Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
290.1.1
) κόπτεν. ἤγουν ἔτυπτεν. ἐκ δ' ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. τοὺς δὲ ἁδρομερέστερον διαμελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον. καὶ νῦν μὲν οὕτως ἥπλωσε τὸ διήγημα. μετ' ὀλίγα δὲ συντεμὼν οὕτω φράζει. σὺν δ' ὅγε δ' αὖ τε δύω μάρψας ὡπλίσσατο δεῖπνον. καὶ πάλιν μετ' οὐ πολλὰ τὸν αὐτὸν στίχον. (ῃερς. 292.) εἶτα ἐπάγει καὶ ὅτι ἤσθιε ὥστε λέων ὀρεσίτροφος οὐδ' ἀπέλιπεν ἔγκατά τε καὶ ὀστέα μυελόεντα, παρατετηρημένως καὶ τοῦτο ἐπὶ λεόντων εἰπὼν, οἳ τὸ μέρος οὗ ἂν δράξωνται παραμόνως ἐσθίουσι, καὶ οὐ κατὰ τοὺς κύνας, οἳ ἀπ' ἄλλων ἐπ' ἄλλα μεταπηδῶσιν. ὡς οἷα παίζοντες καὶ ἀλύοντες ἢ ἀλύσσοντες ὡς ἡ Ἰλιὰς λέγει. ὅθεν εἴρηται καὶ τὸ, κυνῶν μέλπηθρα, ὡς εἰ μὴ τοῦτ' ἦν καὶ κατὰ λέοντα ἐξέτρωγεν ὁ Κύκλωψ καὶ αὐτὰ τὰ ὀστᾶ, θῖνες ἂν ὀστέων πρὸ τοῦ σπηλαίου ἦσαν σεσωρευμένοι, οὐδὲν ἥττονες τῶν ἐπὶ τῶν Σειρήνων, καὶ ἦν ἂν Ὀδυσσεὺς πάντῃ νήπιος κολωνὸν ὀστέων ἰδὼν καὶ τολμήσας τῷ σπηλαίῳ ἐγγίσαι. πάνυ γοῦν πιθανῶς καὶ ταῦτα πέπλασται τῷ ποιητῇ. ἐν οἷς σημείωσαι καὶὅτι ἔδει μὲν τὸν Ὅμηρον ἐνταῦθα ἐκφράσαι ὅπως ἤσθιεν ὁ Κύκλωψ. οἶον. ἡ μὲν φάρυγξ αὐτῷ ἐρόχθει, οἱ δὲ ὀδόντες τραχὺ ἔτριζον, αἱ δὲ γνάθοι ἐφυσῶντο εἰς ὄγκον, οὔατα δὲ ἐκινοῦντο, ὁποῖά τις ἐπὶ Ἡρακλέους ἔγραφεν. ὁ δὲ κωμικωτέρας διασκευῆς ταῦτα κρίνων νῦν μὲν ἔφη τὰ εἰρημένα. (ῃερς. 310.) ἐφεξῆς δὲ στίχον ἕνα λαβὼν ἐκ τῶν προγεγραμμένων τὸ, αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, προσθεὶς δὲ καὶ ἕτερον τὸν προσεχῶς ῥηθέντα τὸ, σὺν δύω μάρψας ὡπλίσσατο δεῖπνον, καὶ τοὺς τοιούτους δύο στίχους δευτερώσας ἐν τοῖς καθεξῆς, οὐκ ἐθέλει περιεργάζεσθαι εἰς πλέον καὶ τὸν τρόπον τῆς θηριώδους βρώσεως τοῦ Κύκλωπος. παραθετέον δὲ τῇ λεοντώδει βρώσει καὶ ἱστορίαν Κελτικὴν ἀπευθυνομένην πρὸς Κυκλώπειον σκάριφον. λέγεται γὰρ ὅτι Κελτοὶ κρέα πολλὰ ἐν ὕδασι σκευάσαντες καὶ ὀπτὰ ἐπ' ἀνθράκων ἢ ὀβελίσκων προσφέρονται αὐτὰ καθαρείως μὲν, λεοντωδῶς δὲ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δέ τι ᾖ δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. τοῦτο δὲ δῆλον ὡς οἱ μὲν παραξιφίδα καλοῦσιν, οἱ δὲ ἐγχειρίδιον. ἔτι μνηστέον καὶ ὡς οὐ μόνον Κύκλωψ καὶ Λαιστρυγόνες ἀνθρωποφαγεῖν ἐμελέτων, ἀλλὰ καὶ ἕτεροι πολλοί. ἐν γοῦν τοῖς ὕστερον κατ' ἄνδρα