Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
281.1.1
) καὶ τὸ, οὐδὲ θεῶν μακάρων. ὃ καὶ πρὸς πιθανότητα ἐῤῥέθη. οὐ γὰρ ἀνθρώποις μόνον, ἀλλὰ καὶ θεοῖς ἦσαν ἀόρατα. διὸ συνέσχον τὸν Ἄρην τεχνικῶς τετυγμένα. (ῃερς. 283.) Τὸ δὲ εἴσατο ἴμεν, δύναται ὅμοιον εἶναι καὶ τῷ, βῆ δ' ἰέναι. ἵνα ᾖ καὶ ἀντὶ τοῦ ἐπορεύθη τὸ εἴσατο, καὶ μὴ μόνον ἀντὶ τοῦ ἔδοξε. (ῃερς. 284.) Ὅτι δὲ φιλτάτη γαιάων ἡ Λῆμνος τῷ Ἡφαίστῳ διὰ τοὺς ἐκεῖ κρατῆρας τοῦ πυρὸς, καὶ ὅτι καὶ πόλεις δύο περὶ αὐτὴν ὧν μία καὶ ἡ Ἡφαιστία, εἰς ἣν καὶ εἰκὸς ἀπελθεῖν ἄρτι τὸν Ἥφαιστον, καὶ ὅτι Σίντιες οἱ Λήμνιοι, καὶ διατί ταῦτα ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 283.) Τὸ δὲ ἐϋκτιμένον πτολίεθρον, τρόπος ἐστὶ ποιητικὸς συνεκφωνήσας χάριν σαφηνείας τῇ ὅλῳ ἤγουν τῇ Λήμνῳ, τὸ μέρος αὐτῆς, τὴν πόλιν. καὶ ἔστιν ὅμοιον τῷ, ἐς Κύπρον ἐς Πάφον, ὃ μετ' ὀλίγα κεῖται. Τὸ δὲ γαιάων, πληθυντικῶς καὶ νῦν καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ παρὰ τῷ ποιητῇ κεῖται, εἰ καὶ οἱ μεθ' Ὅμηρον σημειοῦνται μὴ εἶναι πληθυντικὸν ἀριθμὸν τῆς γῆς ὥσπερ οὐδὲ τοῦ ἡλίου διὰ τὸ μονήρη αὐτὰ εἶναι, ἀλλ' ἡ κοινὴ συνήθεια ἐν τούτοις οὐχ' ὑπακούει αὐτοῖς, γαίας τὰς νήσους νοοῦσα. οἱ μέντοι Λύκιοι καὶ ἄλλως ἐθέλοντες εἰπεῖν τὰς ἄνω χώρας, τὰς ἄνω γᾶς λέγουσι. (ῃερς. 285.) Χρυσήνιον δὲ τὸν Ἄρην λέγει, συνεξωραΐζων αὐτὸν οὕτω τῇ χρυσῇ Ἀφροδίτῃ. (ῃερς. 288.) Ἰσχανόων δὲ, ὁ ἐχόμενος καὶ ἐπιθυμῶν, ὡς καὶ ἀλλαχοῦ. Κυθέρεια δὲ ὡς καὶ ἐν ἄλλοις, ἢ ἡ ἀναφανεῖσα περὶ νῆσον τὰ Κύθηρα, ἢ ἡ κεύθουσα ἔρωτας. (ῃερς. 293.) Μεταδήμιος δὲ καὶ νῦν ὁ ἐνδήμιος. ὡς μεταδόρπιος ὁ ἐν τῷ δόρπῳ. (ῃερς. 294.) Ἀγριοφώνους δὲ τοὺς Λημνίους καλεῖ, καθ' ὃν ἴσως λόγον καὶ τοὺς Κάρας βαρβαροφώνους. ἢ καὶ ὡς λῃστρικοὺς καὶ διατοῦτο ἄγρια λαλεῖν ἐπίτηδες εἰθισμένους. οἳ πρῶτοι, καὶ βελοποιΐας εὑρεταὶ εἶναι δοκοῦσι, διὸ καὶ Σίντιες λέγονται. κατὰ μέν τινας, αὐτόχθονες ὄντες ἐν Λήμνῳ. κατὰ δὲ ἑτέρους, ἐκ τῆς ἀντιπέραν ἥκοντες. (ῃερς. 295.) Τὸ δὲ τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι καὶ τὸ, ἐς δέμνια βάντε κατέδραθον, σεμνῶς τὰ τῆς μοιχείας φράζουσι. (ῃερς. 298.) Τὸ δὲ οὐδέ τι κινῆσαι μελέων ἦν παραλύτου ὂν, ἔστι προσρηθῆναι καὶ τοῖς ἄγαν μεθύουσιν, οὓς καὶ ἐξοίνους φαμέν. καλῶς οὖν ἔγραψέ τις τὸ, οἶνος πόδας δεῖ γλῶσσαν τε νόον τε δεσμοῖσιν ἀφράστοισι τοῖς Ὁμήρου φρασθεῖσι. πάσχει δέ τις δεσμοὺς τοιούτους, ὅτε κατὰ τὸν εἰπόντα, πίνει οἶνον ὑπερβολάδην. ὁπηνίκα καί τι σπουδαῖον εἰ γίνοιτο, σκώπτεται. Αἰσχύλος οὖν ἐν τῷ μεθύειν γράφων ἐπαινετὰς τραγῳδίας ἤκουσε παρὰ Σοφοκλέους τὸ, ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ὅμως οὐκ εἰδώς γε ποιεῖς. (ῃερς. 299.) Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται, καὶ ὡς παροιμιῶδες ἐστὶν ἐπὶ ἀφύκτων κακῶν. (ῃερς. 302.) Πιθανῶς δὲ ὁ Ἥλιος ἑταῖρος πλάττεται τῷ Ἡφαίστῳ, διὰ τὸ ἐν ἀμφοῖν φωσφόρον. εἰ δὲ καὶ ὁ Ἄρης τὸν ἀλεκτρυόνα ἐν ἀνθρώποις ὄντα τότε κατάσκοπον εἶχε ταχθέντα μηνύσειν τὴν Ἡφαίστου ἔφοδον, ὁ δὲ, ὑπνώσας, προὔδωκε τὰς τοῦ Ἄρεος ἐλπίδας, ὅ δ' ὕστερον εἰς πτηνὸν αὐτὸν ἀπεμόρφωσε, καὶ δηλοῦσιν ἔτι τὴν ἐκείνου στρατιωτικὴν, ὁ λόφος ὁ θυμὸς τὰ κέντρα κατὰ τὸν γράψαντα ῥήτορα, ἀλλὰ τοῦτο τῆς ὕστερον μυθοποιητικῆς οὐ σεμνόν ἐστι λάλημα. ἧς πλάσμα, καὶ ὁ ἐν τοῖς μετὰ ταῦτα δηλωθησόμενός που Γιγγρών, δαίμων φησὶ διακονήσαν τῇ τῆς Ἀφροδίτης μοιχείᾳ. (ῃερς. 305.) Τὸ δὲ γέγωνε θεοῖσιν, ἀντὶ τοῦ ἐγνώσθη ἐφ' οἷς ἐβόησε. (ῃερς. 307.) Τὸ δὲ ἔργα γελαστὰ, γράφεται καὶ ἔργ' ἀγέλαστα, ἤγουν οὐκ ἄξια γέλωτος. τοῦτο δὲ πρός γε τὸν χολούμενον Ἥφαιστον, οἱ γὰρ ἄλλοι γελάσουσιν. Ἰστέον δὲ ὅτι τὸ γελαστὰ καθὰ καὶ τὸ ἀγέλαστα εἰκὸς γενέσθαι ἀπὸ τοῦ γελῶ γελάζω ἀῤῥήτου θέματος ὁμοίως τῷ, ἀγῶ ἀγάζω ὅθεν τὸ ἀγαστόν. καὶ ἀποβολῇ τοῦ σίγμα καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἀγαθόν. ἔτι δὲ καὶ ὡς ἀπὸ τοῦ ἐρῶ διάζω ἐραστὸν καὶ ἐπέραστον, οὗ παθητικὸς ἀόριστος ἠράσθην. κατὰ τὸ, πειρῶ πειράζω ἐπειράσθην. ἄλλως μέντοι, ἐκ τοῦ ἐράω ἐρῶ, τὰ ὀνόματα Ἐρατὼ Μούσης ὄνομα καὶ ἐρατὸν καὶ ἐρατεινὸν τὸ ἐπιθυμητόν. Οὐκ ἐπιεικτὰ δὲ, οἷς οὐκ ἄν τις εἴξῃ ἐπιεικῶς διατεθείς. ἢ τὰ σκληρὰ καὶ μὴ εἴκοντα. καὶ ἄλλως δὲ εἰπεῖν, γελαστὰ μὲν τοῖς ἄλλοις ἐμοὶ δὲ οὐκ ἐπιεικτά. Τὸ δὲ αἰὲν ἀτιμάζει, ἐπίτασιν ἀτιμίας δηλοῖ. οὐ γὰρ ποτὲ μὲν ποτέ δ' οὔ, ἀεὶ δέ. (ῃερς. 309.) Τὸ δὲ ἀΐδηλον Ἄρηα, ἐντρέπει τὴν Ἀφροδίτην. εἰ γὰρ καὶ καλὸς καὶ ἀρτίπους ὁ Ἄρης, ἀλλ' ἀτιμαστέος αὐτὸς μᾶλλον ὡς ἑκὼν ἀΐδηλος ἤπερ Ἥφαιστος ὁ μὴαἴτιος τοῦ χωλὸς εἶναι. δῆλον δὲ ὡς ἀείδελος μὲν διὰ διφθόγγου, παρὰ ἐνεστῶτος τὸ, εἴδω. ἀΐδηλος δὲ, διὰ τοῦ ˉι κατὰ στέρησιν τοῦ ἰδεῖν. (ῃερς. 310.) Τὸ δὲ ἀρτίπος ὅ ἐστιν ἀρτίπους, διὰ μέτρον ἐξέπεσε τοῦ ˉυ. καθὰ καὶ τὸ, Ἶρις ἀελλόπος. (ῃερς. 311.) Ἠπεδανὸν δὲ ὁ Ἥφαιστος ἑαυτὸν ὀνομάζει, καὶἄλλως μὲν ἠθικῶς, μάλιστα δὲ διὰ τὸ ὡς εἰκὸς αἰδεῖσθαι τὴν κατ' αὐτὸν προφέρειν χωλότητα, δι' ἣν κυλλοποδίων λέγεται ὡς παθὼν ἐπικύλλωμα. ἢ κατακύλλωμα. ὧν ἀμφοτέρων μνησθεὶς Ἀριστοφάνης ὁ γραμματικὸς, οὐδέτερον αὐτῶν ἀνάττικον εἶναι φησίν. (ῃερς. 312.) Αἴτιος δὲ καὶ νῦν, ὁ ὑπὸ αἰτίασιν καὶ μέμψιν. Ἐν δὲ τῷ, οἳ μὴ γείνασθαι ὄφελλον, λύπης πάντως ἄκρας τὸ τοὺς γονεῖς αἰτιᾶσθαι τοῦ τεκέσθαι. (ῃερς. 315.) Τὸ δὲ οὐ μέν σφας ἔολπα μίνυνθα κειέμεν οὕτως, ἀντὶ τοῦ οὐκ οἶμαι ἐπιθυμεῖν αὐτοὺς κεῖσθαι οὕτως. ὅπερ ἑρμηνεύων ἐπήγαγε. τάχ' οὐκ ἐθελήσετον ἄμφω εὕδειν. ταυτὸν γὰρ τὸ, οὐδ' ἐπολίγον ἔολπα κειέμεν, καὶ τὸ, ταχὺ οὐκ ἐθελήσουσιν εὕδειν. οὕτω καὶ ἐν τῷ, κακκειόντες ἔβαν, ἐπιθυμίαν καὶ θέλησιν τοῦ κεῖσθαι δηλοῖ τὸ κείοντες. (ῃερς. 318.) Ἔεδνα δὲ φανερῶς καὶ ἐνταῦθα, τὰ ἐκ τοῦ νυμφίου τῇ γαμετῇ διδόμενα. (ῃερς. 319.) Τὸ δὲ κυνώπιδος, ψόγος ὀφθαλμοῦ. ὥσπερ αὖ πάλιν ἔπαινος τὸ, κυανώπιδος. καλῶς ἄρα καὶ ἡ Ἑλένη κυνῶπιν ἑαυτὴν καλεῖ που ἐφ' οἷς μοιχικῶς ἔδρασεν. (ῃερς. 322.) Ἐριούνης δὲ Ἑρμῆς ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ ἄγαν ὀνῶν ὅ ἐστιν ὠφελῶν. (ῃερς. 324.) Τὸ δὲ θηλύτεραι παρέλκειν μὲν δοκεῖ. ἤρκει γὰρ μὲν καὶ μόνον τὸ θεαί. εἴρηται δὲ ὅμως πρὸς ὁμοιότητα τοῦ, γυναικῶν θηλυτεράων. ὃ ἐῤῥέθη πρὸς σύγκρισιν τῶν ἄλλων θηλέων ζῴων ἃ οὐχ' οὕτω ἀεὶ πρὸς ἔρωτα ἐκθηλύνονται. καὶ ἄλλως δὲ θηλύτεραι γυναῖκες κατὰ τοὺς παλαιοὺς, αἱ εὔκαρποι καὶ πολύφοροι. ὅθεν καὶ θῆλυς ἑέρση, ἡ τοῦ εὐκαρπεῖν καὶ πολυφορεῖν αἰτία. ὅθεν καὶ Καλλίμαχος θηλύτατον πεδίον λέγει, τὸ πολύγονον. (ῃερς. 325.) Δωτῆρες δὲ ἐάων, ἀντὶ τοῦ ἀγαθῶν, περὶ οὗ σαφῶς ἀλλαχοῦ δεδήλωται ποιητικοῦ ὄντος καὶ οὐκ εὐχρήστου πεζογράφοις ῥήτορσιν. Ὅρα δὲ τὸ δοτῆρες ἐκτεῖνον τὸ ˉω τῆς ἀρχούσης καὶ ἐνταῦθα καθ' ὁμοιότητα τοῦ, δῶτορ ἑάων. οἱ δέ γε μεθ' Ὅμηρον συστέλλουσι μὲν τὸ δοτήρ. τὸ δὲ δῶτορ ἐκτείνουσιν ἐν ταῖς παραληγούσαις. (ῃερς. 326.) Τὸ δὲ ἄσβεστος γέλως, ἔχει θεραπείαν διὰ τὴν ἐν τοῖς γελῶσι θερμότητα. (ῃερς. 329.) Τὸ δὲ οὐκ ἀρετᾷ κακὰ ἔργα κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ οὐκ ἀρετὴν καὶ εὐσθένειαν ἄγουσιν. ἵνα γίνηται τὸ ἀρετᾶν ἐκ τῆς κατὰ ἀνδρίαν ἀρετῆς. οὗ πρὸς σαφήνειαν ἐπῆκται καὶ τὸ, κιχάνει τοι βραδὺς ὠκύν. ὡς τοῦ ὠκέος Ἄρεος ἀπολέσαντος τὸ κατ' ἀρετὴν εὐσθενὲς διὰ κακουργίαν. καὶ πρὸς ἔνδειξιν τοῦ τοιούτου καθολικοῦ γνωμικοῦ ἐπήγαγε μερικὸν συνήθως τὸ, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλε τὸν ὠκύτατον Ἄρην. Τῷ δὲ ἀρετᾷ, σύστοιχον καὶ τὸ ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ. δῆλον δὲ καὶ ὡς τὸ ἀρεταίνειν ἐκ τοῦ τοιούτου ἀρετᾶν παράγεται. Ἰστέον δὲ ὡς τῶν τινες ὁμηρομαστίγων, ἔφασαν πρὸς τὸ, οὐκ ἀρετᾶ κακὰ ἔργα, ὅτι καί τις οὐκ οἶδεν ὡς ἡ ἀρέτη οὐκ ἔστι κακία. πρὸς οὓς δίχα τῶν ἀνωτέρω ῥηθέντων ἔστιν εἰπεῖν καὶ ὅτι τὸ λεγόμενόν ἐστιν, ὡς οὐκ ἀρετᾷ ὅ ἐστιν οὐκ εὐδαιμονίζει τινὰ τὰ κακὰ ἔργα. ὡς καὶ τὸ, ἀρετῶσι δὲ λαοὶ, ἀντὶ τοῦ εὐδαιμόνως ζῶσιν. οὐδὲν γὰρ ἡ εὐδαιμονία ἕτερον ἀλλ' ἢ συγκρότησις ἀρετῶν. Πρὸς δὲ τὸ κιχάνει βραδὺς ὠκὺν, ἐτέθη καὶ παροιμία τὸ, ἔστι καὶ χωλῷ δρόμος, πρὸς ὁμοιότητα τοῦ, ἔνεστι καὶ μύρμηκι χόλος. Ἐνταῦθα δὲ τηρητέον ὁποία τις ἡ κατὰ ἔρωτα βιαία ἰσχύς. καθ' ἣν ἄλλα τε μυρία γέγονε θαυμάζεσθαι