Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
288.1.1
) πρίν γ' ἀμφάδιον γάμον ἐλθεῖν. ἤγουν πρὶν φανερῶς ἄνδρα λαβεῖν. ἐπεί τοι μετὰ γάμον, οὐ κεκώλυται καὶ ἑτέροις ἀνδράσι μίσγεσθαι ἐμφανιζομένας, ὃ καὶ ἡ Ἑλένη πρὸ βραχέων ἐποίησε. καὶ ἡ Πηνελόπη δέ. καὶ ἄλλως δὲ, μιχθήσονται ὅ ἐστι παρέσονται καὶ παρθένοι ἀνδράσιν ἐνώπιον γονέων. ὡς ἡ Ναυσικάα ἐν τοῖς ἑξῆς παρέσται καὶ ἐν ἐπηκόῳ προσφωνήσει τὸν Ὀδυσσέα, ἕτερον μέντοι τοῦτο μίσγεσθαι. ὁ δὲ ποιητὴς ἐνταῦθα φησὶν ἀνδράσι μίσγεσθαι οὐκ ἂν τολμήσῃ παρθένος, ὄντων ὅ ἐστι ζώντων τῶν τεκόντων. οὓς φίλους κατ' ἐξοχὴν καλέσας, ἐπήγαγε πρὸς ἑρμηνείαν τὸ, πατρὸς καὶ μητρός. (ῃερς. 286.) Τὸ δὲ νεμεσῶ, νῦν μὲν, ἐνεργητικῶς ἐξεφωνήθη. τὰ πλείω δὲ, παθητικῶς λέγεται. (ῃερς. 289.) Ὅτι ὁ συμβουλευόμενός τινι περὶ τῆς οἴκαδε πομπῆς, ἐρεῖ. ξεῖνε, σύ δ' ὧδ' ἐμέθεν ξυνίει ἔπος ὄφρα τάχιστα πομπῆς καὶ νόστοιο τύχῃς. Καὶ ὅρα τὸ, ξυνίει ἔπος, αἰτιατικῇ συνταχθέν. δῆλον δ' ὅτι καὶ γενικῇ συντάσσεταί ποτε Ἀττικῶς. (ῃερς. 291.) Ὅτι ἀγλαὸν ἄλσος Ἀθηνᾶς ὑπογράφων, οὕτω φησί. δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης, αἰγείρων. ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών. ἔνθα τεθαλυῖαν ἀλωὴν καὶ τέμενος εἶναι τοῦ Ἀλκινόου ἡ κόρη φησὶν, ἐγγὺς τῆς πόλεως. (ῃερς. 293.) Ἔστι δὲ τέμενος, ἰδιαίτατος τόπος περιωρισμένος καὶ οὕτως ἀποτετμημένος τῶν ἐγγύς. τέμενος γὰρ ἐπὶ ναοῦ, οἱ μεθ' Ὅμηρον οἴδασιν. ὁ δὲ ποιητὴς οὐδὲ ἱερὸν ἁπλῶς τόπον λέγει τὸ τέμενος, ἀλλὰ τὸν κατὰ ἀποτομὴν ὄντά τινος. (ῃερς. 291.) Τὸ δὲ ἄλσος, Αἰολικὴ λέξις ἀπὸ τοῦ ἄλλω ἄλσω. διὸ καὶ ψιλοῦται. ψιλωτικοὶ γὰρ ὥσπερ Ἴωνες, οὕτω καὶ Αἰολεῖς. Ἐν δὲ τῷ, Ἀθήνης, λείπει τὸ ἱερόν. προϊὼν οὖνφησὶν ἐντελῶς, κλειτὸν ἄλσος ἵκοντο ἱρὸν Ἀθηναίης. Αἰγείρων δὲ τὸ ἄλσος, ἐπεὶ κατὰ τοὺς σοφοὺς μεγαλοπρεπέστερον τὸ τῶν ἀειθαλῶν καὶ ἀκάρπων φυτῶν κτῆμα. (ῃερς. 292.) Τὸ δὲ νάει, πρωτότυπόν ἐστι τῶν Νηΐδων καὶ τοῦ νάματος καὶ τοῦ Νηρέως καὶ τῶν τοιούτων. Ἐν δὲ τῷ, ἀμφὶ δὲ λειμὼν, λείπει τὸ ἐστίν. οὐ γὰρ δήπου τὸ νάειν προσαρμόττει καὶ τῷ λειμῶνι. (ῃερς.