τοιοῦτοι διαβέβληνται καί τις Χαρίλας κατὰ Ἀρχίλοχον καὶ κωμῳδοὶ Κλεώνυμος καὶ Πείσανδρος. ἀλλ' αὐτοὶ μὲν ἴσως ἀστεϊσμοῦ χάριν ἀνθρωποφαγεῖν ἐσκώφθησαν ὡς πολυφάγοι. καθά τις καὶ ἰχθύας, οἳ πολλοῦ ἐτιμῶντο, ἀνθρωποφάγους εἶπε πρός τινα ὁμοιότητα τῶν τοῦ Θρᾳκὸς Διομήδους ἀνθρωποφάγων ἵππων, ὡς τὰς περιουσίας τῶν τρυφώντων κατασπῶντας οἷα ἐκείνους αὐτούς. Καμβύσις δὲ, βασιλεὺς Λυδῶν, φάγος καὶ πολυπότης ὢν νυκτός ποτε τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσας ἔφαγεν. ἔπειτα πρωῒ εὑρὼν τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀπέσφαξε, περιβοήτου τῆς πράξεως γινομένης. συντάττοιτο δ' ἂν τοιούτοις καὶ ὁ βορώτατος Κρόνος εἴτε μυθικὸς εἴτε ἄνθρωπος. (ῃερς. 288.) Τὸ δὲ ἑτάροις ἐπὶ χεῖρας ἴαλλεν, ἐγράφη μὲν καθ' ὁμοιότητα τοῦ, ἐπ' ὀνείατα προκείμενα χεῖρας ἴαλλον. ἑτεροίαν δὲ ἔχει σύνταξιν κατὰ δοτικήν. δέδωκε δὲ ἀφορμὴν τοῖς ὕστερον λέγειν ἐπὶ βίας τὸ, χεῖρας ἐπέβαλε. (ῃερς. 289.) Τὸ δὲ ὥστε σκύλακας, τὸ ῥωμαλέον δηλοῖ τοῦ Πολυφήμου, ὃς οὕτω κούφως ἐκ ποδῶν αἴρων τοὺς ἡρωϊκοὺς ἄνδρας τῇ γῇ προσήρασσεν εἰς ὄλεθρον. (ῃερς. 294.) Ὅτι ἀμηχανούντων ἴδιον τὸ, ἡμεῖς κλαίοντες ἀνεσχέθομεν θεῷ χεῖρας, σχέτλια ἔργ' ὁρόωντες. ἀμηχανίη δ' ἔχε θυμόν. (ῃερς. 296.) Ὅτι τὸ, αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν ἀνδρόμεα κρέα ἔδων καὶ ἐπ' ἄκρητον γάλα πίνων, κεῖτ' ἔντοσθ' ἄντροιο τανυσάμενος διὰ μήλων, ἔστι παρῳδηθῆναι (ῃερς. 298.) οὕτω πως εἰς μεθύοντα. αὐτὰρ ἐπεὶ μεγάλην ἐμπλήσατο νηδὺν ἔδων καὶ ἐπ' ἄκρητον μέθυ πίνων κεῖτ' ἔντοσθ' οἴκοιο τανυσάμενος. δύναται δὲ τὸ, ἀνδρόμεα κρέα ἔδων, καὶ εἰς διαβολέα ἢ συκοφάντην λεχθῆναι, οἳ καὶ αὐτοὶ ἀνθρωποφαγεῖν ἂν λέγοιντο. (ῃερς.
290.1.2
) Τὸ δὲ κυκεῶ ἀποκέκοπται ὁμοίως τῷ, ἱδρῶτα ἱδρῶ καὶ τοῖς τοιούτοις. (ῃερς.
290.1.3
) ἀργαλέας, ἤγουν δυσκόλους καὶ ἐργώδεις κτηθῆναι καὶ ἀπελαθῆναι. τὰς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων ὁ Μελάμπους ἐξελάαν. χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρ' ἐπέδησε, δεσμοί τ' ἀργαλέοι καὶ (ῃερς. 292.) βουκόλοι ἀγροιῶται. ὧν ἕνεκα καὶ αἱ βόες ἀργαλέαι ἦσαν. ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου ἔτεος, καὶ (ῃερς. 294.) ἐπήλυθον ὧραι, αἱ τοῦ ἐφεξῆς δηλαδὴ ἔτους, (ῃερς. 295.) καὶ τότε δή μιν ἤγουν τὸν μάντιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντ' εἰπόντα, Διὸς δ' ἐτελείετο βουλή. καὶ οὕτω μὲν ὁ ποιητὴς ἀσαφῶς καὶ μᾶλλον τὰ περὶ τὸ τέλος τοῦ διηγήματος ἐξέθετο διὰ συντομίαν ἐπίτηδες, οὐδὲ γὰρ προέθετο τοιαῦτα ἱστορεῖν. ἀλλὰ ταῦτα μὲν ἐν παρέργῳ μεσολαβεῖται, αὐτὸς δὲ σπεύδει ἐπὶ τὰ ἑξῆς τὰ κατὰ τὸν Ὀδυσσέα. (ῃερς. 292.) οἱ δέ γε ἱστοροῦντες οὕτω φασὶ σαφέστερον ἐπεὶ καὶ πλατύτερον. μετὰ θάνατον Σαλμωνέως κομιζομένη Τυρὼ, τουτέστιν ἐπιμελῶς ἐκτρεφομένη παρὰ Δηϊονεῖ τῷ θείῳ, κορεύεται ὑπὸ Ποσειδῶνος. εἶτα Κρηθεῖ τῷ τοῦ πατρὸς ἀδελφῷ δίδοται εἰς γάμον, ἐξ ἧς γεννᾶται Νηλεύς. καὶ αὐξηθεὶς ἀπῄτει τὸν Δηϊονέως Ἴφικλον τὰ τῆς μητρὸς Τυροῦς ὅσα φθάσας ἐκεῖνος ἐνοσφίσατο. ἐν οἷς ὡς εἰκὸς ἦσαν καὶ καλόν τι χρῆμα βοῶν. τοῦ δὲ μὴ ἀποδιδόντος ἀμυνόμενος ὁ Νηλεὺς ἐκεῖνον ὑπέσχετο τὸν γάμον τῆς θυγατρὸς Πηροῦς, ἣν ἀπὸ τῆς ῥηθείσης Χλώριδος ἔσχε, τῷ ἀνασωσομένῳ ἐκ τοῦ Ἰφίκλου τὰ τῆς μητρὸς Τυροῦς. Μελάμπους δὲ πειραθεὶς ἀπελάσαι τὰς βοῦς, ἵνα τῷ ἀδελφῷ Βίαντι τὸν τῆς Πηροῦς καταπράξηται γάμον, ἠγρεύθη. καὶ περὶ παιδοποιΐας μαντευσάμενος τῷ Ἰφίκλῳ, ἦν γὰρ ἄπαις, καὶ ἐπιτυχὼν, ἀπελύθη, λαβὼν καὶ τὰς ὀφειλομένας βόας τῇ Τυροῖ. καὶ οὕτω περιεποιήσατο τὸν ἐκείνης γάμον τῷ ἀδελφῷ, ἐξ ὧν ὕστερον οἱ Βιαντίδαι. καὶ οὕτω μὲν οἱ τοιοῦτοι. ἄλλοι δὲ πλατύτερον οὕτω φασί. Τυρὼ μετὰ θάνατον Σαλμωνέως τοῦ πατρὸς ἦλθεν ἐκ φυλάκης πρὸς Δηϊονέα τὸν τοῦ πατρὸς ἀδελφὸν, ἢ καὶ ἄλλως εἰπεῖν, ἐξ Ἰωλκοῦ εἰς φυλάκην πρὸς τὸν αὐτῆς θεῖον, ὑφ' οὗ καὶ ἐξεδόθη ἀνδρὶ τῷ Κρηθεῖ. θανόντος δὲ Δηϊονέως, ὃν καὶ Δηΐονα καλοῦσι τινὲς, βασιλεύει φυλάκης ὁ ἔγγονος Ἴφικλος ὁ καὶ Ἰφικλῆς. ὃς ἰδιοποιησάμενος καί τινα τῶν τῆς Τυροῦς ἀπισχυρίζετο μὴ ἂν ἀποδοῦναι, Νηλεὺς δὲ τῇ μητρὶ Τυροῖ ἐπαμύνων ἐδίδου τὴν θυγατέρα Πηρὼ κάλλει διαφέρουσαν τῷ ἐξ Ἰφίκλου λαβόντι τὰς βοῦς, ὅσαι διέφερον τῇ μητρί. ἐπεχείρει δὲ οὐδείς, ἦσαν γὰρ ἄμαχοι τῷ Ἰφίκλῳ βουκόλοι τε ἀγροιῶται καὶ κύνες. Βίας δὲ ὁ Ἀμυθάονος θαῤῥήσας ἀνῦσαι ἂν τὰ τοῦ ἄθλου τοῦδε Μελάμποδα τὸν ἀδελφὸν, ἄνδρα τὴν μαντικὴν ἄριστον, ὑφίσταται τὸ ἔργον κατὰ ἔρωτα τῆς Πηροῦς, καὶ πείθει τὸν ἀδελφὸν ὑποδῦναι τὸν ἀγῶνα. ὁ δὲ, καί τοι εὖ εἰδὼς ὅτι ἁλώσεται, τολμᾷ ὅμως διὰ τὸν ἀδελφόν. καὶ δὴ ἀπελθὼν ἑάλω, καὶ παραδοθεὶς Ἰφίκλῳ καὶ καθειρχθεὶς ἐφυλάσσετο. δοθέντων δὲ πρὸς ὑπουργίαν αὐτῷ ἀνδρὸς καὶ γυναικὸς, ὁ μὲν ἀνὴρ ἐπιεικῶς ἦν πρὸς αὐτοῦ, ἡ δὲ γυνὴ ἐλύπει. ἐπεὶ δὲ ὁ χρόνος προὔβαινεν, ἀκούει σκωλήκων ψόφου τινὸς εἴτε τρισμοῦ ὕπερθεν τοῦ τέγους. οἱ δὲ ἐδήλουν οἷς ἔτριζον καθάπερ ἂν μάντις αἴσθοιτο δεινὸς ἐπαΐειν τοιούτων φωνῶν, ὡς ἄρα βεβρώκοιεν ἤδη τὴν δοκόν. ἦν δέ φασι καὶ τὰ τοιαῦτα δεξιὸς ὁ Μελάμπους, οἷα ὑπὸ δρακόντων καθαρθεὶς τὰ ὦτα ὡς καὶ τῶν ἀλόγων κατακούειν ζῴων. καὶ τοίνυν τὸ τῆς δοκοῦ πάθος μαθὼν προσποιεῖται μαλακῶς ἔχειν, καὶ ἀναπεσὼν προκαλεῖται τοὺς διακόνους ἐξαγαγεῖν αὐτὸν τοῦ οἰκίσκου, δραξαμένους τὴν μὲν γυναῖκα τῶν κάτω τῆς κλίνης, τὸν δὲ ἄνδρα τῶν πρὸς τῇ κεφαλῇ. τῶν δὲ οὕτω πεποιηκότων καὶ τῆς κλίνης ἀπενεχθείσης τῷ πλείονι ἔξω πρὸς τοῦ ἀνδρὸς ἐν τοσούτῳ κλᾶται ἡ δοκὸς καὶ ἐμπίπτει τῇ γυναικὶ ἔσω καὶ κτείνει αὐτήν. καὶ ὁ περισωθεὶς ἀνὴρ ἀγγέλλει τὸ γεγονὸς τῷ Φυλάκῳ, κἀκεῖνος τῷ Ἰφίκλῳ. ὁ δὲ ἐρωτᾷ τὸν Μελάμποδα, τίς τε εἴη καὶ ἐφ' ᾧ ἔλθοι. καὶ πάντα μαθὼν ὑπισχνεῖται δώσειν τὰς βοῦς εἴπερ ὁ Μελάμπους ἐξεύροι τρόπον τινὰ γονῆς αὐτῷ, ἦν γὰρ παίδων ἄγονος. ὁ δὲ βουθυτήσας διαιρεῖ μοίρας τοῖς ὄρνισι, καὶ ἐπικαλεσάμενος πάντας πλὴν Αἰγυπιοῦ ἐρωτᾷ εἰ ἔστι μηχανὴ παίδων γονῆς τῷ Ἰφίκλῳ. μὴ ἐχόντων δὲ εἰπεῖν, ἥκει ἐπὶ πᾶσιν ὁ Αἰγυπιὸς, καὶ τὰς τῆς ἀπαιδίας αἰτίας λέγει. αἱ δὲ ἦσαν, τὸ διωχθῆναι ὑπὸ Φυλάκου ποτὲ τοῦ πατρὸς μετὰ μαχαίρας τὸν Ἴφικλον παῖδα ὄντα κατά τινα ὀργήν, καὶ τὸν Φύλακον μὴ καταλαβόντα ἐμπῆξαι τὴν μάχαιραν ἀχέρδῳ, ἤτοι ἀπίῳ κατά τινας ἀγρίᾳ, καὶ περιφῦναι τῇ μαχαίρᾳ τὸν τοῦ φυτοῦ φλοιὸν καὶ καλύψαι περισχόντα ἐντός. καὶ τὸν Ἴφικλον τὸ ἐντεῦθεν μὴ παιδοποιεῖν διὰ τὸ ἐκεῖθεν δέος. ὑπέδειξε δὲ καὶ τὴν ἄχερδον ὁ Αἰγυπιὸς, καὶ ὅποι κρύπτει τὴν μάχαιραν, ἣν καὶ ἐκέλευσεν ἐκκαλύψαι τοῦ φλοιοῦ ἐκλέψαντα καὶ κομισάμενον καὶ ἀποσμήξαντα διδόναι πίνειν τοῦ ἰοῦ ἐνοἴνῳ ἐπὶ δέκα ἡμέρας τὸν Ἴφικλον. ποιεῖ δὴ κατὰ ταῦτα ὁ Ἴφικλος, καὶ ῥώνυσι τὴν γονήν. ἐν δὲ ὑπομνήματι Θεοκρίτου φέρεται καὶ ὅτι ἐκτέμνοντί ποτε τῷ Φυλάκῳ ζῷα παρειστήκει παῖς ὢν Ἴφικλος. ὃν ἐκπλῆξαι θέλων ὁ πατὴρ καὶ ἀνατείνας ἣν κατεῖχε μάχαιραν, εἶτα εἰς τὸ πλησίον δένδρον ἐμπῆξαι θελήσας, ἐπήνεγκεν αὐτοῦ τοῖς μορίοις οὕτω συμβάν. Μελάμπους δὲ αὐτὴν ἀνευρὼν ἐκέλευσε τὸν Ἴφικλον ξέσαντα τὸν ἰὸν πίνειν. καὶ αὐτὸς ποιήσας οὕτω γίνεται παίδων πατήρ. κεῖται δὲ παρὰ τοῖς παλαιοῖς καὶ ὅτι Μελάμπους, ὡς ἐῤῥέθη,
290.2.1
Αἰγυπιοῦ μαθὼν τὸ τῆς ἀτεκνίας αἴτιον, καὶ ἀναζητήσας τὴν μάχαιραν ἀχέρδου φλοιῷ κεκαλυμμένην ἣν ἐπήνεγκε Φύλακος τῷ Ἰφίκλῳ κατὰ τὸν ἀγρὸν ἐκτέμνοντι τετράποδα, θύσας τε θεοῖς τοῖς μηνίουσι ὑπὲρ τῆς τῶν τετραπόδων εὐνουχίας, τὸν Ἴφικλον ἀπέφῃνε πατέρα Πρωτεσιλάου τε, τοῦ ἐν Τροίᾳ πρώτου πεσόντος, καὶ Ποδάρκους. καὶ λαβὼν οὕτω τὰς βόας καὶ ἀγαγὼν εἰς Πύλον δίδωσιν εἰς ἕδνον τῷ Νηλεῖ, καὶ τὴν Πηρὼ λαμβάνει πρὸς γάμον Βίαντι τῷ ἀδελφῷ. ἐξ ἧς γίνονται παῖδες Περιάλκης, Ἄρητος, καὶ Ἀλκεσίβοια. φασὶ δὲ καὶ ὅτι μετὰ τὸ ἐνεχθῆναι τὰς βόας οὐκ ἐδίδου τὴν κόρην ὁ Νηλεὺς, οἷα μὴ βουλόμενος Βίαντι συνοικίσαι αὐτήν. μάχῃ δὲ νικηθεὶς ὑπὸ τῶν περὶ Ἀμυθάονα ἔδωκεν ἄκων. διὸ καὶ ἔφυγε τὴν Πύλον ὁ Μελάμπους, ὡς ἐν τοῖς ἑξῆς που ἱστορήσει ὁ ποιητὴς, ἵνα μὴ προσκρούῃ τῷ Νηλεῖ θείῳ τε πρὸς πατρὸς ὄντι καὶ βασιλεῖ. καὶ τοιαύτη μὲν ἡ περὶ Χλώριδος καὶ τῶν κατ' αὐτὴν ἱστορία. τὰ δὲ πρὸς μέρος τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου τοιαῦτα. (ῃερς. 280.) Ἐν τῷ Χλῶριν εἶδον διὰ διφθόγγου γράφεται τὸ ῥῆμα καθὰ καὶ ἐν τῷ, Λήδην εἶδον, λόγῳ παρατατικοῦ, καί τοι τὸ Τυρὼ ἴδον καὶ τὸ, Ἀλκμήνην ἴδον καὶ Ἰφιμέδειαν εἴσιδον καὶ Φαίδρην ἴδον καὶ Μαῖραν ἴδον, διὰ τοῦ ˉί γράψας κατὰ χρόνον δευτέρου ἀορίστου. Περικαλλέα δὲ τὴν Χλῶριν λέγει, ἐπεὶ καὶ διὰ κάλλος αὐτὴν ὁ Νηλεὺς ἔγημεν, οὗ χάριν καὶ μυρία ἔδωκεν ἕδνα. (ῃερς. 281.) ἔνθα φανερῶς, ὡς καὶ ἐν ἄλλοις, ἕδνα Ὅμηρος λέγει, τὰ τοῦ νυμφίου πρὸς τὴν νύμφην. Ἰασίδης δὲ ὁ ῥηθεὶς Ἀμφίων, πρὸς διαστολὴν τοῦ ἑτέρου ὃς ἦν ὡς ἐῤῥέθη ἐκ Διός. (ῃερς. 282.) Περὶ δὲ Ὀρχομενοῦ ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐνταῦθα δὲ εἰπεῖν ἀρκέσει, ὅτι τε πολλοὶ Ὀρχομενοί. (ῃερς. 283.) καὶ ὅτι Μινύος Ὀρχομενὸς ἢ ἀπὸ παραῤῥέοντος ποταμοῦ ἢ ἀπὸ ἔθνους ἢ γένους τῶν Μινυῶν. ὧν τινὲς καὶ εἰς Ἰωλκὸν ἀπῴκησαν τὴν Θετταλικήν. ὅθεν Μινύαι οἱ ἀργοναῦται παρά τε ἄλλοις καὶ Λυκόφρονι. δῆλον δὲ ὡς διαλυθεὶς ὁ Μινύος πεντασύλλαβος ἐκ τετρασυλλάβου γίνεται, Μινυήϊος γὰρ ὡς τὸ Χαλκήϊος καὶ τὰ τοιαῦτα. (ῃερς. 284.) Τὸ δὲ, ὅς ποτ' ἐν Ὀρχομένῳ ἄνασσεν ἠδὲ Πύλου βασίλευεν, οὐ πάνυ ἔχει σαφῶς εἴτε περὶ Ἀμφίονος εἴτε περὶ Νηλέως λέγεται. ὁμοίως καὶ τὸ, ἠδὲ Πύλου βασίλευεν, ἑτέρως ἀμφιβάλλεται εἴτε νοητέον ἀντὶ τοῦ, καὶ Πύλου ἐβασίλευεν, εἴτε καὶ ὅτι ὁ πατὴρ μὲν Ἀμφίων, ἐν Ὀρχομενῷ ἄνασσεν. ἡ δὲ θυγάτηρ Χλῶρις Πύλου ἐβασίλευε διὰ τὸν ἄνδρα