ἄξια, καὶ δὴ καὶ τὸ κατὰ τὸν Κροτωνιάτην Μίλωνα. οὗ φασὶ ῥοιὰν τὴν ἐν τῇ χειρὶ ἀντίπαλος μὲν οὐδεὶς ἑλεῖν ἠδύνατο, ἡ δὲ ἐρωμένη ῥᾷστα αὐτὴν ἐξῄρει φιλονεικοῦσα πρὸς αὐτόν. ἦν γάρ φασι τὸ μὲν σῶμα ἰσχυρός, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν. ᾧ δὴ λόγῳ καὶ ἡ μάχλος Ἀφροδίτη, οὐ μόνον Ἡφαίστου περιγέγονε κατ' ἔρωτα πρὸς αὐτῆς ποιουμένη τὸν οὕτω κυλλὸν, ἀλλὰ καὶ Ἄρεα τὸν ὀβριμοεργὸν εἷλε καὶ ᾔσχυνε. (ῃερς. 332.) Τὸ δὲ χωλὸς ἐὼν, ἑρμηνεία ἐστι τοῦ, ἐὼν βραδύς. Μοιχάγρια δὲ, τὰ ὑπὲρ ἀγρεύσεως ὅ ἐστι συλλήψεως μοιχῶν ἐκτινύμενα. ἡ δὲ σύνθεσις αὐτοῦ ὁμοία τῷ, ζωάγρια. βοάγρια. ἀνδράγρια. (ῃερς. 335.) Ἐν δὲ τῷ, Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἐάων ἤτοι δοτὴρ τῶν ἀγαθῶν, ἐριούνης γὰρ ὡς πρὸ βραχέων ἐῤῥέθη, ἔτι δὲ καὶ ἐν τῷ, ἄναξ ἑκατηβόλε Ἄπολλον, ὅρα τὴν τῶν ἐπαίνων ἀνταπόδοσιν φραζομένην βιωτικώτερον. χρηστοὺς γὰρ χρηστοῖς λόγοις ἀμειβόμεθα. ὡς τοὺς ἐναντίους, ἀνάπαλιν. (ῃερς. 341.) Τὸ δὲ πᾶσαί τε θέαιναι, πρὸς ἐπίτασιν δῆθεν αἰσχύνης ἐλέχθη, ἐπεὶ ἐν τοῖς κατὰ τὸν Ἄρην ἐκρύπτοντο αἰδοῖ αἱ θεαί, ὅθεν οὐδὲ ἦν ἡ αἰσχύνη ἐκ πολλῶν. Καινότερον δὲ ἐσχημάτισται τὸ θέαιναι. ἀπὸ γὰρ τοῦ θεὸς, θέαινα. καὶ οὐ κατὰ τὴν δράκαιναν καὶ τὴν λέαιναν καὶ τὴν θεράπαιναν. οὐδὲ κατὰ τὸ, γείτονος γείταινα καὶ τέκτονος τέκταινα. καὶ ὅσα παραδίδωσιν ἡ τοῦ Χοιροβοσκοῦ ἐξήγησις ἀλλὰ κατὰ τὸ λύκος λύκαινα καὶ γνάθος γνάθαινα, καὶ ὅσα τοιαῦτα διείληπται ἀλλαχοῦ. ὧν πάντων διαφέρει ἡ τρίανα, οὐχ' ὅλῃ διφθόγγῳ ἑτεροιουμένη πρὸς τὸ πρωτότυπον, ἀλλὰ μόνῳ διχρόνῳ. ἀπέοικε δὲ αὐτῆς τῷ τῆς παραγωγῆς τρόπῳ καὶ ἡ παρὰ τῷ κωμικῷ ἀρύταινα, ἐκ τοῦ ἀρύτω ἤγουν ἀρύω γινομένη. ἔστι δ' αὐτὴ λεκανίδος εἶδός τι, ὡς δηλοῖ ὁ κατὰ γυναικὸς κωμικευσάμενος τὸ, ἐμπερδολεκαρύταινα. (ῃερς. 344.) Τὸ δὲ λίσσετο αἰεὶ, ἱκετείαν δηλοῖ παράμονον. ὃ δὴ καὶ λιπαρεῖν λέγεται, ἀντὶ τοῦ λίαν παρεῖναι. (ῃερς. 347.) Τὸ δὲ λῦσον κυριολεκτούμενον ἐπὶ τοῦ δεθέντος Ἄρεος, πολλάκις καὶ αὐτὸ ἐνταῦθα κεῖται. οἷον. ὅπως λύσειεν Ἄρεα. καὶ λῦσον. καὶ ἐκ δεσμοῦ λύσε. τὸ δ' αὐτὸ, καὶ ἀνιέναι λέγεται. ὡς δηλοῖ τὸ, δεσμῶν ἀνίει. Τὸ δὲ ὑπίσχημαι, τὸ πρωτότυπόν ἐστι τοῦ ὑπισχνοῦμαι. ἐξ οὗ καὶ τὸ, ὑπίσχεται ἀνδρὶ ἑκάστῳ. (ῃερς. 348.) Τὸ δὲ αἴσιμα πάντα ὅ ἐστι καθήκοντα καὶ δίκαια, οὐχ' ὥρισται κατὰ ποσόν. οὐδὲ γὰρ ἐχρῆν ὁρισθῆναι, ὅτι μηδὲ ἦν εἰκὸς αὐτόθεν ἀσκέπτως εἰδέναι τὸν Ποσειδῶνα ὅσα ἕδνα ὀφείλεται τῷ Ἡφαίστῳ, οὐ δὲ μὴν ὅσης ποινῆς τιμήσεται τὴν τῆς Ἀφροδίτηςμοιχείαν. Τὸ δὲ δειλαί τοι δηλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι, ἀντὶ τοῦ τῶν κακῶν καὶ αἱ ἐγγύαι κακαὶ ὥστε ἐγγυᾶσθαι. ὡς οὐ δέον ὂν οὐδὲ νῦν ἐγγύας δοθῆναι ὑπὲρ τοῦ φαυλοτάτου Ἄρεος, ἐπὶ δειλαίου γὰρ καὶ φαύλου τὸ δειλὸς ἐνταῦθα κεῖται. ἕτερον δέ φασιν ὅτι δειλαὶ αἱ ἐγγύαι εἰσὶ τουτέστι δυστυχεῖς, καὶ δειλῶν ἀνδρῶν τὸ ἐγγυᾶσθαι, ὡς καθόλου μὴ δέον ὂν ἐγγυᾶσθαί τινα, κατὰ τὸ ἐν Δελφοῖς ἐπίγραμμα. ἐγγύᾳ πάρα δ' ἄτα. ὃ λύει πολλὰς τῶν κατὰ βίον κοινωνιῶν. καὶ πάνυ ἐστὶν ἀπάνθρωπον εἰ μηδὲ πατέρα ἐγγυητέον μηδὲ τῶν τινὰ πρὸς αἵματος ἢ φίλων. φασὶν οὖν ἄλλοι, ὅτι τῶν δειλῶν καὶ εὐτελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ αἱ ἐγγύαι, ὡς ἂν ἔχοιεν ἄγειν τοὺς ἐγγυητὰς οἱ εὐτελεῖς, ὡς ὁμοίους. (ῃερς. 352.) διὸ καὶ ἐπάγει ὁ Ἥφαιστος, πῶς ἂν ἐγὼ ἐλάσσων ὢν σὲ τὸν μείζονα Ποσειδῶνα δέοιμι ἐὰν λυθεὶς ὁ Ἄρης οἴχηται; ὅμως μέντοι νικᾷ διὰ τὸ πρεσβεῖον ὁ Ποσειδῶν. καὶ ὑποσχόμενος ἀποτίσει. ἀποτίσειν αὐτὸς τὸ χρέος, πείθει λυθῆναι τὸν Ἄρην. καὶ ἄλλως δὲ φράσαι κατὰ τοὺς παλαιοὺς, αἱ πρὸς τοὺς δειλοὺς καὶ ἀσθενεῖς ἐγγύαι δειλαὶ καὶ αὐταὶ καὶ μηδὲν δυνάμεναι, ὡς μὴ δυναμένων τῶν τοιούτων ἐπεξελθεῖν ἀδικήματα δι' ἀσθένειαν. ἢ καὶ ἄλλως, αἱ ὑπὲρ κακῶν ὡς προεῤῥέθη ἐγγύαι, κακαί εἰσι καὶ αὐταί, ὡς πίστιν φασὶν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου. Ἰστέον δὲ ὅτι ἐγγύη καθ' ἣν ἐγγυᾷ μέν φασιν ὁ διδοὺς, ἐγγυᾶται δὲ ὁ λαμβάνων, γίνεται παρὰ τὸ ἐν γύοις ὅ ἐστι χερσί τινος κεῖσθαι τὸ κατεγγυηθὲν, καὶ οἷον ἔχεσθαι