Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
292.1.1
) Ὅτι ὁ μαθὼν οἰκείου τινὸς ἀνδραγαθίας μεγάλας μὲν οὐκ ἀλεξικάκους δὲ, δυνήσεται εἰπεῖν ὅτι, ἄλγιον. οὐ γάρ οἵ τι τά γ' ἤρκεσε λυγρὸν ὄλεθρον, οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. Τηλέμαχος δὲ τοῦτο λέγει ἐφ' οἷς ἔμαθεν ἀνδραγαθίσασθαι τὸν κρατερὸν πατέρα. Τὸ δὲ ἄλγιον, κατὰ τελείαν στιχθὲν, ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ, ἀλγεινόν ἐστι τὸ πρᾶγμα. (ῃερς. 293.) Ὅρα δὲ ὅτι πολλαχῶς τὴν φωνὴν στρέφων ὁ ποιητὴς, τὸ ἐν ἄλλοις χάλκεον καὶ σιδήρεον ἦτορ, ἐνταῦθα καρδίαν σιδηρέην ἔφη, δοκῶν εἰς ταυτὸν ἄγειν τὸ ἦτορ τῇ καρδίᾳ. Ἰστέον δὲ ὅτι κρατερὰς χεῖρας εἰπόντος Μενελάου τὰς τοῦ Ὀδυσσέως, ὡς πρὸς αὐτό φησιν ὁ Τηλέμαχος τὸ, κραδίην σιδηρέην. μονονουχὶ λέγων, ὡς οὐ μόνον ