Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
276.1.1
) Ὅτι μιμούμενος ὁ ποιητὴς τὸ τοῦ δήμου ἀτάσθαλον βωμολόχον καὶ ὡς αὐτός φησιν ὑπερφίαλον, κωμικεύεται κατὰ τῆς Ναυσικάας. πλάττων αὐτὴν κατὰ ἠθοποιΐαν, λέγουσαν ὡς εἴποι ἄν τις (ῃερς. 275.) κακώτερος ἤγουν κακὸς δυσγενὴς ἀντιβολήσας. τίς δ' ὅ δὲ Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος. ποῦ δέ μιν εὗρε. πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἢ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἢ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς. ἕξει δέ μιν ἤματα πάντα. βέλτερον εἴ κ' αὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν. ἦ γὰρ τούς δέ γ' ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. (ῃερς. 285.) Καὶ ταῦτα εἰποῦσα ἡ κόρη, ἐπάγει. ὣς ἐρέουσιν. ἐμοὶ δ' ἂν ὀνείδεα ταῦτα γένοιτο. τὰ δὲ τοιαῦτα ὀνείδη, καὶ φῆμιν ἀδευκέα πρὸ τούτων εἶπε καὶ μῶμον. ἔφη γάρ. τῶν ἀλεείνω (ῃερς. 273.) φῆμιν ἀδευκέα μή τις ὀπίσσω μωμεύῃ. μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον. Καὶ ὅρα ἐν τούτοις τὸ φῆμιν. οὗ καθὰ καὶ ἐν ἄλλοις ἐγράφη, διὰ τοῦ ἰῶτα τὸ τέλος ὡς ἀπὸ εὐθείας τῆς, ἡ φῆμις ὡς ἡ μῆνις. Ἀδευκὴς δὲ καὶ νῦν, ἢ ἡ ἀδόκητος παρὰ δέκω, ἢ ἡ δακνηρὰ τὸ καὶ πικρά. ἵνα λέγηται φῆμις ἀδευκὴς ὡς καὶ καπνὸς ἀδευκής. (ῃερς. 277.) Τὸ δὲ εὗρεν, ἀστείως ἔχει ῥηθὲν ὡς ἐπὶ ἑρμαίου τινός. εὕρημα γὰρ, τὸ κατὰ τύχην ἀγαθόν. δὶς δὲ τοῦτο ἔφη ἐνταῦθα, διὰ τὸ καίριον. Καὶ ὅρα ὡς ἐντεῦθεν ἡ κόρη ἀρξαμένη, ἀντισεμνύνει τὸν Ὀδυσσέα ἐφ' οἷς πρὸς ἐκείνου προεπηνέθη. καὶ εἰποῦσα εὐτυχῶς αὐτὸν εὑρεῖν εἰς ἄνδρα. εἶτα καὶ θεῷ αὐτὸν εἰκάζει, ὡς ἐκεῖνος αὐτὴν θεᾷ τῇ Ἀρτέμιδι. (ῃερς. 276.) καὶ καλὸν καὶ μέγαν τὸν Ὀδυσσέα λέγει, ὡς ἐκεῖνος αὐτὴν τοῦ εἴδους καὶ τοῦ μεγέθους. καὶ τῆς φυῆς ἐθαύμασε. μετ' ὀλίγα δὲ, καὶ ἥρωα προσφωνεῖ. καὶ οὕτως ὃν ἔρωτα εἶχεν εἰς νοῦν, ἀνεκάλυψε κατὰ θαυμασίαν μέθοδον ὡς ἄλλου τινὸς δῆθεν τοιαῦτα ἐροῦντος. ἄλλως γὰρ, ἀνέκφορος ἦν ἤδη δὲ καὶ ἑαυτὴν πάνυ συνιστᾷ εἰ οὕτως ἐστὶν ἀξιέραστος ὡς μὴ μόνον πολλοὺς αὐτὴν μνηστῆρας Φαίακας ἔχειν ἀλλ' ἔχειν τι καὶ θεοῦ ἐφολκόν. (ῃερς. 279.) Τὸ δὲ οὔ τινες ἐγγύθεν εἰσὶ, πρὸς θάμβος καὶ τερατείαν ἐῤῥέθη. ἄλλως γὰρ, ἀντικρὺ τῆς Ἠπείρου κείμενοι, ἐγγυτάτω εἶχον τοὺς Ἠπειρώτας οἱ Φαίακες. Σημείωσαι δὲ καὶ ὡς ἀφόρητον κακὸν τοὺς τοῦ δήμου καὶ ἡ βασιλικὴ αὕτη παῖς οἶδε, μὴ δὲ τῶν μειζόνων φειδομένους ἐν καιρῷ. (ῃερς. 286.) Ὅτι γνώμη παιδευτικὴ τὸ, καί δ' ἄλλῃ νεμεσῶ ἥτις τοιαῦτά γε ῥέζοι, τουτέστιν. ἥτ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγεται ὅ ἐστι σύνεστι, (ῃερς.