ὑπ' ἐκείνου ἐχυρῷ ἤγουν ἰσχυρῷ λόγῳ ἐξ οὗ καὶ πόλις ἐχυρὰ καὶ ἐνέχυρον. λέγεται δέ ποτε ἐγγύη καὶ γάμου ἀπογραφὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. (ῃερς. 353.) Τὸ δὲ χρέος ὅτι ὡς ἐπὶ πολὺ ἐκτείνει τὴν λήγουσαν ἐπὶ δανείου, καὶ ἀλλαχοῦ ἐῤῥέθη. ἴσως δὲ καὶ τὸ χρεῖος κατὰ ὁμοίαν Ἀττικὴν ἔκτασιν, ὡς καὶ τὸ μέτρον ὑποδηλοῖ ἐν τῷ, χρείως ὑπαλύξας. (ῃερς. 358.) Τὸ δὲ οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, οἰκεῖον ῥηθῆναι ὅτε τις ἔνδοξος ἀνὴρ ἄξιόν τι λόγου ἀπαιτεῖ. ὥσπερ θυμοῦ ἐνδεικτικὸν ἦν τὸ, χόλος δέ μιν ἄγριος ᾕρει ἤγουν ἀγριοποιός. σμερδαλέον δ' ἐβόησε. (ῃερς. 307.) Τὸ δὲ δεῦτε ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, πράγμασιν ἂν ἐπιλέγοιτο γελοίως γινομένοις. ὥσπερ αὖ πάλιν προβολῆς κεφάλαιον ἐπὶ μοιχείᾳ τὸ, ὄψεσθε ὡς καθεύδετον ἐν φιλότητι εἰς ἐμὰ δέμνια βάντες, ἐγώ δ' ὁρόων ἀκάχημαι. ἐφ' οἷς καὶ ἀπαιτεῖ τὸν πατέρα δικανικῶς ὁ Ἥφαιστος, ἀποδώσειν τὰ ἕδνα ὡς εἴρηται. τὰ γάρ τοι μοιχάγρια ὁ Ἄρης ἀποτίσει ἢ ὁ ἐγγυησάμενος Ποσειδῶν. Πρὸς τοῖς εἰρημένοις δὲ, ἰστέον ἐν τῷ, (ῃερς. 358.) οὐκ ἔστ' οὐδὲ ἔοικεν, ὅτι τὸ ἔστιν οὐχ' ἁπλῶς ἐνταῦθα παροξύνεται ἀλλὰ κατὰ παρατήρησιν ἀρχαίαν, τοιαύτην. τὸ ἔστιν ἡνίκα ἄρχεται λόγου ἢ ὑποτάσσεται τῇ οὒ ἀποφάσει ἢ τῷ καˉι συνδέσμῳ ἢ τῷ ˉως ἐπιῤῥήματι, παροξύνεται. οἷον, ἔστι πόλις Ἐφύρη, οὐκ ἔστ' οὐδὲ ἔοικε. καὶ ἔστιν. ὡς ἔστι δεινόν. εἰ δὲ ὑποτάσσεται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ ἢ τροχαίῳ προπερισπωμένῳ ἢ προπαροξυνομένῃ λέξει, ἐγκλίνεται κατὰ τοὺς κανόνας τοῦ Χάρακος. οἷον. ἀγαθός ἐστιν. Ἑρμῆς ἐστι. κῆπός ἐστιν. εἰ δὲ πρόκειται τοῦ ἔστι πυῤῥίχιος παροξύτονος ἢ σπονδεῖος ὅμοιος ἢ ἴαμβος παροξυτονούμενος, τὸν τόνον ἐπὶ τοῦ ˉι ἔχει. οἷον, φίλος ἐστίν. Ἀγαμέμνων ἐστίν. ἔρως ἐστίν. Ἔτι ἰστέον καὶ ὅτι τοῦ ἔστιν ἡ παραγωγὴ οὕτω σκευωρεῖταιτῷ τεχνικῷ. εἰμὶ τὸ ὑπαρκτικὸν, οὗ ἀκολούθως τροπῇ τῆς μˉι εἰς σˉι, τὸ τρίτον εἰσὶ, κατὰ τὸ τίθημι τίθησι. καὶ τροπῇ Δωρικῇ τοῦ ˉσ εἰς ˉτ, εἰτὶ ἵνα τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ. ἀποβολῇ δὲ τοῦ ˉι, ἐτί. καὶ προσθήκῃ τοῦ ˉσ, ἐστίν. ἵνα ὁπωσοῦν ἡ παραλήγουσα μηκυνθῇ. τὰ γὰρ εἰς μˉι, μακρᾷ θέλει παραλήγεσθαι ἐν τοῖς ἑνικοῖς. δύναται δὲ τὸ ἐστὶ, καὶ ἀπὸ τοῦ ἐσσὶ δευτέρου προσώπου εἶναι, ἢ τροπῇ τοῦ δευτέρου σίγμα εἰς ˉτ, ἢ ἀπελεύσει μὲν ἐκείνου ἀντενθέσει δὲ τοῦ ˉτ. Τοῦ δὲ ἔοικεν ἡ μὲν κοινὴ κλίσις ἀλλοία ἐστὶν ὡς ἑτέρωθι δηλοῦται. παρὰ δὲ τοῖς παλαιοῖς εὕρηται καὶ οὕτω. εἴκω. εἶκα καὶ διαλύσει, ἔϊκα. καὶ δοχῇ ἤγουν ἐπενθέσει τοῦ ˉο, ἔοικα. οὕτω δέ φασι καὶ εἴδω εἶδα. καὶ διαλύσει, ἔϊδα. καὶ προσελεύσει τοῦ ˉο, ἔοιδα. καὶ ἀπελεύσει τοῦ ˉε, οἶδα. οἱ δὲ οὕτω καινότερον κανονίσαντες καὶ τὸ σύνοιδα Αἰολικῶς φασὶ τὸν τόνον ἀναβιβάσαι, εἴτουν κατ' ἄλλους, ἀναστεῖλαι. (ῃερς. 359.) Τὸ δὲ ἀνεῖναι, οὐ δεσμοῦ μόνον σημαίνει λύσιν ὡς ἐν τοῖς ῥηθεῖσι χρᾶται ὁ ποιητὴς, ἀλλὰ καὶ τὸ ἀναπείσειν δηλοῖ ποτέ. οἷον. ἦ μάλα δή τινα Κύπρις ἀνιεῖσα. καὶ τὸ γυμνοῦν. οἷον. κόλπον ἀνιεμένη, καὶ τὸ ἐκδέρειν. οἷον. αἶγας ἀνεμένους ἤγουν ἐκδέροντας. καὶ τὸ παρορμᾶν. οἷον. μαργαίνειν ἀνέηκεν. (ῃερς. 360.) Ὅτι μετὰ τὸ λυθῆναι τοῦ δεσμοῦ τοὺς ῥηθέντας μοιχοὺς, αὐτίκ' ἀναΐξαντες. (ῃερς. 361.) ὁ μὲν, Θρῄκηνδε βεβήκει, Ἄρεος γὰρ οἰκητήριον ἡ Θρᾴκη διὰ τὸ τοῦ ἔθνους, ὡς πολλαχοῦ φαίνεται, φιλοπόλεμον. (ῃερς. 362.) Ἀφροδίτη δὲ διὰ τῶν Κυπρίων ἐπαφρόδιτον, Κύπρον ἵκανεν ἐς Πάφον. ἔνθα τέμενος αὐτῇ βωμός τε θυήεις. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας. (ῃερς. 365.) Καὶ ὅρα τὸ ἐπενήνοθεν, ἄλλην μὲν ἐνταῦθα σημασίαν ἔχον παρὰ τὸ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. ὅμως δὲ καὶ αὐτὸ ἐπιπόλασίν τινα δηλοῦν ἐλαίου ὥσπερ ἐκεῖνο λάχνης. ἐκείνη τε γὰρ ἐπιπολάζει, καὶ τὸ χριόμενον δὲ ἔλαιον. καὶ ἔστιν ἡ αὐτὴ ἐτυμολογία καὶ κίνησις τοῦ ἐπενήνοθεν, ἐνταῦθά τε καὶ ἐκεῖ. ἑρμηνεία δὲ αὐτοῦ, τὸ ἐπικινεῖται. ἔπεστιν. ἐπανθεῖ. ἤ τι τοιοῦτον. ἐκφύγῃ δὲ ἂν καὶ ταύτην τὴν λέξιν ῥήτωρ ἐν τῇ κατὰ λογάδην γραφῇ. (ῃερς. 362.) Φιλομειδῆ δὲ κἀνταῦθα λέγει τὴν Ἀφροδίτην, διὰ τὰ ἐν τοῖς κατ' αὐτὴν μειδιάματα. καὶ οὐ μόνον, ἀλλὰ καὶ γέλωτας, ὡς ὁ ἄσβεστος γέλως ὁ ἐν θεοῖς πρὸ βραχέων ἐδήλωσε. Τὸ δὲ ἐς Πάφον, διὰ σαφήνειαν συνήθως ἐπήγαγεν. ἵνα δηλώσῃ ὅπῃ τῆς Κύπρου ἦλθεν ἡ φιλομειδής. τοιοῦτον καὶ τὸ, εἰς Ἴδην εἰς Γάργαρον. προηγησαμένου μὲν τοῦ ὅλου, ἐπενεχθέντος δὲ τοῦ μέρους διὰ τὸ σαφέστερον. ὅμοιον δὲ καὶ πρὸ μικροῦ ἦν ὡς ἐῤῥέθη καὶ τὸ, ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον. ὡς εἴπερ εἶπεν, ἐς Λῆμνον ἐς Ἡφαιστίαν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ τὸ, Κικόνεσσι πέλασσεν Ἰσμάρῳ. ὅλον μὲν γάρ τι, οἱ Κίκονες τὸ ἔθνος. μέρος δὲ Ἴσμαρος ἡ πόλις. Ἰστέον δὲὅτι τοῦ, Κύπρον ἵκανεν ἐς Πάφον, τὸ κοινὸν τοιοῦτον ἵκανεν ἐς τὴν τῆς Κύπρου Πάφον. οὕτω δὲ καὶ εἰς τὸ τῆς Ἴδης Γάργαρον. καὶ εἰς τὸ τῆς Λήμνου πτολίεθρον. καὶ εἰς τὴν τῶν Κικόνων Ἴσμαρον. διὰ τὸ ἐπαφᾶσθαι δὲ ἢ διὰ τὸ ἀπαφίσκειν ἤγουν ἀπατᾶν κατὰ τοὺς παλαιοὺς, τῇ Ἀφροδίτῃ ἀνεῖται ἡ Πάφος οἷα τοιουτόφωνος τῇ προφορᾷ. ὥσπερ καὶ ἡ Κύπρος, διὰ τὸ ἐξ Ἀφροδίτης τὸ κύειν πόρεσθαι ὅ ἐστι πορίζεσθαι ἢ πορσύνεσθαι. ὃ καὶ ἡ Κύπρος ἐμφαίνει κατὰ τὴν προφοράν. Τέμενος δὲ, γῆ ἀποτομὰς, ὅ ἐστιν ἀποτετμημένη τῶν πέριξ. καὶ νῦν μὲν ἱερὸν τοῦτο τέμενος. κοινῶς μέντοι καὶ πᾶς τόπος παρὰ τῷ ποιητῇ ὃς τῶν ἄλλων ἀφώρισται. Ὁ δὲ ῥηθεὶς βωμὸς αἴθριος προέκειτο οἷα εἰκὸς, καθὰ καὶ ἄλλοι παρὰ τῷ ποιητῇ φαίνονται, περὶ οὓς ῥέζεσκον ὁδῖται. Θυήεις δὲ, παρὰ τὸ θύος ἢ τὸ θύειν. ὅθεν καὶ θυοσκόοι φασὶν, οἱ ἱεροσκόποι, ὅ ἐστι δι' ἐμπύρων τὸ μέλλον σημαίνοντες. καὶ θυηχόοι, ἱερεῖς ὑπὲρ ἄλλων θύοντες. ἐκ δὲ τοῦ θύειν καὶ θυηλαὶ, αἱ διὰ θυσιῶν φασὶ μαντεῖαι. ἃς πελάνους τινές φασιν, ἢ καὶ ὀξυτόνως πελανούς. (ῃερς. 364.) Αἱ δὲ Χάριτες, δαιμόνια κἀνταῦθα, ὑπουργοῦντα ὡς εἰκὸς τῇ χρυσῇ Ἀφροδίτῃ. (ῃερς. 361.) Ὅρα δ' ἐν τούτοις καὶ τὸ καινοπρεπὲς τοῦ, αὐτίκ' ἀναίξαντες, ὁ μὲν, Θρῄκηνδε βεβήκει. ἡ δὲ, Κύπρον ἵκανεν. οὐ γὰρ ἔχων ἐπαγαγεῖν τῷ ἀναΐξαντες ἔντι πρᾶγμα κοινῶς ὑπὸ τῶν δύο ποιηθὲν, ἔφη μερίσας τὸ, ὁ μὲν, ἔβη ἐς Θρᾴκην. ἡ δὲ, εἰς Κύπρον. ἔχει δέ τινα τὸ σχῆμα καινότητα καὶ ἐν τῷ ἀναΐξαντες, ὃ ἐπεκράτησε διὰ τὸν Ἄρην. ὡς δέον ὂν, πρὸς τὸ ἀρσενικὸν φρασθῆναι τὴν μετοχήν. οὐ γὰρ ἂν εἴποι τις χρῆναι διὰ τὴν Ἀφροδίτην, εἰπεῖν αὐτίκ' ἀναΐξασαι ᾤχοντο, ἀλλὰ τὴν τοῦ τιμιωτέρου ἐκφωνηθῆναι μετοχήν. ὡς καὶ εἴ τις εἴποι ὅτι Ἄρης καὶ Ἀφροδίτη λυθέντες τοῦ δεσμοῦ ᾤχοντο. Δοκεῖ δὲ τὸ ἀναΐξαντες ἀποτείνεσθαι πρὸς τὸ, οὐδέ τικινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι, ὃ δὴ παρακολούθημα ἦν τοῦ δεσμοῦ. ὅθεν λυθέντες ἀνήϊξαν. οὐ μόνον κινηθέντες καὶ ἀείραντες ἑαυτοὺς, ἀλλὰ καὶ ἀναΐξαντες εἰς ὁδὸν σύντονον. (ῃερς. 362.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὡς τὴν μὲν εἰς Θρᾴκην ὁδὸν τοῦ Ἄρεος ψιλῶς οὕτως εἶπε. τὴν δὲ τῆς περιέργου Ἀφροδίτης ἀπέλευσιν εἰς τὴν καλὴν Κύπρον πλείονός τινος λόγου ἠξίωσεν. (ῃερς. 367.) Ὅτι Ὀδυςσεὺς τὰ κατὰ τὴν μοιχείαν τῆς Ἀφροδίτης ἀκούων ἐτέρπετο ἐν φρεσὶ καθὰ καὶ οἱ ἄλλοι Φαίακες. εἰ δὲ μὴ ἐχρῆν ἐπὶ οὕτω φαυλοτάτῳ ἀκούσματι τὸν φιλόσοφον διαχέεσθαι, ἀλλ' ἔστιν εἰπεῖν ὡς οὐ τοῖς λεγομένοις ἁπλῶς χαίρει ἀλλὰ τῷ ῥυθμῷ καὶ τῇ ἐμμελείᾳ τοῦ σοφοῦ ἀοιδοῦ. ἴσως δὲ καὶ ταῖς τοῦ μύθου ἀλληγορίαις ἐμβαθύνων φιλοσοφώτερον, καὶ οὐ κατὰ τοὺς Φαίακας ἀκροώμενος καὶ αὐτὸς, οἳ ἄλλως τέρπονται ἀκούοντες διὰ τὸ φύσει δηλαδὴ τὰς ἐρωτικὰς ἐννοίας γλυκείας εἶναι. (ῃερς. 370.) Ὅτι Ἀλκίνοος ἐναβρυνόμενος τῇ τῶν ἐγχωρίων ὀρχηστύϊ ἐκέλευσεν (ῃερς. 371.) Ἅλιον καὶ Λαοδάμαντα τοὺς αὐτοῦ υἱοὺς μουνὰξ ὀρχήσασθαι. τουτέστι μόνους. ἢ καθ' ἕνα ἰδίως. οὓς καὶ ἐξαίρων ὁ ποιητὴς, φησίν. ἐπεί σφισιν οὔτις ἔριζε τουτέστιν ἐξισοῦτο. οἱ δὲ πλεῖόν τι ποιοῦντες οὗ ἐκέλευσεν ὁ πατὴρ, (ῃερς. 372.) σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο. ἣν καὶ σεμνύνων ὡς ἐξῆν ἐπάγει πορφυρέην. τοῦτο γὰρ ἦν τὸ σφαῖραν καλήν. ἣν (ῃερς. 373.) Πόλυβος ποίησε δαΐφρων. ὄνομα δὲ τὸ Πόλυβος, οἰκεῖον τοιούτῳ τεχνίτῃ πολλὰς δηλαδὴ βόας ἔχοντι ὅ ἐστι