Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
263.1.1
) Ὅτι πόντον ἠεροειδέα λέγει κατὰ τοὺς παλαιοὺς, ἢ τὸν μέλανα δίκην ἀέρος, ἢ τὸν βαθύν. ἢ τὸν ἀναπεπταμένον καὶ πλατὺν ἐξ οὗ μόνος ἀὴρ καθορᾶται τοῖς πλέουσιν. Ὅτι τῷ ῥηθέντι Μέντορι Ἀθηνᾶ εἰκαθεῖσα λαλεῖ τε τὰ ἐφεξῆς εἰκότα, καὶ νῆα στεῖλαι φησὶν αὐτῷ, τουτέστιν εὐτρεπίσαι. ἀφ' οὗ ῥήματος, καὶ ὁ στόλος γίνεται. καὶ αὐτὸς ὑπισχνεῖται ἅμα ἕψεσθαι. καὶ ποιεῖ οὕτως. ἀνήρ τις ὢν, ὡς εἰκὸς, Ἀθηνᾷ κάτοχος. ὅ ἐστι συνετός. καὶ φρονήσας τὸ δέον. οὐ μὴν δὲ ἀλλὰ καὶ ζηλώσας ἐφ' οἷς ὁ Λειώκριτος εἶπε σκώπτων, ὡς ὀτρυνέει τῷ Τηλεμάχῳ Μέντωρ ὁδόν. δεινότητος δὲ Ὁμηρικῆς καὶ ταῦτα, ἵνα μὴ τὸν βασιλικὸν παῖδα εὐτελῶς ἀπασχολήσῃ πρὸς νηὸς ὅπλισιν καὶ ἐντυχίαν ὑπὲρ αὐτῆς πρὸς τοὺς πολίτας. (ῃερς. 270.) Ὅτι πρὸς παῖδα εὖ γεγονότα, ῥηθήσεταί ποτε τὸ, οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ. οἷος ἐκεῖνος ἔην, τελέσαι ἔργον τε ἔπος τε. ἤγουν οἷος ἦν ἔργῳ καὶ λόγῳ. Ἔστι δὲ ἔργον μὲν τελέσαι, τὸ ἀπαρτίσαι τὸ ἐγχειρηθέν. λόγον δὲ τελέσαι, τὸ ἐντελῶς εἰπεῖν καὶ ἀμέμπτως. οὗ τὸ ἀνάπαλιν, ἀτὰρ οὐ τέλος ἵκεο μύθων. (ῃερς. 271.) Τὸ δὲ ἐνέστακται, εἴρηται μὲν ἐκ μεταφορᾶς τῶν ὑγρῶν. ὡς εἴ τις εἴπῃ, εἴ σοι ἐνέστακται τοῦ πατρικοῦ μέλιτος. οὐκ ἔστι δὲ μακρὰν κακοζήλου διὰ τὸ μὴ προσκεῖσθαί τι σύστοιχον κατὰ ἀκολουθίαν τροπῆς. ὅμοιον καὶ παρὰ Σοφοκλεῖ τὸ, σύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. ὅ ἐστι συγκοινωνόν. οὐδ' ἐνταῦθα γὰρ κεῖται θαλασσία τις λέξις συγγενὴς πρὸς τὸ σύμπλουν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ τὸ, ἀλλ' ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα, ὡς ἐν τοῖς ἑξῆς που φανήσεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. Ἰστέον δὲ ὅτι ἔστιν εἰπεῖν ὡς τὸ ἐνέστακται ἔοικεν ἠρτῆσθαι τῆς ἀρχικῆς σπερματικῆς τοῦ εἶναι δυνάμεως, ἵνα οὕτω πως κυριολεκτουμένη ἡ λέξις, ἐκφύγῃ τὸ κακόζηλον. προϊὼν δὲ, παραφράζει τὸ, πατρὸς μένος ἐνέστακται. εἰπών. οὐδέ σε μῆτις Ὀδυσσέως προλέλοιπεν. (ῃερς. 270.) Ἀνοήμων δὲ, ὁ ἀνόητος. οὗ τὸ ἀνάπαλιν, νοήμων. ὡς τὸ, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι. Σημείωσαι δὲ ὅτι τὸ χωρίον τοῦτο οὗ ἀρχὴ μὲν τὸ, οὐδ' ὄπισθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, ὡς προσεχῶς ἐγράφη, τέλος δὲ τὸ, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα, ὡς εἰρήσεται, στρυφνότερον προῆκται τῷ ποιητῇ κατὰ ἀντιθετικὴν ἀκολουθίαν. ἤτοι κατὰ σχῆμα ῥητορικὸν ἀντίθετον. ἔχει δέ τινα καὶ ἕτερα ἐμπερίβολα, οἷον νοήματος μετάταξιν τοῦ κατὰ τὴν ἀρχήν. οὐ γὰρ προτίθησι τὸν ˉεˉι σύνδεσμον ἐν τῷ, εἰ δήτοι καὶ ἑξῆς, ὡς ἐν ἀντιθέτῳ σχήματι σύνηθες, ἀλλ' ὑποτίθησιν ἐν τῷ δευτέρῳ στίχῳ. ἔτι δὲ, καὶ διὰ μακροῦ ἀποδίδωσι τὸ ἐπειδή. μετὰ στίχους γὰρ ὀκτώ. ἐπεμβάλλει δὲ καὶ γνωμικὸν, λόγῳ σεμνότητος. ἐν ᾧ περὶ διαθέσεως παίδων φιλοσοφεῖ. παραμέμικται δὲ τῇ τοιαύτῃ γνώμῃ, καὶ αἰτία τις ὡς κατωτέρω ῥηθήσεται. ἔχει δὲ καὶ ἑτέραν ἐπεμβολὴν, τὸν τοῦ Ὀδυσσέως ἔπαινον ὡς καὶ λογίου καὶ πρακτικοῦ. ταῦτα δὲ πάντα, περιβολῆς ἴδια. καὶ λόγον ποιεῖ ἐμπερίβολον Ἀθηνᾷ φρονήσει πρέποντα τῇ καὶ σοφῇ καὶ πρὸς παῖδα φιλοσόφου λαλούσῃ τὸν Τηλέμαχον. ἔστι δὲ τὸ σαφῶς ὀρθὸν τῆς ὅλης τοῦ χωρίου φράσεως, τοιοῦτον. εἰ δή σοι ὦ Τηλέμαχε μένος ἔνεστι τοῦ ἐνεργεστάτου πατρὸς Ὀδυσσέως, οὐκ ἂν εἰς τὸ μέλλον ἔσῃ κακὸς, οὐδὲ ἀτέλεστα πλεύσεις. εἰ δὲ μὴ ἐκείνου καὶ τῆς Πηνελόπης ἐξέφυς, οὔ μοι ἐλπὶς ἐπὶ σοὶ ἀγαθή. αἴτιον δέ μοι οὐκ ἀπεικὸς τοῦ διστάζειν ἐπὶ τῇ σῇ πρὸς τοὺς ἀγαθοὺς γονεῖς ὁμοιότητι, τὸ πλείονας εὑρίσκειν παῖδας ἀνομοίους τῇ πατρικῇ ἀγαθότητι. ἐπεὶ δὲ ὡς ἡ δημηγορία σου ἔδειξεν, οὐ πάνυ προλέλοιπέ σε ἡ τοῦ πατρὸς ἀρετὴ καὶ διατοῦτο οὐδὲ κακὸς καὶ ἀνοήμων ἔσῃ, ἐλπὶς τελευτηθῆναί σοι τὰ τοῦ σκοποῦ. καὶ ἔστιν ὡς ἐν ἐπιτόμῳ εἰπεῖν τὸ πᾶν τοῦ λόγου τοιοῦτον. εἰ πατρῴζεις, ἀγαθὸς ἔσῃ, καὶ οὐ μάτην ὁδεύσεις. μὴ τοιοῦτος δὲ ὢν, οὐκ ἀνύσεις ἃ θέλεις. ἀλλὰ μὴν, πατρῴζεις μὴ κακὸς ὢν, μὴ δὲ ἀνοήμων, ἔστιν ἄρα ἐπὶ σοὶ ἐλπὶς ἀγαθή. (ῃερς. 274.) Ὅρα δὲ ὅτι τὸ κατὰ γένεσιν πρεσβεῖον ὁ ποιητὴς τῷ πατρὶ διδοὺς, ἐμνήσθη μὴν καὶ τῆς Πηνελόπης, ἀνέκαμψε δὲ αὖθις εἰς μόνον τὸν Ὀδυσσέα, ἐν τῷ, παῦροι γὰρ παῖδες ὁμοῖοι πατρὶ. καὶ, παῦροι πατρὸς ἀρείους. καὶ, οὐδέ σε μῆτις Ὀδυσσῆος προλέλοιπεν. ἔστι δὲ ὁ νοῦς τοῦ εἰρημένου Ὁμηρικοῦ ἀντιθέτου, τοιόσδε. Τηλέμαχε εἴ σοι ἐνέστακταί τι πατρικῆς ἀρετῆς οἷος ἐκεῖνος ἦν δεινὸς ἐπιτελετὴς ὧν ἤθελεν, οὐκ ἂν εἰς κενὸν ὁδεύσῃς ἄρτι. εἰ δὲ ψεύδῃ τὸ ἐξ Ὀδυσσέως καὶ Πηνελόπης εἶναι, κακὸς αὐτὸς ὢν καὶ μὴ κατ' ἐκείνους ἀγαθὸς ὃ δὴ πολλοὶ τῶν παίδων πάσχουσιν, οὐκ οἶδα εἰ τελευτήσεις ἅπερ ἐθέλεις. ἀλλὰ μὴν πατρῴζεις τά τε ἄλλα καὶ τὰ εἰς νοῦν, οὐκοῦν ἐλπωρή τοι τελευτῆσαι τάδε ἔργα. 1. 97 (ῃερς. 273.) Ὅτι ἐν τῷ, Οὔτοι ἔπειθ' ἁλίη ὁδὸς ἔσσεται οὐδ' ἀτέλεστος, ἀστείως πρόσκειται, τὸ οὐδ' ἀτέλεστος. ἄλλως μὲν γὰρ, ἁλία ἔσται τῷ Τηλεμάχῳ ἡ ὁδὸς, ὡς διὰ θαλάσσης πλεύσοντι. ἧς ἐπὶ θινὶ κιὼν, χεῖρας ὡς ἐῤῥέθη ἐνίψατο. οὐ μέντοι κατὰ τὸ ἀτέλεστον ἁλίη ἔσται ὅπερ ἐστὶ ματαία. Ἰστέον δὲ ὅτι ἐκ τῆς ὁδοῦ, οὐ μόνον ὁδοιδοκεῖν τὸ ὁδοσκοπεῖν, ἀλλὰ καὶ ὅδουροι κατὰ τοὺς παλαιοὺς, οἱ κακοῦργοι ὁδοφύλακες. (ῃερς. 275.) Ὅτι ἐπὶ μὲν δυσελπίστου οἰκεῖον εἰπεῖν τὸ, οὔ σε ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς. ἐπὶ δὲ τοῦ ἀνάπαλιν τὸ, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. εἰ δὲ καὶ συνετός ἐστιν ἐκεῖνος πρὸς ὃν τοῦτο ῥηθήσεται, καλὸν εἰπεῖν καὶ τὸ, ἀλλ' ἐπεὶ οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων, ἐλπωρή τοι ἔπειτα. καὶ τὰ ἑξῆς. (ῃερς. 278.) Τὸ δὲ ἀνοήμων ἐφερμηνεύων φησίν. οὐδέ σε πάγγυ γε μῆτις πατρικὴ προλέλοιπεν. (ῃερς. 276.) Ὅτι γνωμικῶς λαλεῖ τὸ, παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται. οἱ πλέονες κακίους. παῦροι δέ τε πατρὸς ἀρείους. ὁποῖος δηλαδὴ ὁ Ἡρακλῆς πρὸς Ἀμφιτρύωνα καὶ Ἀχιλλεὺς πρὸς Πηλέα καὶ Ἕκτωρ πρὸς Πρίαμον. καί τις δὲ Κοπρέως υἱὸς ἐνἸλιάδι, εὕρηται μέγ' ἀμείνων οἰκείου πατρός. οὐ περὶ φαύλων δὲ πατέρων ὁ λόγος, ἀλλ' ἀγαθῶν. διὸ καὶ ἐδέησεν εἰπεῖν ὡς οἱ πλείους υἱοὶ, κακίους. (ῃερς. 277.) Τὸ δὲ πατρὸς ἀρείους, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ, ὁμοῖοι πατρί. ἄλλως γὰρ, ὁμοῖοι καὶ οἱ ὁμονοητικοὶ καὶ φίλιοι, ὡς ἐν Ἡσιόδῳ δηλοῦται. (ῃερς. 282.) Ὅτι ἀφραδέας τοὺς μνηστῆρας εἰπὼν, ἑρμηνεύει εὐθὺς τὴν λέξιν διὰ τοῦ, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι. πάλιν δὲ διασαφῶν τὸ, οὔτι νοήμονες, ἐπάγει. οὔδε τι ἴσασι θάνατον. Καὶ νῦν μὲν, ἀφραδέας ἤτοι κακοφράδμονας καὶ κακοβούλους τοὺς μνηστῆρας ἔφη. ἐν δὲ τοῖς ἑξῆς, καὶ ἐπὶ τῶν ἐν Αἵδου σκιοειδῶν ψυχῶν τὴν λέξιν τίθησιν. Ὅρα δὲ καὶ ὅτι ἀφραδέας ὀνομάσας τοὺς μὴ νοήμονας μὴ δὲ δικαίους, ἐνέφῃνε, τῇ φρονήσει τὴν δικαιοσύνην ἀκολουθεῖν. ἐν τούτοις δὲ κεῖται καὶ ἀναφώνησις περὶ μνηστήρων πάνυ γοργὴ ἐν τῷ, θάνατος δήσφιν σχεδόν ἐστιν ἐπ' ἤματι πάντας ὀλέσθαι. (ῃερς. 285.) Ὅτι προθυμοποιὸν εἰς ὁδὸν τὸ, σοί δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς. φίλου δὲ ἀρχαίου ἔνδειξις τὸ, τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι. (ῃερς. 289.) Ὅτι ἑτοιμασίας ἐφοδίων φραστικὸν τὸ, ὅπλισόν τ' ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα μυελὸν ἀνδρῶν, δέρμασιν ἐν πυκινοῖσιν. ἔστι δὲ ὁπλίσαι μὲν, συνήθως τὸ ἑτοιμάσαι. ὡς καὶ ναῦς ὁπλίζεται κατωτέρω, ἤτοι σκευάζεται εἰς κέλευθον ἐν τῷ, ὦκα δ' ἐφοπλίσαντες, ἐνήσομεν εὐρέϊ πόντῳ. ὅ ἐστιν, ἐμβαλοῦμεν. ἐπαφήσομεν. Ἤϊα δὲ νῦν, τὰ ἐφόδια. ὅ ἐστι βρώματα εἰς ὁδὸν ἐπιτήδεια, παρὰ τὸ ἰέναι. κατ' ἔλλειψιν τοῦ ἐξ ἀρχῆς ἰῶτα διὰ τὸ εὐφωνότερον. κεῖται δέ που ἡ λέξις, καὶ ἐπὶ ἁπλῶς βρωμάτων παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ ἐπὶ ἀχύρων. ἃ καὶ αὐτὰ λέγονται οὕτως, ἢ ὡς ἁπλῶς βρώματα ζώων δηλαδή. ἢ παρὰ τὸ ἰέναι, ὡς κοῦφα καὶ οἷα κινεῖσθαι πάσῃ πνοῇ. εἰ δὲ καὶ ῥῆμα ἐστὶν ἤϊα δηλοῦν τὸ ἐπορευόμην ὡς τὸ, ἤϊα γουνούμενος, ἑτέρου τοῦτο λόγου. οἱ δὲ παλαιοὶ, φασὶ καὶ τοιαῦτα. ἤϊα κυρίως κατὰ Ἐρατοσθένην, ὀσπρίων καλάμαι. καὶ δισυλλάβως ἐν συναιρέσει, ᾖα ὡς καὶ Φερεκράτης. τὴν γαστέρ' ᾔων καὶ ἀχύρων σεσαγμένους. Ὅμηρος δὲ τὰ ἁπλῶς βρώματα, ἤϊα λέγει. δηλοῖ δὲ καὶ τὸν εἰς ναῦς ἐπισιτισμόν. Τὸ δὲ ἄγγεσιν ἄρσον, ἀντὶ τοῦ γέμισον, ὡς ἐκ τοῦ παρακολουθοῦντος, ἥρμοσται γὰρ τὸ πληροῦν τῷ πληρουμένῳ. Τοῦ δὲ ἅπαντα, ἑρμηνεία τὸ, οἶνον καὶ ἄλφιτα. (ῃερς. 290.) Οἱ δὲ ἀμφιφορεῖς, κεραμειοῖ ἦσαν, ἀμφοτέρωθεν φερόμενοι. ὅ ἐστιν, ἄμφωτοι. δίωτοι, τούτοις ἀστείως ἄν τις εἰκάσῃ, τοὺς εὐριπίστους καὶ ῥᾷον ἀναπειθομένους κολακείαις ἢ διαβολαῖς. οὓς ἀράμενος τῶν ὤτων ὁ κολακεύων ἢ διαβάλλων, οἴχεται. καὶ μᾶλλον εἴπερ οἱ τοιοῦτοι φιλοῦσιν οἴνου ἔμφορτοι γίνεσθαι. Ἰστέον δὲ ὅτι πίθου μὲν εἴη ἂν ἐλάττων ὁ ἀμφιφορεύς. βίκου δὲ οὐκ ἐξ ἀνάγκης. τὸ γοῦν οἴνου φοινικίνου βίκος τις ὑπανεῴγνυτο, οὐ πάνυ βραχὺ ἀγγεῖον τὸν βίκον εἶναι δηλοῖ. ὁ δὲ παρὰ Ξενοφῶντι ἐν ἀναβάσει καί τισιν ἄλλοις, δόξει ἂν ἶσος λαγύνῳ εἶναι. Ὅρα δὲ ἐν τῷ, οἴνου φοινικίνου, ὅτι καὶ φοινίκων ἀπεθλίβετο οἶνος. οὕτω δὲ καὶ λωτοῦ. Ἰστέον δὲ ὅτι καθ' ὁμοιότητα τοῦ ἀμφιφορέως, λέγεται παρὰ τοῖς παλαιοῖς καὶ ἀμφίδουλος ὁ ἐξ ἀμφοτέρων γονέων δοῦλος. καὶ ἀμφίβολοι παρὰ Ἀῤῥιανῷ καὶ ἑτέροις, οἱ ἀμφοτέρωθεν βαλλόμενοι. καὶ παῖδες ἀμφιθαλεῖς, οἷς ἄμφω περίεισιν οἱ γονεῖς, τὸ μέντοι ἀμφισβητεῖν καὶ ἀμφίσβαινα ὄφις ἑκατέρωθεν βαίνων, ἐκ τοῦ ἀμφὶς ἐπιῤῥήματος γίνεται. οὗ χρῆσις καὶ ἐν τῷ, ἀμφὶς φράζονται. ὡς δὲ καὶ χρύσεοι ἀμφιφορεῖς ἦσαν, δηλοῖ ἐν τῇ Ἰλιάδι ὁ ποιητής. Ἄλφιτα δὲ οὐκ αὐτόχρημα πάντως ἄλευρα. φησὶ γοῦν Ἡρόδοτος ἄλευρά τε 1. 