Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
) Ὅτι ἐννῆμαρ πλέουσιν ἐξ Αἰόλου τοῖς περὶ τὸν Ὀδυσσέα νύκτας καὶ ἦμαρ ὃ καὶ ἀλλαχοῦ κεῖται τῇ δεκάτῃ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα. καὶ δή φησι πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας. ἔνθα ἐμὲ μὲν γλυκὺς ὕπνος ὑπήλυθεκεκμηῶτα. (ῃερς. 32.) αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ὡς δηλαδὴ τεχνικώτερος καὶ φερεπονώτερος. οὐδέ τῳ ἄλλῳ δῶκα ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν. οἱ δ' ἕταροι ἔφασαν χρυσόν με καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι δῶρα παρ' Αἰόλου. ὧδε δέ τις ἂν εἶπεν. ὢ πόποι. ὡς ὅδε πᾶσι φίλος καὶ (ῃερς. 38.) τίμιός ἐστιν ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται, ὃ δὴ περιοδευτοῦ δηλοῖ τιμιότητα. εἶτα εἰπόντες καὶ ὡς πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ ληΐδος, ἡμεῖς δὲ ὁμὴν ὁδὸν ἐκτελέσαντες οἴκαδε ἄπιμεν κενεὰς σὺν χεῖρας ἔχοντες. καὶ νῦν οἱ τάγε δῶκε χαριζόμενος φιλότητι Αἴολος, (ῃερς. 44.) βουλεύονται τὸ ἐπικίνδυνον. εἰπόντες. ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ' ἐστίν. ὅπερ ἐφερμηνεύων, φησίν. ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν, (ῃερς. 47.) οὕτως ὁ πολυτελὴς δεσμὸς αὐτοὺς, ὡς ἐῤῥέθη, ἐξηπάτησεν. εἰ δὲ καὶ ἐκ τῆς κουφότητος τοῦ ἀσκοῦ ἦν γνῶναι ὡς οὐκ εἶχε τοιαῦτα ἐντὸς, ἀλλὰ τὸ προσδεδέσθαι ἐκώλυεν τὴν πεῖραν. ἔοικε γὰρ καταδεδεσμῆσθαι ὁ ἀσκὸς ἐν τῇ νηΐ. ὡς καὶ τοῦτο ὑποδηλοῖ τὸ, νηῒ δ' ἐνὶ γλαφυρῇ κατέδει. ὣς ἔφασαν. βουλὴ δέ φησι κακὴ νίκησεν ἑταίρων. ἀσκὸν μὲν λῦσαν. ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν. (ῃερς. 48.) τοὺς δὲ, ὅ ἐστι τοὺς ἀμφὶ τὸν Ὀδυσσέα, ἁρπάξασα φέρεν πόντονδε θύελλα κλαίοντας, (ῃερς. 49.) γαίης ἄπο πατρίδος, ἧς ἐγγὺς ἦσαν. Καὶ ὅρα οἷον ὁ φθόνος. ὃς πολυπραγμοσύνην ἐνθεὶς τοῖς τοῦ Ὀδυσσέως διὰ φιλοχρηματίαν περιεργάσασθαι δέδωκε τὸν ἀσκὸν, ὅθεν αὐτοῖς τὸ κακόν. ἔτι δὲ καὶ οἷα φαῦλα ποιεῖ βραχεῖα οὐκ ἐν καιρῷ ἀνάπτωσις. δι' ἣν Ὀδυσσεὺς ὑπνώσας γλυκὺ πικρὰ ἔπαθε. (ῃερς. 30.) Πυρπολεῖν δὲ ἢ τὸ πυρσεύειν ὅ ἐστι νυκτὸς πῦρ καίειν διὰ τοὺς πελαγίζοντας ἢ καὶ τὸ μεθ' ἡμέραν τεκμηριοῦσθαι τόπον τῷ τοῦ πυρὸς σημείῳ καπνῷ, ὃν ἀποθρώσκοντα ἐκεῖθεν ἰδεῖν ἐπηύξατο πρὸ τούτων Ὀδυσσεύς. (ῃερς. 31.) Τὸ δὲ ἐπήλυθε, μετὰ δοτικῆς φασὶν οἱ ὕστερον καὶ οὐχ' ὡς νῦν μετὰ αἰτιατικῆς ἐν τῷ, ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε. (ῃερς. 35.) Τὸ δὲ ἄγεσθαι καὶ τὸ ἄγεται, ἐπὶ κειμηλίων οὐ μὴν συνήθως ἐπὶ ἐμψύχων λέγει. (ῃερς. 39.) Τὸ δὲ ὅτεων, δύο ἔχει πλεονασμούς. τὸ γὰρ κοινὸν τῶν, ἀντὶ τοῦ ὧν τινων. τοιοῦτον καὶ τὸ ὁτέοισι καὶ τὸ ὅτεῳ καὶ τοιαῦτα. (ῃερς. 42.) Τὸ δὲ κενεὰς χεῖρας ἔχειν καὶ τὸ, βουλὴ δὲ κακὴ νίκησε, παροιμιώδη εἰσίν. (ῃερς. 50.) Ὅτι κινδυνώδη φράζει πλοῦν τὰ τοιαῦτα. αὐτὰρ ἐγὼ κατὰ θυμὸν ἀμύμονα μερμήριξα ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ ἢ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην, ἀλλ' ἔτλην καὶ ἔμεινα. καλυψάμενος δ' ἐνὶ νηῒ κείμην. αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ. στενάχοντο δ' ἑταῖροι. (ῃερς. 51.) Γίνεται δ' ἐν τούτοις τὸ ἀποφθίμην ἀπὸ τοῦ φθίω ῥήματος, ἐξ οὗ καὶ ἡ φθίσις καὶ ὁ φθισίνωρ. (ῃερς. 52.) Τὸ δὲ τλαίην καὶ τὸ ἔτλην τλήμονα εἶναι τὸν Ὀδυσσέα παριστᾷ τὸν ταῦτα λέγοντα. (ῃερς. 59.) Ὅτι τὸ, κήρυκα ὀπασάμενος, ἀντὶ τοῦ ὀπαδὸν ἑλόμενος, ἐξ οὗ καὶ γίνεται ὁ ὀπαδός. οὐκ ἄρα ἐπὶ μόνου τοῦ παρέχειν τὸ ὀπάζειν λέγεται. (ῃερς. 60.) Ὅτι ἐν τῷ, βῆν εἰς Αἰόλου κλυτὰ δώματα, λαγαρότης ἐστὶν, ὡς τοῦ Αἰόλου ἀντὶ μακρᾶς ἔχοντος τὴν παραλήγουσαν καὶ σφιγγομένου ἀπὸ δακτύλου εἰς τροχαϊσμὸν ἀπεναντίας τῷ προκοιλίῳ. ἐπεὶ καὶ ἀντίκειται τὸ προκοίλοιον καὶ τὸ λαγαρόν. θεραπεία δὲ τοῦ τοιούτου μετρικοῦ πάθους ἴσως μὲν καὶ τὸ εἶναι κύριον ὄνομα τὸν Αἴολον καὶ διὰ τοῦτο ὑποπίπτειν ἐξανάγκης ἔστιν ὅτε ἀδιαφορίᾳ. μάλιστα δὲ ἡ ὀξεῖα, δυναμένη ἐκτείνειν, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον βραχὺ φωνῆεν ᾧ ἐπίκειται ὡς ἐν τῷ, Αἰόλον ὄφιν, ἀλλὰ καὶ τὸ πρὸ αὐτῆς καὶ μετ' αὐτήν. Ὅτι δὲ ὁ οὕτω παθὼν στίχος οὐ μόνον λαγαρὸς, ἀλλὰ καὶ πρόκλαστος, ὡς δὲ ἐν ἄλλοις ἐῤῥέθη, καὶ σφηκώδης. καὶ ὅτι καθὰ τῇ ὀξείᾳ οὕτω καὶ ἄλλοις τόποις τὰ μετρικὰ ἐκτείνονται, καὶ αὐτὸ ἑτέρωθι ἐδηλώθη. Ἰστέον δὲ ὅτι τὸ βῆν ἡ μονοσυλλαβία