βύρσας. ταύτην ἕτερος ῥίπτασκέ φησι ποτὶ νέφεα σκιόεντα, ἰδνωθεὶς ὀπίσω. ὃ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς, ῥηϊδίως μελέθεσκε (ῃερς. 376.) πάρος ποσὶν οὖδας ἱκέσθαι. ἤγουν ἀναπηδήσας καὶ ἔτι μετέωρος ὢν μετελάμβανε. καὶ ἦν ἔθος παλαιὸν οὕτω παίζειν. καὶ ἐπεχωρίαζέ φασι Λακεδαιμονίοις ἀγὼν τὰ σφαιρομάχια. εἰκὸς δὲ καὶ τὴν διὰ σφαίρας παιδιὰν τὴν καλουμένην οὐρανίαν τοιαύτην εἶναι. τοῦτο γὰρ ὑποβάλλει νοεῖν ὑπερβολικῶς ῥηθὲν τὸ, ἕως καὶ εἰς νέφη ῥιπτεῖσθαι τὴν σφαῖραν. Σημείωσαι δὲ καὶ ὅτι ὀρχήσεως εἶδος ἦν καὶ ἡ τοιαύτη διὰ σφαίρας παιδιὰ, ὡς δηλοῖ καὶ ὁ οὕτω γράψας. θερμαϋστρὶς, ὄρχησις διὰ ποδῶν σύντονος. φησὶ γοῦν Κριτίας οὕτω ἀναπηδήσαντες εἰς ὕψος πρὸ τοῦ κατενεχθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ θερμαϋστρίζειν ἔλεγον. ἐοίκασιν οὖν καὶ οἱ βασιλικοὶ ἐνταῦθα παῖδες τοιαῦτά τινα παίζοντες καὶ τὴν σφαῖραν ἀναῤῥιπτεῖν. Ὅτι δὲ ἡ ῥηθεῖσα οὐρανία εἶδος ἦν τῆς διὰ σφαίρας παιδιᾶς, δηλοῖ ὁ γράψας ὅτι ταύτης ἡ μέν τις ἐλέγετο οὐρανία, ἡ δὲ, ἀπόῤῥαξις. ἡ δὲ, ἐπίσκυρος. ἡ δὲ, φαινίνδα. Οὐρανία μὲν, ἡ εἰς οὐρανὸν τῆς σφαίρας ἀναβολή. ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ ἐν τῷ, οἵ δ' ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο. πορφυρέην καὶ ἑξῆς ὡς προγέγραπται. Ἀπόῤῥαξις δὲ, ὅτ' ἂν τὴν σφαῖραν μὴ πρὸς τοῖχον ἀλλὰ πρὸς ἔδαφος σκληρῶς φασὶν ἀράττωσιν ὥστε ἀποκρουομένην ἅλλεσθαι πάλιν. Ἐπίσκυρος δὲ, ᾗ ἐχρῶντο οἱ παίζοντες κατὰ πλήθη, καλουμένη διατοῦτο καὶ ἐπίκοινος. ἡ δ' αὐτὴ, καὶ ἐφηβική. ὠνόμαστο δὲ ἐπίσκυρος, ἐπειδὴ οἱ κατ' αὐτὴν σφαιρίζοντες ἐπὶ λατύπης ἑστῶτες ἣν σκύρον φαμὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, βολῇ σφαίρας ἀλλήλους ἐξεδίωκον. καὶ τοιαύτη μὲν ἡ ἐπίσκυρος. Φαινίνδα δὲ, ὅτ' ἀν ἑτέρῳ φασὶ τὴν σφαῖραν προδεικνύντες ἑτέρῳ αὐτὴν ἐπιπέμπωσιν. ἣν καὶ ἐτυμολογοῦντες οἱ παλαιοὶ λέγουσι γίνεσθαι αὐτὴν ἴσως ἀπὸ τοῦ φενακίζειν, οὐ πάνυ ἀκριβῶς οὕτως ἐτυμολογήσαντες, ὡς ἐκ τῶν προγραφέντων ἐν τῇ ζῆτα ἔστι γνῶναι. Ὅτι δὲ τὸ σφαιρίζειν οὐκ ὀλίγη μοῖρα ἐνομίζετό φασι γυμναστικῆς, ἔστι συμβάλλειν καὶ ἐκ τῆς Ἡροφίλου τοῦ ἰατροῦ εἰκόνος. παράκειται γάρ φασιν αὐτῇ σὺν ἑτέροις τισὶ γυμναστικοῖς ὀργάνοις καὶ σφαῖρα. τοῦ δὲ ἀξίαν λόγου καὶ τὴν σφαιριστικὴν εἶναι, πίστις καὶ Ἀθηναῖοι, πολίτην ποιησάμενοι Ἀλέξανδρον τὸν Καρύστιον σφαιριστήν, καὶ ἀνδριάντας ἐκείνῳ ἀναστήσαντες. Μιλήσιοι μέντοι τὴν γυμνασίαν ταύτην παρῃτήσαντο. αἴτιον δέ φασιν, ὅτι περιττῶς ἐξασκήσαντες τὰ ἀθλητικὰ καὶ πολλὰς ἐκ τῶν στεφανιτῶν ἀγώνων ἀπενεγκάμενοι νίκας, τὴν σφαῖραν εἰς οὐδὲν τούτων χρησίμην ἔγνων. διὸ καὶ παραιτητέαν αὐτὴν ἔκριναν. ὅτι δὲ τῶν αὐτὴν παιζόντων τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν ὡς ἐπὶ σεμνώματι τοῦ ἔργου, ὄνους δὲ τοὺς ἡττωμένους, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί, παραφέροντες καὶ χρήσεις τὴν μὲν ἐκ τοῦ κατὰ Πλάτωνα Θεαιτήτου τοιαύτην. ὁ δὲ ἁμαρτῶν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαιρίζοντες, ὄνος. ὅς δ' ἂν παραγενῆται ἀναμάρτητος, βασιλεὺς ἡμῶν. τὴν δὲ, ἀπὸ Κρατίνου. οἷον. ὄνοι ἀπωτέρω κάθηνται τῆς λύρας. τοὺς γὰρ ἡττωμένους ὄνους καθῆσθαι ἔλεγον. Ὅτι δὲ οὐ μόνον σφαιρισταὶ ἀλλὰ καὶ ἕτεραι τέχναι οὐ λόγου πολλοῦ ἄξιαι ἀλλὰ βάναυσοι ἐτιμήθησανμᾶλλον ἤπερ αἱ ἐν παιδείᾳ, ἱστορεῖ καὶ Ἀθήναιος, λέγων καὶ ὅτι ἑστιαιεῖς καὶ ὠρεῖται, Θεοδώρου τοῦ ψηφοκλέπτου, ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν κρατοῦσαν ψῆφον. τί δὲ δηλοῖ ὁ ψηφοκλέπτης, εἴσεταί τις εὑρὼν Σοφοκλέους τὸ, κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς εὑρέθης. Ὅτι δὲ παιδιὰ ὀρχηστικὴ καὶ τὸ καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν, καὶ ὡς ἡ εἰρημένη φανίνδα ἄφεσιν εἶχε καὶ φυγὴν, καὶ ὡς ἔμελλεν εὐρυθμίας τοῖς σφαιρίζουσι, καὶ ὡς διαβόητοι ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ Χῖος καί τις Χαιρεφάνης, ἐσφαίριξε δ' οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος, ὁ Ἀθήναιος λέγει, ἀλλὰ τούτων μὲν ἅλις. (ῃερς.
