Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
277.1.1
) Ὅτι καινοπρεπὲς σχῆμα καὶ τὸ, ἐλθέτω εἰς μέγαρον πατρὸς μέγα δυναμένοιο. οἱ δὲ, γάμον τεύξουσι, καὶ ἀρτυνέουσιν ἕεδνα πολλὰ μάλα. ὤφειλε γὰρ εἰπεῖν, ὁ δὲ ἤτοι ὁ πατὴρ γάμον τεύξει. ὁ δὲ ποιητὴς, οὐ πρὸς ἕνα τὸν πατέρα τὴν σύνταξιν ἀπέδωκεν, ἀλλὰ πρός τινας πολλοὺς τοὺς ἀμφὶ τὸν πατέρα. οἵ τινες ὡς ἐν τοῖς ἑξῆς ἱστορεῖται, τὴν Πηνελόπην ἐκέλευον γήμασθαι. Ὅρα δὲ καὶ ὅτι δυνατόν τε καὶ πλούσιον ὑπεμφαίνει ὁ ποιητὴς τὸν τῆς Πηνελόπης πατέρα Ἰκάριον. μέγα τὲ γὰρ δυνάμενον αὐτὸν εἶπε, καὶ τὰ ἐξ αὐτοῦ τῇ θυγατρὶ ἕδνα, πολλὰ μάλα φίλῃ παιδὶ πρέποντα. Τὸ δὲ ἀρτύνειν, ἀπὸ τοῦ ἀρτύω γίνεται πλεονασμῷ τοῦ ˉν. ὥσπερ δύω δύνω. καὶ θύω θύνω τὸ ὁρμῶ καὶ χύω χύνω. Ἕδνα δὲ νῦν μὲν τὰ ἀπὸ τῆς γυναικὸς πρὸς τὸν ἄνδρα. τάχα δὲ καὶ τὸ ἀνάπαλιν. δύναται γὰρ ἀμφοτέρως ἡ ἔννοια συμβιβάζεσθαι. οἱ δὲ ἀκριβέστεροι τῶν παλαιῶν, ἕδνα λέγεσθαι κυρίως φασὶ, τὰ ὑπὸ τῶν νυμφίων ἀλλήλοις διδόμενα. τὰ δὲ ἀπὸ τῶν πατέρων ἐπιμείλια φασὶν, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. φερνὴ δὲ τὰ τῆς νύμφης. τὰ δὲ ὑπὸ τῆς νύμφης, ἐπιφέρνια. δασύνεται δὲ τὸ ἕδνα, ὡς ἀπὸ τοῦ ἑδράζω κατὰ τοὺς παλαιούς. ἕδρανόν τι ὂν, τὸ τὸν γάμον στηρίζον, καὶ ἐν συγκοπῇ ἕδνον. ἢ ἀπὸ τοῦ ἥδω, ἥδανόν τι ὂν, τὸ ἡδύνον τοὺς λαμβάνοντας, καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ ˉη εἰς ˉε, ἕδνον. καθὰ καὶ μύρον ἑδανὸν ὀξυτόνως ἐν Ἰλιάδι, τὸ ἡδύ. ὡσαύτως δασύνεται καὶ τὸ ἕεδνον, τῆς δασείας ἀναδραμούσης εἰς τὴν ἀρχὴν, καὶ τὸ ἑεδνοῦσθαι. ὡς ἐπὶ τοῦ ὥρων ἑώρων γίνεται καὶ ἐπὶ ἄλλων πολλῶν. ὅλως δὲ κατὰ πᾶσαν κίνησιν, τὰ ἀπὸ τοῦ ἥδω δασύνονται, ὡς καὶ τὸ ἁνδάνω. καθὰ δηλοῖ τὰ παρὰ τῷ τραγικῷ ἀφανδάνοντα. καὶ ἀφάδιον παρὰ Παυσανίᾳ, τὸ ἐχθρὸν καὶ ἀπαρέσκον, καὶ ἦδος δὲ τὸ μὲν ὄφελος, ψιλοῦσιν οἱ πλείους, ὡς μεταπλασθὲν ἐκ τῆς ἡδονῆς εἰς τροχαῖον. ἐπὶ δὲ ὄξους, δασύνουσιν. Αἴλιος γοῦν Διονύσιος φησίν. ἧδος τὸ ὄξος, δασύνουσιν Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα, οἷον καὶ τὸν ἡδυλισμόν. ὃς εἶδός τι κολακείας ἐστίν. ἀφ' οὗ καὶ τὸ ἡδυλίζειν παρὰ Μενάνδρῳ. Παυσανίας δὲ εἰπὼν ὅτι ἦδος τὸ ὄφελος καὶ τὸ ὄξος, οὐδέν τι περὶ πνεύματος ἔφη. ἐκ τοῦ ἥδω δὲ γινομένη καὶ ἡ ἥβη καὶ τὰ ἐξ αὐτῆς ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, εὐλόγως δασύνονται. Ἰστέον δὲ καὶ ὅτι ὁ ἀνωτέρω ῥηθεὶς τῆς Πηνελόπης πατὴρ Ἰκάριος, ἀδελφὸς ἦν Τυνδάρεω τοῦ Λάκωνος, τοῦ πατρὸς τῆς Ἑλένης. οἳ τῆςοἰκείας ἐκπεσόντες ὑπὸ Ἱπποκόωντος, ἦλθον εἰς Θέστιον Πλευρωνίων ἄρχοντα. καὶ τὴν πέραν Ἀχελῴου συγκατεκτήσαντο. ὕστερον δὲ, Τυνδάρεως μὲν τὴν Θεστίου θυγατέρα Λήδαν λαβὼν, ἐπανῆλθεν. 1. 