Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
274.1.1
) Ὅτι τὸ πέφραδεἀντὶ τοῦ εἰπὲ, ἢ μέσος παρακείμενός ἐστι τοῦ φράζω, ἢ δεύτερος ἀόριστος φράδε, καὶ κατὰ διπλασιασμὸν πέφραδε. οἷον. μῦθον πέφραδε πᾶσι τοῦτο δὲ παρῳδηθέντος τοῦ ἐφεξῆς, χρήσιμον εἰς ἀναφώνησιν. οἷον. μῦθον πέφραδε πᾶσι. θεὸς δ' ἐπιμάρτυρος ἔστω. καὶ παρὰ τῷ ποιητῇ δὲ ὁ τόπος οὗτος προεκθετικός ἐστι τῶν ἐφεξῆς γενησομένων. ἐν οἷς ἀπειπεῖν τοῖς μνηστῆρσι μέλλει ἅπερ ἐθέλει ὁ Τηλέμαχος. δῆλον δὲ ἐκ τῶν παλαιῶν, ὡς πρωτότυπόν ἐστιν ὁ μάρτυρος. ἐξ οὗ ὁ μάρτυς κατὰ συγκοπήν. διὸ οὐδὲ κλίνεται ὁ μάρτυς ὡς μὴ φυσικήν φασιν ἔχων τὴν παραλήγουσαν. αὐτοῦ μέντοι τοῦ, ὁ 1. 58 μάρτυρος, πρωτότυπον ὁ μάρτυρ δοκεῖ. διὸ τούτου μὲν πληθυντικὸν, οἱ μάρτυρες, καὶ τὰ ἑξῆς ἀκολούθως. ἐκείνου δὲ, οἱ μάρτυροι καὶ ἡ ἐφεξῆς ἀναλογία. εἰ μὴ ἄρα μεταπλασθῆναί τις ἐρεῖ τὸ μάρτυρες ἐκ τοῦ μάρτυροι. τότε γὰρ, οὐκ ἀνάγκη τὸ μάρτυρ εἶναι ἐν λόγῳ. ἐν τούτοις δὲ κεῖται συνήθως τῷ ποιητῇ ῥῆμα δυϊκὸν μετὰ ὀνόματος πληθυντικοῦ. φησὶ γάρ. μάρτυροι ἔστων ἤγουν ἔστωσαν. (ῃερς. 276.) Ὅτι σχῆμα ἑκουσίου σολοικισμοῦ τὸ, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἂψ ἴτω ἐς μέγαρον πατρός. ἦν γὰρ τὸ ἀκόλουθον καὶ ἀσόλοικον, οὕτως εἰπεῖν κατὰ ὀρθὴν καὶ εὐθεῖαν. μήτηρ δὲ εἰ βούλοιτο γαμέεσθαι, ἂψ ἴτω. ἢ καὶ ἄλλως, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον. ὁ δὲ συνετὸς Μέντης ἐπίτηδες οὕτω σχηματίζει τὸν λόγον, διὰ αἰτίαν τοιαύτην. βουλευσάμενος γὰρ εἰπεῖν ὅτι τὴν μητέρα ἀπόπεμψον, καὶ φθάσας εἰπεῖν κατά τι αὐθωρὸν ὡς ἐν σχεδιασμῷ τὴν αἰτιατικὴν, εἶτα συνιδὼν ὡς ἴσως οὐ πείσει τὸν φιλομήτορα Τηλέμαχον εἰπὼν τὸ ἀπόπεμψον, σιγᾷ μὲν τοῦτο τὸ ῥῆμα ὡς οἷα ἐπιμηθευσάμενος. μὴ ἔχων δὲ συντόμως ἄλλην λέξιν αὐτόθεν ἐξευρεῖν ἅμα καὶ τὴν ὀρθὴν σύνταξιν σώζουσαν, καὶ τὸ δυσχερὲς τοῦ λόγου