281.1.2
) δι' ἄκριας ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἔρχεαι οἶος, χώρου ἄϊδρις ἐών. ἕταροι δέ τοι ἐν Κίρκης ἔρχαται ὥστε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. ἢ τοὺς λυσόμενος δεῦρο ἔρχεαι; οὐδὲ σέ φημι αὐτὸν νοστήσειν. μενέεις δὲ σύ γ' ἔνθα περ ἄλλοι. ἄλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. (ῃερς. 287.) τῆ, τουτέστι λάβε τόδε φάρμακον ἐσθλὸν, ἔχων, ἐς δώματα Κίρκης ἔρχευ. ὃ κέν τοι κρατὸς ἀλάλκησι κακὸν ἦμαρ. πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης. τεύξει τοι κυνεῶ, βαλέει δ' ἐν φάρμακα σίτῳ. ἀλλ' οὐδ' ὣς θέλξαισε δυνήσεται. οὐ γὰρ ἐάσει φάρμακον ἐσθλὸν ὅ τοι δώσω. ἐρέω δὲ ἕκαστα. ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκεϊ ῥᾴβδῳ, δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, Κίρκῃ ἐπαΐξαι ὥστε κτάμεναι μενεαίνων. ἡ δέ σ' ὑποδδείσασα κελήσεται εὐνηθῆναι. ἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανῄνασθαι θεοῦ εὐνὴν, ὄφρα κέ τοι λύσηθ' ἑταίρους αὐτόν τε κομίσῃ, ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, μή τι τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη. ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργειφόντης ἐκ γαίης ἐρύσας. καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος. μῶλυ δέ μιν καλέουσι θεοί. χαλεπὸν δέ τ' ὀρύσσειν ἀνδράσι γε θνητοῖσι. θεοὶ δέ τε πάντα δύνανται. ὅπερ ἑνικῶς λεχθὲν ὀρθῶς εὐσεβεῖται, ἵνα τις εἴπῃ, (ῃερς. 306.) θεὸς δέ τε πάντα δύναται. (ῃερς. 277.) Ἡ δὲ ἀλληγορία ἐν τούτοις Ἑρμῆν μὲν οἶδε συνήθως τὸν λόγον, μῶλυ δὲ τὴν παιδείαν, ὡς ἐκ μώλου ὅ ἐστι κακοπαθείας περιγινομένην. οὗ μώλυος ἡ μὲν ῥίζα, μέλαινα διὰ τὸ οἷον σκοτεινὸν καὶ δυσόρατον τοῦ τέλους τῶν ἐναρχομένων τῆς παιδείας, καὶ διὰ τοῦτο δυσέντευκτον καὶ οὐδὲ ἡδύ. διὸ καὶ Ἰσοκράτης πικρὰν ἔφη τὴν ῥίζαν αὐτῆς. τὸ δέ γε μώλυος ἄνθος λευκὸν κατὰ γάλα διὰ τὴν τοῦ τέλους φαιδρότητα καὶ λαμπρότητα, ἤδη δὲ καὶ τὸ ἡδὺ καὶ τρόφιμον. ὅθεν ὁ αὐτὸς Ἰσοκράτης τοὺς καρποὺς τῆς παιδείας εἰ καὶ μὴ γάλακτι ἰκέλους, ἀλλὰ γλυκεῖς ἔφη διὰ τὸ καὶ τὴν ῥίζαν προϋποθέσθαι πικράν. τοῦτο τὸ μῶλυ ὅ περ Ἑρμῆς ἐκφαίνει λογικαῖς μεθόδοις οὐκ ἔγνωσται μὲν ἁπλῶς ἀνθρώποις, ἔστι γὰρ θεόσδοτον ἀγαθόν. λαβὼν δὲ αὐτὸ ἐξ Ἑρμοῦ ὁ λόγιος Ὀδυσσεὺς συγγίνεται τῇ ἡδονῇ, ταχὺ περὶ αὐτὸν ἐλθούσῃ κατὰ τὸ ἑαυτῆς ἔθος διὰ τὸ τῆς κακίας εὔληπτον. οὐ περιγίνεται δὲ αὐτοῦ ἐκείνη καθὰ καὶ τῶν ἑταίρων, οὐ γὰρ ἀϊδρείῃσι κατ' ἐκείνους ἕπεται. συνὼν δὲ καὶ χρώμενος ἐπιστημόνως αὐτῇ κατὰ λόγον ὀρθὸν αὐτός τε ἄνθρωπος μένει, καὶ ἐκείνους λύεται σώζων. οὐ μόνον γὰρ ἐν χορείαις οὖσα ἥγε σώφρων οὐδὲν αἰσχρὸν πείσεται, ἀλλὰ καὶ ὁ φιλοσοφῶν ἐν ἡδοναῖς ὢν ἄχραντος διαμενεῖ. ἐπισείσει γὰρ τῇ καθ' ἡδονὴν Κίρκῃ ξίφος τὸν ἐμβριθῆ καὶ τμητικὸν τῆς κακίας λόγον. ἡ δὲ ὑποπτήξει, καὶ ὀμεῖται μηδὲν πῆμα κακὸν βουλεύσειν αὐτῷ, πεπυκασμένῳ καὶ καταφράκτῳ ἄλλως ὄντι. καὶ οὐκ ἀφελῶς ἀπογυμνωθέντα τοῦ ἀλληγορηθέντος ξίφους, κακὸν καὶ ἀνήνορα θήσει. ἀνιόντι δὲ τῷ Ὀδυσσεῖ ὁ Ἑρμῆς συναντᾷ, τουτέστιν ἀρθέντι πρὸς ἀκρώρειαν. ὅ ἐστιν ἄνω γενομένῳ τῶν περὶ γῆν, ὃν τρόπον καὶ ὁ Μίνως περὶ ὄρος ἐν Κρήτῃ ὀαριστὴς γίνεται τοῦ Διός. καὶ Ἡσίοδος δὲ ἐπὶ ὄρους τελεῖται τὰ τῶν Μουσῶν. Παρὰ πόδας δὲ τὸ μῶλυ εὑρίσκει Ἑρμῆς, καὶ ἐπικύψας αὐτόθεν λαμβάνει ὁποῖά τι εὐπόριστον φάρμακον, ἐπεὶ οὐχ' ἑνί τινι τόπῳ τὰ τῆς παιδείας περιγράφεται, ἀλλ' ὅποι περ ἂν γένοιτό