶ κωρυκὶς ἣ καὶ τοὺς μάττοντας ἐγείρει. τὸν δὲ θύλακον, καὶ θυλάκιον ὑποκοριστικῶς φασιν οἱ ἀρχαῖοι. καὶ μάρσιππον. οὐ μὴν δὲ, ἀλλὰ καὶ κυνοῦχον. ὡς δηλοῖ ὁ γράψας ὅτι κυνοῦχος, θυλάκιον. μάρσιππον. Παυσανίας δὲ, καὶ φάσκολον ἑρμηνεύει τὸν θύλακον. εἰπὼν ὅτι θύλακος, ῥαπτὸς φάσκωλος. περὶ οὗ καὶ προγέγραπται. ὁ δὲ τοιοῦτος ῥαπτὸς φάσκωλος, χρήσιμος εἰς τὸ, ἐϋῤῥαφέεσσι δοροῖσι. δῆλον δὲ ὅτι τὲ παρὰ τὸ χωρεῖν Ἰωνικῶς ὁ κώρυκος γίνεται, καὶ ὅτι οὐδέν τι κοινὸν τῷ τοιούτῳ κωρύκῳ, πρὸς τὸ κωρύκιον ἄντρον, ἢ πρὸς τὴν κώρυκον, ἐξ ἧς παροιμία τὸ, τοῦ δ' ἂρ ὁ κωρύκιος ἠκροάζετο. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. (ῃερς. 268.) Τὸ δὲ οὖρον προέηκεν ἀπήμονά τε λιαρόν τε, πλοῦν δηλοῖ οὔριον μετὰ τῶν ἐφεξῆς. ἐπάγει γάρ. γηθόσυνος δ' οὔρῳ πέτασεν ἱστία Ὀδυσσεύς. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ἥμενος. οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. ἐκ τούτου δὲ λαβὼν ὁ Λυκόφρων, ἄϋπνον τέχνην λέγει τὴν κυβερνητικήν. Λιαρὸν δέ φασιν οἱ παλαιοὶ ἄνεμον ἐνταῦθα, τὸν νότον λέγεσθαι. τοιούτου γὰρ ἔδει ἀνέμου τῷ Ὀδυσσεῖ ἐκ τῶν νοτίων εἰς τὴν Ἑλλάδα πλέοντι. ὅθεν καὶ σημειωτέον, ὡς πρὸς διαστολὴν τοῦ χλιαροῦ τούτου ἀνέμου, αἰθρηγενέτην τὸν Βορέαν ἐν τοῖς ἑξῆς ἐρεῖ. ἤγουν αἶθρον ποιοῦντα κατὰ τοὺς παλαιούς. τουτέστι, ψύχος. παγετόν. ὃς καὶ νύκτα ἐπάγει πηγυλίδα ὡς ἐν τοῖς μετὰ ταῦτά που ἐρεῖ ὁ ποιητής. (ῃερς. 269.) Τὸ δὲ ἐπέτασεν ἱστία, μετενεχθὲν ἀπὸ ὀρνέων, δηλοῖ, οὐκ ἔξω λόγου πτίλα νηὸς τὰ ἱστία λέγεσθαι. διὸ καὶ ὁ ποιητὴς τὰς κῶπας, πτερὰ νηὸς καλέσει ἐν τοῖς ἑξῆς προσφυέστερον. (ῃερς. 270.) Τὸ δὲ ἰθύνετο, ἀντὶ τοῦ ἴθυνεν εἴληπται, Ἀττικῶς ῥηθέν. Τὸ γὰρ ἐπὶ στάθμην ἴθυνε, καὶ ὄφρ' ἰθύνῃ, κοινότερον πρὸ ὀλίγων ἐῤῥέθη. (ῃερς. 271.) Ὅτι δὲ τὰ βλέφαρα γλέφαρα φασὶν οἱ Δωριεῖς, δηλοῖ καὶ Πίνδαρος. Αἰτίαν δὲ Ὅμηρος ἀποδιδοὺς, τοῦ μὴ πίπτειν ὕπνον ἐπὶ τοῖς βλεφάροις τοῦ ἥρωος, ἐπάγει. Πληϊάδας τ' ἐσορῶντι καὶ τὰ ἑξῆς ὡς αὐτίκα εἰρήσεται. Τὸ δὲ μὴ ἐπιπίπτειν βλεφάροις ὕπνον, τὸ βαρέως ὑπνοῦν ἀποφάσκει. βάρους γὰρ τὸ ἐπιπίπτειν. τοιοῦτον δὲ καὶ τὸ, ὕπνον ἐπὶ βλεφάροις ἱζάνειν, ὃ τὸν ἀναπαύσιμον ὕπνον δηλοῖ. Ὅτι τὸν Ὀδυσσέα ἐνταῦθα ὁ ποιητὴς καὶ κυβερνήτην ἄριστον ἱστορεῖ καὶ τλήμονα καὶ ἐπὶ πολὺ ἄϋπνον καὶ περὶ ἀστέρων δὲ θεωρίαν καταγινόμενον. πολλὰς γὰρ ἡμέρας ἄγρυπνος διατελῶν, Πληϊάδας τὲ εἰσορᾷ, καὶ ὀψὲ δύοντα Βοώτην. καὶ Ἄρκτον τὴν καὶ ὡς ἐν Ἰλιάδι περιφραστικῶς ἐῤῥέθη, ἄλουτον Ὠκεανῷ, ἤγουν ἄδυτον. καὶ αὐτοῦ στρεφομένην, ἤγουν εἰλουμένην, καὶ δοκεύουσαν τὸν Ὠρίωνα. περὶ οὗ καὶ αὐτοῦ καθὰ καὶ περὶ Πληϊάδων καὶ Ἄρκτου, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. οὐχ' ἧττον δὲ καὶ ἐν τοῖς τοῦ Ἀράτου. (ῃερς. 274.) διὸ νῦν περὶ μὲν Ἄρκτου ἣ καὶἅμαξα καλεῖται, εἰς τοσοῦτον ῥητέον. ὅτι ἄρκτος μὲν, κατὰ ζωϊκὸν δοκεῖ μυθικῶς ἀστροθέτημα λέγεσθαι. ἅμαξα δὲ, οὐχ' οὕτως. ἀλλ' ἀπὸ τῆς κατὰ τοὺς γεωργούς. ἐπεί φασιν ἐξ ἑπτὰ σύγκειται ἄστρων. ὧν τέσσαρες μὲν ἐν πλινθίου κεῖνται σχήματι, οἱ δ' ἐφεξῆς τρεῖς ὥσπέρ τι ῥυμοῦ ἀποτελοῦσι σχῆμα. τοῦτο δὲ, τοῖς πλείουσιν οὐκ εὐαραστεῖται παρὰ τῷ ποιητῇ. τοιαύτη μὲν γὰρ, ἡ μικρὰ ἄρκτος ἡ Κυνόσουρα. ἣν οὐκ εἰκὸς ἐπὶ Ὁμήρου ἠστροθετῆσθαι, ἀλλ' ἀφ' οὗ οἱ Φοίνικες σημειωσάμενοι ἐχρῶντο αὐτῇ, ἔκτοτε παρελθεῖν εἰς Ἕλληνας τὴν τῆς τοιαύτης ἁμάξης δόκησιν. πρὸ δὲ αὐτῆς, ἡ ἑλίκη ἔγνωσται ἡ μεγάλη ἄρκτος ἐξ ἧς καὶ Ἀχαιοὶ ἑλίκωπες, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται. καὶ ταύτην φασὶν ἐνταῦθα λέγεσθαι ἄρκτον ὑπὸ τοῦ ποιητοῦ, ἐκ πλειόνων ἀστέρων συγκειμένην καὶ οὐκ ἐξ ἑπτὰ μόνων κατὰ τὴν Κυνόσουραν. Ὅτι δὲ καὶ οὐ μόνον ἄρκτος τὸ ζῷον λέγεται σὺν ˉτ ἀλλὰ καὶ ἄρκος διὰ μόνου τοῦ ˉκ, διείληπται καὶ ἀλλαχοῦ. καὶ ὡς τὰ ἀπ' αὐτῆς, δίχα τοῦ ˉτ ἐν πολλοῖς εὕρηται δι' εὐφωνίαν. ὅθεν, καὶ ἄρκιλοι τὰ τῶν ἄρκτων εἴτουν ἄρκων νεογνὰ ὡς ἐν τοῖς περὶ Κύκλωπος φανεῖται. καὶ ἀρκὰς, τό, τε ἐθνικὸν καὶ τὸ κύριον. καὶ ἀπαρκίας ἄνεμος ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. καὶ ἡ αὐτοῦ πνοὴ, ἄρκιος. καὶ ἄρκυες, λίνα περιτιθέμενα θηρίοις. οὗ τὸ πρωτόθετον ὡς ὁ Παυσανίας φησὶν, ἀπὸ τῶν ἄρκων. ὅτι δὲ καὶ ἐδασύνοντο Ἀττικῶς αἱ ἅρκυες, οὐκ ἄδηλον. καὶ φέρεται χρῆσις Εὐπόλιδος εἰς τοῦτο, τοιαύτη. σὺ δὲ τὰ καλώδια ταῦθ' ἁρκυώρει. ὅ ἐστι, φύλασσε. ἐπεὶ καὶ ἁρκυωρὸς, ὁ τῶν ἁρκύωνφύλαξ. ἀφ' οὗ τὸ ἁρκυωρεῖν, ὁμοίως τῷ ἡμερωρεῖν ὅ ἐστιν ἡμεροφυλακεῖν. καὶ ταῦτα μὲν, εἰς σοῦτον. ἀλλαχοῦ γὰρ καὶ ἕτερα γέγραπται. εἰ δὲ τοῦ ἄρκτου ὑπεξαιρεθέντος τοῦ ˉτ ὡς εἴρηται, οὐ γέγονε σημασίας ἐναλλαγὴ οὐ μὲν οὐ δὲ γελοιασμὸς, ἀλλ' ὁ κωμικὸς τὸ κάππα ἐξελὼν, γέλωτα ἐκίνησεν, εἰπὼν οὕτω. ψελλόν ἐστι. καὶ καλεῖ τὴν ἄρκτον, ἄρτον. τὴν δὲ Τυρὼ, τροφαλλίδα. τὸ δ' ἄστυ, σῦκα. ταῦτα δὲ τί δηλοῖ, περιττόν ἐστι φράσαι. ἀρκεῖ δὲ μόνον ἐπισημῄνασθαι, ὡς οὐ ψελλὰ τὰ εἰρημένα, κυρίως. εἰ μή τις πᾶν παιδίον μὴ σαφῶς διαλεγόμενον, ψελλίζεσθαι λέγει, ὁποῖόν τι καὶ Αἰσχύλος φαίνεται δηλοῦν ἐν τῷ, ψελλόντι καὶ δυσεύρετον. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 272.) Περὶ δὲ Πλειάδων ἃς ἡ Ἰλιὰς ἐδήλωσε, λεχθήσεταί τι καὶ ἐν τῷ περὶ πλαγκτῶν πετρῶν Ὁμηρικῷ λόγῳ. αἷς δὴ Πλειάσιν ἐξ ἀστέρων ἑπτὰ οὔσαις, δύο ὕστερον ὁμώνυμοι Πλειάδες συνεξέλαμψαν. τραγικοί τε γάρ τινες ἑπτὰ λόγου πολλοῦ ἄξιοι, Πλειὰς ἐλέγοντο. καὶ ἕτεροι δέ τινες ἄλλως σοφοὶ, περιώνυμοι οὐχήκιστα καὶ αὐτοί. καὶ ὡς εἰπεῖν, τηλεφανεῖς. ὁ δὲ Βοώτης καλούμενος καὶ Ἀρκτοῦρος ὅ ἐστιν ἀρκτοφύλαξ, λέγεται διὰ τὴν ἄρκτον τὴν καὶ ἅμαξαν διώνυμος εἶναι. ἀρκτοῦρος μὲν δηλαδὴ διὰ τὴν ἄρκτον. βοώτης δὲ, διὰ τὴν ἅμαξαν. οὕτω γὰρ καλεῖται ὁ ἁμαξηγός. καὶ λαλοῦσι καὶ εἰς τοῦτο πολλά τινα οἱ ἐξηγηταὶ τοῦ Ἀράτου. ὃς ἑρμηνεύει καὶ πῶς ὀψὲ δύων ἐστὶν ὁ βοώτης τὸ ἄστρον, ἐν οἷς λέγει ὡς τέτρασι μοίραις ἄμυδις κατιόντα βοώτην Ὠκεανὸς δέχεται. συγκαταφέρεται γάρ φασι τέτρασι ζωδίοις. σκορπίῳ, ἀφ' οὗ ἄρχεται δύεσθαι. τοξότῃ. αἰγοκέρωτι. ὑδροχόῳ, ἀφ' οὗ λήγει. καὶ ἐξαρκεῖ αὐτὸς εἷς, ἕως τὰ τέσσαρα ταῦτα δύνωσι ζώδια. καὶ λέγεται ὀψὲ δύων, τουτέστι μετὰ πολὺν χρόνον φασὶ τῶν συνανατειλάντων. καὶ ἔστιν ὥσπερ χρήσιμος τοῖς πλευστικοῖς ἡ ἄδυτος ἅμαξα, οὕτω καὶ βοώτης ὁ ὀψὲ δύων. τινὲς δὲ ἄλλως ταπεινότερον καὶ ὡς οἷον αἰνιγματικῶς νοοῦντες τὸ, ὀψὲ δύων βοώτης, φασὶν ὅτι ὁ ὀψὲ ὑποδυόμενος τὴν οἰκίαν. τουτέστι πρὸς ἑσπέραν καὶ ὅ φασι περὶ βουλυτὸν, ἀφιεὶς τὸ περὶ τοὺς βόας πονεῖσθαι. μεταβιβάζοντες οἱ τοιοῦτοι τὸ τοῦ γηΐνου βοηλάτου, ἀστείως ἐπὶ τὸν ἐν οὐρανῷ. ἕτεροι δὲ, ὀψὲ δύοντα βοώτην φασὶν, ἐπειδὴ τότε μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. οὗτοι δὲ, οὐδὲν εὐδιανόητον φράζουσι. δοκεῖ δέ φασιν ὁ Βοώτης οὗτος, ὁ Ἰκάριος εἶναι. καὶ λέγεσθαι Βοώτης, διότι ἐπὶ ἁμαξῶν παρεκόμιζε τὸν οἶνον. ἄλλως δὲ Βοώτης τὸ κατ' οὐρανὸν ἄστρον. καὶ ὅτι κατὰ τὴν ἐπιτολήν φασιν αὐτοῦ, βοηλατοῦσιν ἀροτριῶντες. ταῦτα καὶ περὶ Βοώτου ἐνταῦθα. (ῃερς. 274.) Δοκεύει δὲ ἄρκτος Ὠρίωνα, ὡς θηρίον κυνηγέτην μυθικῶς κατά τι δέος. εἴθισται δὲ μᾶλλον ἄλλως κυνηγέτης δοκεύειν θῆρας. ἔσται δὲ Ὁμήρῳ καὶ ἐν τῇ ἑξῆς που νεκυίᾳ, μνεία Ὠρίωνος, ὃς κεῖται καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οὗ τὴν ἐτυμολογίαν ὡς καὶ ἐν ἄλλοις ἐγράφη, μῦθος μὲν ληρεῖ, ὡς ἀπὸ τοῦ οὐρῆσαι. τοιαύτη γὰρ γένεσις τῷ ἥρωϊ προσπλάττεται. μὴ ὀκνούντων τῶν μυθογράφων ἀνεμώλια βάζειν. οἱ δὲ ἀνθρωπίνως ἐτυμολογοῦντες, τὴν μὲν βύρσαν καὶ τὸ δαιμόνιον οὔρημα ἐξ ὧν ὅσα καὶ γαστρὸς καὶ σπέρματος μυθικὴ ἐρεσχελία τὸν Ὠρίωνα ἐβρέφωσε, μυσάττονται ὡς ἐχρῆν. ἵνα μὴ τὸν κάλλιστον ὡς ἡ Ὁμηρική φησιν ἱστορία, αἰσχύνωσι τῇ γενεθλιαλογίᾳ. λέγουσι δὲ οἱ μὲν, αὐτὸν κληθῆναι Ὠρίωνα παρὰ τὸ ὥρα ὅπέρ ἐστιν ἡ εὐμορφία, ἡ παρὰ μὲν Ἀθηναίοις δασυνομένη, ἄλλως δὲ ἀναλόγως ψιλοῦσθαι καὶ αὐτὴ ὀφείλουσα ὁμοίως τῇ ὤρᾳ ἤγουν τῇ φροντίδι ὅθεν καὶ ὠρακιᾶν τὸ φροντίζειν. καὶ ὠρεῖν τὸ φυλάσσειν. ἀφ' οὗ πολλὰ ῥήματα σύνθετα. ἔστι γὰρ ὁρῶ τὸ βλέπω μετὰ δασέος πνεύματος. καὶ Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ, οὐρῶ ἄχρηστον, μετὰ ψιλῆς. κατὰ τὸ, ὁ ὅρος ὁ οὖρος ἐπὶ περιόρου γῆς. εἶτα ὥσπερ κόρος κοινὸν καὶ κοῦρος Ἰωνικῶς καὶ κῶρος Αἰολικῶς ἅμα καὶ Δωρικῶς ὁ νέος, οὕτω καὶ ἐκ τῶν προλαβόντων τοῦ, ὁρῶ οὐρῶ, γίνεται ὠρῶ τὸ προκατάρχον τοῦ Ὠρίωνος. Πίνδαρος δὲ ἐν τῷ, ὀρίαν ἢ ὀριᾶν Πελειάδων μὴ τηλόθι Ὀαρίωνα νεῖσθαι ἢ κεῖσθαι, ἐμφαίνει ὡς ὁ Ὠρίων, παρὰ τὸ ὀαρίζειν γίνεται κράσει τοῦ ˉα καὶ ˉο εἰς ˉω μέγα. ἵνα ᾖ ὥσπερ ὁ Μίνως ὀαριστὴς Διὸς ἤγουν ὁμιλητὴς ἐκ τοῦ ὀαρίζω τὸ ὁμιλῶ περὶ οὗ πολλαχοῦ δηλοῦται, οὕτω καὶ Ὠρίων εἴτουν Ὀαρίων, ὁ ἄξιος ὁμιλίας τῆς ἐκ τῶν σπουδαίων. ἐπεὶ δὲ τὰς Πελειάδας ἤγουν τὰς ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται, Πλειάδας ὧν καὶ πρὸ βραχέων ἦν λόγος, ὀρίας ἔφη ὁ Πίνδαρος, ἰστέον ὡς οὐκ ἄλλοθέν ποθεν αὐτὸ ἐποίησεν, ἀλλὰ παρωνύμως τῇ οὐρᾷ κατὰ παράλειψιν τοῦ ˉυ. σύνεγγυς γὰρ ὁ Ὠρίων τῆς ἀστροθεσίας τῶν Πλειάδων ὥς φησιν Ἀθήναιος. ἵνα ᾖ φασι τὸ ὀρίας, ἐν ἴσῳ τῷ οὐρίας. Ἔνθα σημείωσαι ὅτι οὐρία, οὐ μόνον πνοὴ ἀνέμου, ἀλλ' ἰδοὺ καί τι ἕτερον ἐξ οὗ καινότερον ἡ ὀρία πελειὰς ἡ ῥηθεῖσα. (ῃερς. 276.) Περὶδὲ τῆς ῥηθείσης ἄρκτου, λέγει ὁ ποιητὴς ὡς ταύτην ἄνωγε Καλυψὼ τὸν Ὀδυσσέα ποντοπορευέμεναι ἐπ' ἀριστερὰ ἔχοντα, ὃ καὶ ἐποίει ἐκεῖνος. Ὅτι δὲ οὐχ' οἱ ποντοποροῦντες μόνον ἀλλὰ καὶ οἱ πεζῇ βαδίζοντες, πρὸς ἄστρα τοῦτο ἐποίουν, δηλοῖ καὶ Σοφοκλῆς. οὐ μὴν ἀλλὰ καὶ ἡ παροιμία τὸ, ἄστροις σημειοῦσθαι ὁδόν. ἤγουν μακρὰν ὁδὸν βαδίζειν καὶ ἐρήμην, ὡς ἀπὸ τῶν πλεόντων. ἐνταῦθα δὲ παραπηκτέον εἰς πίστωσιν τῆς ἡρωϊκῆς μονοπλοίας, καί τι τῶν τῆς ὕστερον γενεᾶς. ἡ γὰρ Παμφύλιος τῶν Ἀτταλέων πόλις, οἰκίαν περιέχει ἐπικαλουμένην ἐξ ὁμοίου τρόπου, μονοναυτικήν. ἀπήχθη μὲν γὰρ τῶν τις ἐκεῖθεν αἰχμάλωτος εἰς τὴν Αἰγυπτίαν ταμίαθιν, καὶ ἔτριψεν ἐνιαυτούς τινας ἐκεῖ. ὡς δὲ τὸ τῆς πατρίδος φίλτρον ὤχλει πρὸς τὸν οἴκαδε νόστον, προσποιεῖται θαλαττεὺς ἐκεῖνος εἶναι. καὶ πιστεύεται ἁλιάδα. καὶ γίνεται δοῦλος ἁλιεύς. καὶ θεραπεύων τοὺς δεσπότας, ἀφίεται ἐναλύειν τῷ ἔργῳ πρὸς ἄδειαν. καὶ δὴ συσκευασάμενος τοῖς τε ἄλλοις καὶ ἱστίῳ συμμέτρῳ, δράττεται καιροῦ ἐνδαψιλευσαμένου πόμπιμόν τε καὶ διαρκῆ οὖρον. καὶ θάρσος ἀναλαβὼν καὶ ἀναπετάσας ἱστίον εὐτυχῶς, καὶ διακυβερνῶν ἑαυτῷ, τέμνει μακρὰ ἐκεῖνος πελάγη. καὶ εἰς τὰ οἰκεῖα ἐπανασώζεται καινὴ θέα καὶ οἵα μὴ ἂν ἐλπισθῆναι. κἀντεῦθεν ὑπαλλάξας τὸ παλαιὸν ἐπίθετον, εἰς μονοναύτην ἀμείβεται. καὶ ἔχει τὸ ἐκείνου γένος, ἕως καὶ ἐσάρτι τὸ τοιοῦτον ἐπώνυμον εἰς εὐτυχίας παράσημον. (ῃερς. 278.) Ὅτι ἐν τῷ, ἑπταδεκαίδεκα μὲν πλέεν ἤματα πονποπορεύων ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα γαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλε τῷ Ὀδυσσεῖ, ἐμφαίνει ὁ ποιητὴς ἐκτοπισμὸν τῆς νήσου τῆς Καλυψοῦς εἴγε τοσαῦτα νυχθήμερα πλέων ὁ Ὀδυσσεὺς ἐλαφρῶς καὶ φορῷ κεχρημένος ἀνέμῳ, μόλις ἤγγισε τῇ τῶν Φαιάκων νήσῳ, καὶ εἰς τοσοῦτον, ὥς τε φαίνεσθαι αὐτὴν τῷ Ὀδυσσεῖ κατά τι σμικρότατον. φησὶ γάρ. εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέει πόντῳ. (ῃερς. 281.) Τὸ δὲ εἴσατο, ἢ ἀντὶ τοῦ ἐφάνη, ἵνα ᾖ εὐθεῖα πτῶσις οὐδετέρα τὸ ἐπαγόμενον, ἢ ἀντὶ τοῦ ἔδοξε καὶ ἐνόμισεν ὁ Ὀδυσσεύς. ἵνα τὸ ἐφεξῆς, εἴη πτώσεως αἰτιατικῆς. συνηγορεῖ δὲ τῇ πρώτῃ συντάξει τὸ, εἴσατο γάρ οἱ πόντον ἐπιπλείων. μετ' ὀλίγα κείμενον εὐθύς. Ἐνταῦθα δὲ οἱ μὲν, ῥινὸν εἶπον, ὅ ἐστι βύρσαν. ὡς τὸ, ὑπὸ δ' ἔστρωτο ῥινὸν βοός. ἵνα λέγῃ ὅτι ἔδοξε βλέπειν ὡς ῥινὸν Ὀδυσσεὺς ἤγουν ἀσπίδα ἢ βύρσαν ἁπλῶς, περὶ μέσην τὴν θάλασσαν ἐφηπλωμένην. ἕτεροι δὲ, γράφουσιν ἐρινόν. ὅ ἐστι καρπὸν ἀγρίας συκῆς. τοῦτο δὲ, ἐγγύς ἐστι γελοίου. τά τε ἄλλα, καὶ διὰ τὴν βραχύτητα τοῦ καρποῦ. Ἀρίσταρχος δὲ, ἐρινὸν γράφει, αὐτὴν τὴν συκῆν. ἵνα φαίνηται τηλόθεν ἡ νῆσος, ὠσεὶ καὶ τοιαύτη τις συκῆ. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀρσενικῶς μὲν, ἐρινὸς λέγεται τὸ δένδρον. οὐδετέρως δὲ, ὁ καρπός. οἳ καὶ ἡ κέδρός φασι θηλυκῶς, τὸ φυτόν. τὸ κέδρον δὲ, ὁ καρπός. οἱ δ' αὐτοὶ, φασὶ καὶ ὅτι ῥινὸν Ἰλλυριοὶ λέγουσι, τὴν ἀχλύν. ἐφάνη γοῦν τῷ Ὀδυσσεῖ, ὡς ἀχλὺς ἡ γῆ. εἰ δὲ προϋπάρχει ὁ ἐρινὸς τοῦ ἐρινεοῦ ὡς ὁ παρὰ Λυκόφρονι συφὸς τοῦ συφεοῦ, οὐκ ἔστι σταθερῶς φάναι. μνεία δὲ ἐρινεοῦ, καὶ ἐν τῇ Ἰλιάδι. μνηστέον δ' ἐνταῦθα καὶ τοῦ εἰπόντος παλαιοῦ, ἦν δ' αὐτὸς ὁ Φιλόπονος, ὅτι ἐρινεὸς μὲν, τὸ δένδρον. ἐρίνεος δὲ προπαροξυτόνως, καρπός. (ῃερς. 278.) Ἐν δὲ τῷ, ἑπταδεκαίδεκα, τὸ δὲ, ἀντὶ τοῦ δὴ ἐπλεόνασεν ἵνα δάκτυλος γένηται καὶ μὴ χωλεύσῃ τῷ ἐξ ἀρχῆς τροχαίῳ τὸ μέτρον. (ῃερς. 279.) Ὅρα δὲ καὶ τὸ ποντοπορεύειν δὶς λεχθὲν κατὰ συνέχειαν, διὰ τὸ ὡς ἐν ποιήσει καίριον τῆς λέξεως. καὶ τὸ, ὄρεα σκιόεντα. μέτρου γὰρ μὴ χρῄζοντος, οὐκ ἐῤῥέθη Ἰωνικῶς οὔρεα σκιόεντα. (ῃερς. 283.) Ὅτι ἐκ Σολύμων ὀρέων ὁ Ποσειδῶν εἶδε τὸν Ὀδυσσέα πλέοντα ἐν τῷ ἐξ Αἰθιόπων ἀνιέναι. τῶν ἀνατολικῶν δηλαδὴ ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη. ὁ γὰρ ἐκ τοιούτων Αἰθιόπων ἐρχόμενος, διὰ Σολύμων ἔρχεται, ὀρέων ἀνατολικῶν ὁμωνύμων τῷ τῶν Σολύμων ἔθνει. ὁ δὲ γεωγράφος, λέγει ὅτι τὸ, ἐξ Αἰθιόπων ἀνιὼν ἐκ Σολύμων ὀρέων, ἶσόν ἐστι τῷ, ἐκ τῶν μεσημβρινῶν τόπων. Σολύμους δέ φησιν, οὐ τοὺς ἐν Πισιδίᾳ λέγει ὁ ποιητὴς, ἀλλὰ πλάττει τινὰς ὁμωνύμους ἐκείνοις. ὁ δ' αὐτὸς γεωγράφος καὶ ἐν τῷ, εἰς Αἰθίοπας χθιζὸς ἔβη ὁ Ζεὺς εἰς Ὠκεανὸν, λέγει, ὡς κοινότερον Ὠκεανὸς λέγεται ὁ καθ' ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένος. καὶ οὕτω μὲν ὁ γεωγράφος περὶ τῶν Ὁμηρικῶν Αἰθιόπων καὶ τῶν ἐνταῦθα Σολύμων. κυρίως δὲ οἱ Σόλυμοι ὡς καὶ τοῦτο ὁ αὐτὸς ἱστορικὸς λέγει, οἱ περὶ τὰ ἄκρα τοῦ ταύρου τὰ περὶ Λυκίαν ἕως Πισιδίας εἰ καὶ Ὅμηρος ἐξωκεανίζει φησὶν αὐτούς. διελήφθη δὲ περὶ τούτων καὶ ἐν Ἰλιάδι. ὅτι δὲ διὰ τερατείαν, καὶ τὴν τῶν Φαιάκων γῆν ἐκτοπίσει ὡς ἄλλο τι νοεῖν τοὺς πολλοὺς περὶ αὐτῆς παρὰ τὰ ἱστορούμενα, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὅρα δὲ ὅπωςἔπλασε τὸν Ποσειδῶνα βραδύναντα παρ' Αἰθίοψι μέχρι τῆς νῦν ῥαψῳδίας, ἵνα εὐαφόρμως πιθανολογηθῇ ὁ τοῦ Ὀδυσσέως κίνδυνος. ὥσπερ πρὸ αὐτοῦ, καὶ ὁ ἀπόπλους. (ῃερς. 285.) Ὅτι θυμοῦ ἔνδειξις τὸ, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν. Ἔνθα σημείωσαι ὅτι τὸ κινῆσαι κάρη καὶ τὸ σεῖσαι κάρα, διαφέροι ἂν, εἴτι προσεκτέον τῷ Σοφοκλεῖ ἐν τῷ, κάρα σείοντες οὐδ' ὑπὸ ζυγῷ νῶτον εὐλόφως εἶχον. ζυγομαχίαν γὰρ ἡ φράσις ἐκεῖ δηλοῖ. (ῃερς. 286.) Καινὸν δὲ μετάμελον φράζει τὸ, ὦ πόποι ἦ μάλα δὴ μετεβούλευσαν ἄλλως. ἐνεργητικῶς δὲ εἴωθε λέγειν Ὅμηρος τὸ βουλεύειν καὶ τὰς ἀπ' αὐτοῦ κινήσεις. (ῃερς. 290.) Ἀπειλὴν δὲ ἐκφαίνει μελλούσης κακώσεως. τὸ, ἀλλ' ἔτι μέν μιν φημὶ ἄδην ἐλάαν κακότητος. ἤγουν λέγω κατακόρως αὐτὸν κακῶσαι. ὃ συντάσσεται καθ' ὁμοιότητα τοῦ, ἅλις ἔχειν κακότητος. δῆλον δὲ, ὅτι ἐλάαν καὶ νῦν, τὸ πλήττειν λέγει. Ὅρα δὲ καὶ τὸ ἄδην δι' ἑνὸς ˉδ, καὶ συστολῆς τῆς ἀρχούσης. ὅτι δὲ καὶ ἐδασύνετο, οἱ παλαιοί φασι. Σημείωσαι δὲ ὅτι προαναφωνήσας νῦν ὁ ποιητὴς διὰ τοῦ Ποσειδῶνος ὡς ἄδην Ὀδυσσεὺς κακωθήσεται, ἐπαγωνίσεται τοιοῦτον ἐπὶ τῷ Ὀδυσσεῖ φιλοτίμως φράσαι κίνδυνον, ἵνα μὴ ταπεινώσῃ τῇ φράσει τὴν θεομηνίαν. διὸ καὶ μέγα πλάσει τὸ ἐπὶ τῷ Ὀδυσσεῖ κακόν. διαλύσει μὲν γὰρ τὴν σχεδίαν, κῦμα δεινὸν καὶ ἀργαλέον καθάπερ ἄνεμος σφοδρὸς ἀχύρων θημῶνα τινάξει. καὶ Ὀδυσσεὺς μόλις ἰσχύσει κἂν γοῦν ἀποδῦναι τὰ βαρύνοντα ἱμάτια. εἶτα κινδυνεύσει, νηχόμενος δύο νυχθήμερα καὶ ἐγγίσας δὲ ὀψέ ποτε τῇ ξηρᾷ, παραβραχὺ παντελῶς ἐλεύσεται τοῦ κακῶς παθεῖν. ὅτε καὶ κήτους φόβος αὐτὸν ὑπελεύσεται. καὶ περισωθεὶς δὲ, πτοήσεται εἰ μὲν ἐν ποταμῷ τὴν νύκτα φυλάξει, τά δέ τινα παθεῖν δεινά. εἰ δὲ καὶ εἰς τὴν παρακειμένην ὕλην ἀναβῇ, μὴ τάδε τὰ κακὰ ἐπισυμβαίη αὐτῷ. καὶ οὕτω φοβερὸν ὅλον τὸ τοῦ κινδύνου χωρίον. καὶ ἡ ἐκ Ποσειδῶνος κάκωσις, παθεῖν τὲ ἀφόρητος καὶ εἰπεῖν δυσμίμητος. ὅθεν εἰδὼς ὁ ποιητὴς ὡς πάνυ μεγαλοφώνως τὸν λόγον ὕψωσε καὶ εἰς ὅσον ἐνεχώρει προήγαγε τὴν κινδυνώδη περιπέτειαν, πλάσει τὸν Ποσειδῶνα εἰπόντα πρὸς Ὀδυσσέα. ὡς οὔ σε ἔολπα ὀνόσεσθαι κακότητος. οἱονεὶ λέγων πλαγίως, ὡς οὐδείς μοι ἐπιμέμψεται οἷα κακῶς καὶ μικροπρεπῶς πλάσαντι καὶ φράσαντι κολασθῆναι τὸν Ὀδυσσέα. τῆς δὲ τοιαύτης κακώσεως τοῦ Ὀδυσσέως τὰ μὲν αὐτὸς λέγει ὁ ποιητής. τὰ πλείω δηλαδή. τινὰ δὲ, καὶ τὸν Ὀδυσσέα ποιεῖ ὡς ἐν ἠθοποιΐᾳ λέγοντα. εἰ δὲ χρὴ τὰ τοιαῦτα πάντα ὁμοῦ ἐκ τῶν σποράδην κειμένων συναγαγόντα εἰπεῖν, ἔστιν ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη. Ὡς εἰπὼν ὁ Ποσειδῶν δηλαδὴ, σύναγε νεφέλας. ἐτάραξε δὲ πόντον; (ῃερς. 292.) χερσὶ τρίαιναν ἑλών. ἣν φόρημα φασὶν εἶχεν ἀχώριστον. πάσας δ' ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δ' οὐρανόθεν νύξ. σὺν δ' Εὖρός τε Νότος ἔπεσε Ζέφυρός τε δυσαής, καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. εἶτα φησὶν ἀκολούθως Ὀδυσσεύς. ᾤμοι ἐγώ. οἵοισι νέφεσσι περιστέφει οὐρανὸν εὐρὺν Ζεύς. ἐτάραξε δὲ πόντον. ἐπισπέρχουσι δ' ἄελλαι παντοίων ἀνέμων. καὶ μετ' ὀλίγα πάλιν ὁ ποιητής. ὣς ἄρα μιν εἰπόντ' ἔλασε μέγα κῦμα κατ' ἄκρης, δεινὸν ἐπεσσύμενον. περὶ δὲ σχεδίην ἐλέλιξε, τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε. πηδάλιον δὲ ἐκ χειρῶν προέηκε. μέσον δέ οἱ ἱστὸν ἔαξε δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δ' ἂρ ὑπόβρυχα θῆκε πολὺν χρόνον. οὐδὲ δυνάσθη αἶψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς. εἵματα γάρ ῥ' ἐβάρυνεν. ὀψὲ δὲ δὴ ἀνέδυ. στόματος δ' ἐξέπτυσεν ἅλμην πικρήν. ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλ' οὐδ' ὣς σχεδίης ἐπελήθετο τειρόμενός περ. ἀλλὰ μεθορμηθεὶς ἐν κύμασιν ἐλλάβετ' αὐτῆς. ἐν μέσσῃ δὲ κάθιζε. τήν δ' ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ὡς δ' ὅτ' ὠπορινὸς Βορέης φορέησιν ἀκάνθας ἂν πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, ὣς τὴν, ἂν πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. ἄλλοτε μέν τε, Νότος ἀντιπνέοντι Βορέῃ προβάλεσκε φέρεσθαι. ἄλλοτε δ' αὖτ' Εὖρος (ῃερς. 332.) Ζεφύρῳ εἴξασκεν ἤγουν παρεχώρει, διώκειν. ἐξ ὧν πολυκυμία ἠγείρετο. καὶ ὡς ἄν τις καιρίως εἴποι, τετρακυμία. οἷα τεσσάρων ἀνέμων τῶν ῥηθέντων, ταρασσόντων τὴν θάλασσαν. εἶτα μετὰ στίχους οὐκ ὀλίγους, φησίν. ὦρσεν ἐπὶ μέγα κῦμα Ποσειδῶν δεινόν τ' ἀργαλέον τε. κατηρεφές. ἤλασε δ' αὐτόν. ὡς δ' ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει καρφαλέων. τὰ μὲν, ἄρτε διεσκέδασεν ἄλλυδις ἄλλα, ὣς τῆς, δούρατα μακρὰ διεσκέδασε τὸ μέγα δηλαδὴ κῦμα. ῥᾷον διασκεδασθείσης οἷς δεινὸν μέγα κῦμα φθάσαν ἐλέλιξεν αὐτήν. Ὀδυσσεὺς δὲ, ἀμφ' ἑνὶ δούρατι βαῖνε κέληθ' ὡς ἵππον ἐλαύνων. ὡς ἂν οὕτω ἰσχύσῃ ἐκδύσασθαι. εἵματα δ' ἐξαπέδυνεν. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε χεῖρε πετάσσας, νηχέμεναι μεμαώς. ὑποκατιὼν δέ, τοὺς μὲν ἄλλους ἀνέμους παύσασθαι λέγει κελευσάσης τῆς τοῦ Διὸς Ἀθηνᾶς, καὶ εὐνηθῆναι ἅπαντας, μόνον δέ φησιν ὦρσε κραιπνὸν βορέην. εἶτα ἐπάγει. (ῃερς. 388.) ἔνθα δύω νύκτας δύο τ' ἤματα, κύματι πηγῷ πλάζετο. πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεθρον. ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' ἠὼς, καὶ τότ' ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν, ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. νῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι. ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσόν τε γέγωνε βοήσας, καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο δεινὸν ἐρευγόμενον. εἴλυτο δὲ πάντ' ἁλὸς ἄχνη. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ, οὐδ' ἐπιωγαί. ἀλλ' ἀκταὶ προβλῆτες ἔσαν, σπιλάδες τε, πάγοι τε. καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ. καὶ ἦν ἀληθῶς τὸ τοιοῦτον τῶν φθασάντων ἐπικινδυνότερον. ἐπεὶ γὰρ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι θεὸς, (ῃερς. 410.) ἔκβασις οὔ πῃ φαίνεθ' ἁλὸς πολιοῖο θύραζε. ἔκτοσθεν μὲν γὰρ, πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα βέβρυχε ῥόθιον. λισσή δ' ἀναδέδρομε πέτρη. ἀγχιβαθής τε θάλασσα. καὶ οὔπως ἐστὶ πόδεσσι στῆναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα. διὸ καὶ δεδοικέναι φησὶν ὁ Ὀδυσσεὺς, μήπως μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ, κῦμα μέ γ' ἁρπάξαν, μελέη δέ μοι ἔσσεται ὁρμή. εἶτα καὶ ἄλλος αὐτὸν ἐξεθρόει φόβος, τοιοῦτος. εἰ γὰρ ἔτι προτέρω φησὶ παρανήξομαι ἤν που ἐφεύρω ἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, δείδω