98 καὶ ἄλφιτα. καὶ εἴη μὲν ἂν καὶ ἑτέρα τις τούτων διαφορά. δοκεῖ δὲ τὸ ἄλφιτον, εὐτελέστερον ἀλεύρου εἶναι. εἰ δὲ οἱ μεθ' Ὅμηρον ἐπὶ κριθίνων ἀλεύρων ἢ καὶ ἐπὶ πιτύρων τὸ ἄλφιτον τιθέασι παρὰ τὸ ἄλφεσθαι ἴταις ὅ ἐστιν εὑρίσκεσθαι πτωχοῖς δι' εὐτέλειαν, ἀλλ' ὁ ποιητὴς οὐχ' οὕτως ἐκδέχεται. ἀλλὰ τὸ ἁπλῶς ἄλευρον, ἄλφιτον λέγει διὰ τὸ ἐν τῷ ἀλεῖσθαι, φάειν, ἤγουν φαίνειν καὶ λευκαίνεσθαι, ἢ φονεύεσθαι. ὅθεν καὶ μυλήφατον ἄλφιτον, ὅπερ ὅ τι οὐκ ἐξ ἀνάγκης πίτυρον ἢ πιτυρῶδες ἐστὶ, δηλοῦσι καὶ τὰ τῶν τρυφώντων ψαιστὰ, ἄλφιτα ὄντα κατὰ Παυσανίαν, οἴνῳ καὶ ἐλαίῳ μεμαγμένα ἢ δεδευμένα. ὁμοίως καὶ ἡ Ἀχίλλεια μάζα, ἔχουσά τι ὡς εἰκὸς ἐξαίρετον. ἧς Ἀχίλλεια ἐλέγετο τὰ ἄλφιτα. ὧν μνημονεύειν καὶ τὸν κωμικὸν ἐν Ἱππεῦσι, φασί τινες. Μυελὸν δὲ ἀνδρῶν τὰ ἄλφιτα λέγει, ἀντὶ τοῦ μυελοποιά. θρεπτικά. τοῦτο δὲ εἶπε, διὰ τοὺς οἰομένους μὴ μετέχειν καὶ τὰ ὀστᾶ δυνάμεώς τινος ψυχικῆς ζωτικῆς. διὸ ἔφη που καὶ τὸ, λίπε δ' ὀστέα θυμός. καὶ ἔοικεν ὥσπερ χροῦν καὶ χρῶτα τὸ πᾶν σῶμα λέγειν ἀπὸ μέρους τῆς ἐπιφανείας δηλαδὴ, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἐνδομυχοῦντος μυελοῦ, τὴν ὅλην παραδηλοῦν τοῦ θρεπτικοῦ ἐνέργειαν. ὁμοίως δὲ καὶ ἐν τῷ, λίπεν ὀστέα θυμὸς, ἐκ μέρους τῶν ὀστῶν, τὸ πᾶν δηλῶσαι σῶμα. ἵνα ὥσπερ τοῦτο παντελῆ δηλοῖ φθορὰν σώματος, οὕτω καὶ σύστασιν αὐτοῦ τὸ, μυελὸς ἀνδρῶν. (ῃερς. 291.) Δέρματα δὲ πυκινὰ λέγει, ἢ ἁπλῶς τὰ στερεά, ἢ τὰ συνεῤῥαμμένα καλῶς. κακοῤῥαφία μὲν γὰρ, τὸ μὴ πυκινὸν δηλοῖ. πυκινὸν δὲ, τὸ εὐραφές. διὸ προϊὼν, εὐραφέα δέρματα ἐρεῖ τὰ εὐάρμοστα. ἔνθα παραφράσας τὸ, δέρμασι πυκινοῖς, ἐρεῖ εὐραφέεσσι δοροῖσιν. ὧν ζητητέον τὴν κλίσιν. ἅπερ ἐν μιᾷ λέξει κώρυκος λέγεται παρὰ τὸ χωρεῖν. ἔτι δὲ καὶ θύλακος. ἴσως δὲ καὶ φασκώλιον, ὡς δηλοῖ ὁ εἰπών. φασκώλιον, δερμάτινον βαλάντιον. οἷον, θυλάκιον. καὶ φάσκωλος, ἡ ἱματιοφορὶς, ὥς φησιν Αἴλιος Διονύσιος. εἰ δὲ καὶ τὸ φασκώλιον ἐπὶ ἄλλου μάλιστα σημαινομένου τίθεται, ἀλλ' αἱ ἀχάναι ὅ ἐστι κίσται, Περσικὰ μέτρα ἦσαν. ἐν οἷς ἀπετίθεντο ἐπισιτισμοὶ τοῖς θεωροῖς, ὡς καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. οἱ δὲ παλαιοὶ καὶ τὸν παρὰ τῷ κωμικῷ σάκταν, θύλακον ἑρμηνεύουσι ὡς δηλοῖ ὁ εἰπών. σάκτας, θύλακος. μάρσιππος. γίνεται δὲ αὐτὸς ἀπὸ τοῦ σάττω σάξω τὸ φορτίζω. Ὅρα δὲ καὶ ὅτι ἀρχαῖον ἔθος δέρμασιν ἀντὶ σάκκων χρῆσθαι εἰς ἀλφίτων φυλακὴν, ἵνα μηδὲν ἐκεῖθεν διαφορῆται στεγούσης τῆς πυκνότητος. (ῃερς. 292.) Ὅτι οὓς οἱ μεθ' Ὅμηρον ἑκουσίους καὶ ἐθελουσίους φασὶ καὶ μάλιστα ἑκοντὰς καὶ ἐθελοντὰς Ἀττικῶς, ἐθελοντῆρας φησὶν ὁ ποιητής. εἰπών. ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους ἐθελοντῆρας συλλέξομαι. (ῃερς. 293.) Ὅτι πολύναυς ἡ Ἰθάκη, ὡς δηλοῖ τὸ, εἰσὶ δὲ νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί. Καὶ ὅρα ὡς τὸ νέον καὶ παλαιὸν, καὶ ἐπὶ νηῶν τίθεται. ὅθεν ὁ κωμικὸς λαβὼν ἀρχὴν, παίζει. τὰς μὲν μήπω πλευσάσας, παρθένους λέγων, καὶ μήπω ἀνδρῶν ἆσσον ἐλθούσας. τὰς δὲ παρ' Ὁμήρῳ παλαιὰς, γραίας ἀποκαλῶν. (ῃερς. 294.) Ὅτι τὸ ἐπιόψομαι νῆα ἥτις ἀρίστη, ἀντὶ τοῦ πάνυ προσεκτῶς περιβλέψω. καὶ ἐπαινεῖται ἡ λέξις, καὶ δηλοῖ ἐπίτασίν τινα ἡ πρόθεσις. κεῖται δέ τι καὶ ἐν Ἰλιάδι τοιοῦτον. (ῃερς. 299.) Ὅτι ἐκφραστικὸν γοργὸν δαπάνης τῆς τῶν μνηστήρων τὸ, εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν αἶγας ἀνιεμένους, σιάλους θ' εὕοντας ἐν αὐλῇ. (ῃερς. 300.) Ἔστι δὲ τὸ μὲν εὕειν, ἀρχαῖον, οὔπω ἐπινοηθέντος τοῦ μαδᾶν ὕδατι ζέοντι. καὶ γίνεται ἀπ' αὐτοῦ καὶ ἡ εὗστρα, ὡς δηλοῖ καὶ ὁ κωμικός. ἥπερ ἐστὶν, ἐργαστήριον ἐν ᾧ χοῖροι καὶ τοιαῦτα εὕονται. οἱ δὲ παλαιοὶ, φασὶν οὕτω. εὗστρα, βόθρος ἐν ᾧ περιφλέγουσι τὰς τῶν ὑῶν τρίχας. κατὰ Παυσανίαν δὲ, τὸ ἐˉκ σταχύων καυθέντων ἔδεσμα τοὺς ἀνθέρικας ἀποβαλόντων, ἤτοι ὁ περικεκαυμένος στάχυς. ἕτεροι δὲ, ὅτι ἡ ὡρίμη κριθὴ, ἡ καὶ ἀμφίκαυστις παρὰ Αἰλίῳ Διονυσίῳ. κωμικοὶ δὲ, καὶ ἐπὶ γυναικείου μορίου φασί. Κρατῖνος δὲ τὴν ὀσφὺν οὕτως ἔφη. ἀπὸ δὲ τοῦ εὕειν καὶ μάλιστα ἴσως τοῦ λάμπειν, καὶ τὸ σταθεύειν ἤτοι χλιαίνειν, καὶ ὁ ἐσταθευμένος. καὶ ὁ παρ' Αἰσχύλῳ σταθευτὸς ἡλίου φλογί. Τὸ δὲ ἀνιεμένους, ἀντὶ τοῦ ἐκδέροντας, ὡς ἀπὸ τοῦ συμβαίνοντος. ἐκ τῶν κάτω γὰρ ἐπὶ τὰ ἄνω ἴενται οἱ τοιοῦτοι. ἡ τοιαύτη οὖν ὁμοιότης, καὶ ἐν Ἰλιάδι λέγει τὴν Ἑκάβην κόλπους ἀνιεμένην, ἀντὶ τοῦ γυμνοῦσαν. διὸ ἐπάγει ἐκεῖ τὸ, ἑτέρη δὲ μαζὸν ἀνέσχε. Σημειοῦνται δ' ἐνταῦθα οἱ παλαιοὶ παρατηροῦντες ὡς οὔτε σπένδοντας οὔτε εὐχομένους θεοῖς Ὅμηρος τοὺς μνηστῆρας ποιεῖ. Ὀδυσσεὺς μέντοι δι' ὅλης τῆς ποιήσεως οὐ τοιοῦτος φαίνεται. ὅπου γε οὐδὲ ὁ Σωκράτης φασὶ παρῆκε τὸ ἐπὶ τοῖς τοιούτοις εὐσεβές. Σίαλος δὲ, ὁ σιτευτὸς χοῖρος, παρὰ τὸ σιτεῖσθαι ἅλις. (ῃερς. 301.) Ὅτι παντοῖος 1. 99 ὢν τὴν ῥητορείαν ὁ ποιητὴς, ἀλλάσσει νῦν τῷ πρῴην σφοδρῷ Ἀντινόῳ τὸ ἦθος. καὶ ἱλαρώτερον ποιεῖ αὐτὸν μετὰ τὴν ἀγορὰν προσφερόμενον τῷ Τηλεμάχῳ, τρέψαντα τὸν θυμὸν εἰς ἄκαιρον γέλωτα. γελάσας γάρ φησιν, ἰθὺς ἥκει. (ῃερς. 303.) Καὶ ἐμφὺς τῇ χειρὶ καὶ ὑψαγόρην αὖθις προσειπὼν καὶ μένος ἄσχετον, λέγει ἃ καὶ πᾶς ἂν εἴποι, θυμοῦ μὲν ἀποτρέπων τινὰ τρυφᾶν δὲ παρακελευόμενος. φησὶ γάρ. μή τι τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε. (ῃερς. 304.) Ἔπος μὲν, ὁποῖα ἐμβριθῶς εἶπας. ἔργον δὲ, ὁποίοις ἐγχειρήσειν μελετᾷς. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν ὡς τὸ πάρος περ. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν ὅ ἐστιν ἐκτελέσουσιν, οἱ δεῖνα. Καὶ ὅρα ὡς παροίνου ἀνδρὸς φθέγγεται ῥήματα. ἴσως δὲ καὶ ἐπικερτομεῖ τῷ μείρακι ὡς μέχρι μὲν ἄρτι ὄντι τοιούτῳ καὶ ἀφελῶς ἀσωτευομένῳ, νῦν δὲ αἴφνης ἐκ τοῦ σχολάζειν γαστρὶ, πειρωμένῳ μεταβάλλεσθαι. Ἐν δὲ τῷ, ἀλλά μοι ἐσθιέμεν, περισσὴ κεῖται συνήθως ἡ ἀντωνυμία. (ῃερς. 305.) Ὅτι λόγος ἐνταῦθα τῷ Ἀντινόῳ εἰρωνικὸς ἀποτελευτῶν εἰς μαντικὴν φήμην τὸ, ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοὶ, νῆα, καὶ τὰ ἑξῆς. οὕτω γὰρ ἀληθῶς ἀπέβη. (ῃερς. 308.) Ἐν τούτοις δὲ καὶ ἡ Πύλος θηλυκῶς λέγεται ἐν τῷ, ἐς Πύλον ἠγαθέην. (ῃερς. 310.) Ὅτι ὁ μὴ συναναπαυόμενος ἀνδράσι τρυφῶσιν, εἴποι ἂν τὸ τοῦ Τηλεμάχου. ὡς οὔπως ἐστὶν ὑπερφιάλοισι μεθ' ὑμῖν δαίνυσθαί τ' ἀέκοντα, καὶ εὐφραίνεσθαι ἕκηλον. (ῃερς. 312.) Ὁ δὲ ἀπειλούμενος βλάβην παλαιοῖς ἐχθροῖς δαπανηροῖς τῶν αὐτοῦ, δύναται εἰπεῖν τὸ, ἢ οὐχ' ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματ' ἐμὰ, ἐγὼ δ' ἔτι νήπιος ἦα. νῦν δ' ὅτε δὴ μέγας εἰμὶ, καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμὸς, πειρήσω ὥς χ' ὕμμι κακὰς ἐπὶ κῆρας ἰήλω. Τηλεμάχου δὲ καὶ ταῦτα λόγοι πρὸς Ἀντίνοον. Ἔνθα ὅρα ὅτι καὶ ὁμολογεῖ πως τὰ κατὰ τὸν Μέντην ὡς ἐξ ἐκείνου ἀκούσας τὸ ποιητέον, οὐ μὴν θεόθεν διδαχθεὶς ὡς Ἀντίνοος φθάσας ἐπέσκωψεν. ἐν τούτῳ δὲ, καὶ διδακτὴν εἶναι δηλοῖ τὴν φρόνησιν, ὃ δὴ καὶ τῶν λοιπῶν ἀρετῶν ἐστὶν ἴδιον. (ῃερς. 312.) Τὸ δὲ κείρειν, συνήθης λέξις τῷ ποιητῇ ὡς προδεδήλωται, ὅπερ σημαίνει τὸ εἰς κόρον δαπανᾶν. Τὸ δὲ πολλὰ καὶ ἐσθλὰ, ἐπίτασις τοῦ κακοῦ. ἦν γὰρ ἂν φορητὸν εἰ πολλὰ μὲν ἔκειρον οὐκ ἐσθλὰ δέ. ἢ ἐσθλὰ μὲν, οὐ πολλὰ δέ. νῦν δὲ καὶ κατὰ ποσὸν καὶ κατὰ ποιὸν ἐπηύξηται. (ῃερς. 313.) Κτήματα δὲ καὶ νῦν λέγει, οὐ μόνον τὰ ἐν οἴκῳ ἅπερ οἱ μεθ' Ὅμηρον καὶ χρήματα παρὰ τὴν χρῆσιν καλοῦσιν, ἀλλὰ τὸν ἅπαντα βίοτον, τὸν ὡς ποιητὴς ἔφη, πολύν. (ῃερς. 314.) Εἰς δὲ τὸ, μέγας εἰμὶ, ἀφελῶς ἅμα καὶ ἐμφαντικῶς ῥηθὲν, χρήσιμον ἐτυμολογῆσαι τὸ μέγας. ὃ σύγκειται ὥσπερ τὸ μάκαρ ἐκ τοῦ μˉη στερητικοῦ καὶ τοῦ κὴρ ἡ θανατηφόρος μοῖρα ὁ μὴ κηρὶ ὑποκείμενος, οὕτω καὶ αὐτὸ ἐκ τοῦ τοιούτου μˉη καὶ τοῦ γῆ. ἵνα ᾖ μέγας, ὁ μὴ πρὸς γῇ ὢν ἀλλ' ὑπεραναβὰς τὴν γῆν. οὐκοῦν λέγει ὁ Τηλέμαχος, οὐκέτι ταπεινὸς εἶναι καὶ ὡς οἷον πρόσγειος καὶ πεδινὸς, ἀλλ' ὑπέργειος καὶ ὑψηλὸς, καὶ αὐτὸ δὴ τοῦτο, μέγας. ἡλικίας τε μεγέθει καὶ ἀξίας ποιότητι ὡς βασιλέως υἱὸς, καὶ διατοῦτο μὴ προσήκων ἀτιμίαις. Ἰστέον δὲ ὅτι ὁ μέγας οἷα συγκοπεὶς ἐκ τοῦ, ὁ μεγάλος, οὗ κλητικὴ μὲν ἑνικὴ παρ' Αἰσχύλῳ ἐν τῷ, ὦ μεγάλε Ζεῦ, αἱ δὲ λοιπαὶ πλάγιοι πάγχρηστοι, ἄκλιτος μένει διόλου. καθὰ καὶ ὁ Μέγας τὸ κύριον. ἐξ οὑ πατρωνυμικὸν, ὁ Μεγάδης. τοιούτῳ δὲ λόγῳ κατά τινας, οὐδὲ ὁ μάρτυς διαβαίνει εἰς κλίσιν, ἐπειδὴ συντέτμηται ἐκ τοῦ μάρτυρος. Ἡρῳδιανὸς δὲ, καθάπαξ ἡμαρτῆσθαι τὸ μέγας περὶ τὴν εὐθεῖαν γράφει καὶ διατοῦτο μηδὲ σχεῖν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν. ἑτεροκλίτως δηλαδή. ἡμάρτηται δὲ κατ' ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ ἄλφα, ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ ἀρκάς. φυγάς. ἢ βαρυνόμενον, ἐκτείνειν τὸ ἄλφα. ὧν οὐθέτερον ἔχει. (ῃερς. 315.) Τὸ δὲ ἀέξεται θυμὸς, οἱ μὲν, ἐπὶ ὀργῆς ἐνόησαν. ἵνα λέγῃ ὡς ἔμαθον ἤδη θυμοῦσθαι, καὶ μὴ διὰ τέλους ἀόργητος εἶναι. αὐξηθέντος τοῦ δυνάμει εἰς τὸ κατ' ἐνέργειαν. ἕτεροι δὲ, ἐπὶ ψυχῆς τὸν θυμὸν ἐκλαμβάνονται, χρώμενοι συνηγόρῳ τῷ Γαληνῷ, εἰπόντι ἐν τοῖς εἰς Τίμαιον, ὅτι αὐξανομένῳ τῷ σώματι, συναυξάνονται καὶ τῆς λογικῆς ψυχῆς αἱ δυνάμεις. λέγει δὲ καὶ Ἡρόδοτος ὅτι αὐξομένῳ τῷ σώματι, συναυξάνονται καὶ αἱ φρένες. γηράσκοντι δὲ, συγγηράσκουσιν, ὁ δέ γε πάραρος Σαρδανάπαλος παρανοήσας τὸν ἐνταῦθα Ὁμηρικὸν θυμὸν ἤγουν χόλον, ἔφη, εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι καὶ ἑξῆς ὡς παρὰ τῷ δειπνοσοφιστῇ κεῖται. θυμὸν ἀέξειν ἐκεῖνος νοήσας, οὐ τὸ χολοῦσθαι ἐφ' οἷς χρεὼν, ἀλλὰ τὸ τὴν ψυχὴν τελειοῦσθαι εἰς τὸ τὰ σπουδαῖα ἐνεργεῖν, καὶ τὸ πρὸς ἐπιθυμίαν ζῆν. παραφέρει δὲ ὁ αὐτὸς σοφιστὴς καὶ ἑτέρους ὅμοια τῷ Σαρδαναπάλῳ ληροῦντας. ἐν τούτοις δὲ διὰ τὴν τοῦ θυμοῦ διπλόην, ἐνθυμητέον καὶ τὸ, ἀνεθυμιᾶτο πάλιν τὸ προϋπάρχον μῖσος, ἤγουν ἀνενεοῦτο. ἴσως μὲν ῥηθὲν ὡς ἀπὸ θυμοῦ τοῦ κατὰ τὴν ὀργήν. μάλιστα δὲ, ληφθὲν ἀντὶ τοῦ, ἐκ δευτέρου εἰς ψυχὴν ἤρχετο. ἐπειδὴ καὶ δευτέρωμά ἐστιν ὅτε, ἡ ἀνˉα πρόθεσις δηλοῖ. Τὸ δὲ ἀκούων πυνθάνομαι, ἀντιστρόφως εἶπεν ἀντὶ τοῦ, πυνθανόμενος ἀκούω. (ῃερς. 316.) Τὸ δὲ πειρήσω, ἔχει καὶ παθητικὴν κίνησιν ἐν ἄλλοις παρὰ τῷ ποιητῇ, ὡς πολλαχοῦ δηλοῦται. Τὸ δὲ ἐπὶ κῆρας ἰήλω, ἀντὶ τοῦ ἐπιβαλῶ. ἐπιπέμψω θάνατον. θυμοῦ δὲ προβολὴ ὁ λόγος οὗτος Τηλεμάχῳ. πλευσεῖται μὲν γὰρ εἰς Πύλον, οὐ πειράσεται δέ τι τοιοῦτον. οἷα διὰ μόνην πλεύσας πατρὸς ἀκουὴν, οὐ μὲν ὥστε βλάψαι ἠὲ Πύλον δ' ἐλθὼν ἢ αὐτοῦ τῷ δ' ἐνὶ δήμῳ. (ῃερς. 317.) Ἔνθα καὶ ὅρα τὸ, τῷ δ' ἐνὶ δήμῳ, πρὸς σαφήνειαν ῥηθὲν τοῦ αὐτοῦ, ὅπερ ἐστὶ χρονικὸν ἐπίῤῥημα παθὸν ἔλλειψιν. ἔστι γὰρ τὸ αὐτοῦ, ἀντὶ τοῦ, ἐπὶ τούτου τοῦ χώρου ἢ τοῦ τόπου ἢ τοῦ δήμου. τούτοις δὲ ταυτόν ἐστι τὸ, τῷ δ' ἐνὶ δήμῳ. ὅμοιον γὰρ, εἰπεῖν ἐπ' αὐτοῦ τοῦ δήμου καὶ ἐν τούτῳ τῷ δήμῳ. (ῃερς. 319.) Ὅτι ἔμπορον ὁ ποιητὴς, τὸν ἀλλοτρίας νηὸς ἐπιβαίνοντα λέγει ὡς αὐτὸς ἑρμηνεύει, εἰπών. εἶμι ἔμπορος. οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων γίνομαι. τοῦτον δὲ οἱ μεθ' Ὅμηρον, ἐπιβάτην φασίν. ὡς ἐμπόρου παρ' αὐτοῖς λεγομένου, τοῦ μεταβολέως καὶ ὡς εἰπεῖν πραγματευτοῦ. καὶ μάλιστα τοῦ διὰ θαλάσσης περῶντος. παρὰ τὸν πόρον. καὶ τοιοῦτος μὲν ὁ παρ' Ὁμήρῳ ἔμπορος καὶ ὁ παρὰ τοῖς μεθ' Ὅμηρον ἐπιβάτης. Ἀττικοὶ δὲ τοὺς ἐν ταῖς τριήρεσι κωπηλάτας ἐπικώπους λέγοντες, ἐπιβάτας