276.1.2
) ἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο, ἤγουν τέθνηκεν, ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη, ἤγουν οἰκείαν σχοῦσα λύπην. τῷ δ' ἄλγεα κάλλιπεν ὀπίσσω πολλὰ μάλα, ὅσσα τε μητρὸς (ῃερς. 279.) Ἐριννύες ἐκτελέουσιν. εἶεν δ' ἂν ταῦτα οὐ τὰ ὑπ' ἄλλων ἱστορηθέντα, ἡ λεγομένη φυγὴ τῆς πατρίδος καὶ ἡ πλάνη καὶ ἡ τύφλωσις, ἀλλ' ἡ κατάῤῥησις τῶν εἰδότων, ἡ ἐκ τῶν πολιτῶν περιφρόνησις, ἡ τῶν προσγενῶν ἀποστροφὴ, τηκεδόνες νόσων, φόβοι ὡς εἰκὸς νύκτεροι, τὸ δὲ μεῖζον, ἡ σύνεσις, ὅτι σύνοιδεν εἰργασμένος δεινά. τῇ δὲ τῶν ἄλλων προσγενῶν ἀποστροφῇ συνεισακτέα καὶ ἡ τῶν ἀῤῥένων παίδων, οἳ καὶ ἀπώλοντο ἀλληλοκτονήσαντες διὰ τὰς ἐκ τοῦ πατρὸς ἀράς. ὧν αἴτιον κατά τινας, ὅτι παρέθεντο ἐκεῖνοι τῷ πατρὶ ἐκπώματα ἅπερ ἐκεῖνος ἀπηγορεύκει. ἤσαν δὲ ἐκεῖνα κατὰ τὸν πεποιηκότα τὴν κυκλικὴν Θηβαΐδα πατρὸς ἑοῖο τιμήεντα γέρα, τουτέστι τοῦ Λαΐου. ἐλύπησε γὰρ ὡς ἔοικε τὸν γέροντα οὐ μόνον ἡ τῶν τέκνων παρακοὴ, ἀλλὰ καὶ ἡ ἀνάμνησις τοῦ πατρικοῦ φόνου. ἄλλοι δέ γε βρωμάτων τινῶν χάριν τὸν Οἰδίπουν καταράσασθαι τοῖς τέκνοις ἱστόρησαν, λυπεῖ γάρ ποτε καὶ τράπεζα μὴ γέρας ἔχουσα, ὁποία τις καὶ ἡ κατὰ τὸν εἰπόντα, γεραρὴ τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη. Δοκεῖ δὲ ἀπορίαν ἔχειν, πῶς αἱ μὲν τῆς μητρὸς Ἐριννύες ἄλγεα τῷ Οἰδίποδι ἐκτελέουσιν, αἱ δὲ τοῦ φονευθέντος πατρὸς, οὔ. καὶ ἔστιν εἰπεῖν, ὡς τυχὸν ὁ Οἰδίπους ἐλύπησέ τι πλέον ἤπερ ἔδει τὴν μητέρα γνωσθέντος τοῦ κακοῦ, διὸ καὶ μετῆλθον αὐτὸν αἱ μητρικαὶ Ἐριννύες. εἰ γὰρ διὰ μόνον τὸν ἔκθεσμον γάμον μετέρχονται αὐτὸν, οὐκ ἂν ἀφῆκαν αὐτὸν ἔξω ποινῆς οὐδὲ διὰ τὸν πατέρα οὐχ' ὁσίως πεφονευμένον. Σημείωσαι δ' ἐν τούτοις καὶ ὡς εἴπερ ἄλγεα πάσχων ἤνασσε Καδμείων ὁ Οἰδίπους μέχρι τέλους, ὡς φαίνεται δοκεῖν Ὁμήρῳ, οὐκ ἄρα ἔφευγεν ἢ ἐπλανᾶτο κατὰ τοὺς τραγικούς. εἰ δὲ καὶ ἐτύφλωσεν αὑτὸν, οὐκ ἂν αὐτὸ ἐσίγησεν ὁ ποιητὴς, ὡς οὐδὲ τὴν ἀγχόνην τῆς Ἐπικάστης. Ἰστέον δὲ καὶ ὅτι ἀνέστρεψε τὴν τοῦ διηγήματος ἀρχὴν Ὅμηρος μνησθεὶς πρῶτον τοῦ γάμου τῆς μητρὸς, εἶτα τοῦ φόνου τοῦ πατρός. καὶ τοῦτο οὐχ' ἁπλῶς κοινότερον, ἀλλὰ στρυφνότερον. οὐ γὰρ ἔφη γημαμένη τῷ υἱῷ ἐξεναρίξαντι τὸν πατέρα, ἀλλὰ γημαμένη τῷ υἱῷ. (ῃερς. 273.) ὁ δὲ, τὸν πατέρα ἐξεναρίξας, ἔγημε, τὴν μητέρα δηλαδὴ, σιγηθεῖσαν διὰ τὸ μὴ καλὸν εἶναι διασαφεῖσθαι τὰ αἰσχρά. (ῃερς. 270.) Ὁ δὲ Οἰδίπους καὶ Οἰδιπόδης λέγεται ποιητικῶς, κληθεὶς οὕτω διὰ τὸ οἴδημα, ὃ ἔπαθε τρυπηθεὶς τοὺς ἀστραγάλους τῶν ποδῶν, ὅτε βρέφος ὢν ἐξετέθη ὡς ἱστοροῦσιν οἱ τραγικοί. ὅτι δὲ ἄλλως καὶ ἄλλως τὰ κατὰ τὸν Οἰδίποδα καὶ τὸν Λάϊον λέγεται, δῆλον μὲν ἐξ ἄλλων, οὐχήκιστα δὲ καὶ ἐκ τοῦ ἱστορήσαντος ὅτι Σφὶγξ γυνή τις ἦν εἰδεχθὴς περί που Βοιωτίαν, λῃστρικὴ καὶ φονία, ὡς Παλαιφάτῳ δοκεῖ. Οἰδίπους δὲ ἀνεῖλεν αὐτὴν, προσποιησάμενος φιλίαν καὶ συμμαχίαν. ὅθεν ἐτιμήθη ἄγαν ὑπὸ Θηβαίων. ἐφ' οἷς φθονήσας Λάϊος ἐπέξεισι καὶ θνήσκει ἐν τῇ μάχῃ, καὶ τότε ἡ μήτηρ λαμβάνει αὐτόν. ὡς δὲ ἔγνω ἀποβάντα τὸν πάλαι τῷ Λαΐῳ δεδομένον χρησμὸν, ἐξετύφλωσεν ἑαυτόν. Ὅτι δὲ κατὰ τὴν εἰρημένην Σφίγγα κακὴ τὸ εἶδος ἦν καὶ ἡ Μέδουσα μία τῶν Γοργόνων, καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται. δοκεῖ δὲ τοιαύτη καὶ ἡ Ἑκάτη εἶναι, καθὰ καὶ ἡ Ἔμπουσα, διὸ καὶ οἱ μῦθοι φοβερὰς αὐτὰς τοῖς βλέπουσι πλάττονται. Ἔτι ἰστέον καὶ ὅτι καθ' ὁμοιότητα τοῦ Οἰδιπόδης εὕρηται παρὰ τοῖς παλαιοῖς καὶ ἰσχιοίδης ὁ μεγάλα ἰσχία ἔχων, οὕτω δὲ καὶ γαστροοίδης τις καλεῖται ὑπὸ Ἀττικῶν, καὶ ὠμοίδης δὲ ὁ τοὺς ὤμους ἐξοιδηθεὶς, καὶ πεοίδης ὁ τὸ πέος ὅ ἐστι τὸ αἰδοῖον. ἐξ οὗ καὶ ὁ πειώλης ἐπὶ κιναίδου. οὕτω δὲ καὶ χελυνοίδης ὁ μεγάλα φασὶ χείλη ἔχων. χελύνη γὰρ τὸ χεῖλος. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὑπ' ὀργῆς τὴν χελύνην ἐσθίων. Τὸν δὲ Οἰδιπόδην σχηματίζων Ἡρῳδιανὸς ἔνθα λέγει περὶ τοῦ φαινόλης φαινόλου γενειόλης γενειόλου, παραδίδωσιν ὡς ἡ γενικὴ τοῦ Οἰδίποδος μεταθέσει τῆς ˉοˉς εἰς ˉηˉς ποιεῖ τὸ Οἰδιπόδης Οἰδιπόδου, ὅπερ ὅμοιον τῷ, τριπόδος