59 ἀφ' ἧς ἐγένοντο αὐτῷ Ἑλένη καὶ οἱ Διόσκουροι. Ἰκάριος δὲ ἐπέμεινε μέρος φασὶν ἔχων τῆς Ἀκαρνανίας. ἔνθα καὶ τεκνωσάμενος Πηνελόπην ἐκ Πολυκάστης, τῷ Ὀδυσσεῖ πρὸς γάμον ἐξέδοτο. (ῃερς. 281.) Ὅτι νῆα ἐεικόσορον ἐμφαίνων ἅμα καὶ ἐτυμολογῶν, φησί. νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν. ὅθεν δηλονότι ναῦς εἰκόσορος. τί δὲ τὸ ἄρσαι, ἐν τῇ Ἰλιάδι δεδήλωται. Ὅρα δὲ τὸ, ἄρσας ἐρέταις. διττὸν γὰρ τὸ ἄρσαι νῆα. τὸ μὲν, ἐπὶ ναυπηγίας. τὸ δὲ ἐπὶ ἐξαρτίσεως τὴν εἰς πλοῦν ὥσπερ ἐνταῦθα. Ὅτι δὲ καὶ εἴκοσι δίχα τοῦ ˉν λέγεται καὶ εἴκοσιν μετὰ τοῦ ˉν, ὡς καὶ πέρυσι πέρυσιν. καὶ ὡς ἐν συνθέσει ποτὲ μὲν, φυλάττει τὸ ˉι. ποτὲ δὲ αὐτὸ εἰς ˉα τρέπει, οἷον, εἰκοσιστάδιον καὶ εἰκοσαστάδιον, Αἴλιος Διονύσιος λέγει. οὕτω δέ φησι καὶ τὸ πέντε ἐν συνθέσει φυλάττον τὸ ˉε. οἷον. πεντέπηχυ. πεντέκλινον. πεντέχαλκον. πεντέμηνον. πεντεσύριγγον ξύλον, ὅμως παρ' ἑτέροις διὰ τοῦ ˉα λέγεται. πεντάπηχυ καὶ τὰ λοιπὰ ὁμοίως. ὅμοιον δέ τι πάσχει καὶ ὁ ὀκτὼ ἀριθμός. (ῃερς. 284.) Ὅτι τὴν τοῦ Διὸς ὄσσαν ἐπαινῶν, φησίν. ἢ μάλιστα φέρει κλέος ἀνθρώποισιν, ἤγουν φήμην καὶ ἀκοὴν τοῦ μέλλοντος. κλέος γὰρ παρ' Ὁμήρῳ, ἡ φήμη. ἔστι δὲ ὅτε, καὶ ἡ τιμὴ ἐὰν προσθήκην ὁ λόγος λάβῃ τινά. οἷον κλέος ἐσθλόν. ἢ κλέος μέγα. ἢ εὐρύ. λέγει δὲ τὴν ὄσσαν ἐκ Διὸς εἶναι, διότι πᾶσαν ὄσσαν καὶ ὀμφὴν, εἰς τὸν Δία οἱ παλαιοὶ ἀνάγουσι, διὸ καὶ πανομφαῖος ἐλέγετο, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. Διὸς δὲ ἡ ὄσσα, ἢ ἡ τῆς προμάντιδος εἱμαρμένης, δηλωτικὴ γάρ ἐστι τοῦ μέλλοντος, ἢ καὶ ἄλλως, ἡ τοῦ ἀέρος, ὃς αἴτιός ἐστι φωνῶν διηχὴς τυγχάνων. Ἰστέον δὲ ὅτι παρ' Ὁμήρῳ οὐχ' ἁπλῶς ἡ φωνὴ λέγεται ὄσσα καθὰ παρὰ τοῖς ὕστερον, ἀλλὰ καὶ ἡ ὄσσα καὶ ἡ κληδὼν καὶ ἡ ὀμφὴ καὶ ἡ φήμη ὡς πολλαχοῦ φανήσεται, θεῖόν τι ἐστὶ καὶ σημαντικὸν τοῦ μέλλοντος. Σημείωσαι δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων, εἰπεῖν ἁπλῶς ἔφη ὁ ποιητὴς, ἐπὶ δὲ Διός, ὄσσαν. φησὶ γάρ. ἤν τίς τοι εἴπῃσι βροτῶν. ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός. καὶ ἔστι τὸ εἴπῃσιν, ἀντὶ τοῦ λαλήσει ὡς οἷά τι εἰδώς. ἴσως δὲ, καὶ προσυπακουστέον τὸ ἔπος ἀπὸ κοινοῦ. ἵνα λέγῃ, ἤν τίς τοι εἴπῃσιν ἔπος. ἢ καὶ ἄλλως, ἤν τίς τοι εἴπῃσι περὶ πατρός. Ἔτι ἰστέον καὶ ὅτι τὸ ἤν τίς σοι εἴπῃ. ταυτόν ἐστι τῷ, εἴπως εἴπῃ. αὐτὸ δὲ, ἶσόν ἐστι τῷ, ὅπως εἴπῃ, κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον. (ῃερς. 285.) Ὅτι προαναφωνῶν κἀνταῦθα Ὅμηρος τὸ εἰς Πύλον καὶ εἰς Σπάρτην ἐλθεῖν τὸν Τηλέμαχον, πλεῖον σεμνύνει τὸν Νέστορα ἤπερ τὸν Μενέλαον, ἐκεῖνον μὲν γὰρ, δῖον λέγει. ξανθὸν δὲ ὡς καὶ ἐν Ἰλιάδι, τὸν Μενέλαον. ὃς καὶ δεύτατός φησι τῶν ἄλλων Ἀχαιῶν ἐνόστησεν ἐκ πλάνης. τουτέστιν