Νηλέα. (ῃερς. 285.) Ὁ δὲ Χρομίος παροξύνεται ὁμοίως τῷ Δολίος, Τυχίος καὶ τοῖς τοιούτοις, ὡς τρίβραχυ. τὸν δὲ Περικλύμενον Ἡσίοδός φησι δῶρον εἰληφέναι παρὰ Ποσειδῶνος, ἀμείβειν ἑαυτὸν εἰς οἵου ἂν ζῴου ἢ δένδρου αἱροῖτο εἰκόνα. τοῦτο δὲ καὶ ἡ τοῦ Ἐρυσίχθονος θυγάτηρ εὐτυχεῖ κατὰ Λυκόφρονα, καὶ ἡ Θέτις δὲ, καὶ ὁ Πρωτεὺς, οἱ τοῦ μύθου χαμαιλέοντες. διό φασι καὶ ὁ ποιητὴς ἀγέρωχον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἀγόμενον ῥᾳδίως καὶ χεόμενον εἰς ὃ ἂν βούλοιτο. ὤνησε δὲ ὅμως οὐδὲν τὸν τοιοῦτον Περικλύμενον τὸ εἰς πολλὰ εὐμετάβλητον, ὅτε τῷ Ἡρακλεῖ πολιορκοῦντι τὴν Πύλον συνέμιξεν. εἰς μέλισσαν γάρ φασι μεταβληθεὶς καὶ ὅμως ἐπιτυχῶς βληθεὶς ἀπήχθη τοῦ ζῆν. δοκεῖ δὲ ὁ ἀνὴρ πολυειδὴς εἶναι τὰ εἰς μεθόδους πολεμικὰς καὶ εἰς λοιπὰς ἐπιτεχνήσεις, διὸ καὶ μῦθον ἐκπεσεῖν περὶ αὐτοῦ, ὡς πολύμορφος ἦν ταῖς εἰς πολλὰ μεταβολαῖς. δώδεκα δὲ παίδων τῷ Νηλεῖ γενομένων, τριῶν ἐνταῦθα μέμνηται ὁ ποιητὴς, ἴσως μὲν, ἐπεὶ οὗτοι μόνοι αὐτῷ ἀπὸ τῆς καλῆς Χλώριδος ἦσαν, ἴσως δὲ καὶ ὅτι οὗτοι τῶν ἄλλων ὑπεξῄρηντο, Νέστωρ μὲν κατὰ σύνεσιν, Χρομίος δὲ ὡς πρεσβύτερος, Περικλύμενος δὲ ὡς γενναιότερος, ἢ καὶ ὡς δεξιώτερος, καθὰ εἴρηται. (ῃερς. 286.) Τὸ δὲ ἰφθίμην τὴν Πηρὼ εἰπεῖν συντελεῖ εἰς τὸ καὶ γυναῖκας οὕτω δαΐφρονας λέγεσθαι. (ῃερς. 286.) Περικτίται δὲ, οἱ περίοικοι. καὶ σημείωσαι τοῦτο εἰς τὸς Θήβης ἕδος ἔκτισαν πύργωσάν τε, (ῃερς. 262.) ἵνα τὸ μὲν ἔκτισαν εἴη ἀντὶ τοῦ οἰκισθῆναι ἐποίησαν, τὸ δὲ πύργωσαν ἀντὶ τοῦ ἐπόλισαν, ἤγουν ὡς πόλιν ἐτείχισαν. (ῃερς. 288.) Τὸ δὲ οὐδέ τι Νηλεὺς τῷ ἐδίδου ὃς μὴ βόας ἐκ φυλάκης ἐλάσειε κατὰ σχῆμα κάλλους ἔφρασεν ἀποφατικῶς ὁ ποιητής. ἦν δὲ σαφέστερον εἰπεῖν καταφατικῶςὅτι Νηλεὺς δὲ τὴν θυγατέρα ἐδίδου ὃς ἂν τὰς μητρικὰς βόας ἐξελάσῃ τῆς Φυλάκης πόλεως Θετταλικῆς. (ῃερς. 289.) Ὅτι δὲ τὸ βίη Ἰφικληείη περιφραστικῶς δηλοῖ τὸν Ἰφικλῆν, δῆλον, καθὰ καὶ τὸ βίη Ἡρκληείη τὸν Ἡρακλῆν. Ἀγροιῶται δὲ οἱ ἀγρόται, κατὰ διπλοῦν πλεονασμὸν τοῦ τε ˉι δηλαδὴ καὶ τοῦ ˉω μεγάλου. (ῃερς. 293.) Τὸ δὲ ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι καὶ ἑξῆς ἕως τοῦ, ἐπήλυθον ὧραι, φράσις ἐστὶν ἐνιαυσίας ἀνακυκλήσεως. (ῃερς. 294.) Καὶ ὅρα τὸ, ἐπήλυθον ὧραι, αἱ τοῦ δευτέρου δηλαδὴ ἔτους τοῦ ὡς οἷον εἰπεῖν μετὰ τὸν πρῶτον ἀνατέλλοντος, τοιοῦτον γάρ τι τὸ περιτέλλεσθαι. Ἐκ δὲ τοῦ ἐπήλυθον ὧραι αἱ ἐπίβδαι τοῖς Δωριεῦσιν ἐλήφθησαν, αἳ μεθέορτοι εἰσὶν ἡμέραι, ῥηθεῖσα οὕτω παρὰ τὸ ἐπιβαίνειν ταῖς ἑορταῖς ἤγουν ἐπ' αὐταῖς ἔρχεσθαι, τουτέστι μετ' αὐτάς. (ῃερς. 296.) τὸ δὲ Διὸς ἐτελείετο βουλὴ, καθὰ καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ, ἐπληροῦτο τὸ πεπρωμένον. ἔστι δὲ ταυτὸν Διὸς βουλὴν εἰπεῖν καὶ θεοῦ μοῖραν, ὅπερ ἀνωτέρω ἐῤῥέθη ἐν τῷ, θεοῦ κατὰ μοῖρ' ἐπέδησεν. (ῃερς. 297.) Ὅτι ἡ Λήδα ἐξ Αἰτωλῶν ἦν Πλευρωνία, παῖς μὲν Θεστίου, ὡς καὶ ἀλλαχοῦ προεδηλώθη, Τυνδαρέου δὲ κατὰ τὸν ποιητὴν παράκοιτις τοῦ ἐκ Λακεδαίμονος, ἣ δὴ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα, οἳ καὶ νέρθεν γῆς τιμὴν παρὰ Ζηνὸς ἔχοντες, (ῃερς. 302.) ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε τεθνᾶσι. τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. τούτων δὲ κατὰ τοὺς νεωτέρους Πολυδεύκης μὲν θείου αἵματος λέγεται εἶναι, Κάστωρ δὲ θνητοῦ, τοῦ Τυνδάρεω γάρ. ὃν Ὅμηρος μὲν κοινῶς κλίνει καθὰ δηλοῖ τὸ, Τυνδαρέου παράκοιτιν ὡς Πανδαρέου, καὶ τὸ, ὑπὸ Τυνδαρέω παροξυτόνως λεχθέν. οἱ μέντοι μεθ' Ὅμηρον Ἀττικοὶ Τυνδάρεων προπαροξυτόνως φασὶν, ὡς Μενέλεων. οὕτω δὲ καὶ τὸν Πηνέλεων Ἀττικοὶ μὲν διὰ μακρᾶς ληγούσης προάγουσι καὶ προπαροξυτονοῦσι κατὰ πᾶσαν τὴν κλίσιν. ὁ δὲ ποιητὴς κοινότερον προφέρει, ὡς δηλοῖ καὶ τὸ, Πηνελέοιο ἄνακτος. (ῃερς. 299.) Ἰστέον δὲ ὅτι θρυλοῦνται οἱ ῥηθέντες Διόσκουροι ἐπὶ φιλαδελφίᾳ, καθὰ καὶ οἱ Ἀκτορίωνες, περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐγράφη, οἳ καὶ Διόσκοροι δίχα τοῦ ˉυ λέγονται, ἀδελφοὶ (ῃερς. 302.) ὄντες Ἑλένης, ἐφ' ὧν τὸ ἑτερήμεροι ζώουσιν, ἀντὶ τοῦ παρημέραν, ὡς μιᾷ μὲν τεθνάναι ἀμφοτέρους, τῇ ἑτέρᾳ δὲ ζῆν. ἡμισεύθη γὰρ τῷ Πολυδεύκει τὸ τῆς ἀθανασίας ἀΐδιον τῷ πρὸς ἡμέραν θανάτῳ, ἐν ᾗ συγκατακρύπτεται τῷ ἀδελφῷ. οὕτω δὲ καὶ τὸ συνεχὲς τοῦ θανάτου τῷ Κάστορι τῇ ἐφ' ἡμέραν ζωῇ ὁπηνίκα συναναβαίνεται τῷ ἀδελφῷ. καὶ ταῦτα παρατεθέντα ἓν παρ' ἓν τὸ ἑτερήμερον αὐτοῖς ἐξήρτυσαν. αἰνίττεται δέ φασιν ὁ μῦθος ταῦτα εἰς τοὺς ἐν οὐρανῷ διδύμους, οἷς οἱ αὐτοὶ λέγονται εἶναι οἱ Διόσκουροι. οἳ γενόμενοι μὲν κατὰ γῆς δοκοῦσιν οἷον τεθνάναι, ἀνατέλλοντες δὲ ζῆν λέγονται. ἕτεροι δὲ οὐ πάνυ πιθανῶς νοοῦντες τὸ ἑτερήμερον ἐπὶ τοῦ, τὸν μὲν, τῇ δὲ ζῆν τῇ ἡμέρᾳ ὡς τοῦ ἑτέρου ἐν νεκροῖς ὄντος, τῇ δὲ ἑτέρᾳ τὸν λοιπὸν ὡς θατέρου τεθνεῶτος εἰς τὰ δύο