τριπόδης καὶ ἑπτάποδος ἑπταπόδης παρ' Ἡσιόδῳ. (ῃερς. 271.) Τὸ δὲ μέγα ἔργον ἔρεξε, σεμνῶς ῥηθὲν, τὴν ἐξάγιστον δηλοῖ μίξιν. οὕτω δὲ καὶ ἐπὶ Αἰγίσθου ἔφη μάλα μέγα ἔργον ἐκεῖνον μήσασθαι, τὴν τολμηθεῖσαν δηλαδὴ παρ' αὐτοῦ μοιχείαν. (ῃερς. 272.) Τὸ δὲ γημαμένη καὶ τὸ ἔγημε φανερὰν διαφορὰν δηλοῖ τοῦ γῆμαι καὶ τοῦ γήμασθαι, ὡς καὶ οὐ πρὸ πολλῶν δεδήλωται. (ῃερς. 273.) Ἀνάπυστα δὲ τὰ ἀκουστὰ ἢ φανερὰ, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἀνὰ στόμα πᾶσι κείμενα πυνθάνεσθαι. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ πεύθω πεύσω, ἐξ οὗ πύστις ἡ δι' ἐρωτήσεως μάθησις, ὡς ἐκ τοῦ κεύσω ἡ κύστις. ἐκ δὲ τοῦ πύστις ἄπυστον καὶ ἀνάπυστον, καὶ ἄλλως δὲ εἰπεῖν, ἐκ τοῦ πέπυσμαι, πέπυσται, πυστὸν τὸ ἀκουστὸν καὶ ἄπυστον τὸ ἀνήκουστον. καὶ μετὰ δευτέρας στερήσεως ἀάπυστον τὸ μὴ ἀνήκουστον, ἀλλὰ δηλαδὴ ἀκουστὸν, καὶ πλεονασμῷ τοῦ ˉν δι' εὐφωνίαν ἀνάπυστον. οὕτω καὶ γνωστὸν ἄγνωστον ἀάγνωστον καὶ ἀνάγνωστον, κατὰ τὸν εἰπόντα μηδὲν ἐθέλειν καλὸν ἔχειν ἀνάγνωστον ἀλλὰ δηλονότι πᾶσι γνωστόν. (ῃερς. 274.) Πολυήρατον δέ φασι Θήβην ἄρτι λέγει τὴν πολλὰς ἀρὰς ὅ ἐστι βλάβας θεόθεν ὑπομείνασαν, οὐ γὰρ δή που φασὶ τὴν ἐράσμιον, οὐ γὰρ ἀκόλουθον τοῦτο ἐνταῦθα τοῖς ἐπαγομένοις. (ῃερς. 275.) Τὸ δὲ θεῶν ὀλοὰς διὰ βουλὰς πρὸς τὸ ἄλγεα πάσχων συντακτέον. (ῃερς. 276.) Πυλάρτης δὲ ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη Ἅιδης ὁ τὰς πύλας ἀραρυίας ἔχων διὰ τὸ ἐκεῖθεν δυσεξίτητον. (ῃερς. 277.) Τὸ δὲ ἁψαμένη βρόχον αἰπὺν ἀντὶ τοῦ κρεμάσασα, ἢ μᾶλλον ἐκδήσασα ὑψόθεν. τοῦτο γὰρ δηλοῖ τὸ αἰπὺν, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἀφ' ὑψηλοῖο μελάθρου. Ἰστέον δὲ ὅτι πολλῶν προσώ πων ἁψαμένων βρόχους ἐπὶ λύπαις ἔπαθον οὕτω κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ οἱ Λυκαμβίδαι ἐπὶ τοῖς Ἀρχιλόχου ποιήμασι, μὴ φέροντες τὴν ἐπιφορὰν τῶν ἐκείνου σκωμμάτων. ἦν γὰρ ὁ ἀνὴρ δεινὸς ὑβρίζειν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν οὕτω