μήμ' ἐξαῦτις ἀναρπάξασα θύελλα πόντον ἐπ' ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα. (ῃερς. 421.) ἢ ἔτι μοι καὶ κῆτος ἐπεσσεύῃ τουτέστιν ἐφορμήσῃ ἐπιπέμψῃ μέγα, δαίμων ἐξ ἁλός. οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη. ἐν τοσούτῳ δὲ αὐτὸν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ' ἀκτήν. ἐνθά κ' ἀπὸ ῥινούς τε δρύφθη σὺν δ' ὀστέ' ἀράχθη, εἰ μὴ φρονήσεως Ἀθηνᾶς ἐν φρεσὶ θεμένης, ἀμφοτέραις χερσὶν ἐπεσσύμενος λάβε πέτρης. τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν, ὣς ὑπάλυξε. παλιῤῥόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο, πρὸς κοτυλυδονόφιν πυκιναὶ λάϊγγες ἔχονται. (ῃερς. 434.) ὣς τοῦ, πρὸς πέτρῃσι θρασειάων ἐπὶ χειρῶν ῥινοὶ ἀπέδρυφθεν. τὸν δὲ, μέγα κῦμ' ἐκάλυψε. καὶ τότε δή φησι δύστηνος ὑπὲρ μόρον ἂν ὤλετο, εἰ μὴ ἐπὶ φρεσὶν ἔθηκεν Ἀθηνᾶ. τί δὲ ἔθηκε; κύματος ἐξαναδὺς τά τ' ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ. ἐς γαῖαν ὁρώμενος, εἴπου ἐφεύροι ἠϊόνας παραπλῆγας, λιμένας τε. καὶ μόλις ἐν ποταμῷ σωθεὶς, οὐδ' οὕτω διήγαγε τὸ ἐφεξῆς τοῦ ζῆν, ἀέθλων δίχα ὡς ἡ ἱστορία δηλοῖ. πολλὰ γὰρ καὶ πάλιν παθὼν, πλανήσεται φέρων τὸν δηλωθησόμενον ἐν τοῖς ἑξῆς ἀθηροιλοιγόν. καὶ οὐδὲ καθ' ἡσυχίαν θανεῖται ὕστερον ὡς ἱστοροῦσιν οἱ
262.2.1
Ὅμηρον. Καὶ τοῦτο μὲν οὕτως. ὁ δὲ ποιητὴς τῇ τοῦ Ὀδυσσέως δυσπραγίᾳ προσυφαίνων καί τινα ἔκφρασιν ναυαγοῦ ζῶντος, φησὶν ὅτι ἐπεὶ ἐς ποταμὸν ἐσώθη, ὅμως ἔτι ἁλὶ δέδμητο φίλον κῆρ ὤδεε δὲ χρόα πάντα. θάλασσα δὲ κήκιε πολλὴ, ἂν στόμα τε ῥῖνας τε. ὅ δ' ἂρ ἄπνευστος καὶ ἄναυδος κεῖτ' ὀλιγηπελέων. κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλ' ὅτε δήρ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, τότε εἶχε ψύχους τὲ δέος καὶ μὴ θήρεσσι περιπέση ὡς προεδηλώθη. καὶ τοιαύτη μὲν ἡ τοῦ κατὰ τὸν Ὀδυσσέα κινδύνου φράσις ἐκ διαφόρων τόπων Ὁμηρικῶν ἀθροισθεῖσα καὶ συμφρασθεῖσα εἰς ἓν πρὸς ἔνδειξιν τοῦ, φοβερὰ εἶναι καὶ ἐν τῷ πεῖραν ἔχειν καὶ ἐν τῷ φράζεσθαι οἷα πάνυ δεινῶς καὶ μεγαλοφώνως διεσκευασμένων τοῦ τε ἐνταῦθα χειμῶνος καὶ τῶν ἐπ' αὐτῷ ἐφ' οἷς ἤθλησεν Ὀδυσσεύς. ὅθεν οὐκ ἄν τις μωμήσαιτο τὰ Ὁμηρικῶς πεφρασμένα, καθὰ Δωρίων ὕστερον ἐπί τινι ἔπαιξεν. ὃς καταγελῶν χειμῶνος ὃν διεσκεύασέ τις Τιμόθεος ἔν τινι ποιήματι αὐτοῦ ἐπιλεγομένῳ ναυτίλῳ, ἔφη. ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. (ῃερς. 291.) Ἐν δὲ τοῖς κατὰ μέρος θεωρητέον ὅτι τὸ σύναγε νεφέλας, νεφεληγερέτην καὶ τὸν Ποσειδῶνα εἶναι ὑποδηλοῖ. ἐπειδήπερ ὕδωρ ὕλη τοῖς νέφεσιν, εἰς ὃ μεταλαμβάνεται ὁ Ποσειδῶν. ὀκνεῖ δὲ ὅμως ὁ ποιητὴς τὸν τὰς νεφέλας συνάγοντα Ποσειδῶνα, καὶ νεφεληγερέτην συνθέτως εἰπεῖν. ἀπεκληρώθη γὰρ τοῦτο Διῒ τῷ ποιητικῷ τῶν νεφελῶν αἰτίῳ. Ἰστέον δὲ ὅτι τὸ συνάγεσθαι νεφέλας ἄνω διὰ Ποσειδῶνος τοῦ εἰς ὑγρότητα μεταλαμβανομένου, σκυθρωπότητα δηλοῖ ἀερίαν. καὶ συμβάλλεταί τι ἐς τὴν ἐν Ἰλιάδι κατάνευσιν τοῦ Διὸς διὰ κυανέων ὀφρύων. δῆλον γὰρ ὡς αἱ ἄνωθεν διοσημίαι, ἐν καταστάσεσι τοιαύταις καὶ νεφῶν πυκνότητι καὶ συναγωγαῖς, διεκφαίνονται. ἃς ὁ μῦθος κυανέαις Διὸς ὀφρύσι κατανευούσαις ἀστείως εἴκασεν. ἐπεί τοι καὶ κατ' ἀνθρώπους, ἐξ ὀφρύων καὶ γαλήνη προσώπων ἀναφαίνεται καὶ τὸ ἀνάπαλιν. τοξοποιεῖ γοῦν τὰς ὀφρῦς 1. 2 καὶ δεσμεῖ καὶ συνάγει, ὁ σκυθρωπάζων. λέγει δέ που καὶ Σοφοκλῆς τὸ, τηροῦντα τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς καὶ τὰς ἀκάνθας ἐπεγείροντα. εἰπὼν τοῦτο ἐκεῖνος, ὡς ἀπὸ ἰχθύων οἳ τὰς ἀκάνθας ὀρθοῦσι καιρῷ θυμοῦ, ὡς οἱ σαργοὶ παρὰ τῷ Ὀππιανῷ. καὶ οὕτω μὲν αἱ ὀφρύες τοξοποιούμεναι καὶ συναγόμεναι, χειμῶνα δηλοῦσι ψυχῆς. (ῃερς. 292.) ἄλλως δὲ περίδρομοι στεφανούμεναι, ἀταραξίαν διεκφαίνουσι ψυχικὴν, κἂν ὦσιν ἠερόεσσαι καὶ οὕτω πως κυάνεαι. Τὸ δὲ ὀροθύνη ὅτι ἐκ τοῦ ὄρω καὶ θύνω γίνεται καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Τρίαινα δὲ διατὶ τῷ Ποσειδῶνι φορεῖται, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 294.) Τὸ δὲ ὀρώρει δ' οὐρανόθεν νὺξ, γέγονε μὲν ἀφορμὴ τοῦ, μέλαιναν ἡμέραν λέγεσθαι, τὴν δυστυχῆ καὶ θανάσιμον. ἣ καὶ ἀποφρὰς ἐῤῥέθη, ὡς μὴ οἵα τε οὖσα φράζεσθαι. εἴρηται δὲ, ἀντὶ τοῦ κατεσπεύσθη ἐξ ἀέρος ὡς οἷά τις νύξ, ἤγουν ἀορασία καὶ σκότωσις οὐ διὰ τοὺς ἀνέμους ἁπλῶς ἀλλὰ διὰ τὰς τῶν ἀνέμων πάντων ἀέλλας. καὶ ἔστιν ὑποτομή τις φωτὸς ἡ τοιαύτη νὺξ καθὰ καὶ ἡ ἐκ πυκνότητος βελῶν γινομένη σκιά ποτε καὶ σκότωσις, ὡς ὑποβάλλει νοεῖν ὁ εἰπὼν ὅτι ἐκ συνθήματος ἀφιεμένων τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο. (ῃερς. 295.) Τὸ δὲ συμπεσεῖν, οὐκ ἐπὶ μόνων ἀνέμων, ἀλλὰ καὶ στρατευμάτων λέγεται. λαμβάνεται δὲ ἡ λέξις ἔστιν ὅτε καὶ ἐπὶ συμπτώσεως τυχηρᾶς. Δυσαὴς δὲ Ζέφυρος, ἢ ὁ δύσπνους, ἢ ὁ ἐκ δύσεως πνέων. ἢ καὶ διπλοῦς φασι κατὰ τὸ πνεῖν. καὶ γὰρ καρποτροφῶν, ἀναψύχει καὶ τοὺς ἀνθρώπους. οἱ δὲ οὕτως ἑρμηνεύσαντες τὸ δυσαὴς, ἐοίκασι διὰ τοῦ ἰῶτα γράφειν τὴν προπαραλήγουσαν ὡς ἀπὸ τοῦ δὶς ἐπιῤῥήματος. Τὸ δὲ Νότος ἔπεσεν ἢ μᾶλλον συνέπεσεν ἤγουν εἰς ἓν ἦλθεν ἑτέρῳ ἀνέμῳ, φανερῶς διαφέρει τοῦ ἁπλῶς πεσεῖν ἄνεμον ὅ ἐστι παύσασθαι. (ῃερς. 296.) Βορέης δὲ, ὀρθῶς γέγραπται δι' ἑνὸς ˉρ παρὰ τὴν βορὰν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. τοῦτο δὲ, διχῶς. ἢ γὰρ διότι ἁδρύνων τοὺς ἀστάχυας, τὰ πρὸς τὸ ζῆν φέρει ὅθεν καὶ ὁ Ζέφυρος παρά τισι καὶ οὕτω βορᾶς αἴτιος γίνεται, ἢ καὶ ἄλλως διὰ τὸ εἰς βορὰν ἐρεθίζειν τῇ κατ' αὐτὸν ψυχρότητι. ὥσπερ καὶ ὕδωρ βορὸν παρὰ Ἀσκληπιάδῃ τὸ βοροποιὸν διὰ ψυχρότητα καὶ τὴν ἐντεῦθεν συμπίληψιν τοῦ αἵματος, καὶ τὴν ἐκεῖθεν κενεαγγίαν. καὶ οὕτω μὲν ἄῤῥοιζον κοινότερον τὸ τρισύλλαβον ὁ βορέης. ὁ δὲ Βοῤῥᾶς, ἑτέρῳ λόγῳ ἐδίπλασε τὸ ἀμετάβολον, σεμνότερον. τοιοῦτόν τι καὶ τὸ στερεὸς, διπλάζων τὸ ˉρ ἐν τῷ στεῤῥός. Ἰωνικὸν δὲ τὸ Βορέης καθὰ καὶ τὸ κυματίης ποταμὸς παρὰ Ἡροδότῳ. κοινὰ δέ γε, ὁ Βορέας καὶ ὁ κυματίας. Τὸ μέντοι ποδέας Ποδῆς σωσέας Σωσῆς, οὐκ ἂν ἴσως εἶεν Ἰωνικὰ ὡς οὐδὲ τὸ ἑρμέας Ἑρμῆς. ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ˉε καὶ ˉα εἰς ˉη. ἦν δ' ἂν τοιοῦτον καὶ τὸ βορῆς εἴπου ἐν χρήσει εὕρητο. Αἰθρηγενέτης δὲ, οὐ μόνον ὁ αἶθρον ὅ ἐστι ψύχος ποιῶν ὡς καὶ προεῤῥέθη, ἀλλὰ καὶ ὅς ἐστιν εὐδίας αἴτιος. ἢ καὶ ἄλλως, ὁ ἐξ αἰθέρος γινόμενος ὅ ἐστιν ὑψόθεν πνέων. διὸ καὶ κῦμα κυλίνδειν λέγεται. ἵνα ᾖ αἰθρηγενέτης Βοῤῥᾶς, ὁ εὐδίαν ἢ ψύχος ποιῶν ἢ ἐξ ὕψους καταπνέων. Ἰστέον δὲ ὅτι τε πασίδηλον, οἰκεῖον εἶναι ἀνέμῳ Βοῤῥᾷ τὸ κυλίειν κῦμα καθὰ Νότῳ τὸ ὠθεῖν ὡς πολλαχοῦ φαίνεται. καὶ ὅτι πρωτότυπον τοῦ κυλίνδειν, τὸ κυλίειν. καὶ ὅτι ἐκ τοῦ κυλίειν ἀποβολῇ τοῦ κάππα καὶ τροπῇ τοῦ ˉυ εἰς ˉα γίνεται τὸ ἀλίω ἐξ οὗ τὸ, ἄπαγε τὸν ἵππον ἐξαλίσας, οἴκαδε. οὕτω δὲ καὶ ἐκ τοῦ κυλίνδω, γίνεται ἀλινδῶ ὅθεν ἀλινδήθρα ἡ κονίστρα, ἀπὸ δὲ τοῦ πρωτοτύπου κυλίειν, γίνεται καὶ ἡ κύλιξ. παρὰ τὸ κυλίεσθαι τῷ τροχῷ εἴτε τῷ κεραμεικῷ εἴτε τῷ χαλκευτικῷ. διό φασι καὶ τὴν ἰατρικὴν πυξίδα, κυλικίδα ἐκάλουν οἱ Ἀθηναῖοι διὰ τὸ κεκυλίσθαι τόρνῳ. ὡς δὲ ἐκ τοῦ κυλίω καὶ στέφανοί τινες ἐλέγοντο κυλιστοὶ, δηλοῖ φασὶν ὁ κωμικὸς Εὔβουλος ἐν τῷ, κυκλούμενος ὥσπέρ τις κυλιστὸς στέφανος. Νίκανδρος δὲ, ἐκκυλίσιοι φησὶ στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων. εἶεν δ' ἂν ἴσως οὗτοι, οἱ διὰ μέγεθος καὶ ἁδρότητα οἷοί τε ὄντες κυλίεσθαι στρεφόμενοι. (ῃερς. 299.) Τὸ δὲ ᾤμοι ἐγὼ, σύνηθες Ὁμήρῳ θρηνῴδημα. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ὄντων, οἶδεν ὁ Σουΐδας καὶ τὸ ὄϊ, κοινότερον μὲν ὂν τοῦ ὠή. ἐπιφθεγγόμενον δὲ ὑπὸ δυσχεραινόντων καὶ φοβουμένων καὶ ὀδυρομένων. (ῃερς. 303.) Τὸ δὲ νεφέεσσι περιστέφει οὐρανὸν, σφαιροειδῆ αἰνίττεται εἶναι τὸν οὐρανόν. σφαῖραν γὰρ ποιεῖ περιελιχθεὶς ὁ κατὰ στέφανον κύκλος. (ῃερς. 313.) Τὸ δὲ ἤλασε κατ' ἄκρης, ἀντὶ τοῦ ἔπληξε κατὰ κεφαλῆς, οὕτω καὶ ἐν Ἰλιάδι τὸ, ὤλετο πᾶσα πόλις κατ' ἄκρης, ἀντὶ τοῦ, κατὰ κεφαλῆς. κεφαλὴ δὲ πόλεως, ἡ ἀκρόπολις. Ὅτι δὲ ὁμώνυμον τὸ ἤλασε, δηλοῖ καὶ ἡ Ἰλιάς. ἔνθα, ὡς ἐπὶ πολὺ, λέξις ἱππικὴ τὸ ἐλάσειν. ὅθεν ἀνήλατός φησι παρὰ Ἀνακρέοντι, ὁ ἀπειθής. ἀπὸ ὑποζυγίων. ὥσπερ καὶ στόμις παρ' Αἰσχύλῳ, ὁ ὥσπερ στόματι ἀντερείδων χαλινοῖς. εἰκὸς δὲ τοὺς τοιούτους καλεῖσθαι οὕτω, καὶ διὰσκληρότητα, ὡς