κατ' οὐρανὸν ἡμισφαίρια τοὺς Διοσκούρους ὑπονοοῦσιν, ὧν θάτερον μὲν ὑπὲρ γῆς ἀεί ἐστι, θάτερον δὲ ὑπὸ γῆν. ὅπερ ἀνατρέπων ὁ παραβάτης φησὶν, ὡς οὐκ ἔχει λόγον εἰρῆσθαι Διοσκούρους παρ' Ὁμήρῳ τὰ δύο ἡμισφαίρια τοῦ παντός. διὰ γὰρ τὸ ἀνεπαίσθητον τῆς τοῦ φωτισμοῦ φησὶ παραυξήσεως ἐν ἑκάστῃ ἡμέρᾳ οὐδὲ ἐπινοῆσαι ῥᾴδιον πῶς ἔστιν ἑκάτερον αὐτῶν ἑτερήμερον. λέγει δὲ μᾶλλον τοῖς κύκλοις ἐφαρμόζειν τὸ ἑτερήμερον τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. καὶ ταῦτα μὲν κατὰ ἀλληγορίαν. ἡ δὲ ἱστορία πολλὰ τοὺς Διοσκούρους σεμνύνει. τὸ δὲ ἐξ ᾠοῦ γενέσθαι αὐτοὺς τῶν νεωτέρων ἔστι πλάσμα, κείμενον καὶ παρὰ Λυκόφρονι. Ὅμηρος δὲ οὐδὲν τοιοῦτον μυθολογεῖ, ἀρκούμενος μετριάζειν ἐν τοῖς τοιούτοις. οὕτω δέ πως καὶ Κλέαρχος αἰδούμενος οἷον ἐπὶ τῷ μυθικῷ τούτῳ λήρῳ εὑρὼν τὰ ὑπερῷα καλούμενα παρὰ τοῖς παλαιοῖς καὶ ᾠὰ εἶπε τὴν Ἑλένην ἐν τοιούτοις οἰκήμασι τραφεῖσαν φήμην πέμψαι πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. Καὶ Νεοκλῆς μέν φασιν ὁ ἐκ Κρότωνος ἀπὸ σελήνης τὸ τοιοῦτον ἔφη ᾠὸν πεσεῖν. ᾠοτοκεῖν γὰρ τὰς σεληνίτιδας γυναῖκας φησὶ, καὶ τοὺς ἐκεῖ γενομένους πεντεδεκαπλασίους ἡμῶν εἶναι. καὶ οὕτω μὲν αὐτός. ὁ δὲ Ἔριφος, λόγιος δὲ ἦν καὶ αὐτὸς ἀνὴρ, χήνεια ληρεῖ ᾠά τε καὶ Μεγάλα τὴν Λήδαν τεκεῖν, ἐξ ὧν οἱ καὶ ἐν τῇ Ἰλιάδι κείμενοι Διόσκουροι. ὁ δὲ μελοποιὸς Ἴβυκος καὶ τοὺς μολιονίδας ὁμοίως παράγει ἐξ ᾠοῦ, εἰπὼν αὐτοὺς, ἅλικας ἰσοκεφάλους ἑνιγύους ἀμφοτέρους γεγαῶτας ἐν ᾠέῳ ἀργυρέῳ καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. ἡ δὲ λυρικὴ Σαπφὼ καὶ αὐτὴ στοιχοῦσα τῷ εἰρημένῳ περὶ τῶν Διοσκούρων μύθῳ, ἀλλ' αὐτὴ οὔτε ᾠὸν δυσυλλάβως οὔτε ὤεον διὰ τοῦ ˉε τρισυλλάβως γράφει, ἀλλὰ στίξασα καὶ οὕτως ἐκφωνήσασα τὸ ˉι προσγέγραπται ἐν τῷ ᾠὸν, τρισυλλάβωςπροφέρει ἐν τῷ, φασὶ δή ποτε Λήδαν ὤϊον εὑρεῖν. καὶ ἀλλαχοῦ, ὠΐου πολὺ λευκότερον. καὶ οὕτω μὲν ἡ Σαπφώ. Ἐπίχαρμος δέ φασι καὶ αὐτὸς διὰ τοῦ ˉε λέγει ὤεον ὁμοίως τῷ Ἰβύκῳ, ἐν τῷ, ὤεα χανός. καὶ Σιμωνίδης ἐν τῷ, οἷόν τε χηνὸς ὤεον Μαιανδρίου. Ἀθήναιος δὲ ὁ ταῦτα παραδοὺς καὶ ᾠάριον οἶδε διὰ τεσσάρων, ἤγουν τετρασυλλάβως. ὡς καὶ σταμνάριον τὸ σταμνίον, ἐξ οὗ καὶ Ζεὺς παρὰ τῷ κωμικῷ Στάμνιος, παίζοντι τὰ συνήθη, ἔνθα σταμνίου Διὸς υἱὸν λέγει τὸν Διόνυσον. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς.

Intertext edge

Open linked passage

Note