καλοῦσι τοὺς μαχητάς. Ἰστέον δὲ ὅτι ἀπορίαν ἔχει πῶς δή ποτε ὁ μὲν ἔμπορας καὶ ὁ μεγαλέμπορος προπαροξύνονται τῆς ὀξείας τοῦ πόρος ἀναστελλουμένης ἐν αὐτοῖς ὥς που φράζει ὁ Τρύφων, ὁ δὲ λογεμπόρος παρὰ τοῖς ὕστρον, κατεβίβασε τὸν τόνον εἰς τὴν παραλήγουσαν. ὅμοιον δὲ εἰς ἀπορίαν, καὶ τὸ ἤπιος ὀξυνθὲν ἐν τῷ Ἀσκληπιός. ἐκ τοῦ ἠπίου γὰρ ἔγνωσται συγκεῖσθαι ὁ ἀσκληπιός. ἀπορηθήσεται δὲ τὰ εἰς τόνον, καὶ τὸ γαῦρος εἰ ἐκ βαρυτόνου, ὀξύνεται μετὰ σύνθεσιν ἐν τῷ ἀγαυρός. ἔτι δὲ καὶ τὸ ἁβρὸς, εἴπερ ἐκ τοῦ ˉα στερητικοῦ καὶ τοῦ βάρος βαρυτόνου, δασυνθὲν Ἀττικῶς καὶ συγκοπὲν, ὠξυτονήθη. ἴσως δὲ καὶ τὸ ἀμυδρὸς, διὰ τὸ μύδρος. οὕτω δὲ καὶ τὸ ἀθρόος, διατὶ μὴ ἐξ ὀξείας καὶ βαρείας ἀθροῦς γέγονε, περισπασθὲν ὡς διπλόος διπλοῦς, ἀλλὰ ἄθρους. καθ' ὅμοιον δὲ λόγον καὶ διατί μὴ ἐκ τοῦ ὄϊς ὄϊος, τὸ συναίρεμα τῆς γενικῆς οἶος γέγονεν ὡς λάαος λᾶος, οἷον, λᾶος ὑπαὶ ῥιπῆς, ἀλλὰ οἰός. ὁμοίως καὶ διατὶ ὁ μωρὸς ὀξύνεται καὶ μὴ ἐκ τοῦ μὴ ὁρᾶν γινόμενος μήορος κατὰ κράσιν συνήθη, προπερισπᾶται ὡς τὸ μήαλλον μᾶλλον, ἀλλὰ ὀξύνεται. καὶ τὸ τετράορον δὲ τέτρωρον, εἵλοντό τινες προπερισπᾶν, διὰ τὴν ἐν τῷ ἁπλῷ τῆς παραληγούσης ὀξεῖαν καὶ τὴν ἐφεξῆς βαρεῖαν. Τούτων οὕτως ἠπορημένων, τὸ μὲν τέτρωρον, ἐκνικᾷ προπαροξύνεσθαι καὶ μετὰ κράσιν, διὰ τὴν ἀναγωγὸν τοῦ τόνου σύνθεσιν. τὸ δὲ μωρὸς, πάλαι ποτὲ ὀρθῶς εἶχε τοῦ προπερισπᾶσθαι. ὡς τὸ, ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας. καὶ τὸ, ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι. ὕστερον δὲ, συνεξέδραμε τῷ πυλωρὸς θυρωρὸς καὶ τοῖς ὁμοίοις. ὡς καὶ τὸ ἀγαυρὸς καὶ ἁβρὸς καὶ ἀμυδρὸς, τῷ ἀφαυρός. ἀμαυρός. ἀγρός. ἁδρός. καὶ εἴπου τι ἕτερον τοιοῦτον καθὰ καὶ πρὸ ὀλίγου ἐῤῥέθη. τὸ δὲ ὄϊος οἰὸς, ὠξυτονήθη ὡς ὀκνῆσαν περισπασθῆναι, ἵνα μὴ συνεκδράμῃ τῷ οἶος ὁ μόνος. περὶ δέ γε τοῦ ἀθρόος, προείρηται μὲν ἐν τῇ ˉα ῥαψῳδίᾳ. ἔστι δὲ καὶ νῦν εἰπεῖν ὡς οὐκ εὐλόγως παροξυνθὲν ἐν τῇ ἁπλότητι, ὤφειλε γὰρ ὡς ἄλλως σύνθετον παροξύνεσθαι, εἰκότως μετὰ τὴν κράσιν βαρύνεται ὡς τὸ χειμάῤῥους, ἵνα ᾖ ὡς χειμάῤῥοος χειμάῤῥους, οὕτως ἀθρόος ἄθρους. καὶ ἀπολάβῃ ἐν γοῦν τῇ συναιρέσει, τὴν ὀφειλομένην ὀξεῖαν τῇ ἀρχούσῃ πρὸ συναιρέσεως. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιὸν, ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτὸν ὡς καὶ Πλούταρχος ἱστορεῖ. καὶ οὕτω μὲν ταῦτα. τὸ δὲ λογεμπόρος διατί παροξύνεται καὶ μὴ πρὸ δύο συλλαβῶν ἔχει τὴν ὀξεῖαν κατὰ τὸ συνέμπορος καὶ μεγαλέμπορος, λύσῃ ἂν ἕτερός τις εὖ εἰδὼς ἢ κατὰ Δημοσθένην ἢ καί πως ἑτέρως. τοῦ δὲ κοινότερον λεγομένου ἐμπόρου, χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, στώακας ἐμπόρους λήρου λόγων καὶ παιδοπίπας. ἔνθα στώακες μὲν ὑποκοριστικῶς, οἱ στωϊκοί. παιδοπίπαι δὲ, οὓς ἀγρίους ἔφη σεμνότερον ὁ κωμικός. σύγκειται δὲ ἡ λέξις, πρὸς ὁμοιότητα τοῦ παρθενοπίπα, ὃ κεῖται ἐν τῇ Ἰλιάδι. Ἐπήβολος δὲ, οὐ ποιητικὴ λέξις, ἀλλὰ Ἀττικὴ κατὰ τοὺς παλαιούς. οἳ καὶ προφέρουσι. Σοφοκλῆς. εἴθ' εὖ φρονήσαντ' ἐσίδοιμι φρενῶν ἐπήβολον καλῶν σε. Πλάτων ἐν πρώτῳ νόμων. ἐπήβολον γεγονότα ὥστε τυχεῖν τῆς καλλίστης παιδείας. Ξενοφῶν ἐν τετάρτῳ Παιδείας. γίνονται κατὰ νόμον ἐπήβολοι. Ὑπερίδης κατὰ Δημάδου. μή τε πόλεως μήτε πολιτείας ἐπηβόλους γενέσθαι. Ἄρχιππος. ἐγενόμην χρημάτων ἐπήβολος. καὶ οὕτω μὲν οἱ παλαιοί. παρὰ δὲ τοῖς ὕστερον, ἡ λέξις ἠμέληται. γίνεται δὲ παρὰ τὸ βάλλειν τὸ τυγχάνειν σκοποῦ, βόλος, ἤβολος, καὶ ἐπήβολος ὁ ἐπιτυχής. ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη οὐ πρὸ πολλῶν. ἕτεροι δέ φασιν οὕτως. ἐπήβολος, ἐπιτυχής. ἐγκρατής. ἀπὸ τῆς βουλῆς ἢ βολῆς καὶ τοῦ βάλλειν. Πορφύριος δὲ μάλιστα τὴν ἐτυμότητα παρέδειξε τοῦ τοιούτου ὀνόματος. δοκεῖ δὲ ἀπὸ τοῦ ἐπιτυχῶς βάλλειν, οὐ μόνον ὁ ἐπήβολος παρῆχθαι, ἀλλὰ καὶ ὁ βελτίων, ἔτι δὲ καὶ ἀβέλτερος ὁ ἀνόητος φασὶ καὶ εὐήθης μετὰ χαυνότητος. (ῃερς. 321.) Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο ῥεῖα. ἄδηλον γὰρ εἴτε τὴν ἑαυτοῦ ὁ Τηλέμαχος χεῖρα τῆς Ἀντινόου ἐξέσπασεν, εἴτε ἀνάπαλιν. διατί δὲ ἐξέσπασεν; ἢ διότι γελῶν ὁ Ἀντίνοος ἐδεξιώσατο ἐμφὺς τῇ τοῦ Τηλεμάχου χειρὶ ὡς προείρηται, ἢ καὶ ὡς δεδιὼς μὴ ἐπιβούλως ἅπτηται τῆς χειρός. Τὸ δὲ ῥεῖα, τὴν τοῦ νεανίου ἐμφαίνει ῥωμαλεώτητα. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι, ἐκ χειρῶν, ἀμφιβολίας γίνεται σχῆμα. ἐν τῷ, χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου. ἔνθα οὐ σαφὲς εἴτε τὰς ἑαυτοῦ χεῖρας ὁ Ἀχιλλεὺς τοῖς τοῦ Πατρόκλου ἐπέθετο στήθεσιν, εἴτε καὶ ἀνάπαλιν τὰς ἐκείνου τοῖς ἑαυτοῦ. (ῃερς. 323.) Ὅτι δηλωτικὸν ὕβρεως τὸ, οἵ δ' ἐπελώβευον καὶ κερτόμεον ἐπέεσσιν. ἔστι δὲ λώβη, ἡ ἐν κοινῷ ὕβρις, οἱονεὶ λαόβη, ἡ μέσον λαοῦ ἐπεμβαίνουσά τινι. ἢ παρὰ τὸ λώπιον, ἡ μετὰ ἔκδυσιν ἐπαγομένη γυμνῷ τινι. (ῃερς. 324.) Ὅτι μερίζει ὡς ἐν ἠθοποΐᾳ κατὰ προσωπικὴν ἀοριστίαν ὁ ποιητὴς τοὺς μνηστῆρας. καὶ τοὺς μέν τινας ποιεῖ δεδιότας, καὶ λέγοντας. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. ἢ ἐκ Πύλου ἀγαγὼν ἀμύντορας, ἢ καὶ Σπάρτηθεν, ἐπειδή περ ἵεται αἰνῶς. ἢ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρ' ἔνθεν θυμοφθόρα φάρμακ' ἐνείκῃ, ὅ ἐστιν ἐνέγκῃ. ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέας πάντας ὀλέσσῃ. (ῃερς. 331.) Ἑτέρους δὲ, θαρσαλεώτερον διακειμένους πλάττει, ἐν τῷ λέγειν. τίς δ' οἶδεν εἰ καὶ αὐτὸς πλεύσας, τῆλε φίλων ἀπόληται ἀλώμενος ὥσπερ Ὀδυσσεύς. (ῃερς. 334.) Εἶτα ποιεῖ αὐτοὺς προστιθέντας καί τι ἀστεῖον. ὡς οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν. τίς δὲ ὁ πόνος; κτήματα γάρ κεν πάντα δασαίμεθα. οἰκία δ' αὖτε, τούτου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίει. (ῃερς. 335.) Καὶ ὅρα ὅπως δωμάτων μόνον παραχωρῆσαι θέλουσιν μνηστῆρες τῇ Πηνελόπῃ, ὅτι μὴ καὶ αὐτὰ εἰλαπινάσαι δύνανται. Σημείωσαι δὲ καὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ὑποβάλλει τῷ ἀκροατῇ ἐπινοεῖν ὕλην γραφῆς. καὶ λογίσασθαι, ὡς ἐνῆν τῷ ποιητῇ πλάσασθαι, τὸν Τηλέμαχον ἐκ Πύλου λαβεῖν τὰ πρὸς ἄμυναν. ἢ ἀπὸ Σπάρτης. ἢ καὶ ἀπὸ Ἐφύρης τῆς προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμάκου ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. ἀφῆκε δὲ τὰ τοιαῦτα, τὸ δυσκατεργαστότερον ἐπιλεξάμενος. ἐπεὶ μὴ δὲ εἶχεν ἀπὸ τῆς ἱστορίας ἐνδεδομένον τοιοῦτόν τι συμπλάσαι. Ὅρα δὲ καὶ οἷον οἱ κακοί. ἐν φόβοις ἀεὶ ὄντες, καὶ ἀνειδωλοποιούμενοι τὰ δεινά. Τὸ δὲ ἵεται αἰνῶς, σεμνότερον εἴρηται. ὡς ἶσον τῷ, ὁρμαίνει. δέον ὂν εἰπεῖν, χολοῦται ἢ μαίνεται ἤ τι τοιοῦτον. Ἐφύρην δέ φασι, τὴν ἐν Θεσπρωτίᾳ λέγει. οὐχ' ὡς ἔνιοι τὴν Κόρινθον. ἐκείνη γὰρ καὶ μετωνομάσθη φασὶ Κίχυρος. Εἰς δὲ τὸ πίειρα, ἔστιν εἰπεῖν ὡς καὶ ἡ ῥηθεῖσα Ἐφύρη πολλὰ μὲν φύει λυγρὰ, τὰ θυμοφθόρα δηλαδὴ φάρμακα, πολλὰ δὲ καὶ ἐσθλὰ, ἐξ ὧν δηλαδὴ ἔζων οἱ ἐκεῖ. Θυμοφθόρα δὲ, τὰ φθαρτικὰ λογισμοῦ κατὰ τοὺς παλαιοὺς καὶ ἀναιρετικά. (ῃερς. 334.) Τὸ δὲ ὀφέλλειεν ἀόριστος πρῶτος ἐστὶν εὐκτικὸς τοῦ ὤφελα. καθ' ὁμοιότητα τοῦ τύψειε ποιήσειε καὶ τῶν ὁμοίων. Πόνον δὲ, εἰρωνικῶς τὴν ἐνέργειαν λέγει, ἤτοι τὸ κατὰ τὴν μνηστείαν ἔργον. ὡς εἴ τις ἐν τρυφῇ ἀκκιζόμενος, μόχθον εἴπῃ τὸ τρυφᾶν, ᾧ χαίρειν μάλιστα οἶδεν ἀπόνως αὐτός. καὶ ἄλλως δὲ, ὁ πόνος οὗτος, τὸν πολὺν βίοτον ἐμφαίνει τοῦ Ὀδυσσέως. ὃν δάσασθαι, δύσεργον ἂν τοῖς ἐριστικοῖς μνηστῆρσι γένοιτο καὶ ὡς αὐτοί φασι, πόνος ηὐξημένος. Ἰστέον δὲ ὅτι καὶ τὸ ἀλεγύνεται δαῖτας, τοιούτου πόνου ἐστὶν ἐνδεικτικὸν, εἴπερ ἐκ τοῦ ἀλεγύνειν τὸ ἄλγος γίνεται, ὅπερ ἐστὶ πόνος. Τὸ δὲ δοῖμεν, ἀποβολῇ τοῦ ˉμ τὸ δοῖεν γεννᾷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. (ῃερς. 337.) Ὅτι θάλαμος ἦν ὑψόροφος τῷ Ὀδυσσεῖ εὐρὺς, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο. ἐσθής τ' ἐν χηλοῖσιν, ἅλις τ' εὐῶδες ἔλαιον. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἔστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες. (ῃερς. 341.) Καὶ ὅρα ἔπαινον ἀγαθοῦ οἴνου. ἵσταντο δὲ ἑξείης ποτὶ τοῖχον ἀρηρότες, ἵνα τὸ μέσον τοῦ θαλάμου εἴη ἄλλως χρήσιμον. ἐφυλάσσετο δὲ ὁ οἶνος εἴ ποτε φησὶν Ὀδυσσεὺς οἴκαδε νοστήσειε, καὶ ἄλγεα πολλὰ μογήσας. κληϊσταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι. Δικλίδες. ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσκεν. (ῃερς. 346.) ἣ πάντα φύλασσε νόου πολυιδρείῃσιν. ὃ δὴ περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ κεδνή. καὶ κεδνὰ εἰδυῖα. καὶ πυκιμήδης. ἦν δὲ ἡ ταμία, Εὐρύκλεια. ἣν καὶ μαῖαν μετ' ὀλίγα προσφωνεῖ ὁ Τηλέμαχος. ἔνθα καὶ ἡδὺν οἶνον ἐρεῖ καὶ λαρόν. Καὶ ὅρα οἷά τε τὰ ἡρωϊκὰ ταμεῖα, καὶ ὡς οἰκονομικὴν μέθοδον ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων χρῆναι τοὺς οἰκοδεσποτοῦντας, κειμήλια ἔχειν εἰς χρῆσιν τὴν ἐν καιρῷ. (ῃερς. 337.) Θάλαμον δὲ, τὸ ταμεῖον λέγει, ἐνδοτάτω πάντως ὂν καὶ αὐτό. καὶ διατοῦτο τὴν τοῦ θαλπεινοῦ κλῆσιν εἰληχός. ὑψορόφου μὲν ὄντος, διὰ τὸ ἴσως ὑπερῷον καὶ οὕτω ἀνεπιβούλευτον. εὐρέος δὲ, διὰ τὸν βασιλικὸν πλοῦτον πολὺν ὄντα. Πόθεν δὲ ὄροφος, ἐν τῇ Ἰλιάδι δηλοῦται. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὀροφίας ὁ ἐν ταῖς οἰκίαις μυοθήρας ὄφις. Νητὸς δὲ χρυσὸς, ὁ σεσωρευμένος εἰς πλῆθος, παρὰ τὸ νῶ νήσω. ἐξ οὗ καὶ τὸ ἐπενήνεον περὶ οὗ προδεδήλωται. ὁμώνυμον δὲ τῷ ῥηθέντι νῶ νήσω, καὶ τὸ παρ' Ἡσιόδῳ πρωτότυπον τοῦ νήθω. ὃ καὶ αὐτὸ, σώρευσίν τινα δηλοῖ τῶν νηθομένων σωμάτων. ὡς εἶναι καὶ ἐκεῖ τὰς κλωθομένας ἶνας, νητάς. (ῃερς. 339.) Χηλὸς δὲ, γίνεται μὲν ἀπὸ τοῦ χῶ χήσω τὸ χωρῶ, ἐξ οὗ καὶ ὁ χηραμός. ὃν οἱ τῆς Δωριέων γῆς ἄρτι, χηλαμὸν φασὶν ἰδιωτικῶς. λέγεται δὲ κατὰ τοὺς παλαιοὺς, καὶ ἀντίπηξ. καὶ κιβωτός. καὶ λάρναξ. καὶ σωρός. Εὐῶδες δὲ ἔλαιον, ἴσως μὲν καὶ τὸ ἐκ τῆς ἐλαίας. εἰκὸς δὲ καὶ ἐσκευάσθαι τιμιώτερον ὁποῖον καὶ τὸ παρὰ τοῖς παλαιοῖς ἴρινον ἢ σαμψύχινον ἢ εἴτι τοιοῦτον ἐλαιῶδες μῦρον. ὁποίοις ἐχρῶντο οἱ βασιλεῖς. (ῃερς. 344.) Κληϊσταὶ δὲ σανίδες, αἱ θύραι. πρὸς διαστολὴν τῶν ἁπλῶς σανίδων. (ῃερς. 345.) Δικλίδες δὲ, διχόθεν κλειόμεναι. δίθυροι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται ἀκριβῶς. (ῃερς. 340.) Οἶνον δὲ παλαιὸν Ὁμήρου εἰπόντος, οἱ ὕστερον ἀστείως μεταλαβόντες, γέροντα τὸν τοιοῦτον εἶπον. οἷον. γέρων Θάσιος οἶνος. ὅπερ ἡδύτερον ὁ κωμικὸς Ἄλεξις φράζων, φησίν. οἶνος καὶ μάλα πολύς γε. ὀδόντας οὐκ ἔχων. ἤδη σαπρός. γέρων δαιμονίως. τοιοῦτον δέ φασι παλαιὸν ἡδύποτον οἶνον