Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
265.1.1
) Ἐπίστιον δὲ, τὸ ὡς ἄν τις εἴποι ἐποίκειον. Ἰώνων δὲ ἡ λέξις, διὸ καὶ ψιλοῦται. καθὰ καὶ τὸ Ζεὺς καθάρσιος καὶ ἐπίστιος παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ ἐφέστιος. καὶ Ἀθηναίων ἐπίστια. γίνεται δὲ ἀπὸ τῆς ἱστίας. ἥτις ὁμοίως τῇ ἑστία δασύνεται. αὐτὴ μὲν, ἀπὸ τοῦ ἵστασθαι. ἀπὸ τοῦ ἑστάναι δὲ, ἡ ἑστία. λέγεται δὲ τὸ ἐπίστιον, καὶ νεώριον. καὶ νεὼν περιεκτικῶς. καὶ νεῶν οἶκοι. καλοῦνται δὲ καὶ οἱ αἰγιαλοὶ, νεῶνες καὶ οἶκοι νεῶν. Αἴλιος δὲ Διονύσιος, λέγει ὅτι Ἴωνες μὲν, νεῶνας φασίν. Ἀττικοὶ δὲ, νεωσοίκους καὶ νεώρια. οἱ δ' αὐτοὶ, καὶ νεωρεῖν φασι τὸ ναυφυλακεῖν. ὅτι δὲ ψιλωτικοὶ τῶν δασυνομένων οἱ Ἴωνες, δηλοῖ καὶ τὸ, λεύκιππος Περσεφόνη παρὰ Πινδάρῳ. καὶ τὸ αὐτόδιον, ὅ ἐστι κατὰ τὴν ὁδόν. καὶ ὁ ἀντήλιος, ἤγουν παρήλιος. καὶ ὁ ἀπηλιώτης. καὶ ἔπηλις ἡ ἐπὶ τοῦ προσώπου μελανία καὶ τὸ πῶμα τῆς λάρνακος ὥς φασιν οἱ παλαιοὶ κατὰ τὸν Σοφοκλῆν. ἡ δ' αὐτὴ, καὶ ἔφηλις κοινῶς ὡς ἀπὸ τοῦ ἥλου. λέγονται δὲ Ἰωνικῶς, καὶ ἀντήλια τὰ καὶ παρώπια ἤγουν τὰ περὶ τὰς ὄψεις τῶν ἵππων ὡς φησιν Αἴλιος Διονύσιος. Ἰστέον δὲ ὡς εἰ καὶ Ἰώνων ἐστὶν ἡ ψίλωσις τοῦ ἐπίστιον, ἀλλ' αὐτὴ ἡ λέξις τοῦἱστίου καθὰ καὶ ἡ ἱστία, Σικελῶν εἶναι πρὸ βραχέων ἐῤῥέθη καθ' Ἡρακλείδην. ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ˉε ᾧ ἕπεται τὸ σίγμα εἰς ˉι μετατιθέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι σώζουσιν, ὥστε κἂν μὴ ἕπηται τὸ σίγμα φύσει ἀλλ' ἔξωθεν παρεισπέσῃ, ὁμοίως ποιοῦσι. τὸ γοῦν ἔχω, ἴσχω φασί. καὶ τὸ ἕπω, ἵσπω καὶ ἐνίσπω. οὕτω δὲ καὶ τὸ ἕζω ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον σίγμα τὸ ἀρκτικὸν τῆς συνθέσεως. τὸ γὰρ ζῆτα, ἐκ τοῦ σίγμα καὶ δέλτα σύγκειται. ταύτῃ τοι τὸ ἔσθω γραφόμενον φησὶ διὰ τοῦ ˉε, ἁμαρτάνεται. ὡς οἷα ὀφεῖλον, ἴσθω εἶναι. καὶ οὕτω μὲν τοῦτο. Ἰστέον δὲ καὶ ὡς εἰ καὶ τὸ ἐπίστιον Ἰωνικόν ἐστι καὶ Σικελικὸν, ἀλλὰ τὸ ἐφέστιον, ἀττικίζεται. Τὸ δὲ ἑκάστῳ, πρὸς λόγου ἀσφάλειαν πρόσκειται. οὐ γὰρ πᾶσι κοινὸν ἦν ἓν μόνον ἐπίστιον, (ῃερς. 266.) ἀλλ' ἰδίᾳ ἑκάστῳ. ταυτὸν δὲ, ἑνὶ ἑκάστῳ καὶ πᾶσιν εἰπεῖν. Ποσιδήϊον δὲ, τὸ τοῦ Ποσειδῶνος ἱερόν, οὗ ἡ προπαραλήγουσα, διὰ τοῦ ἰῶτα γράφεται, ὡς ἀποδραμόντος ἐκ τῆς διφθόγγου τοῦ ˉε, καθὰ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ἁπλοῦν δὲ τοῦ ποσιδήϊον παραγώγου ὀνόματος, ἢ τὸ ποσιδεῖον προπερισπωμένως ὡς τὸ Ἰσεῖον καὶ εἰδωλεῖον καὶ Ἡρακλεῖον ἃ δηλοῖ ναὸν Ἴσιδος καὶ εἰδώλων καὶἩρακλέους, ἢ προπαροξυτόνως Ποσείδιον. ὥσπερ φασὶ καὶ Ἀπολλώνιον βραχέως, ἱερὸν Ἀπόλλωνος. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος. καὶ Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς. ἐχρῆν δὲ τοὺς ἐκ Ποσειδῶνος κατάγοντας ὡς ἡ ἐφεξῆς ῥαψῳδίᾳ δηλώσει ἔτι δὲ καὶ ναυτικωτάτους καὶ νησιώτας, ἱερὸν Ποσειδῶνος τιμᾶν κατ' ἐξαίρετον. Σημείωσαι δὲ ὅτι πολλὰ περιεκτικὰ διφοροῦνται παρὰ τοῖς παλαιοῖς. ὧν καὶ τὸ ῥηθὲν Ἀπολλώνιον διὰ τοῦ ˉι. κατά τινας δὲ, διὰ διφθόγγου κατὰ τὸ Ἡράκλειον. καθ' ἑτέρους δὲ, Ἀπολλωνεῖον ὡς Ἰσεῖον. οὕτως οὖν ἴσως ἀδιάκριτον καὶ τὸ Ποσιδεῖον ἢ Ποσίδειον. ἐξ οὗ κατὰ διάλυσιν καὶ ἔκτασιν τὸ ποσιδήϊον. εἰς δὲ τὰ καινὰ περιεκτικὰ, τακτέον καὶ τὸ ἐν τοῖς τοῦ Ἀθηναίου χορηγεῖον τοῦ Διονύσου. ἔτι δὲ καὶ τὸ παρ' ἄλλοις, ἅλειον. ὅπερ ἦν Ἡλίου ἱερὸν κατὰ ῥοδίους. Δωρικὴ δέ φασιν ἡ τοιαύτη φράσις. Ἰστέον δὲ ὅτι τὸ εἰρημένον ῥοδιακῶς ἅλειον, κοινῶς ἡλιεῖον λέγεται ὡς δηλοῖ ὁ γράψας ὅτι Ἡφαιστεῖον καὶ Ἡλιεῖον, ἱερὸν Ἡφαίστου καὶ Ἡλίου. ἐκεῖνος δὲ καὶ τὸ προῤῥηθὲν Ἀθναιον ὕποπτον ποιεῖ ἐν τῷ εἰπεῖν Ἥραιος μὲν, κύριον. ἡραῖος δὲ, ναὸς Ἥρας. δόξοι γὰρ ἂν ἴσως οὕτω, καὶ τὸ Ἀθήναιον προπερισπᾶσθαι. οὐ καλὸν μέντοι τοῦτο. ἀλλ' ὁ μὲν ἡραῖος ναὸς, ἑτέρῳ λόγῳ προπερισπασθήσεται. τὸ δὲ ἀθήναιον, τονώσει ὁμοίως ἑαυτῷ, τὰ ἥραια. καὶ οὕτω μὲν ταῦτα. Ὁμοιότης δὲ ἀπελεύσεως τοῦ ˉε ψιλοῦ ἐκ τῆς εˉι διφθόγγου ὁποίαν ἔπαθεν ἡ μετὰ τὴν ἄρχουσαν δευτέρα συλλαβὴ τοῦ ποσιδήϊον, ὡς ἐκ πολλῶν ὀλίγα παραθέσθαι, καὶ ἐν τῷ ἰκόνιον ὡς ἐκ τῆς εἰκόνος. καὶ τῷ χιράδες ἐκ τοῦ χεὶρ χειρός. χιράδες γὰρ, αἱ ἐκ τῶν χειρῶν ῥαγάδες. καὶ τῷ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ τῷ χίδρα, ὡς χειρὶ δρεπόμενα καὶ ψωχόμενα. ὁποῖα τὰ ἐκ ληΐων καὶ λοιπῶν σπορίμων. Ἀλκμὰν δέ φασι χίδρα οἶδε, τοὺς ἑφθοὺς πυρούς. (ῃερς. 267.) Τὸ δὲ ἀμφὶς, ἀντὶ τοῦ κύκλῳ. ἵνα ἡ ἀγορὰεἴη πάντοθεν καλὴ διὰ τὸ ἐσκευάσθαι εἰς ποσιδήϊον. Ῥυτοὶ δὲ λίθοι, οἱ ἑλκυστοὶ διὰ τὸ μέγεθος. Κατωρυχέες δὲ, οἱ κατορωρυγμένοι, ὅ ἐστιν εὖ τεθεμελιωμένοι. ἢ ὧν τὸ μὲν, κατορώρυκται. τὸ δὲ, ὑπερφαίνεται. (ῃερς. 269.) Τὰ δὲ τῶν νηῶν ὅπλα ἑρμηνεύων, ἔφη πείσματα περὶ ὧν καὶ προεῤῥέθη. καὶ σπεῖρα, ἤγουν ὑφάσματα ἐξ ὧν τὰ ἱστία. ἣ σπεῖρας δι' ὧν αἱ σπεῖρας δι' ὧν αἱ νῆες ἕλκονται. ἢ δι' ὧν οἱ τροχίλοι δεσμοῦνται. Τὸ δὲ καὶ ἀποξύνουσιν ἐρετμὰ, δύναται μὲν ταυτὸν τῷ λεπτύνουσιν ἢ καὶ ἀποξύουσι. σχήματος δὲ ἔχει ἐναλλαγήν. εἶχε γὰρ εἰπεῖν, πείσματα καὶ σπεῖρα καὶ ἐρετμά. ὁ δὲ, ἀνελπίστως ἔφρασε μετὰ καὶ ῥήματος, περιαιρῶν τῆς φράσεως τὸ ὁμοειδές. (ῃερς. 271.) Ἐν δὲ τῷ, ἀλλ' ἱστοὶ, ὅρα ὡς ἦν μὲν τῷ ποιητῇ, φράσαι καλῶς ὅτι οὐ μέλλουσι τοῖς Φαίαξιν ὀϊστοὶ ἀλλ' ἱστοί. ὁ δὲ, τὸ σεμνότερον ἐπιλεξάμενος, εἶπεν ὡς οὐ μέλει αὐτοῖς βιός. ἵνα μὴ κάλλος ἐπιτηδεύσητο ἄκαιρον. (ῃερς. 256.) Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὕτως οἱ Φαίακες ἀπόλεμοι, οὐδ' ἂν ἡ βασιλικὴ παῖς δαΐφρονα τὸν πατέρα καλοίη, ὡς δαΐα φρονοῦντα. ὡς φρόνιμον δὲ ἀπὸ μαθήσεως καὶ συνεθισμοῦ. (ῃερς. 272.) Τὸ δὲ αἷς ἀγαλλόμενοι, ἀγάλματα καὶ τοῖς Φαίαξι τὰς νῆας ὑποβάλλει κατὰ τὸ Ὁμηρικὸν ἔθος εἰπεῖν. (ῃερς.

Intertext edge

Open linked passage

Note