περιέσπασεν, ἄλλως γὰρ τὸ πλῆρες αὐτοῦ, ἤγουν τὸ ἔβην, βαρύνεται. ἀμήχανον γὰρ κατὰ Ἡρακλείδην ὁριστικὸν εὑρέσθαι εἰς ˉην λῆγον, μὴ πάντως βαρυνόμενον ἐν πρώτῳ προσώπῳ, εἰ μὴ μονοσύλλαβον εἴη. μονοσυλλαβοῦν μέντοι περισπᾶται. οἷον. βῆν ἔβην. στῆν ἔστην. οὐκοῦν ὡς εἰκὸς καὶ τὸ χρῆν προσλήψει τοῦ ˉε ἦν ἂν ἔχρην, εἴ περ ἦν ὁριστικὸν ῥῆμα. ἔστι δὲ οὐ τοιοῦτον κατ' αὐτὸν, ἀλλὰ Δωρικὸν ἀπαρέμφατον, κατὰ τὸ ζῆν καὶ τὰ ὅμοια. πᾶν γάρ φησι ῥῆμα εἰς ˉην λῆγον καὶ περισπώμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἀπαρέμφατον. καὶ τοῦτο παρὰ Δωριεῦσιν, οἳ φιλῆν καὶ νοῆν διὰ τοῦ ˉη φασίν. οὐκοῦν φησὶ καὶ ἐχρῆν. σκοπητέον δὲ εἰ παραδεκτέον τοῦτο ἁπλῶς. χρῆν μὲν γὰρ ἀπαρέμφατον εὕρηται παρ' Εὐριπίδῃ ἐν τῷ, πότερα τὸ χρῆν σφ' ἐπήγαγ' ἀνθρωποσφαγεῖν. ὃ ταυτόν ἐστι τῷ χρῆναι. τοῦ μέντοι ἐχρῆν παρατατικὴν σημασίαν ἡ κοινὴ ἔχει χρῆσις. εἰ μὴ ἄρα ὥσπερ χθὲς ἐχθὲς οὕτω καὶ τὸ Εὐριπίδειον χρῆν ἐχρῆν γέγονεν. (ῃερς. 69.) Ὅτι οὐδὲνὤνησε τὸν Ὀδυσσέα εἰς ἱκετευτικὴν πειθὼ τὸ εὑρεῖν δαινυμένους τοὺς περὶ τὸν Αἴολον, οἵπερ, εἰ καὶ ἔδει αὐτοὺς ἱλαρῶς διατεθῆναι τῷ Ὀδυσσεῖ διὰ τὸ καὶ ἄλλως φιλοξένους εἶναι, ἀλλ' ὡς οἷα θεομισῆ αὐτὸν ἀποπέμπονται. ὡς δὲ καὶ ἡ πρὸς τὸν Κύκλωπα ἐπιδόρπιος ἱκετεία εἰς μάτην τῷ Ὀδυσσεῖ ἐκπέπτωκε, δῆλόν ἐστιν. ὥσπερ καὶ ὅτι παρὰ τοῖς Φαίαξιν ἀνάπαλιν ὁ τοιοῦτος καιρὸς ἀγαθὸς ἀπέβη. Ἰστέον δὲ ὅτι οὐκ ἔστι δέος τῷ Ὀδυσσεῖ μή ποτε ὑποκινήσῃ καὶ τοὺς Φαίακας μιμήσασθαι τὸν Αἴολον καὶ μὴ δ' αὐτοὺς ἀποπέμψαι τοῦτον ὡς οἷα θεομισῆ. οὐκέτι γὰρ τοιοῦτός ἐστιν, ὡς ἤδη περατωθείσης τῆς κατ' αὐτοῦ μήνιδος ἣν ὁ Κύκλωψ κατηύξατο. Ὅτι τὸ παρὰ τοῖς δώματος σταθμοῖς ἐπ' οὐδοῦ ἕζεσθαι πτωχικὸν ἦν καὶ δυσωπικόν, ὃ καὶ νῦν ἐν τοῖς τοῦ Αἰόλου δώμασιν Ὀδυσσεὺς ποιεῖ παλιμπλαγχθεὶς ἐκεῖ τὸ δευτέρον, καὶ ὅτε δὲ εἰς τὴν Ἰθάκην ἀπέλθῃ. οὕτω δὲ καὶ Πηνελόπη ἐπ' οὐδοῦ ἷζε πολυκλείτου θαλάμου ὅτε τὸν κατὰ τοῦ υἱοῦ λόχον ἔμαθεν. (ῃερς. 63.) Ὅτι ἐπὶ δυστυχοῦς ὑποστροφῆς οἰκεῖον τὸ, οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ' ἐρέοντο. πῶς ἦλθες; τίς τοι κακὸς ἔχραε δαίμων; ὅ ἐστιν ἐπεβάρησεν ὡς καὶ ἀλλαχοῦ δηλοῦται. (ῃερς. 70.) Ὅτι Ὀδυσσεὺς μὲν μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν ἤγουν ἱκετεύων λέγει τοῖς περὶ τὸν Αἴολον ὑποστραφεὶς, ὅτι ἄασσάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος σχέτλιος. εἶτα καὶ ἱκετεύει. (ῃερς. 69.) ἀλλ' ἀκέσασθε φίλοι. δύναμις γὰρ ἐν ὑμῖν. ὅ πέρ ἐστι περίφρασις τοῦ, δύνασθε γάρ. καὶ οὕτω μὲν ὁ Ὀδυσσεύς. (ῃερς. 72.) ἀκούει δὲ πρὸς τοῦ Αἰόλου, ὅ περ ἄν τις ἀκούσοι δυσωπῶν μὲν διὰ πομπὴν μετ' ὀργῆς δὲ ἀποπεμπόμενος. ἔῤῥε θᾶσσον ἐλέγχιστε ζωόντων. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν ἄνδρα ὃς ἂν θεῷ ἀπέχθηται. (ῃερς. 73.) ἔῤῥε. ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τόδ' ἱκάνεις. ἤγουν ἐνταῦθα, κατὰ τόδε τὸ δῶμα ἐλλειπτικῶς, ὅ περ κοινότερον τῇδε λέγεται ὅ ἐστιν ἐνταῦθα ἐλλειπτικῶς καὶ αὐτὸ πάντως. τὸ γὰρ τῇδε ἱκάνεις, ὅμοιον ὡς εἴπερ λέγοι τις ἐν τῇδε τῇ οἰκείᾳ ἢ τῇ ὁδῷ, ἢ τοιοῦτόν τι. (ῃερς. 67.) Τοῦ δὲ ἄασα ὃ λέξις μέν ἐστι ποιητικὴ, γεννᾷ δὲ τὴν ἀάτην, ἐκτείνεται καὶ νῦν ἡ ἄρχουσα. (ῃερς. 69.) Τὸ δὲ ἀκέσασθε ἀφ' οὗ καὶ τὸ, ἀκεσταί τοι φρένες ἐσθλῶν, καὶ τὸ, νῆας ἀκειόμενον, δηλοῖ μὲν ἄρτι τὸ ἰάσασθαι. σημαίνει δέ ποτε καὶ τὸ ῥάψαι. λαβεῖν μέντοι τὴν λέξιν ἀντὶ τοῦ ἠπήσασθαι ὅθεν κατά τινας καὶ ἀκέστρια ἡ ἠτρία καὶ ἀκέστριον τὸ ἠπητήριον, οὐκ ὀρθῶς ἔχει. φησὶ γοῦν Αἴλιος Διονύσιος ἀκέστριαν οὐκ ἠπήτριαν. Μένανδρος. ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον. καὶ ἱμάτιον ἀκούμεθα. τὸ δὲ ἠπήσασθαι παντελῶς φησὶ βάρβαρον. συμφθέγγεται δὲ τῷ Διονυσίῳ καὶ ἡ συνήθεια, παρ' ᾗ τὸ, σουβλίῳ τρυπᾶν ἠπᾶν λέγεται. καὶ τὸ τῆς ἠπήσεως ὄργανον ἠπητήριον. (ῃερς. 70.) Καθάπτεσθαι δὲ ἔπεσι καὶ νῦν τὸ ἀποτείνεσθαι καὶ καθικνεῖσθαι. (ῃερς. 79.) Τὸ δὲ ἔῤῥε καίριον ὂν, δὶς ἐλέχθη κατὰ θυμικὴν διάθεσιν. ἑρμηνεύουσι δὲ αὐτὸ οἱ Ἀριστάρχιοι, μετὰ φθορᾶς ἄπιθι, ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθ' Ἡρακλείδην, ἐπειδὴ ἐκ τοῦ φθείρω γίνεται τὸ ἔῤῥω, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, παρέσει τοῦ ˉφ καὶ ˉθ. ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων, τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἴτε ἓν τύχοι ὂν οἷον λαιψηρὸς αἰψηρὸς, εἴτε δύο, πλευρὰξ εὐρὰξ ἐπίῤῥημα ποιότητος, τὸ παρὰ πλευρὰν ἤτοι πλάγιον. οὕτω γοῦν, καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς, ἔῤῥω. ὡς κείρω κέῤῥω. δείρω δέῤῥω. Αἰολεῖς γάρ φασι τῶν τοιούτων θεμάτων τὴν παρατέλευτον δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ἰῶτα εἰς ˉρ ἴδια ποιοῦσι ῥήματα. παραγὼν δὲ Ἡρακλείδης πρὸς ὁμοιότητα τοῦ φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ ἀντιθέσει τοῦ ˉν εἰς ˉλ ἄλη, καὶ εἰπὼν ἀντιστοιχεῖν τὸ ˉλ καὶ ˉν Δωρικῶς ὡς ἐν τῷ ἄνη ἄλη οὕτω καὶ ἐν τῷ φίντατος φίλτατος. ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντης γίνεται παρὰ Πινδάρῳ, καὶ παρ' Ἀττικοῖς δὲ καὶ ἐν τῷ νίτρον λίτρον καὶ πνεύμων πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω, γίνεται κατὰ Δωριεῖς φθαίρω, ἀφ' οὗ τὸ ἔφθαρκα. καὶ ἐκ τοῦ κτείνω, κταίνω Δωρικώτερον παρὰ Ἀλκαίῳ. ὅμοια δὲ καὶ τὸ μεσόγειον μεσόγαιον. καὶ κύπειρον κύπαιρον παρὰ Ἀλκμᾶνι. καὶ εἴθε αἴθε. καὶ δεινὸς αἰνὸς παρέσει τοῦ ˉδ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω φθαίρω Δωρικῶς. ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων, αἴρω. καὶ ὑπερβιβασμῷ κατὰ Ἴωνας, ῥαίω. ἐξ οὗ αἱ σφύραι ὁ τε μὲν ῥαιστῆρες κοινότερον, ὁ τε δὲ, αἶραι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. οὗ χρήσεις ἐν τῷ, αἰράων ἔργα διδασκόμενοι. ἔργον δὲ πάντως αἰραίων τὸ σφυροκοπεῖν. εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω αἴρω καὶ ῥαίω γενέσθαι, φθορὰ γάρ τις ἡ αἶρα σίτου. καὶ τοιάδε μὲν ταῦτα. Ἐλέγχιστος δὲ, ὁ ἐφάρματος. τοιούτων γὰρ ἀνδρῶν τὸ ἐλέγχεσθαι. (ῃερς. 73.) Τὸ δὲ οὔ μοι θέμις κομίζειν οὐδ' ἀποπέμπειν ἀστείως ἔχει. ξένον μὲν γὰρ θεοφιλῆ χρὴ παρέοντα μὲν φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. τὸν μέντοι θεομισῆ οὔτε τὴν ἀρχὴν κομιδῆς ἀξιοῦν ἐχρῆν, οὔτε πομπῆς ὕστερον. ἔστι δὲ τὸ ἀποπέμπειν ταυτὸν τῷ πέμπειν. καιρία δὲ καὶ αὕτη λέξις, διὸ καὶ ἐπιμένει ὁ ποιητὴς αὐτῇ τε καὶ ταῖς ἐξ αὐτῆς κινήσεσιν. οἷον ἠδὲ κέλευον πεμπέμεν. καὶ, τεῦχε δὲ πομπήν. καὶ, ἐνδυκέως ἀπεπέμπομεν. καὶ, οὐ κομιζέμεν οὐδ' ἀποπέμπειν. καὶ, οὐκέτι φαίνετο πομπή. (ῃερς.