Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
269.1.1
) Τὸ δὲ ἀλλ' ὅτε δή μιν μοῖρα ἐπέδησε δαμῆναι, τριπλῆν ἔχει ἔννοιαν. ἢ γὰρ λέγει ὅτε μοῖρα ἦν θανεῖν τὸν ἀοιδόν. ἢ ὅτε ἐχρῆν ἀποθανεῖν τὸν Αἴγισθον. ἢ ὅτε μοῖρα ἦν, τὴν Κλυταιμνήστραν ὑπὸ τῷ Αἰγίσθῳ γενέσθαι, ὃ καὶ κρεῖττον διὰ τὸ δαμῆναι. ἀφ' οὗ καὶ ὁ γάμος γίνεται δάμος τις ὤν. (ῃερς. 270.) Τοὺς δὲ ἀοιδοὺς οἱ παλαιοὶ ὅ ἐστι τοὺς περὶ μουσικὴν καὶ ποιητικὴν, ἐν μοίρᾳ φιλοσόφων ἔταττον, καὶ διδασκάλοις ἐχρῶντο. διὸ καὶ τῇ Κλυταιμνήστρᾳ φύλαξ ἀοιδὸς ἦν. (ῃερς. 267.) κεχρημένῃ μὲν καὶ φρεσὶν ἀγαθαῖς, χρῃζούσῃ δὲ καὶ τούτου. διὸ ἔφη. πὰρ γὰρ ἔην καὶ ἀοιδός. οὔτε γὰρ ἀγαθὴ φρὴν ἀνενδεὴς ἀοιδοῦ τοιούτου, καὶ ὁ ἀοιδὸς δὲ, ἀγαθὰς ἂν φρένας διδάξῃ. ἀποσεμνύνει δὲ ὁ ποιητὴς ἐνταῦθα τὴν κατ' αὐτὸν τέχνην, εἴγε καὶ αὐτὸς ἀοιδός ἐστιν. ἀπολύτως δὲ ἀοιδὸς ὁ τοιοῦτος λέγεται, κατὰ τρόπον ἐξοχῆς. οἱ μέντοι ἀοιδοὶ τῶν θρήνων καὶ οἱ περὶ γάμους καὶ εἴ τινες τοιοῦτοι, ἑτεροῖόν τι γένος ἦσαν ἀοιδῶν. τινὲς δὲ ἀοιδὸν, τὸν εὐνοῦχον παρενόησαν, ὡς αἰδοῖα μὴ ἔχοντα. οἱ δὲ παλαιοὶ περὶ τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ, γράφουσι καὶ τοιαῦτα. τὸν ἀοιδὸν τὸν παρὰ τῇ Κλυταιμνήστρᾳ, οἱ μὲν Χαριάδην οἴδασι καλεῖσθαι. οἱ δὲ Δημόδοκον. οἱ δὲ Γλαῦκον. ὁ δὲ Φαληρεὺς Δημήτριος ἱστορεῖ ὅτι Μενέλαος ἅμα Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς ἤρετο περὶ τῆς εἰς Ἴλιον στρατείας ἀγωνοθεροῦντος Κρέοντος τὸν ἐνναετηρικὸν ἀγῶνα τῶν Πυθίων. ἐν ᾧ ἐνίκα Δημόδοκος Λάκων, μαθητὴς Μυκηναίου Αὐτομήδους τοῦ δι' ἐπῶν γράψαντος τὴν Ἀμφιτρύωνός τε μάχην πρὸς Τηλεβόας, καὶ τὴν ἔριν Κιθαιρῶνος καὶ Ἑλικῶνος. ἀφ' ὧν τὰ ἐν Βοιωτίᾳ ὄρη ἐκλήθησαν. ἦν δέ φησι καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου, διδάξαντος αὐτόν τε καὶ τὸν ῥηθέντα Μυκηναῖον Αὐτομήδην. καὶ Λικύμνιον τὸν Βουπρασιέα. καὶ Φαρίδαν τὸν Λάκωνα. καὶ Πρόβολον τὸν Σπαρτιάτην. τότε δὴ Μενέλαος μὲν τῇ προνοίᾳ Ἀθηνᾷ τὸν τῆς Ἑλένης ὅρμον ἀνέθηκεν ἐν Δελφοῖς. Ἀγαμέμνων δὲ, τὸν Δημόδοκον εἰς Μυκήνας ἀκολουθῆσαι πείσας, ἔταξε, τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμα γὰρ λίαν φησὶ τοὺς ἀοιδοὺς, ὡς διδασκάλους τῶν τε θείων καὶ ἀνθρωπίνων. δηλοῖ δέ φησι καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν. οὐ γὰρ φονεύειν ἀλλ' ἀφορίζειν αὐτὸν ἀφῆκε. Τιμόλαος δὲ, τὸν ἀοιδὸν τοῦτον, ἀδελφὸν ἱστορεῖ τοῦ Φημίου. ὃν ἀκολουθῆσαι φησὶ τῇ Πηνελόπῃ εἰς Ἰθάκην φύλακα. διὸ καὶ βίᾳ παρὰ τοῖς μνηστῆρσιν ᾄδει. Ἰστέον δὲ ὅτι καὶ ὁ Ἀθήναιος ἀποσεμνύνων τοὺς ἀοιδοὺς καὶ βιωφελὲς εἶναι τὸ κατ' αὐτοὺς φῦλον παραδιδοὺς, λέγει ὅτι σῶφρον ἦν τι τὸ τῶν ἀοιδῶν γένος, καὶ φιλοσόφων διάθεσιν ἐπέχον. ὁ βασιλεὺς οὖν ἀοιδὸν καταλείπει τῇ γυναικὶ φύλακα καὶ παραινετῆρα. ὃς πρῶτα μέν φησιν, ἀρετὰς γυναικῶν διερχόμενος καθὰ δηλαδὴ Ἀχιλλεὺς ἄειδε κλέα ἀνδρῶν, ἐνέβαλλέ τινα τῇ βασιλίδι φιλοτιμίαν εἰς καλοκαγαθίαν. εἶτα διατριβὴν παρέχων ἡδεῖαν, ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα, πρινὴ τὸν ἀοιδὸν ἐκποδῶν ἔθετο. τοιοῦτος καὶ ὁ παρὰ τοῖς μνηστῆρσι Φήμιος ὃς ἤειδεν ἀνάγκῃ, τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ βδελυττόμενος. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς, ἀοιδοίους ἀνθρώπους εἶναί φησι καὶΜουσῶν μαθητὰς καὶ φίλους. εἰ δὲ ὁ παρὰ Φαίαξι Δημόδοκος μοιχείαν Ἄρεος ᾄδει ἐπὶ Ἀφροδίτῃ, οὐκ ἀποδεχόμενός φησιν ᾄδει, ἀλλ' ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, εἰδὼς ἐν τρυφερῷ βίῳ τεθραμμένους. κἀντεῦθεν ὅμοια τοῖς τρόποις αὐτῶν προσφέρων. καθὰ καὶ τοῖς μνηστῆρσιν ὁ Φήμιος, πρὸς τὴν αὐτῶν βουλὴν ᾄδει νόστον Ἀχαιῶν. οὕτω δὲ καὶ αἱ Σειρῆνες τῷ Ὀδυσσεῖ, τὰ τέρψοντα, ὡς οἰκεῖα τῇ αὐτοῦ φιλοτιμίᾳ καὶ πολυμαθείᾳ. εἰ δέ τι χρὴ καὶ ἐξ ἀψύχου ὕλης ἀποσεμνύναι ἀοιδὸν, ἰστέον ὅτι Ἀλεξάνδρου τοῦ μεγάλου κατασκάπτοντος τὰς ἑπταπύλους Θήβας, ἐνέθετό τις ὡς ὁ Ἀθήναιος ἱστορεῖ, χρυσίον εἰς ἱμάτιον κοῖλον ἀνδριάντος Κλέωνος Θηβαίου ἀοιδοῦ. συνοικιζομένης δὲ τῆς πόλεως ὕστερον ἐπανελθὼν, εὗρε τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. λογιστέον δ' ἐνταῦθα καὶ ὡς ἀοιδὸν μὲν ἄνδρα σοφὸν ἀπεχθῶς ἔχειν πρὸς μοιχείαν, καινὸν οὐδέν. ἐκεῖνο δὲ ξενίζει ὡς μάλιστα, εἰ καὶ ἀλόγῳ ζῴῳ τοιαύτη ἀρετὴ ἐμφαίνεται. πορφυρίων γοῦν φασι τὸ ὄρνεον ὃς λίβυς μέν ἐστιν ἱερὸς δὲ τῶν ἐκεῖ θεῶν καθὰ καὶ ἡ ἴβις, λέγεται διαιτώμενος ἐν οἰκίαις τηρεῖν τὰς ὑπάνδρους τῶν γυναικῶν, πικρῶς ἔχων τοιαύτην αἴσθησιν φασὶν ἐπὶ ταῖς μοιχευομέναις, ὥς θ' ὅταν τοῦ θ' ὑπονοήσῃ, προσημαίνει φασὶ τῷ δεσπότῃ ἀγχόνῃ τὸ ζῆν περιγράψας. ἔχει δέ φασιν ὁ τοιοῦτος ὄρνις μέγεθος κατὰ ἀλεκτρυόνα. ἐχθαίρων δὲ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, λαμβάνει τροφὴν ἐν σκότῳ καταδυόμενος. καλεῖται δὲ πορφυρίων, διὰ τὸ τοῦ ῥύγχους φοινικοῦν. Ἔνθα ὅρα ὡς οὐ μόνον ῥάμφος ἐπὶ ὀρνέων, ἀλλὰ καὶ ῥύγχος. εἰ καί τινες ἐπὶ συῶν αὐτὸ ἰδιάζουσι. δῆλον δὲ ὡς οὐδέν τι κοινὸν δίχα μόνης ἐκφωνήσεως ἔχουσιν ἡ ἥβη καὶ ἡ ἴβις ὡς οὐδὲ ἡ Ἥρη καὶ ἡ Ἶρις. (ῃερς. 270.) Τὸ δὲ ἐρήμην, οὐ μόνον ποιητικόν ἐστιν, ἀλλὰ καὶ ἄλλως Ἀττικόν. ὡς δηλοῖ καὶ ὁ γράψας τὸ, ἐρήμην αὐτὴν ἄνεμοι καταπνέουσιν. οὕτω δὲ Ἀττικῶς πέφρασται καὶ τὸ, ὁ δεῖνα ἐρήμην ἑάλω. ἤτοι κατεδικάσθη. ὅπερ ἐλλειπτικῶς δηλοῖ κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὅτι ὅ δέ τις ἐρήμην δίκην κατεδικάσθη, ἤγουν ἐρήμην ἑαυτοῦ, οἷα ἐν τῷ ἀπεῖναι καταδεδικασμένου. (ῃερς.
269.1.2
) Τοῦ δὲ μεγάλην ἐμπλήσατο νηδὺν, ἔχει φράσαι καιρώτερον. εἴρηται δὲ (ῃερς.

Intertext edge

Open linked passage

Note