τοῖς κωθωνιζομένοις δίδωσιν Ὅμηρος. εἰκὸς δὲ τὸν εἰρημένον γέροντα καὶ σαπρὸν οἶνον, καὶ σαπρίαν ἀρσενικῷ γένει λεχθῆναι. οὗ χρῆσις, ἐν τοῖς τοῦ Ἀθηναίου. παρ' ᾧ ἐπαινῶν τις οἶνον ὅν φησι καλέουσι σαπρίαν, ἐπάγει. οὗ καὶ ἀπὸ στόματος στάμνων ἀνοιγομένων, ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ' ὑακίνθου ὀσμὴ θεσπεσία. κατὰ πᾶν δ' ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ. τὸν δὲ τοιοῦτον, ὑπονοητέον ἀνθοσμίαν εἶναι. οὗ τὸ σκευαστικὸν ἄρτυμα, παραδίδωσιν ὁ δειπνοσοφιστής. γνωστοῦ πάνυ τοῖς τότε ὄντος. ὃν διαλύσας Ἰωνικῷ τρόπῳ Ἀλκμὰν ὁ μελωποιὸς ἄνθεος ὄσδοντα ἔφη. ὡς δὲ καὶ παρέφρασέ τις τὸν παλαιὸν οἶνον ἐν τῷ, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἑτέρου οἴνου περικαλλέσιν ὥραις, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὡς δὲ ὁ παλαιὸς οἶνος, καὶ γεραὸς καὶ πολιὸς ἐκλήθη πρὸς τινῶν. καὶ ὅτι ὀμφακίας παραδέδοται οἶνος μετὰ πολλοὺς χρόνους ἀκμάζων. καὶ ὡς ἰταλικὸς οἶνός τις ἦν μέλας μὲν τὴν ἀρχὴν, μετὰ πολλὰ δὲ ἔτη λευκὸς γινόμενος, κοῦφος λίαν ἐκεῖνος καὶ τρυφερὸς, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων, καὶ ὅτι ὁ παλαιὸς, οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν προσφορώτερος. πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα, καὶ λεπτομερὴς ὢν, εὐανάδοτός ἐστι. δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ. καὶ τὸ αἷμα ἐνέρευθες ποιεῖ καὶ εὐανάδοτον. καὶ τοὺς ὕπνους ἀταράχους παρέχει. ἐπιδέχεται δὲ καὶ πλείω κράσιν, διὰ τὸ μάλιστα θερμὸς γίνεσθαι παλαιούμενος. λέγει δὲ ὁ αὐτὸς, καὶ αἴθοπα τὸν μέλανα, ὡς δυναμικώτατον διὰ θερμότητα καὶ μένοντα ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. ὁ γὰρ λευκὸς, ἀθενής φησι καὶ λεπτός. παρὰ Χίοις δέ φασι πρώτοις ἐγένετο μέλας οἶνος. οἳ πρῶτοι καὶ φυτεύειν καὶ θεραπεύειν ἀμπέλους μαθόντες παρὰ Οἰνοπίωνος υἱοῦ Διονυσίου τοῦ καὶ συνοικίσαντος τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μετέδωκαν. κεῖται δὲ παρ' αὐτῷ καὶ Ἀλέξιδος τὸ, οὐδὲν ἔοικ' ἄνθρωπος οἴνῳ τὴν φύσιν. ὁ μὲν, γὰρ ἀπογηράσκων, ἀηδὴς γίνεται. οἶνον δὲ, τὸν παλαιότατον σπουδάζομεν ὅτι οὐ δάκνει ἀλλ' ἱλαροὺς ἡμᾶς ποιεῖ. (ῃερς. 345.) Ὅρα δὲ καὶ τὸ νύκτας τε καὶ ἦμαρ. ἑνικῶς γὰρ τὸ ἦμαρ, ἐπεὶ οὐκ ἀφῆκε τὸ μέτρον πληθυνθῆναι καὶ αὐτό. Παιδευτικὸν δὲ εἰς οἰκονομίαν καὶ τὸ, πολύϊδριν τὴν ταμίαν εἶναι ὅ ἐστι πολύπειρον. συνετήν. διὰ διφθόγγου δὲ ἡ πολυϊδρεία, ὡς καὶ ἡ ἀϊδρεία. ἀπὸ τοῦ ἴδρις ἴδρεως. ὡς καὶ ἡ ἐλεγχεία, διὰ τὸ, τά δ' ἐλέγχεα λέλειπται. (ῃερς. 349.) Ὅτι εἰς παρασκευὴν συμποσίου χρήσιμον τὸ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ἡδύν. ἤγουν ἐκ πίθου ἀπάντλησον εἰς ἀμφιφορεῖς. (ῃερς. 350.) Ὅτι παιδεύων ὁ ποιητὴς ἄχρι καὶ τῶν σμικροτάτων τιμαλφεῖν τοὺς γονεῖς, ποιεῖ τὸν Τηλέμαχον ἐπιτάσσοντα τῇ μαίᾳ περὶ οἴνου ὅς φησι μετὰ τὸν λαρώτατος, ὃν σὺ φυλάσσεις, κεῖνον ὀϊομένη τὸν κάμμορον. τὸν πατέρα Ὀδυσσέα δηλαδή. τὴν δὲ μαῖαν ταύτην, προϊὼν Ὅμηρος, τροφὸν ἑρμηνεύσει ἐν τῷ, κώκυσεν δὲ φίλη τροφός. Ὅρα δ' ἐνταῦθα ὅτι ἢ ἐκτείνεται τὸ ˉω τοῦ λαρώτατος κατὰ τὸν κανόνα τῶν διὰ τοῦ ˉώˉτˉαˉτˉοˉς ἵνα κατάρξῃ δακτύλου ποδὸς, καὶ πάντως ἔσται ἡ πρὸ τοῦ ˉω συλλαβὴ, συνεσταλμένη, τουτέστι τὸ λˉα, καὶ μεσολαβήσει ἐν ἡρώῳ στίχῳ τροχαῖος, καὶ οὕτω χωλεύσει τὸ ἔπος. ἢ ἐν ἐκτάσει μένει τὸ λˉα, ὡς τοῦ λαρὸς ἐκτείνοντος τὸ δίχρονον, καὶ γίνεται κατὰ τὸν ῥηθέντα κανόνα συστολὴ τῆς ρˉο συλλαβῆς τοῦ λαρότατος, καὶ οὕτως εὑρεθήσονται συλλαβαὶ βραχεῖαι τρεῖς ἐφεξῆς, ἤγουν τρίβραχυς πούς. καὶ ἔστι μὲν οὐδὲ τοῦτο ἀγαθὸν ἐν μέτρῳ δακτυλικῷ. κρεῖττον δὲ ὅμως τοῦ προτέρου. ὡς τῆς ἐπικειμένης ὀξείας, δυναμένης τὸν βραχὺν χρόνον μηκῦναι τοῦ ˉο. καθὰ καὶ ἐπὶ τοῦ, Τρῶες δ' ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. ὥστε τοῦ λˉα ἐκτεταμένου μένοντος, ἐκταθήσεται τὸ ρˉο συνήθως διὰ τῆς ὀξείας. ὡς καὶ ἐν τῷ, Τηλέμαχ' οὔτις σεῖο κακοξεινότερος ἄλλος. (ῃερς. 351.) Τὸ δὲ, κεῖνον ὀϊομένη, ἀντὶ τοῦ ἐλπίζουσα. ὃ ταυτόν ἐστι τῷ, νομίζουσα ἐλθεῖν. (ῃερς. 353.) Ὅτι ἐφοδίων συσκευῆς φραστικὸν τότε οἶνον ἀφύσσειν ὡς πρὸ βραχέων ἐγράφη, καὶ τὸ, τόσους ἔμπλησον ἀμφορεῖς, καὶ πώμασιν ἄρσον ἅπαντας. ὅπερ ἐστὶ περίφρασις τοῦ πωμάζειν. καθ' ὁμοιότητα λεχθὲν τοῦ, ἄγγεσιν ἄρσον ἅπαντα. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋῤῥαφέεσσι δοροῖσι. περὶ ὧν πρὸ ὀλίγων ἐγράφη. τόσα δ' ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. περὶ οὗ καὶ αὐτοῦ εἴρηται οὐ πρὸ πολλῶν. Τηλεμάχου δὲ καὶ ταῦτα. ὃς τοὺς μὲν ἀμφιφορεῖς τοῦ οἴνου, εἰς δώδεκα μετρεῖ. τὰ δὲ μέτρα τοῦ ἀλφίτου, εἰς εἴκοσιν. (ῃερς. 356. σθθ.) Ἀσφαλιζόμενος δὲ αὐτὸς καὶ ἐπισπεύδων τὴν γραῖαν μαῖαν, ἐπάγει. αὐτή δ' οἴη ἴσθι. τάδ' ἀθρόα πάντα τετύχθω. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι. ὅτε δηλαδὴ τὴν μητέρα λήσεται κοίτου μεδομένην ἐν ὑπερῴοις. ὅ ἐστιν, ἐπὶ ὕπνῳ κοιταζομένην. προϊὼν δὲ, καὶ ὅρκον τῆς γραὸς λαμβάνει μὴ τάδε μυθήσασθαι τῇ μητρὶ πρίν γ' ὅτ' ἂν ἐνδεκάτη τε δυωδεκάτη τε γένηται. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι. τότε γὰρ, οὐ ψευστέον τῇ δεσποίνῃ. διὰ τί δὲ ταῦτα; ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. Καὶ ἡ γραῦς ἡ καὶ ὀλοφυραμένη καὶ κωκύσασα ἐπὶ τῇ ἀποδημίᾳ τοῦ τροφίμου δεσπότου, πείθεται. καὶ θεοῦ μέγαν ὅρκον ἀπόμνυσιν ὡς ἀπῃτήθη. βιωτικὰ δὲ καὶ ταῦτα τοῦ ποιητοῦ καὶ κοινωνίας ἀνθρώπων συστατικά. (ῃερς. 354.) Ὅρα δὲ τὸ ἄλφιτα χεῦον, ὡς καὶ κατωτέρω πάλιν ἄλφιτα χεῦε, καθ' ὁμοιότητα ῥηθὲν τοῦ, τύμβον χεῦε, καὶ τῶν τοιούτων. ἐπεὶ καὶ χοῶδες οἷον τὸ ἄλφιτον, καὶ διατοῦτο χυτὸν καὶ αὐτὸ, καθὰ καὶ ἡ χυτὴ γῆ. Τὸ δὲ δοροῖσιν οἵου γένους ἐστὶν, οὐ πάνυ δῆλον. ἔστι δὲ πάντως ταυτὸν, δοροῖς εἰπεῖν ποιητικῶς. ἔτι δὲ καὶ κωρύκοις. καὶ κοινότερον, θυλάκοις. ὧν χρῆσις πολλὴ κατά τε τὸ ἁπλοῦν, καὶ κατὰ τὸ ὑποκοριστικὸν δὲ, οὐδὲν ἧττον. οἷον. πτίσσε πτίσσε τὸν Ἀναξάρχου θύλακον. καὶ πάλιν. φιλοσοφίας ὄφελος τὸ, μηδὲν ἡγεῖσθαι δεινὸν ἀναχωρῆσαι τοῦ θυλακίου τῶν κρευλλίων, ἤγουν τοῦ σώματος. οὕτω δὲ πάντως νοεῖται καὶ ὁ τοῦ Ἀναξάρχου θύλακος. (ῃερς. 355.) Μέτρα δὲ ἀλφίτου λέγεσθαι, καινὸν οὐδὲν, εἴγε καὶ οἴνου μέτρα φασὶν οἱ πολλοί. καθ' ὁμοιότητα τοῦ, εἴκοσι μέτρα ὕδατος. ὅπερ ἐν τοῖς περὶ Κύκλωπος κεῖται. ὥστε τὸ μέτρον, ἐπί τε ξηρῶν ἐπί τε ὑγρῶν λέγεται. Ἀκτὴ δὲ ἀλφίτου, ἡ δωρεὰ κατὰ τοὺς παλαιοὺς, παρὰ τὸ προάγεσθαι ἢ προσάγεσθαι. ἢ τὸ κλάσμα, παρὰ τὸ ἄγω τὸ κλῶ. οὗ ἔμφασιν ἔχει οὐ μόνον τὸ ἄλφιτον ὡς προεδηλώθη, ἀλλὰ καὶ τὸ μυλήφατον. ὃ δηλαδὴ κλᾶται ὑπὸ μύλης. ἔστι γὰρ ἡ τοῦ μυληφάτου παραγωγὴ, ὁμοία τῇ τοῦ προσφάτου νεκροῦ καὶ ἀρηϊφάτου καὶ τῶν τοιούτων. εἴρηται δὲ περὶ τούτου κρεῖττον ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν ᾗ καὶ Δήμητρος ἀκτὴ ἐῤῥέθη που μετωνυμικῶς. ὡς γὰρ μετωνυμία ἦν, εἰπεῖν ἀντὶ πυρὸς Ἥφαιστον τὸν ἐπιστατοῦντα τῷ πυρὶ, οὕτω μετωνυμικόν ἐστι καὶ τὸ ἀντὶ ἀλφίτου ἀκτῆς, εἰπεῖν ἀκτὴν Δήμητρος ἣ τῶν ἀλφίτων αἰτία ἐστί. κατὰ τοιοῦτον τρόπον, καὶ τὸν ἄρτον Ὀππιανὸς Δήμητραν λέγει ἐν τῷ, τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον. Ἰστέον δὲ ὅτι τὸ, ἀλφίτου ἀκτῆς, θηλυκοῦ οἶδε γένους τὴν ἀκτήν. ὅθεν οὐδὲ εὐοδοῦται ὁ ἐν Ἡσιόδῳ τὸ Δήμητρος ἀκτὴν, κατὰ γένος νοήσας ἀρσενικόν. (ῃερς. 357.) Τὸ δὲ ἑσπέριος αἱρήσομαι, ἀντὶ τοῦ λήψομαι, εἰ καὶ ἄλλως τὴν λέξιν οἱ μεθ' Ὅμηρον ἐπὶ βουλήσεως τίθενται. (ῃερς. 375.) Τὸ δὲ ποθέσαι ἀντὶ τοῦ ποθῆσαι, δοκεῖ μὲν ποιητικὸν, ἔστιδὲ ἀληθῶς Ἀττικόν. εἴγε καὶ Πλάτων ἐν τῷ περὶ ψυχῆς, φησὶ, παρεσκευασάμην ὡς οὐκέτι ποθέσωνἄλλο εἶδος αἰτίας. λέγεται τοίνυν ἑκατέρως, καὶ ποθῆσαι καὶ ποθέσαι. ἀφ' οὗ καὶ ἀπόθεστος κύων ἐν τοῖς ἑξῆς, ὁ ἠμελημένος καὶ ἀπόθητος. Ἐνταῦθα δὲ καὶ σχήματός ἐστι καινότης. ἦν γὰρ εἰπεῖν τὸν ποιητὴν οὕτω. πρίν γ' ὅτ' ἂν τοσήδε ἡμέρα γένηται ἢ αὐτὴ ποθέσῃ καὶ ἀφορμηθέντος ἀκούσῃ. ὁ δὲ ἀσυνήθως ἐσχημάτισε διὰ τὴν τοῦ πρὶν ἐπιῤῥήματος δύναμιν. ὅπερ μετὰ μὲν τοῦ ὅτ' ἂν ὁριστικῷ συντάσσεται ῥήματι. οἷον. πρὶν ὅτ' ἂν τόδε γένηται. αὐτὸ δὲ καθ' αὐτὸ, ἀπαρεμφάτου ζητεῖ σύνταξιν. οἷον. πρὶν τόδε γένεσθαι. (ῃερς. 376.) Ἐν δὲ τῷ, χρόα καλὸν, τὴν ὅλην διαρτίαν δηλοῖ τοῦ σώματος. οὗ πάσχοντος ἐντὸς, ἰάπτεται καὶ ὁ καλὸς χροῦς, ἤγουν τὸ ἐπιφαινόμενον τοῦ σώματος. ὃ καὶ χρὼς λέγεται. ἀπὸ δὲ τοῦ χροῦς, καὶ ἡ ἐν χρῷ κουρὰ, ἡ ψιλὴ κατὰ Αἴλιον Διονύσιον καὶ πρὸς τὸν χρῶτα. καὶ ἐν χρῷ δὲ κουρίας, ὁ οὕτω κειρόμενος. καὶ πλοῦς ἐν χρῷ, ὁ γῆς ἐγγύς. Θουκυδίδης. ἐν χρῷ παραπλεῦσαι τὰς ναῦς. ἀπ' αὐτοῦ δὲ, καὶ τὸ χρίμπτω. καὶ τὸ χρίω. ἔτι δὲ καὶ τὸ ἐγχρίω τουτέστι παίω. ὅθεν ἐνχρίσαι κατὰ τὸ αὐτὸν Διονύσιον, τὸν παῖσαι κέντρῳ σκορπίον ἢ σφῆκα ἤ τι τοιοῦτον. Ὅρα δὲ ὡς ἐνταῦθα φανερῶς ἰάπτειν, τὸ διαφθείρειν καὶ βλάπτειν λέγεται, οὐ μὴν ὡς ἀλλαχοῦ δοκεῖ τισι, τὸ προπέμπειν. (ῃερς. 377.) Ἐν δὲ τῷ, μέγαν ὅρκον, σεμνότης τοῦ ὅρκου τὸ μέγαν διὰ τὸ θεῖον ὅ τις ἐπόμνυται. ὡς μὴ δέον ὂν τὸν μέγαν ὅρκον τῷ ψεύδει καταῤῥιπτεῖν. Ἀπομνύναι δὲ, διαφέρει τοῦ ἐπομνύναι κατὰ τοὺς παλαιούς. καθότι ἐπόμνυσθαι μέν ἐστι, τὸ καταφατικῶς ὀμνύειν. οἷον. μὰ τὸν, ἢ μὰ τὰς, ποιήσω τό δέ τι. ἀπόμνυσθαι δὲ, τὸ ἐν ὅρκῳ ἀποφάσκειν. οἷον. μὰ τοὺς, ἢ μὰ τάδε, οὐ ποιήσω οὕτως. καθὰ καὶ ἐνταῦθα ὀμνύει ἀπωμοτικῶς ἡ Εὐρύκλεια ὡς οὐ μυθήσεται τῇ δεσποίνῃ τὰ κατὰ τὸν υἱὸν πρὶν ἂν τόσαι ἡμέραι διέλθειεν ἢ αὐτὴ ζητήσῃ. Σημείωσαι δὲ ὅτι ὥσπερ διαφέρει τὸ ἐπομνύναι καὶ ἀπομνύναι, οὕτω διαφέρει κατὰ Αἴλιον Διονύσιον, καὶ τὰ ὁρκωματικὰ ἐπιῤῥήματα. τὸ μὲν γὰρ νὴ τὸν, καὶ ναὶ μὰ τὸν, κατωμοτικά φασιν. ἐξ Ὁμήρου οἶμαι λαβὼν τὸ ναὶ μὰ τὸν, εἰπόντος, ναὶ μὰ τόδε σκῆπτρον. ἀπωμοτικὰ δὲ τὸ, μὰ τόν, καὶ οὐ μὰ τόν. Ἔτι σημείωσαι καὶ ὅτι γραῦς κοινῶς μὲν, ἡ παλαιὰ γυνὴ καὶ πολιὰ τῷ χρόνῳ. ἄλλως δὲ καθ' ὁμωνυμίαν, γραῦς καὶ τὸ ἐπαφρίζον ἐν ταῖς χύτραις καθὰ δηλοῖ καὶ ὁ κωμικός. καὶ ἡ ἐπὶ τοῦ ζωμοῦ. αὕτη δὲ, καὶ ἐπίπαγος κατὰ Παυσανίαν καλεῖται. (ῃερς. 363.) Ὅτι ὁ ἀποδημήσων ἀποδημίαν οὐκ ἀγαθὴν, ἀκούσῃ ἂν πρὸς τοῦ φιλοῦντος τοιαῦτα. τίπτε δέ τοι φίλε τέκνον ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο. πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν. ἀλλὰ μέν' αὖθ' ἐπὶ σοῖσι καθήμενος. οὐ δέ τι σε χρὴ κακὰ πάσχειν, οὐ δ' ἀλάλησθαι. (ῃερς.
263.1.2
) Τὸ δὲ τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου, ἔχει τι σώφρονος παρηχήσεως. (ῃερς.