τις, ἔστιν εὑρεῖν τὸ καλὸν τοῦτο φυτόν. ὥς που καὶ ὁ σοφὸς Θεμίστιος ἐπέστησε. χαλεπὸν δὲ ὀρύσσειν τὸ μῶλυ καὶ ἐκσπᾶν μέχρι πέρατος ῥίζης, ἐπεὶ παιδείας ἄκρος ὥσπερ καὶ ἀρετῆς, δυσχερὲς ἐξευρεῖν. μυθικῶς μέντοι, χαλεπόν ἐστιν ἡ τούτου ὀρυγὴ, ἐπειδὴ λόγος φέρεται, ἑλκόμενον αὐτὸ, θάνατον πρὸς τῷ τέλει τῆς ῥίζης ἐπιφέρειν τῷ ἀνασπῶντι, ὁποῖόν τι καὶ περὶ μανδραγόρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἔγνωσται τοῖς Ἀσκληπιάδαις βοτάνη τὸ μῶλυ. εἰ δὲ καὶ ἀντικαθίσταται αὐτὸ Κιρκαίοις φαρμάκοις εἰδεῖεν ἂν ἐκεῖνοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ μῶλυ λέγεσθαι παρὰ τὸ μωλύειν ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. Ἀλέξανδρος δὲ ὁ Πάφιος μυθολογεῖ, Πικόλοον ἕνα τῶν Γιγάντων φυγόντα τὸν κατὰ Διὸς πόλεμον τὴν τῆς Κίρκης νῆσον καταλαβεῖν, καὶ πειρᾶσθαι ἐκβαλεῖν αὐτήν. τὸν πατέρα δὲ Ἥλιον ὑπερασπίζοντα τῆς θυγατρὸς ἀνελεῖν αὐτὸν, καὶ τοῦ αἵματος ῥυέντος εἰς γῆν φῦναι βοτάνην, καὶ κληθῆναι αὐτὴν μῶλυ διὰ τὸν μῶλον ἤτοι πόλεμον ἐν ᾧ ἔπεσεν ὁ ῥηθεὶς Γίγας. εἶναι δὲ αὐτῷ ἄνθος ἴκελον γάλακτι διὰ τὸν ἀνελόντα λευκὸν Ἥλιον, ῥίζαν δὲ μέλαιναν διὰ τὸ τοῦ Γίγαντος μέλαν αἷμα, ἢ καὶ διὰ τὸ τὴν Κίρκην φοβηθεῖσαν ὠχριάσαι. οὐ λέγει δὲ ὁ ποιητὴς καὶ πῶς οἱ ἄνθρωποι καλοῦσι τὸ μῶλυ, ἐπειδὴ ἄγνωστόν ἐστιν αὐτοῖς. διὸ καὶ ἄκλιτον καὶ οὐ διώνυμον κατὰ τὸν Βριάρεών τε καὶ Αἰγαίωνα καὶ κατὰ τὴν χαλκίδα καὶ κύμινδιν, τὰ ἐν Ἰλιάδι κείμενα. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸ μῶλυ, οὗ τὸ ἄνθος ἐσχεδιάσθαι ὑπὸ Ἑρμοῦ δοκεῖ ὡς ἂν γνωρισθείη τῷ Ὀδυσσεῖ τότε, εἰ μή που τυχὸν καὶ ἔαρ ἦν τηνικαῦτα ἡ ἀνθηφόρος ὥρα. Χαιρήμων οὖν φασὶν ὁ τὸν κισσὸν χορῶν εἰπὼν ἐραστὴν κοινῶς μὲν τὰ ἄνθη ἔαρος τέκνα ἐκάλεσεν. ἰδίως δὲ τὰ ῥόδα ὀξυφεγγῆ καὶ ἔαρος τιθηνήματα. Ἔνθα ὅρα τὸ ὀξυφεγγῆ χρήσιμον ὂν εἰς τὸ νοῆσαι τοὔνομα τῆς ὀξείας βαφῆς. (ῃερς. 277.) Ἑρμῆς δὲ χρυσόῤῥαπις ἢ ὁ χρυσόῤῥαβδος, ὡς καὶ προδεδήλωται, ἢ ὁ χρυσᾶςῥάπιδας ἔχων ὅ ἐστιν ὑποδήματα κατὰ τοὺς παλαιούς. ἐξ ὧν καὶ αἱ κρηπίδες παράγονται. (ῃερς. 279.) Τίς δὲ ἡ ὑπήνη καὶ ἡ ἥβη, ἐδηλώθη ἐν ἄλλοις. ὥσπερ καὶ τὸ ἀντιβολεῖν ὅ ἐστι συναντᾶν ὅπερ οἱ μεθ' Ὅμηρον ἐπὶ παρακλήσεως τιθέασιν. (ῃερς.
281.1.3
) Τὸ δὲ δι' ἄκριας ἔρχεαι οἶος, ὅ ἐστι μόνος, ἑρμηνείαν τινὰ ὑποβάλλει τοῦ, ὄρεσιν οἰοπόλος. ἔνθα δηλαδὴ μόνος τις ἀναστρέφεται διὰ τὸ ἐρημάζον τοῦ τόπου. (ῃερς. 282.) Τὸ δὲ χώρου ἄϊδρις ἐὼν ἀϊδρείαν τινὰ προσμαρτύρεται καὶ τῷ Ὀδυσσεῖ, δι' ἣν ἔπαθε ἄν τι μὴ θελητὸν, εἰ μὴ ὁ Ἑρμῆς φροντίδα ἔθετο αὐτοῦ τιμῶν τὸν σπουδαῖον καὶ αὐτὸς ὡς λόγιος καθὰ καὶ ἡ Ἀθηνᾶ, ἣ καὶ εἰποῦσα ὡς οὐ δύναμαί σε προλιπεῖν οὕνεκα ἐπήτης ἐσσὶ, βαρυτόνως, ἢ καὶ ἐπητὴς ὀξυτόνως, τουτέστι λόγιος. ὅπου γε καὶ ἄλλως μετῆν τῆς ὁδοῦ ταύτης κατά τι καὶ τῷ Ἑρμῇ, ὃς εἶπέ ποτε τῇ Κίρκῃ, ἐλεύσεσθαι αὐτῇ τὸν Ὀδυσσέα, ὥς φησιν αὐτὴ ἐκείνη ἐν τοῖς ἑξῆς. Τὸ δὲ ἐν Κίρκης ἔρχαται, Ἀττικὴν ἔχει ἔλλειψιν, κεῖται γὰρ ἀντὶ τοῦ, ἐν δώμασι Κίρκης καθειργμένοι εἰσίν. Ἰωνικὸν δὲ τὸ ἔρχαται καθὰ καὶ πρὸ ὀλίγου τὸ ἔρχατο, τοῦτο μὲν ἀπὸ τοῦ εἷρκται παθητικοῦ παρακειμένου, ἐκεῖνο δὲ, ἀπὸ τοῦ εἷρκτο ὑπερσυντελίκου. πρὸς ὅπερ ὅμοιον καὶ τὸ, εἵλικτο εἰλίχατο. ὡς Ἡρόδοτος εἰλίχατο τουτέστι εἱλιγμένοι ἦσαν μίτραις. ὅ περ οὐκ ἀεὶ πολεμικὸν σκεῦος δηλοῖ ἀλλὰ καί τι περίθεμα κεφαλῆς, ὡς δηλοῖ παρὰ τῷ αὐτῷ τὸ, ἀντὶ πίλων μιτροφόροι ἦσαν. (ῃερς.

Intertext edge

Open linked passage

Note