ἐκκλίνουσαν, ἐξανάγκης εἰς ἄλλο ῥῆμα ἐκπίπτει. καὶ οὕτως ἐμπίπτει εἰς τὸ σολοικοφανές. εἰπὼν, ὑποχωρήσατο. ἵνα δῆθεν αὐτὴ ἀπέρχηται θέλουσα, καὶ μὴ ὁ παῖς αὐτὴν ἐκπέμπῃ ἀέκουσαν. καὶ οὕτω μὲν ὁ νουνεχὴς Μέντης τὸν λόγον ἐσχημάτισεν. ἀμφιδεξιῶς πάνυ ἀμφότερα ἐμφήνας, καὶ τὸ, ἀπόπεμψον τὴν μητέρα εἰ μὴ φιλεῖς αὐτὴν, καὶ τὸ, ἡ μήτηρ ἂψ ἴτω εἰ μὴ σὺ θέλεις λυπῆσαι αὐτήν. ἐξ ἑκατέρων ἐννοιῶν ἀνὰ μίαν λέξιν σιγήσας. ἤγουν τὸ ῥῆμα μὲν τὸ προστακτικὸν, ἐκ τοῦ, τὴν μητέρα ἀπόπεμψον. ἐκ δὲ τοῦ, ἡ μήτηρ ἂψ ἴτω, τὸ τῆς εὐθείας ὄνομα. καὶ οὕτως, οὐ μόνον καινοπρεπὲς ἀπέβη τοῦτο τὸ σχῆμα διὰ τὸ σολοικοφανὲς, ἀλλὰ καὶ γοργὸν καὶ ἐλλειπτικόν. καὶ τοιοῦτος μὲν ὁ εὐλαβὴς Μέντης. ὁ δὲ ἀτάσθαλος καὶ ἀγήνωρ Ἀντίνοος ἐν τοῖς ἑξῆς, ἀσολοίκως μὲν, ἀπαιδεύτως δὲ μὴ παρακαλύψας, ἐρεῖ μητέρα ἀπόπεμψον. ἔνθα καὶ ἀντακούσει πρὸς τοῦ φιλομήτορος, ὅτι οὐκ ἔστι δόμων ἀέκουσαν ἀπώσασθαι. (ῃερς.
274.1.2
) Ἀγάλματα δὲ παρὰ μὲν τοῖς ὕστερον, τὰ ξόανα. παρὰ δὲ τῷ ποιητῇ, πᾶν ᾧ τις ἀγάλλεται, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανεῖται. διὸ εἰπὼν ἀγάλματα, ἐπάγει. ὑφάσματά τε χρυσόν τε. οὕτω καὶ Ἑκάτης ἀγάλματα, αἱ κύνες. ταύτῃ γάρ φασι θύονται. ἣν καὶ κυνοπρόσωπον διαπλάττονται. Ἀριστοφάνης. καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. Τὸ δὲ ἀνῆψεν, ἀντὶ τοῦ, ἐξέδησεν ἀνέθετο. ἐξήρτησεν. ὅθεν καὶ τὸ, βρόχον ἀνῆψε παρὰ τῷ χρυσῷ τὴν γλῶτταν. τὸ μέντοι περιῆψε, δηλοῖ μὲν καὶ αὐτὸ τοιοῦτόν τι. ὅθεν καὶ τὸ περιάπτον. μάλιστα δὲ περιάπτειν, τὸ περιειλίσσειν λέγεται. (ῃερς. 272.) Ὅτι τὸ φιλοῦντες περιφράζων, φησί. φίλα εἰδότες ἀλλήλοισιν. (ῃερς. 272.) Ὅτι τὸ Σούνιον, ἱερὸν ἄκρον ἤγουν ἀκρωτήριον Ἀθηναίων φησί. καὶ ἴσως ἱερὸν αὐτό φησιν, ἐπεὶ Ζεὺς Σουνιεὺς ἐτιμᾶτο ἐκεῖ. ὃν διθυραμβικῶς παίζων ὁ κωμικὸς, καλεῖ σουνιάρατον. (ῃερς. 279.) Ὅτι πλεόντων ἅμα ἐκ Τροίας Μενελάου τὲ καὶ Νέστορος, καὶ κατασχόντων περὶ τὸ ῥηθὲν Σούνιον. ἐνταῦθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐπιχόμενος κατέπεφνε, πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων νῆα κυβερνῆσαι ὁπότεσπέρχωσιν ἄελλαι, ὅπερ ἴδιον ἀρίστου κυβερνήτου. τὸ γὰρ ἐν νηνεμίᾳ κυβερνᾶν, οὐ πολλῆς ἔργον τέχνης. (ῃερς. 280.) Ὅρα δὲ καὶ ὅτι ἐν τῇ Ὀδυσσείᾳ τοὺς τῶν ἀνδρῶν αἰφνιδίους θανάτους Ἀπόλλωνι ἀνατίθησιν. ἐν δὲ τοῖς ἑξῆς, Ἀρτέμιδι τοὺς τῶν γυναικῶν. ὅ ἐστιν ἡλίῳ καὶ σελήνῃ. ἐνταῦθα γοῦν ἀναιρεῖ τὸν ῥηθέντα κυβερνήτην Ἀπόλλων βέλεσσιν ἀγανοῖς, οὐ προϋποτεθέντα νοσεῖν ἀλλὰ πηδάλιον μετὰ χερσὶ νηὸς θεούσης ἔχοντα. αἴφνης ἄρα ἐκεῖνος τέθνηκε. καὶ βέλη μὲν ἐν Ἰλιάδι ἐχεπευκῆ ἀφίησιν ὁ Ἀπόλλων, ἐπειδὴ ἐπώδυνα τὰ τοῦ λοιμοῦ. ὧδε μέντοι, ἀγανὰ τὰ βέλη. ὅ ἐστιν ἡδέα. προσηνῆ. ἀνεπαίσθητοι γὰρ ὀδύνης οἱ αἴφνης θνήσκοντες. Σημείωσαι δὲ ὅτι τὸ οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, προσαρμόσοι ἄν ποτε ὑπούλῳ ἐχθρῷ ἐπιλεχθῆναι. ὃς ἐν σχήματι φιλίας ἀναιρεῖ τὸν δῆθεν φιλούμενον. (ῃερς. 282.) Ὁ δὲ Φρόντις καὶ ὁ αὐτοῦ πατὴρ ὁ Νήτωρ, πέπλασται ἴσως. ἢ καὶ φερώνυμος καθ' ἱστορίαν ἡ κλῆσις. φροντιστικός τε γάρ ἐστιν ἅπας κυβερνήτης, καὶ ὀνεῖν ἐπαγγέλλεται. Τὸ δὲ ἐκαίνυτο, ποιητικὴ λέξις, ἐκ τοῦ καίνυμι. εἴληπται δὲ ἀντὶ τοῦ πάνυ ἐνίκα. κυριολεκτεῖται δέ φασιν, ἐπὶ τῶν ἐν πολέμῳ νικώντων, ὡς ἐκ τοῦ καίνειν ὃ δηλοῖ τὸ κόπτειν. δοκεῖ δ' ἐντεῦθεν καὶ ἡ τῶν ἰδιωτευόντων γλῶσσα παρελκύσαι τὴν ἀποκοπτὴν νίκην, ἐπεὶ καὶ ταυτὸν τὸ καίνυσθαι καὶ τὸ κόπτειν. Ὅτι περὶ ἑτάρου ταφὴν πονούμενος ὁ Μενέλαος κατὰ τὸ δηλωθὲν Σούνιον, τῇ περὶ πλοῦν δυστυχίᾳ περιέπεσε. θάψας γὰρ ἐκεῖνον καὶ κτέρεα ἐπ' αὐτῷ κτερεΐσας εἶτα πλεύσας, ὡς ἷξε θέων μαλειάων ὄρος αἰπὺ, τότε δὴ στυγερὴν ὁδὸν ὁ Ζεὺς ὅ ἐστιν ὁ ἀὴρ, ἐφράσατο. λιγέων ἀνέμων ἐπ' ἀϋτμένα χεύας, κύματά τε τροφέοντα πελώρια ἶσα ὄρεσσιν. ἔνθα διατμήξας, τὰς μὲν τῶν νηῶν Κρήτῃ ἐπέλασσεν, ᾗχι Κύδωνες ἔναιον, Ἰαρδάνου ἀμφὶ ῥέεθρα. καὶ αὐτὰς μὲν, ποτὶ σπιλάδεσσιν ἔαξαν κύματα. σπουδῇ δ' ἤλυξαν ὄλεθρον ἄνδρες. πέντε δὲ λοιπὰς νῆας κυανοπρωρείους, Αἰγύπτῳ ἐπέλασσε, φέρων ἄνεμός τε καὶ ὕδωρ. μεθ' ὧν πλέων ὁ Μενέλαος, ἐπλανᾶτο καθὰ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃερς. 287.) Ἰστέον δὲ ὅτι ἐκ Μαλειῶν ὅθεν ἐξώσθη Μενέλαος εἰς Κρήτην καὶ περὶ ἃς ἐδυστύχησεν ὁ Ἀγαμέμνων εἰς τὸν πλοῦν ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, παροιμία κεῖται τὸ, Μαλείας δὲ κάμψας, ἐπιλάθου τῶν οἴκαδε. οὐ γὰρ εὔπλους φασὶν ὁ τόπος. λέγεται δὲ καὶ Μάλεια ἑνικῶς καὶ Μάλειαι πληθυντικῶς πρὸς ἔμφασιν τοῦ κατὰ τὸ ἀκρωτήριον μεγέθους. οὕτω δὲ καὶ Κρήτη καὶ Κρῆται. καὶ ἄλλα πολλά. ἡ δὲ Μάλεια, καὶ Μαλέας κοινῶς λέγεται. (ῃερς. 288.) Ὅρα δὲ τὸ, ἷξε θέων. διὰ γὰρ τὴν θοὴν νῆα θέειν λέγεται καὶ ὁ ἐν αὐτῇ. ὅθεν καὶ θοὸν εἰρεσίας ζυγὸν φησὶ Σοφοκλῆς. (ῃερς. 289.) Τὸν δὲ ἀϋτμένα, σπανίως ἔστιν εὑρεῖν. ἡ ἀϋτμὴ γὰρ ἐν χρήσει πλείονι. Τὸ δὲ χεύας, ὑγρότητα δηλοῖ ἀϋτμῆς. κατὰ τὸ, ἀνέμων μένος ὑγρὸν ἀέντων. (ῃερς. 290.) Τὸ δὲ τροφέοντα, γράφεται καὶ τροφόεντα. ἔστι δὲ τροφόεν κῦμα, ὅπερ ἀλλαχοῦ τρόφι ἐῤῥέθη ἀπὸ εὐθείας τῆς, ὁ τρόφις. οὗ αἰτιατικὴ μὲν παρὰ Ὀππιανῷ ἐν τῷ, ἱερὸν τρόφιν ἐννοσιγαίου. εὐθεῖα δὲ πληθυντικὴ παρὰ Ἡροδότῳ, ἐν τῷ, ἐπὰν γένωνται τρόφιες ἤγουν τέλειοι ἄνδρες. Φοβερὸν δὲ χωρίον καὶ ἀγριότητα θαλάσσης φράζον γοργῶς τὸ, κύματα τροφέοντα πελώρια ἶσα ὄρεσσιν. ὃ καὶ σημείωσαι διὰ τὴν εὔτακτον παραύξησιν. μεῖζον μὲν γὰρ φρικὸς, τὸ ἁπλῶς τροφόεν κῦμα. πλεῖον δὲ, τὸ πελώριον. ἔτι δὲ μεῖζον, τὸ ἶσον ὄρεσσι καὶ ὡς ἂν εἴποι τις, πέλας ὄρους. ἐξ οὗ δόξοι ἂν, εἶναι καὶ τὸ πελώριον, κραθὲν τὴν παραλήγουσαν ἀπὸ τοῦ ˉα καὶ ˉο. ἐπεὶ οὐδὲ ἡ πρυμνώρεια καὶ ἡ ὑπώρεια ἐστέρηνται κράσεως. (ῃερς. 289.