ὕστατος ἐπανῆλθε. διὸ καὶ ὁ Τηλέμαχος εἰς ἐκεῖνον ἐλθὼν, πλείονα ἱστορίαν καὶ ξενικωτέραν ἐξ αὐτοῦ συνάγει, ὡς ἀπὸ πολυχρονίου πλάνητος. καὶ περὶ τοῦ πατρὸς δὲ ἀκριβέστερόν τι ἐξ ἐκείνου ἀκούει. Γίνεται δὲ τὸ δεύτατος ἀπὸ τοῦ δεύω τὸ ἐλλείπω. ἐξ οὗ συγκριτικὸν, δεύτερος ὁ ἐλλιπέστερος. καὶ ὑπερθετικὸν, δεύτατος ὁ ἐλλιπέστατος. ὥσπερ βασιλεύτερος βασιλεύτατος. (ῃερς. 289.) Ὅτι τὸ τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτὸν, εἴπῃ ἄν τις ὅτε συμβουλεύεταί τινι ἐπὶ πολὺ φερεπονεῖν. Ἔστι δὲ τὸ, τλαίης ἐνιαυτὸν, ὅμοιον τῷ, μείνατ' ἐπὶ χρόνον, ἀορισταίνει γὰρ νῦν ἐπίτηδες καὶ αὐτό. Τὸ δὲ τλαίη, εὑρεθήσεται ἀλλαχοῦ καὶ τετλαίη ἐν ἀναδιπλασιασμῷ. θέμα δὲ αὐτοῦ, τὸ τλῆμι. οὕτω δὲ καὶ ἐκ τοῦ θνῶ θνῆμι ἔθνην θνὰς θνάντος, θναίην. καὶ κατὰ ἀναδιπλασιασμὸν, τεθναίην. ἄλλως δὲ, κλίσιν ὁμοίαν ἀδιπλασίαστον ἔχουσι, τὸ κλῦθι κατά τινας καὶ τὸ δῦθι. ἔτι δὲ καὶ τὸ ἵληθι ἐκ τοῦ ἵλημι ἀῤῥήτου θέματος. τὸ δέ γε δίδωθι δέ μοι κλέος ἐσθλὸν, ἐξ εὐχρήστου ἐνεστῶτος προῆκται τοῦ, δίδωμι διδοὺς διδόντος δίδωθι. ἔχει δὲ ἀναγκαίαν ἔκτασιν τῆς παραληγούσης καθὰ καὶ τὸ πιμπλὰς πιμπλάντος πίμπλαθι καὶ τροπῇ πίμπληθι. οὕτω δὲ καὶ ἵλαθι ἵληθι. τὸ δὲ τέθναθι οὗ τρίτον τὸ τεθνάτω, γεγονὸς ἐκ τοῦ τεθνὰς τεθνάντος, ἐνέμεινε τῇ βραχείᾳ παραλήξει, ἐπειδὴ οὐκ ἔσχεν ἀνάγκην τινὰ μετρικήν. τούτων δὲ διαφέρει τὸ, ἄλλος δὲ βιώτω ἤγουν ζήτω, ὡς Δωρικὸν. βιούτω γὰρ τὸ κοινὸν, ὡς χρυσούτω, καὶ Δωρικῇ ἐναλλαγῇ τῆς οˉυ εἰς ˉω, βιώτω. Περὶ δὲ ἐνιαυτοῦ ἰστέον ὡς εἰ καὶ ταυτὸν ἐνιαυτὸν καὶ ἔνον εἰπεῖν, ἀλλ' ἡ παραγωγὴ ἐν αὐτοῖς διάφορος. ἐνιαυτὸς μὲν γὰρ, παρὰ τὴν ˉεˉν πρόθεσιν καὶ τὸ ἰαύειν ὃ ἔστι διατρίβειν, ἕνος δὲ κατά τινας, παρὰ τὸ ἕν, διὸ καὶ εὐλόγως ἐδασύνετο καθὰ καὶ ἡ ἕνῃ. δῆλον δὲ αὐτὸ, καὶ ἐκ τοῦ ἄφενος. ὅπερ ἀπὸ ἕνου ἐτυμολογοῦσι τινὲς ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. ἵνα καὶ ὁ ἕνος κατὰ τὴν ἕνην ἣν θεωρεῖ ὁ Πρόκλος, εἴη μόσχος μονόκερως. τὸ μὲν, διὰ τὸ ἀεὶ νεάζον καὶ ὡς οἷον κατὰ βοῦς ἐργατικὸν ἐν τοῖς περὶ γένεσιν. τὸ δὲ, διὰ τὸ ἑνάδος δίκην μεμονῶσθαι τὰς τοῦ ὅλου ἐνιαυτοῦ ἐνεργείας ὡς οὐδεμιᾶς ἑτέρας τῶν ὡρῶν. δασύ 1. 60 νοιτο δ' ἂν καὶ ἄλλως ὁ ἕνος, ἢ παρὰ τὴν ἐν αὐτῷ ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατ' αὐτὰς ἀποτελεσμάτων, ἢ καὶ ὡς ἀπὸ τοῦ ἕω τὸ πληρῶ ἤγουν τελειῶ ἐξ οὗ καὶ ὅλος καὶ ὁλότης. πληροφορεῖ γὰρ τὰ καθ' ἡμᾶς ὡς τελεσφόρος, ὁ ἐνιαυτός. (ῃερς. 290.) Ὅτι ἐν τῷ, εἰ δέ κε τεθνειῶτος ἀκούσῃς μὴ δέ τ' ἐόντος, περισσὸν κεῖται τὸ, μὴ ἐόντος. ἤρκει γὰρ τὸ τεθνειῶτος μόνον, ἐπεὶ δῆλον ὡς ὁ τεθνεὼς οὐκ ἔστι. καὶ ἄλλως δὲ, διορθωτικόν ἐστιν αὐτὸ τοῦ πρὸ αὐτοῦ. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ὁ ἠκουσμένος τεθνάναι, ἤδη καὶ τέθνηκεν, εἰ μὴ ἀληθῶς ἀπέθανε. τότε γὰρ οὐκέτ' ἔστιν. ἄλλως δὲ, ἡ ἀκοὴ μόνη οὐκ ἀπήγαγεν αὐτὸν τοῦ εἶναι. (ῃερς. 292.) Ὅτι τὸ θάπτειν, σῆμα χεύειν λέγει ὁ ποιητὴς ἤγουν τάφον χωννύειν, διότι πολὺν χοῦν οἱ παλαιοὶ ἐπεφόρουν τοῖς ὀστέοις τῶν τεθνεώτων. ὅθεν καὶ χώματα ἐκάλουν τὰ σήματα, τουτέστιν ἀναχωματισμούς. Σῆμα δὲ ὁ τάφος, κατὰ σχῆμα εὐφημισμοῦ, διότι σημεῖόν ἐστι τοῦ κεῖσθαί τινα ἐκεῖ. ἐνταῦθα δὲ, σῆμα τὸ κενήριον λέγει. οὐ γάρ ἐστι κυρίως ταφῆναι καὶ κυρίως τάφον ἔχειν τὸν ἐπ' ἀλλοδαπῆς τεθνεῶτα. Ὅτι τὸ, κτέρεα κτερεΐξαι, οὐ μόνον ἐτυμολογικῶς ἔχει, ἀλλὰ καὶ Ἀττικόν ἐστι σχῆμα συνεκφωνουμένου ῥήματος καὶ συστοίχου ὀνόματος. ὡς καὶ ἐπὶ τοῦ, λόγον λέγει καὶ ὕπνον ὑπνοῖ. καὶ μυρίων ἄλλων ὁμοίων. Κτέρεα δὲ, κτέατα ἤτοι κτήματα νεκρικά. ἢ κυρίως, τὰ κτεινομένοις προσήκοντα. Ἰστέον δὲ ὅτι ταυτολογῶν ὁ ποιητὴς, οὐ γὰρ ὀκνεῖ καὶ τοῦτο καιρίως ποιεῖν, ἀνωτέρω μὲν ἔφη ἕδνα πολλὰ μάλα ὅσα ἔοικεν. ἐνταῦθα δὲ, κτέρεα πολλὰ μάλα ὅσα ἔοικεν. οὕτω καὶ ἐν Ἰλιάδι δὶς εἶπε τὸ, τιμὴν ἀποτινέμεν ἥν τινα ἔοικεν. (ῃερς. 293.) Ἐν τούτοις δὲ καὶ καθυποδεικνὺς δεῖν ὑπὸ τῷ ἀνδρὶ τὴν γυναῖκα εἶναι, φησί. καὶ ἀνέρι μητέρα δοῦναι. ὡς γὰρ πολλαχοῦ φανεῖται, γυνὴ ἀνδρὶ δίδοται ὅσα καί τι δῶρον δεσπόζεσθαι, εἴτε καὶ δουλικῶς δάμνασθαι, ὅθεν καὶ δάμαρ λέγεται. καὶ γάμος, ὁ οἱονεὶ δάμος. αὐτὸς μέντοι κοινῶς ὢν ἀνδρὶ καὶ γυναικὶ, ἀμφοτέρους ἀλλήλοις ὑποδεδμῆσθαι εὐνοϊκῶς βούλεται. οὐ μὲν ὑπὸ τῇ γυναικὶ τὸν ἄνδρα εἶναι εἰ καὶ τοῦτο καινοτομεῖν ποτὲ χρόνος θρασύνεται. Ἔστι δὲ τὸ δοῦναι, ἀντὶ τοῦ δὸς προστακτικοῦ. καθὰ καὶ πρὸ αὐτοῦ τὸ κτερεΐξαι καὶ τὸ χεῦαι. περὶ δὲ τοῦ τοιούτου σχήματος ὅπως καθίσταται ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. (ῃερς. 294.) Ὅτι ἐν τῷ, ἐπειδὰν ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, ἐκ παραλλήλου ταυτὸν δηλοῦσιν αἱ λέξεις. ἢ μᾶλλον, τὸ σχῆμα ὑστερολογία ἐστὶν, ἤγουν πρωθύστερον. πρῶτον γὰρ τὸ ἔρξῃς εἶτα τὸ τελευτήσῃς. ἔρξειν μὲν γὰρ, τὸ ἁπλῶς πράξειν. τελευτήσειν δὲ, τὸ καὶ εἰς τέλος τὴν πρᾶξιν ἀγαγεῖν. (ῃερς. 297.) Ὅτι ὑποτίθεται ἡ Ἀθηνᾶ φρόνησις τῷ Τηλεμάχῳ. ἐπεὶ οὐ τηλίκος ἐστὶν ὡς ἔτι μειρακεύεσθαι φράσασθαι ὅπως μετὰ τὸ δοῦναι ἀνδρὶ τὴν μητέρα κτείνῃ τοὺς μνηστῆρας ἢ δόλῳ ἢ ἀμφαδόν. τουτέστιν ἢ κρύφα ἢ φανερῶς. εἶτα καὶ προπαροξύνει ῥητορικῶς ἐν ὁμοιότητι παραδείγματος, καὶ τὸ τοῦ νέου ζηλότυπον καὶ φιλότιμον ἐρεθίζει, τῷ ἐπαίνῳ τοῦ ἰσήλικος καὶ βασιλικοῦς παιδὸς Ὀρέστου. λέγουσα. ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα Αἴγισθον δολόμητιν ὅς οἱ πατέρα κλυτὸν ἔκτα; καὶ σὺ ὦ φίλος ἄλκιμος ἔσσο. καὶ τὰ ἑξῆς. Ὅρα δὲ ἐνταῦθα, ὅτι τὸ ἀπὸ προσώπου ἐπιχείρημα τουτέστι τὸ τοῦ Ὀρέστου παράδειγμα, οὐ πάνυ εὐσυμβίβαστον εἶναι δοκεῖ. οὐ γὰρ εἰς ταυτὸν ἔρχεται τὰ πράγματα τῷ τε Ὀρέστῃ καὶ τῷ Τηλεμάχῳ. καὶ γὰρ Ὀρέστης μὲν, μοιχὸν ἀνεῖλε καὶ ἕνα, τὸν Αἴγισθον, καὶ μοιχαλίδα μητέρα. τῷ δὲ Τηλεμάχῳ οὔτε εἷς ὁ ἐχθρὸς ἀλλὰ πολλοὶ, καὶ οὔτε μοιχοὶ τῇ Πηνελόπῃ οὔτε πατροφονῆες τῷ Τηλεμάχῳ. καὶ ἡ μήτηρ δὲ ἄλλως, οὐ μοιχαλὶς, ἀλλὰ καὶ λίαν σωφρονεστάτη. πολλὴ οὖν ἡ ἀνομοιότης τοῦ παραδείγματος. ὅμως δὲ συμβιβάζεται οὕτω πως τὸ λεγόμενον· καλὸν βοηθεῖν γονεῦσι, πατρὶ δηλαδὴ καὶ μητρὶ. Ὀρέστης μὲν οὖν, ἔχει κλέος πατρὶ τιμωρήσας. σὺ δὲ ἀοίδιμος ἔσῃ, τῇ μητρὶ ἐπαμύνας. (ῃερς. 300.) Σημείωσαι δὲ ὅτι πατροφονεὺς, οὐ μόνον ὁ ἑαυτοῦ ἀνελὼν πατέρα, ἀλλὰ καὶ ὁ ἀλλότριον. διόπερ ὁ ποιητὴς πατροφονέα τὸν Αἴγισθον εἰπὼν, ἐπεὶ Αἴγισθος οὐ τὸν ἑαυτοῦ ἐφόνευσεν ἀλλὰ τὸν τοῦ Ὀρέστου, ἐφερμηνεύων ἐπάγει, ὃς Ὀρέστου πατέρα κλυτὸν ἔκτα. ἴσως δὲ καὶ δι' ὑπεξαίρεσιν τῆς Κλυταιμνήστρας κεῖται ταῦτα. ἵνα μὴ καὶ Τηλέμαχος προσερεθισθῇ καὶ κατὰ τῆς μητρὸς, ὡς Ὀρέστης κατὰ τῆς πατροφόνου, τυχὸν δὲ, ἐκ περισσοῦ καὶ τοῦτο κεῖται ὡς ἐν ταυτολογίᾳ καθὰ καὶ ἄλλα πολλά. (ῃερς. 301.) Τὸ δὲ ἔκτα, βραχυκαταληκτεῖ ὡς ἀποκοπὲν ἐκ τοῦ ἔκτανεν. Ὅτι ὁ παιδεύων τινὰ μὴ ἀφραίνειν, εἴποι ἄν. οὔτι σε χρὴ νηπιάας ὀχέειν ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. ἤγουν οὐκ ἐνδέχεταί σε νήπια φρονεῖν, ἐπεὶ οὐκέτι τοιαύτης ἡλικίας εἶ. τὸ δὲ νηπιάας ὀχέειν, ἀντὶ τοῦ 1. 61 νηπιοφροσύνας φέρειν. ὀχεῖν μὲν γὰρ, τὸ φέρειν τι καὶ βαστάζειν. ὀχεῖσθαι δὲ, τὸ φέρεσθαι καὶ βαστάζεσθαι. (ῃερς. 302.) Ὅτι ὁ εἰς ἀνδρίαν καὶ σπουδὴν ὀτρύνων τινὰ τῶν κρειττόνων, ἐρεῖ ὅτι καὶ σὺ φίλος, μάλα γάρ σε ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσο, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ, τουτέστιν εὐλογήσῃ. Ὀψίγονοι δὲ, οἱ ὀψὲ καὶ εἰς τὸ μέλλον γενησόμενοι. τούτους δὲ καὶ ἐπιγόνους φαμέν. Ὅρα δὲ εἰ τὸ καλόν τε μέγαν τε, ἶσόν ἐστι τῷ, ἠΰν τε μέγαν, ὅπερ ἀλλαχοῦ φησὶν ὁ ποιητής. (ῃερς. 304.) Ὅτι τὸ, ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη, δηλοῖ ὡς εὐλόγως τὸ ἐκ τοῦ λιμένος ἀπαίρειν, ἀναβαίνειν καὶ ἀνέρχεσθαι ὡς ἑξῆς φανεῖται, καὶ ἀναπλέειν λέγεται. Τὸ δὲ ἤδη, ἀντὶ τοῦ νῦν. διὸ καὶ εὕρηταί που ἐκ παραλλήλου κείμενα τὸ, ἤδη νῦν. (ῃερς. 306.) Ὅτι ὁ παραινῶν τινὶ εἰσακουσθῆναι ἐφ' οἷς ὑποτίθεται, εἴποι ἂν τὸ, σοί δ' αὐτῷ μελέτω καὶ ἐμῶν ἐμπάζεο μύθων. τουτέστιν ἐπιστρέφου. ὁ δὲ παραινούμενος εἰς ἀγαθὸν, ἐρεῖ πρὸς τὸν παραινοῦντα, ὅτι ταῦτα φίλα φρονέων ἀγορεύεις ὥστε πατὴρ ᾧ παιδὶ καὶ οὔποτε λήσομαι αὐτῶν. (ῃερς. 310.) Ὅτι ὁ κατέχων τινὰ φίλον ἐπὶ ἀναπαύσει, εἴπῃ ἄν. ἄλλ' ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο. ὄφρα λοεσσάμενός τε, τεταρπόμενός τε φίλον κῆρ, ἀπέλθῃς χαίρων ἐνὶ θυμῷ. Καὶ ὅρα ὅτι τὸ ἐπειγόμενος, γενικῇ συνέταξεν ἐν τῷ, ἐπειγόμενός περ ὁδοῖο. προϊὼν δὲ, λιλαιόμενός περ ὁδοῖο φησὶν, ἐν τῷ, μή μ' ἔτι κατέρυκε λιλαιόμενόν περ ὁδοῖο. ὅπερ ἐρεῖ ὁ σπεύδων μὲν εἰς ὁδὸν, κωλυόμενος δὲ φιλικῶς. (ῃερς. 313.) Ὅτι ἐγκώμιον ἀγαθοῦ δώρου, τὸ εἰπεῖν, δῶρον ἔχων τιμῆεν, μάλα καλὸν, ὅ, τοι κειμήλιον ἔσται. οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι. καὶ παρακατιὼν δὲ, φησί. δῶρον μάλα καλὸν ἄξιον ἀμοιβῆς. (ῃερς. 314.) Ἰστέον δὲ ὅτι πρὸς ἀκρίβειαν ἐῤῥέθη τὸ, φίλοι ξεῖνοι. οὐ γὰρ πᾶς ξεῖνος, φίλος. καθὰ οὐδὲ πᾶς ἑταῖρος. ἀλλ' ὁ γνησίως ὑποδεχθείς. Ἰστέον δὲ ὅτι τὸ, δῶρον τιμῆεν μάλα καλὸν, οὕτω μετέβαλεν ὁ Θρᾷξ Δημοσθήνης. δῶρον, οὗ τὸ μὲν κεφάλαιον, τιμὴ ἔσται. καὶ αὐτὸ δὲ ἐφ' ἑαυτοῦ σοι ἴσως φανεῖται καλόν. (ῃερς. 321. σθθ.) Ὅτι ἐν τῷ ὄρνις ὡς ἀνόπαια διέπτατο Παλλὰς Ἀθήνη, τὸ μὲν ὄρνις, κοινόν ἐστιν ὄνομα. Δωριεὺς δὲ ἀνὴρ, ὄρνιξ ὄρνιχος κλίνει, ὡς καὶ Πίνδαρος δηλοῖ, τροπῇ Δωρικῇ τοῦ ˉσ εἰς ˉξ, ὁποία γίνεται καὶ ἐν τῷ ἁρπάσω ἁρπάξω καὶ τοῖς ὁμοίοις. Τὸ δὲ ἀνόπαια, εἶδός τινες ὀρνέου λέγουσιν ἀετώδους φήνῃ ἐοικότος. καὶ ὁ προσεχῶς δὲ εἰρημένος μεταβολεὺς Δημοσθένης, οὕτω τὴν λέξιν νοεῖ. παραφράσας ὅτι ᾤχετο ἡ Ἀθηνᾶ, δύο τούτοις ὅτι ἦν θεὸς σημήνασα. τῷ τε εἰς ὄρνιθα ἑαυτὴν μεταβαλοῦσα ἐξαίφνης ἀφανισθῆναι καὶ τῷ θάρσους ὑποπλησθῆναι τὸν Τηλέμαχον. οἱ δέ φασιν ὅτι διέπτατο ἀνόπαια ἤγουν ἀνὰ τὴν ὀπὴν τὴν ἐν μέσῳ τ' ὀροφῆς, ἣν καὶ κάπνην καὶ καπνοδόκην ἐκάλουν. ἢ διὰ τῆς ὀπαίας φασὶ κεραμίδος. ἔστι δὲ αὕτη, ἡ τὴν κάπνην φασὶν ἔχουσα. οἱ δὲ, τὸ ἀνόπαια, λέγουσιν ἀντὶ τοῦ, ἀφανής, πόῤῥω τῆς ὄψεως. δοκεῖ δέ τισι, καὶ ἀντὶ τοῦ, ἀνωφερὴς εἶναι, ὡρμημένοις ἐκ τῶν Ἐμπεδοκλέους, εἰπόντος ἐπὶ πυρὸς τὸ, καρπαλίμως δ' ἀνόπαιον. ἐξ οὗ δῆλον, ὅτι καὶ οὐδετέρου γένους ἐστὶ τὸ ἀνόπαιον. διὸ καὶ Ἡρῳδιανὸς τὸ ἀνόπαια, καὶ οὐδέτερον οἶδε πληθυντικὸν, καὶ προπερισπᾷ, καὶ ὡς ἐπίῤῥημα λαμβάνει, ἀντὶ τοῦ ἀοράτως. καθάπερ τὸ πυκνὰ ἀντὶ τοῦ πυκνῶς. καὶ καλὰ ἀντὶ τοῦ καλῶς. νοήσας ἐκεῖνος τὸ τοιοῦτον ἀνόπαια, οὐ μετὰ τῆς ἀνˉα προθέσεως, ἀλλὰ στέρησιν τοῦ ὀπτάνεσθαι. Ἰστέον δὲ ὅτι τὲ καὶ ὄρος ἀνόπαια κατὰ Ἡρόδοτον, καὶ ἀτραπὸς δὲ ἀνόπαια περὶ τὴν Λοκρίδα γῆν καὶ τὴν τῶν Μηλιέων, καὶ ὡς οὐ μόνον ἐνταῦθα ὁ μῦθος ἀλλὰ πολλαχοῦ, τὰ θεῖα πρόσωπα ὀρνέοις ἀπεικάζει ἐν ταῖς θείαις ἐναργείαις. καὶ ἡ αἰτία, ἐν Ἰλιάδι γέγραπται. Τοῦ δὲ ἔπτατο, ἔστι καὶ δεύτερος μέσος ἀόριστος. οὗ χρῆσις παρὰ Σοφοκλεῖ ἐν τῷ, περιχαρὴς δ' ἀνεπτόμην, ἐξ αὐτοῦ δὲ, καὶ πτέσθαι ἀπαρέμφατον ἐν