Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
283.1.1
) Τὸ δὲ ὥστε σύες συμβάλλεταί τι πρὸς τὴν πρὸ βραχέων ῥηθεῖσαν ἀλληγορίαν, οἷα τῶν περιπεσόντων τῇ καθ' ἡδονὴν Κίρκῃ, μὴ ἄντικρυς γινομένων συῶν, ἀλλ' ὥστε ἤγουν ὡσανεὶ συῶν διὰ τὸ χοιρῶδες τοῦ βίου. Πυκινοὶ δὲ κευθμῶνες περιφραστικῶς οἱ συφεοὶ λέγονται. (ῃερς. 286.) Τὸ δὲ ἐκλύσομαι ἠδὲ σαώσω ὡς ἐπὶ αἰχμαλωσίας ἐῤῥέθη. διὸ καὶ λύτρα καὶ σῶστρα τῷ Ἑρμῇ ὁ Ὀδυσσεὺς ὀφείλει μὴ αἰχμαλωτισθεὶς τῇ Κίρκῃ δι' ἡδονῆς. καὶ ἄλλως δὲ ὥσπερ ἐκ δεσμῶν λύεταί τις, οὕτω καὶ κακῶν ἐνταῦθα λύεται τὸν Ὀδυσσέα ὁ Ἑρμῆς. ὥσπερ δὲ διχῶς λέγεται ὡς δεδήλωται τὸ νήχειν καὶ νήχεσθαι καὶ τὸ ἐκέρασαν καὶ ἐκεράσατο, οὕτω καὶ τὸ λύειν ἐνταῦθα καὶ λύεσθαι. οἷον, λῦσον ἵνα ὀφθαλμοῖσιν ἴδω ἑτάρους. καὶ, ὄφρα λύσῃ ἑτάρους. καὶ, ἄγε δὴ κακῶν ἐκλύσομαι. καὶ, λυσόμενος δεῦρ' ἔρχεαι. Φάρμακον δὲ ἐσθλὸν τὸ τοῦ Ἑρμοῦ δὶς ἐν τούτοις κεῖται πρὸς διαστολὴν τῶν τῆς Κίρκης, ἃ λυγρὰ καὶ κακὰ ὄντα τοὺς προσιεμένους μετέβαλλεν εἰς θηρία. (ῃερς. 288.) Τὸ δὲ κρατὸς ἀπαλάλκη κακὸν ἦμαρ, χρήσιμον καὶ αὐτὸ εἰς ἀλληγορίαν, ὡς μὴ σωμάτων ἀλλοιουμένων τοῖς περὶ τὴν Κίρκην, ἀλλὰ τοῦ κατὰ κεφαλὴν λογιστικοῦ. ἄλλως μέντοι διὰ τῆς κρατὸς ὁ πᾶς δηλοῦται ἄνθρωπος. (ῃερς. 289.) Τὸ δὲ πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης, ὃ μετ' ὀλίγα γοργότερον ἐρεῖ, ἐρέω δὲ ἕκαστα, παρῴδηται ἐκ τοῦ, πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος, ὅπερ ἐν τῇ ˉδ ῥαψῳδίᾳ κεῖται. (ῃερς.

Intertext edge

Open linked passage

Note