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἀϋτμένα χεύας κύματά τε τροφόεντα, οὐ προσυπακουστέον ἀπὸ κοινοῦ τὸ χεύας καὶ ἐπὶ τῶν κυμάτων, ἀλλ' ἐξ ἀναλόγου νοητέον τὸ ἐγείρας ἢ κορυφώσας. οὕτω καὶ ἐπὶ τοῦ, σῖτον καὶ οἶνον ἔσθων, ἡ ἀκολουθία, τὴν τοῦ πίνειν μετοχὴν ἔξωθεν τῷ οἴνῳ κομίζει. ὡς τοῦ ἔσθων, τῷ σίτῳ προσαρηρότος. τοιούτου δὲ σχήματος καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγήν. φθογγὴ γὰρ, οὐ λεύσσεται πάντως, ἀλλ' ἐξακούεται. ὡς χρῆναι νοεῖν ἐντελῶς, ὅτι καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν ἠκούομεν. εἰ καὶ σεσίγηται τὸ τῆς ἀκοῆς ἀφελῶς ἢ γοργῶς. (ῃερς. 292.) Κύδωνες δὲ, Κρήτης ἔθνος καὶ Κυδωνὶς, πόλις αὐτόθι ποταμὸν ἔχουσα Ἰάρδανον. εἰ δ' ἐκ τοῦ τοιούτου Κρητικοῦ τόπου καὶ τὰ Κυδώνια παρωνόμασται μῆλα, οὐκ ἔστι βεβαίως εἰπεῖν. ὁμοίως δὲ ἀβέβαιον καὶ τὸ φάναι ἀπὸ Κύδωνος αὐτοὺς ὠνομάσθαι τοῦ πάνυ φιλοξένου, περὶ οὗ παροιμία κεῖται τὸ, ἀεί τις ἐν Κύδωνος. (ῃερς. 298.) Σπιλάδες δὲ ὡς οἱ παλαιοί φασιν, αἱ παράλιαι πέτραι παρὰ τὸ σπιλοῦσθαι τῇ ἄχνῃ. (ῃερς. 300.) Αἴγυπτον δὲ ἀρσενικῶς τὸν Νεῖλον φησὶ, ὡς πολλαχοῦ ἐν τοῖς ἑξῆς φανήσεται. ἀφ' οὗ καὶ ἡ χώρα Αἴγυπτος. δῶρον οὖσα τοῦ ποταμοῦ κατὰ τοὺς παλαιοὺς ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. τὴν Αἴγυπτον δὲ θηλυκῶς, οὐκ οἶδεν ὁ ποιητής. ἐν δὲ τῷ, φέρων ἄνεμός τε καὶ ὕδωρ, ἀπὸ κοινοῦ νοητέον καὶ οὐδέτερον τὸ φέρον, διὰ τὸ ὕδωρ. ἐκ δὲ τοῦ τοιούτου φέρειν, καὶ φορὸς ἄνεμος κοινότερον, ὁ τὴν νῆα φέρων. (ῃερς. 298.) Ὅρα δὲ ὅτι τοὺς ναύτας τῶν νηῶν τοῦ Μενελάου ἃς τὰ κύματα ἔαξαν, σιωπᾷ ὁ ποιητὴς εἴτε τῇ Κρήτῃ ἐσαπέμειναν εἴτε καί τινες τῷ Μενελάῳ συνεισέβησαν εἰς τὰ πέντε σκάφη. (ῃερς.

Intertext edge

Open linked passage

Note