Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
278.1.1
) Τὸ δὲ ἔνθα μ' ἐκβαίνοντα ἕως τοῦ, καὶ ἀτερπέϊ χώρῳ, ναυαγοῦ ἀνδρὸς δυστυχίαν φράζει. (ῃερς. 279.) Τὸ δὲ ἀτερπέϊ χώρῳ, πολύνουν ἐστί. δηλοῖ γὰρ τοὺς προῤῥηθέντας πάγους ὀξέας. τὸ περὶ αὐτοὺς βεβρυχὸς ῥόθιον κῦμα. τὴν λισσὴν πέτραν. τὴν ἀγχιβαθῆ θάλασσαν. τὰς προβλῆτας ἀκτάς. (ῃερς. 283.) Τὸ δὲ ἐκ δ' ἔπεσον, ἀντὶ τοῦ, ἔξω ἔπεσον τῆς θαλάσσης ἀψύχου τινὸς δίκην. καὶ ὡς οἷον εἰπεῖν, ἐξεβράσθην κατά τι ναυάγιον. Τὸ δὲ θυμηγερέων, σύνθετόν ἐστι τοῦ, ἐς φρένα θυμὸς ἀγέρθη ὃ προγέγραπται. δηλοῖ δὲ τὸ, συνάγων καὶ ἀνακτώμενος ψυχήν. (ῃερς. 286.) Τὸ δὲ φύλλα ἀφύσσασθαι, ὕλην ἐπαμήσασθαι χερσὶ προέγραψεν ὁ ποιητής. δηλοῖ δὲ τὴν τῶν φύλλων περιβολήν. εἰ δὲ τὸ ἀφύσσασθαι ἐπὶ ὕδατος ἀντλουμένου κυριολεκτεῖται ὡς δηλοῖ τὸ ἀφυσσόμενοι μέλαν ὕδωρ, ἀλλ' ἡ τροπὴ οὐδ' ἐνταῦθα ἔξω λόγου. εἴγε ὥσπερ χυτὸν τὸ ὕδωρ, οὕτω καὶ ἔνθα Ὀδυσσεὺς ὕπνωσσε, φύλλων ἦν χύσις ἤλιθα πολλή. Ὕπνον δὲ ἀπείρονα, τὸν βαθὺν λέγει καὶ διατοῦτο πολύν. καὶ ἀσύμμετρον ὡς πρὸς τὸ σύνηθες, εἴπερ νυχθήμερον ὅλον Ὀδυσσεὺς ἐκοιμήθη κατὰ τὸν ποιητήν. Σημείωσαι δὲ τὴν λέξιν, ὡς οὐκ ἐξανάγκης ἀπείρονος λεγομένου τοῦ μηδόλως πέρας ἔχοντος. ὁ δὲ τοιοῦτος τόπος, συντελεῖ τι καὶ εἰς τὸν νήδυμον ὕπνον. πάντως γὰρ ὁ περιχυθεὶς ἀπείρων ὕπνος, εἴη ἂν νήδυμος. ἤγουν ἀνέκδυτος. δῆλον δὲ ὡς ἐφ' ὑγρῶν καὶ τὸ δύεσθαι καὶ, χέεσθαι δίχα τροπολογίας τινός. (ῃερς. 287.) Τὸ δὲ ἐν φύλλοις καὶ φίλον ἦτορ ὅτι παρηχεῖν δοκεῖ, προγέγραπται. (ῃερς. 288.) Ἐν δὲ τῷ, ἐπ' ἠῶ καὶ μέσον ἦμαρ καὶ δείλετό τ' ἠέλιος, τριμερῇ τὴν ἡμέραν ἔτεμεν ὡς καὶ ἀλλαχοῦ. ἤγουν εἰς πρωΐαν. μεσημβρίαν. καὶ δείλην. (ῃερς. 289.) Ἐν δὲ τῷ δείλετο, γραφόντων τινῶν δύσετο ἤγουν ἔδυνε, πρὸς ὃ παίζων ἀπορητικῶς φασι Ματρέας ὁ Ἀλεξανδρεὺς, ἔλεγε διατὶ ὁ ἥλιος δύνει μὲν οὐ κολυμβᾷ δὲ; φασὶν οἱ παλαιοὶ, ὡς Ἀρίσταρχος οὐ γράφει δύσετο ἀλλὰ δείλετο. ὅ ἐστιν, εἰς δύσιν ἀπέκλινε. Καὶ σημείωσαι τὴν λέξιν σύστοιχον οὖσαν τῇ δείλῃ. εἰ δὲ τὸ δείλετο ἀσύνηθές ἐστιν, ἀλλὰ τὸ δειελιήσας, ἐν τοῖς μετὰ ταῦτα κεῖται παρὰ τῷ ποιητῇ. δῆλον δὲ ὅτι τε ἡ δείλη παρὰ τὴν ἔνδειαν τῆς εἵλης σύγκειται, ἐνδέει γὰρ τηνικαῦτα ἡ ἐκ τοῦ ἡλίου ἕλη. καὶ ὅτι διττὴ κατὰ τοὺς παλαιοὺς ἡ δείλη. ἡ μὲν γὰρ ὀψία δείλη. τὸ τελευταῖον φασὶ τῆς δείλης μέρος τὸ περὶ ἡλίου δυσμάς. ἑτέρα δὲ δείλη πρωΐα, τὸ πρῶτον φασὶ τῆς δείλης, τὸ εὐθὺς ἐκ μεσημβρίας. (ῃερς. 291.) Ἐοικέναι δὲ θεαῖς ἄρτι λέγει τὴν κόρην Ὀδυσσεὺς, κολακικώτερον. φθάσας γὰρ, μιᾷ ἐκείνην εἴκασε, τῇ Ἀρτέμιδι. (ῃερς. 292.) Τὸ δὲ οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ καὶ ἑξῆς, ἔπαινος προσώπου νέου συνετοῦ. (ῃερς. 293.) Ἔνθα ὅρα τὸ, ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἔρξειν, ὡς γοργῶς φρασθὲν, πολλὴν ἔννοιαν κρύπτει. ἐχρῆν μὲν γὰρ εἰπεῖν νεωτέρην ἀντιάσασαν. ὁ δὲ, παραβλητικῶς οἷον ἔφη ὡς οὐ μόνον κόρη νέα ἀλλ' οὐδὲ ἀνὴρ νεώτερος τοίοῦτόν τι ἔδρασεν ἄν. (ῃερς. 294.) Τὸ δὲ αἰεὶ νεώτεροι ἀφραδέουσι, παράφρασίς ἐστι τοῦ, αἰεὶ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. (ῃερς. 295.) Τὸ δὲ σῖτον ἔδωκε καὶ οἶνον καὶ ἔλουσε καὶ τὸ ἑξῆς, φιλοξενίας ἐνδεικτικά. Ἐν τούτοις δὲ, ὅρα ὅτι τε τὴν τῆς κόρης καὶ τῶν ἀμφιπόλων μολπὴν καὶ τὴν διὰ σφαίρας παιδιὰν σιγᾷ Ὀδυσσεὺς ἵνα μὴ καταγορεύειν δοκῇ τῆς παιδός. καὶ ὅτι τοῦ μὲν παίζειν ἐστέρησεν αὐτὴν ὡς θεοείκελον. τὸ δὲ λοῦσαι καὶ θρέψαι καὶ εἵματα δοῦναι, αὐτῇ μόνῃ προσένειμε διὰ τὸ σεμνότερον. (ῃερς. 299.) Ὅτι Ὀδυσσεὺς μὲν ὡς προσεχῶς ἐδηλοῦτο, ἠρωτήθη πρὸς τῆς βασιλίδος, τίς αὐτὸν ἐνέδυσε τάδε εἵματα δούς. ὁ δὲ, εἰπεῖν ἔχων αὐτὸ τὸ πρᾶγμα ἐν ὀλίστοις, ὅμως ἵνα μὴ κινήσῃ οὐκ ἀγαθὴν ὑποψίαν, ἑλίττει μακρὰν διήγησιν. καὶ οὕτως ἐξισχύει τῇ ῥητορικῇ δυνάμει, ὥστε πεποιηκέναι τὸν βασιλέα μὴ ὅτι γε ἁπλῶς μὴ μέμψασθαι, ἀλλὰ καὶ εἰπεῖν ὡς τοῦτό γ' αἰνέσιμον οὐκ ἐνόησε παῖς ἐμὴ, οὕνεκά σε οὔτι μετ' ἀμφιπόλοισι γυναίξιν ἦγεν ἐς ἡμέτερον. σύ δ' ἄρα πρώτην ἱκέτευσας. (ῃερς. 302.) ὥστε δηλαδὴ καὶ ἔδει αὐτὴν ἀγαγεῖν σε οἴκοι. καὶ ἔστι τῷ βασιλεῖ μεταληπτική τις αἰτίασις. τὰ μὲν γὰρ ἄλλα τῆς παιδὸς, οὐκ ἔχει μέμψασθαι ἀλλὰ συγχωρεῖεὖ γενέσθαι αὐτά. ἓν δέ τι αἰτιᾶται τὸ μὴ μετ' αὐτῆς τὸν ξένον εἰς τὴν πόλιν ἀγαγεῖν. Ὅρα δὲ καὶ τὸ, ἐς ἡμέτερον, ἐλλειπτικῶς φρασθέν. λείπει γὰρ τὸ, δῶμα ἢ δόμον ἢ μέγαρον. οὕτω καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ ἐρεῖ. ἡμέτερον δ' ἐλθόντες. ἔνθα κεῖται καὶ τὸ τέλειον ἐν τῷ, ἵκετ' ἐμὸν δῶ. Τὸ δὲ ἱκέτευσας, συστέλλει τὴν ἄρχουσαν Ἰωνικῶς. ἄλλως γὰρ, ἐκτείνεσθαι ὤφειλε κατὰ χρονικὴν αὔξησιν. καὶ οὕτω μὲν ὁ βασιλεὺς ἐπετίμησε τῇ θυγατρί. (ῃερς. 303.) Ὀδυσσεὺς δὲ ὑπεραπολογούμενος τῆς παιδὸς, φησί. μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην. (ῃερς.

Intertext edge

Open linked passage

Note