Οἰδίποδι τῷ τυράννῳ. καὶ παρ' Ὁμήρῳ δὲ ἐν τῷ, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων. ἐκ μέντοι τοῦ ἔπτατο, πτάσθαι εἶπεν Εὐριπίδης. οἷον εἴθ' ὤφελ' ἀργοῦς μὴ διαπτάσθαι σκάφος. πόθεν δὲ ἡ Παλλὰς, καὶ ὅτι οὐ μόνον πάλλας, ὁ νέος, ἀλλὰ καὶ πάλλαξ ἐξ οὗ καὶ παλλακὴ, καὶ παλλάκια δὲ κατὰ Αἴλιον Διονύσιον οὐ παλλήκια οἱ παῖδες, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς οἳ καὶ δικαστήριον ἱστοροῦσιν Ἀθήνῃσιν ἐπώνυμον τῆς Παλλάδος. Ἀριστοφάνης. ἄκων κτενῶ σε τέκνον. ὅ δ' ὑπεκρίνατο. ἐπὶ παλλαδίῳ, παρ' ᾧ πάτερ δώσεις δίκην. ἐδίκαζον δὲ κατὰ Παυσανίαν ἐκεῖ ἀκουσίους φόνους οἱ ἐφέται. Ἀργεῖοι γάρ φησιν ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ ἱστορουμένου παλλαδίου εὑρεθέντος κατὰ χρησμὸν, αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν. Κλειτόδημος δέ 1. 62 φησιν, Ἀγαμέμνονος σὺν τῷ παλλαδίῳ προσενεχθέντος ταῖς Ἀθήναις, Δημοφῶντα τὸ παλλάδιον ἁρπάσαι, καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν αὐτοὺς ὑποσχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων. οὓς ἐφέτας κληθῆναι, διὰ τὸ παρ' ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς περὶ κρίσεως. καὶ τὸ δικαστήριον, ἐπώνυμον τῇ Παλλάδι γενέσθαι. (ῃερς. 3.) Ὅτι τὸ τὴν Ἀθηνᾶν ἀποβῆναι ἤγουν ἀποχωρῆσαι τοῦ Τηλεμάχου, οὐ τὸ ἄφρονα ἐκεῖνον ἐγκαταλειφθῆναι δηλοῖ, ἄλλ' ὅτι βουλευσάμενος πρῶτον καθ' ἑαυτὸν καὶ σκοπήσας καὶ στήσας τὸν σκοπὸν, παύεται. καὶ οὐκ ἔτι σκέπτεται, ἀλλὰ φρεσὶ γνοὺς οἷα φρονίμως ἐνόησε καὶ ἀποδεξάμενος ἑαυτὸν τοῦ θεόθεν σκέμματος καὶ θαμβήσας κατὰ θυμὸν τὸ ἀξιόλογον τοῦ βουλεύματος, καὶ μένος καὶ θάρσος ἀναλαβὼν, τοῦ βουλευθέντος ἔργου γίνεται, ὑποχωρούσης ἐξ αὐτοῦ τῆς προτέρας Ἀθηνᾶς ἤτοι σκέψεως. (ῃερς. 322.) Τί δέ ἐστι τὸ μένος καὶ τὸ θάρσος, ἐν τῷ ˉε Ἰλιάδος γέγραπται. (ῃερς. 324.) Σημείωσαι δὲ ὅτι οὐ μόνον ὁ Τηλέμαχος ἐνταῦθα ἐθαύμασε κατὰ θυμὸν ὡς εἴρηται, ἀλλὰ καὶ ἡ μήτηρ μετ' ὀλίγα, τοῦ παιδὸς ἀκούσασα, ἐθάμβησε. καὶ τὸν αὐτοῦ μῦθον πεπνυμένον ἐνέθετο τῇ ψυχῇ. θαυμάζουσι δὲ προϊόντες καὶ οἱ μνηστῆρες, ὅτε ἀγορεύοντος αὐτοῦ ἀκούσουσι. καὶ οἱ λαοὶ δὲ ἐν τοῖς ἑξῆς, θηεῦντο τὸν Τηλέμαχον ἐπερχόμενον. οὕτω πάνυ ἀξιοθαύμαστος ὁ νεανίσκος διὰ τὴν ἐνδημίαν τῆς ἀλληγορουμένης Ἀθηνᾶς, γέγονε. καὶ ἴσως καὶ διατοῦτο, συμβολικῶς καὶ ἀστείως ὁ ποιητὴς τὴν τῷ Τηλεμάχῳ ἐπιφοιτήσασαν Ἀθηνᾶν, ἡγήτορι Ταφίων ἀπείκασε, διὰ τὸ ἐκθαμβητικὸν δηλαδὴ τῆς ἐν αὐτῷ φρονήσεως. Τάφος γὰρ ἡ νῆσος, ὁμωνυμίαν ἔχει πρὸς τὸ θάμβος ὅτε καὶ αὐτὸ τάφος λέγεται. ὡς τὸ, τάφος δ' ἕλε πάντας. ἤγουν θάμβος καὶ ἔκπληξις. ἐξ οὗ καὶ τὸ, ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς. ἤτοι ἐκπλαγείς. οὕτω δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς, ὅμοιόν τι ποιεῖ. καὶ ἐξ ὀνόματος τοπικοῦ πορίζεται ἀστεῖον νόημα ὅ που ἄνδρα πένητα ἐξ Αἰτωλίας εἶναι πλάττει, αἰνιττόμενος ἐπαίτην ἐκεῖνον εἶναι. τοῦτο γὰρ βούλεται σημαίνειν ἐκεῖ ὁ Αἰτωλὸς, ὡς ἀπὸ τοῦ αἰτῶ τὸ ζητῶ. καὶ ἐνταῦθα οὖν διὰ τοπικοῦ ὀνόματος τῶν Ταφίων, τάφον ἕτερον ὑπῃνίξατο ὑφ' οὗ δηλοῦται ἡ ἔκπληξις ὡς προείρηται. (ῃερς. 322.) Ὅτι τῷ θεόθεν ἀναμιμνησκομένῳ τινὸς καὶ ἀνδριζομένῳ, ἐπιῤῥηθήσεται ταῦτα. τῷ δ' ἐνὶ θυμῷ θῆκε μένος καὶ θάρσος, ὑπέμνησέ τε τοῦ δεῖνος, μᾶλλον ἔτι ἢ τὸ πάροιθεν. (ῃερς. 324.) Ὅτι ἐπὶ ἀνθρώπου μαθόντός τι καὶ θαυμάσαντος, οἰκεῖον εἰπεῖν τὸ, ὁ δὲ, φρεσὶ νοήσας, θάμβησε κατὰ θυμόν. Σημείωσαι δὲ ὅτι τὸ ἐθάμβησε κατὰ θυμὸν ἤτοι κατὰ ψυχὴν, πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν θαμβουμένων πρὸς τὰ βλεπόμενα. θάμβος δὲ λέγεται, τὸ διὰ τῆς θέας ἐμβιβαζόμενον. (ῃερς. 326.) Ὅτι τὸν Φήμιον, ἀοιδὸν λέγει περικλυτὸν ἤτοι ἐξάκουστον. καὶ τὸ αὐτοῦ μέλος, θέσπιν ἀοιδήν. ἤτοι θείαν καὶ ὡς ὑπὸ θεοῦ ἐσπομένην ἤτοι λεγομένην. τοῦτο δὲ συνθέντες οἱ μεθ' Ὅμηρον, θεσπιῳδεῖν λέγουσιν, ὃ δηλοῖ τὸ μαντεύεσθαι. θεσπιῳδεῖν δὲ πάντες ἐδόκουν οἱ ἀοιδοὶ, καθὰ καὶ αὐτὸς ὁ ποιητὴς, ἀοιδὸς ὢν καὶ αὐτός. ὅτι δὲ καὶ Ὁμήρῳ μέτεστι μαντικῆς, καὶ ἐν Ἰλιάδι φαίνεται. καὶ ἐν τοῖς ἑξῆς δέ που φανήσεται. (ῃερς.
277.1.2
) Ὅτι πιθανῶς ὁ ποιητὴς ἱστορῶν μὴ καὶ τὸν Ὀδυσσέα ὑπὸ τῆς πολυφαρμάκου θελχθῆναι Κίρκης πλάττει τὸν Ἑρμῆν συμβαλλόμενον πρὸς τοῦτο τῷ Ὀδυσσεῖ, ὡς μὴ ἂν δυνατὸν ὂν ἄλλως ἐκφυγεῖν αὐτὸν τὸ ἐκ τῆς Κίρκης κακόν. φησὶ γοῦν Ὀδυσσεὺς ὅτι ὁπηνίκα ἔμελλον ἐς μέγα δῶμα ἵξεσθαι Κίρκης, ἔνθα μοι Ἑρμείας χρυσόῤῥαπις ἀντιβόλησεν ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικὼς (ῃερς. 279.) πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. ὃ καὶ ἐν Ἰλιάδι ἔγραψεν ἀπαραλλάκτως περὶ τοῦ αὐτοῦ Ἑρμοῦ. ἔν τ' ἄρα μοι φῦ χερί. καὶ εἶπε· πῇ δ' αὕτως δύστηνε (ῃερς.
277.1.3
) Ἑρμηνεία δὲ ὑπηνήτου παρὰ Δημοσθένει τῷ παραφραστῇ αὕτη. Ἑρμῆς τῷ Ὀδυσσεῖ ἐπιτυγχάνει, νεανίσκῳ προσεοικὼς, ἄρτι ὑποπιμπλαμένῳ γενείου. ὅπερ οἱ λατινοήθεις μεθοδεύσαντες ἀεὶ ἔχειν ὡς διὰ βίου ὑπηνῆται εἶναι, βιάζονται τὸν πώγωνα τῇ συνεχεῖ ἐν χρῷ κουρᾷ, δοκεῖν πάντοτε ἄρτι γενειάσκειν. καὶ αὐτοὶ μὲν ἀτιμούσθωσαν. (ῃερς. 280.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ ἐξονομάζειν ἀντὶ τοῦ ἁπλῶς πλατικώτερον ὁμιλεῖν καὶ μάλιστα ἐφεξῆς ἐν τοῖς περὶ Κίρκης. ἄλλως γὰρ οὔτε ὁ Ἑρμῆς ἐξ ὀνόματος τὸν Ὀδυσσέα καλεῖ, οὔτε μὴν ἐν τοῖς παροῦσιν ἡ Κίρκη. αὐτὴ γὰρ ὕστερον ἐπιγνοῦσα ἐρεῖ θαυμαστικώτερον, ἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος. (ῃερς.