Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
271.1.1
) Τὸ δὲ κῦρμα, ταυτόν ἐστι τῷ, εὐτυχὲς εὕρημα. ἢ ἁπλῶς ἐντυχία. καθ' ὁμοιότητα τοῦ κατὰ συγκυρίαν. (ῃερς. 270.) Ἰστέον δὲ ὅτι ῥηθεὶς ὁ τοῦ ἀοιδοῦ εἰς νῆσον ἐρήμην ἀφορισμὸς, μύσους καὶ ἄγους ἐστὶν ἔκκλισις, καὶ οἷον εἰπεῖν, ἀφοσίωσις. ὡς δῆθεν μὴ κακοῦ τινὸς γενομένου τῷ ἀοιδῷ εἰ ζῶν ἐξετέθη ἐν νήσῳ. οὕτω καὶ οἱ τραγικῶς τὴν Ἀντιγόνην καταχώσαντες, ἀφωσιώσαντο μὴ ἐναγεῖς εἶναι, συγκατορύξαντες αὐτῇ καί τι τροφῆς. τὸ δ' ἦν, συνθάψαντες. (ῃερς. 262.) Τὸ δὲ ἐθέλων ἐθέλουσαν, διευκρινεῖ ἄριστα ὁ Πορφύριος. ἐκθεὶς τὸν ἐθέλοντα μὴ θελούσῃ μιγνύμενον. καὶ τὸν, μὴ θέλοντα ἐθελούσῃ, καὶ τὸν, ὃς ἐθέλων ἐθέλουσαν ἀνήγαγε τὴν βασιλίδα εἰς τὰ ἑαυτοῦ. μὴ θέλων γάρ τις μὴ θελούσῃ, οὐκ ἂν συνέλθοι. ὅτι δὲ τὸ ἐθέλειν, ἀεὶ τρισυλλαβεῖ παρὰ τῷ ποιητῇ, ἐκδηλότατον. (ῃερς. 273.) Ὅτι πολλὰ μηρία Αἴγισθος ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς. πολλά δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, ἐκτελέσας μέγα ἔργον, ὃ οὔποτε ἔλπετο θυμῷ. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἴς τινα μέγα τι ἀνύσαντα ὡς οὐκ ἤλπιζεν. Ὅρα δὲ ὡς ἀχρεῖαι θυσίαι καὶ αὗται ὅτι μάλιστα καθὰ καὶ πρὸ μικροῦ αἱ τοῦ Ἀγαμέμνονος. ἱεροὶ δὲ βωμοὶ, πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων. ὁποῖοι ἐν Ἰλιάδι ἐφ' ὧν ἅρματα τίθενται. καὶ ἐν τοῖς ἑξῆς δὲ, οἱ εὔδμητοι παρὰ Φαίαξι βωμοὶ ἐφ' ὧν ἵστανται χρύσειοι κοῦροι δαΐδας ἐν χερσὶν ἔχοντες. (ῃερς.

Intertext edge

Open linked passage

Note