σκώπτειν εὐφυῶν τὸ, Ἀρχίλοχον πεπάτηκας, ὡς εἴ τις εἴπῃ, σκορπίον ἢ ὄφιν ἢ κακὴν ἄκανθαν. καὶ κόρη δέ τις φασὶν Ἰάμβη αἰσχρῶς ὑβρισθεῖσα κατέλυσε τὸν βίον ἀγχόνῃ. διὸ καὶ ὁ παρωνομασμένος αὐτῇ ἴαμβος ἐκ βραχείας ὢν καὶ μακρᾶς αἰνίττεται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ καὶ τὴν ὕβριν ἧς εἶδος καὶ τὸ σκώπτειν ἀπό τινος βραχέος αἰτίου ἀρχομένην εἰς κακὸν μέγα καταλήγειν ζήλῳ τῆς Ὁμηρικῆς ἔριδος. ἣ ὀλίγη ταπρῶτα κορυσσομένη τέλος ὑψοῦται ὅ που φησὶν ὁ ποιητής. ὅτι δὲ σκωπτόλης ταπρῶτα ὁ ἴαμβος, δηλοῖ καὶ ὁ πικρὸς Ἱππώναξ, χωλιαμβοποιῶν ἀκράχολα. ὅτι δὲ καὶ ἱλαροί τινες ᾔδοντο ἴαμβοι, δηλοῖ ὁ ἱστορήσας ὡς Δημήτηρ λυπουμένη ἐπὶ ἡρπαγμένῃ τῇ κόρῃ παρεξενώθη Κελεῷ καὶ τῇ γυναικὶ Μετανείρῃ ἐν τῇ Ἀττικῇ. θεράπαινα δὲ αὐτῶν Ἰάμβη παρεμυθεῖτο αὐτὴν ὀρχουμένη τοιούτῳ μέτρῳ. Μητρὸς δὲ Ἐριννύες αἱ ὑπὲρ τῆς μητρός, ἢ καὶ ἄλλως κατὰ ἔλλειψιν, αἱ τῆς μητρὸς τιμωροὶ ὅ ἐστιν ἐπίκουροι. (ῃερς. 279.) Ὅτι Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς, ὡς πρὸ βραχέων ἐῤῥέθη, ἐν Ἰωλκῷ πόλει Θετταλικῇ γεννηθεὶς τῇ πρὸ ὀλίγων εἰρημένῃ, ἣν ὑπερκεῖσθαί φασι τῆς κατὰ Δημητριάδα θαλάσσης ἑπτὰ σταδίους. ὁ τοίνυν τοιοῦτος Ἰώλκιος Νηλεὺς μετὰ θάνατον τοῦ κατὰ τὸν μῦθον θέσει πατρὸς Κρηθέως ὑπὸ τοῦ ἀδελφοῦ Πελίου ἐξελαθεὶς ἀφίκετο εἰς τὴν Πελοποννησίαν Μεσσήνην. (ῃερς. 282.) καὶ ἔγημε Χλῶριν μετὰ κάλλος τουτέστι διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο. ὅς ποτ' ἐν Ὀρχομενῷ Μινυηΐῳἶφι ἄνασσεν ἠδὲ Πύλου βασίλευε. τέκε δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε Χρόμιόν τε Πολυκλύμενόν τ' ἀγέρωχον. τοῖσι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, (ῃερς. 286.) θαῦμα βροτοῖσιν, ὅπερ ἐφερμηνεύων φησί· τὴν πάντες μνώοντο περικτίται. οἷς δηλαδὴ ὡς εὖ εἰδόσι, θαῦμα ἦν ἡ Πηρώ. Νηλεὺς δὲ οὐκ ἤθελέ τινι δοῦναι αὐτὴν, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ φυλάκης ἐλάσειε βίης Ἰφικληείης. (ῃερς.

Intertext edge

Open linked passage

Note