ἀπὸ στομάτων ἤγουν στομωμάτων δυσχερῶς ἐλαυνομένων ἐν τῷ χαλκεύεσθαι. (ῃερς. 316.) Τὸ δὲ ἔαξεν, οὐ μόνον ἐπὶ ἱστοῦ ἐν τῷ, μέσον ἱστὸν ἔαξεν, ἀλλὰ καὶ ἐπὶ κύματος ὡς τὸ, πρὸ δὲ κύματ' ἔαξεν. (ῃερς. 317.) Οἱ δὲ μισγόμενοι ἄνεμοι, καὶ συμπίπτειν ἂν λέγοιντο κατὰ τὸ, σὺν δ' Εὖρος τε Νότος τ' ἔπεσε. (ῃερς. 318.) Σπεῖρον δὲ καὶ ἐπίκριον ὅτι τὸ κατὰ τὸ ἱστίον φᾶρος καὶ τὸ κέρας λέγει, προδεδήλωται. (ῃερς. 319.) Τὸ δὲ ὑπόβρυχα, ἢ ἐκ τοῦ ὑπόβρυξ ὑπόβρυχος γίνεται, ἢ ἐκ τοῦ, ὁ ὑπόβρυχος. οὗ αἰτιατικὴ τὸν ὑπόβρυχον. καὶ κατὰ μεταπλασμὸν, ὑπόβρυχα. ὡς ἐκ τοῦ οἶκον γίνεται τὸ οἴκαδε. ἴσως δὲ καὶ ἐπιῤῥηματικόν ἐστιν ὄνομα. ἵνα λέγῃ ὅτι ἔθηκεν αὐτὸν κατὰ τὰ ὑπόβρυχα. ὠνοματοπεποίηται δὲ ἡ λέξις ὡς δηλοῖ καὶ τὸ, ἀμφὶ δὲ κῦμα βέβρυχε. Τοῦ δὲ δυνάσθη ὁ ἐνεστὼς, δυνάζω ἄχρηστος μὲν πάντως. ποιητικώτερος δέ. γενόμενος ἐκ τοῦ δύνω ἀφ' οὗ καὶ τὸ δύνημι. οὗ παθητικὸν, τὸ δύναμαι. οὗ ὄνομα, δύναμις. καθὰ καὶ ἐκ τοῦ πέτω ἢ πετῶ, τὸ πετάζω ὅθεν ὁ πέτασος, καὶ τὸ πέτημι ἐξ οὗ τὸ πέτανται. πάντως δὲ τῆς ἐκ τοῦ δυνάζειν συστοιχίας εἰσὶ, καὶ ὁ δυνάστης καὶ τὸ δυναστεύειν καὶ ἡ δυναστεία. (ῃερς. 3.) Τὸ δὲ ἀνσχεθέειν, ἢ ἀντὶ τοῦ ἀνασχεῖν ἤτοι ἀναδῦναι ἀνελθεῖν καὶ ὡς εἰπεῖν ἀνατεῖλαι, ὅπερ ὅμοιόν ἐστι τῷ ἀνέδυ, καὶ κύματος ἐξαναδὺς, ἢ ἀντισχεῖν, κατὰ συγκοπήν. ὡς καὶ ἄντιτα ἐν Ἰλιάδι ἔργα, τὰ ἀντίτιτα. (ῃερς. 322.) Τὸ δὲ ἅλμην πικρὴν, κοινῶς ἐῤῥέθη καὶ οὐ κατὰ τὸ, πικρὸν ἀποπνείουσαι ὀδμὴν, ὃ ἐπὶ τῶν φωκῶν ἐλέχθη. ἐκεῖνο γὰρ Ἰωνικὸν καὶ Ἀττικόν. ὡς καὶ τὸ, οἷα τρέφει κλυτὸς Ἀμφιτρίτη. (ῃερς. 323.) Τὸ δὲ κελαρύζειν, ὠνοματοπεποίηται, ἦχον δηλοῦν ὑγροῦ ἠρέμα ῥοιζοῦντος ἐν τῷ καταῤῥέειν. καθ' ὅμοιον δέ τι ὠνοματοπεποίηται καὶ ἡ τοῦ Ἡσιόδου λακέρυζα. (ῃερς. 324.) Τὸ δὲ τειρόμενός περ, τὸ στεῤῥὸν τοῦ Ὀδυσσέως δηλοῖ. ὃς καὶ οὕτω διαταραχθεὶς οὐκ ἔσχε λήθην τοῦ συμφέροντος. (ῃερς. 325.) Τὸ δὲ ἐλάβετο, καὶ ἔλαβεν εἰπὼν, ὅμως καὶ αὐτὸ γενικῇ συντάσσει. ἔφη γὰρ, ἐλάβετ' αὐτῆς, ἤγουν τῆς σχεδίας, καὶ λάβε πέτρης, τουτέστιν ἥψατο. (ῃερς. 326.) Τὸ δὲ μέσῃ ἐκάθιζεν, αὐτοπαθῶς ἐῤῥέθη. ὥστε οὐκ ἀεὶ καθίζει τις ἄλλον, ἀλλὰ καὶ αὐτὸς καθίζει. ὃ ταυτόν ἐστι τῷ ἕζεται. (ῃερς. 327.) Τὸ δὲ φορεῖν, ταυτὸν τῷ φέρειν. διὸ εἰπὼν τήν δ' ἐφόρει μέγα κῦμα. καὶ (ῃερς. 328.) Βορέης φορέῃσιν ἀκάνθας, ἐπιφέρει. ἄνεμοι φέρον. καὶ προβάλεσκε φέρεσθαι. τὸ μέντοι κατὰ τάχος φέρειν, καὶ διώκειν λέγει. οἷον. Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. (ῃερς. 332.) Τὸ δὲ κατὰ ῥόον, παροιμίαν ποιεῖ τὴν λέγουσαν φέρεσθαί τι κατὰ ῥοῦν ἤγουν εὐτυχῶς πλέειν ἢ ὅποι τύχῃ. τοιοῦτον γάρ τοι καὶ τὸ, ἔνθα καὶ ἔνθα κατὰ ῥοῦν φέρεσθαι. ᾧ ὅμοιον καὶ τὸ, ἀνὰ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. (ῃερς. 328.) Ὀπωρινὸς δὲ Βορέης, ὁ ἐτησίας κατὰ τοὺς παλαιούς. Πάνυ δὲ ἀσφαλῶς τὰς ξηρὰς σανίδας τῆς σχεδίας καὶ διατοῦτο ἐλαφρὰς οὐ μὴν δὲ ἀλλὰ καὶ εὖ ἀραρυίας, ἀκάνθαις εἰκάζει θεριναῖς αἳ πρὸς ἀλλήλαις ἔχονται ὅτε ἄνεμος αὐτὰς ἐπείγει κατ' ἀλλήλων, ὡς ἡ κατὰ θέαν πεῖρα δηλοῖ (ῃερς. 368.) κατὰ ὅμοιον δὲ λόγον καὶ ἡ ἐφεξῆς ταύτῃ παραβολὴ, καρφαλέων ἀχύρων θημῶνι εἰκάζει τὴν τῶν αὔων καὶ περικήλων ξύλων παράθεσιν. ἃς ὁμοίως τοιούτοις ἀχύροις διασκεδάζει ὁ σφοδρὸς ἄνεμος. Ἔνθα σημείωσαι ὅτι δοκεῖ ταυτὸν εἶναι θημὼν καὶ θωμός. φησὶ γάρ τις παλαιὸς, ὅτι θωμοὶ ἐν τῷ ˉω οὐχὶ θημοὶ, οἱ τῶν σπερμάτων σωροί. ἴσως δὲ καθ' ὁμοιότητα θωμοῦ, καὶ θώμιγξ τὸ σχοινίον λέγεται. Τὸ δὲ πρὸς ἀλλήλαις ἔχονται, ἀντὶ τοῦ, ἀλλήλαις συνέχονται. (ῃερς. 331.) Τὸ δὲ Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, ἀντὶ τοῦ, προεβάλλετο. παρέῤῥιπται. (ῃερς. 367.) Κῦμα δὲ κατηρεφὲς, οὐ μόνον τὸ ὑψηλὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ καλύπτον δίκην ὀρόφου, ἤτοι ἐοικὸς ὀρόφῳ. (ῃερς. 368.) Ζαὴς δὲ ὅτι ὁ πολύπνους ἄνεμος (ῃερς. 368.) καὶ ὅτι ἤϊα τὰ ἄχυρα, καὶ ὅτι ὁ θημὼν καὶ θημωνία λέγεται, καὶ ὅτι (ῃερς. 369.) καρφαλέον τὸ κατάξηρον ὡς ἀπὸ τοῦ κάρφους ὅ ἐστι ξηρὸν ξυλήφιον, πολλαχοῦ δηλοῦται (ῃερς.

Intertext edge

Open linked passage

Note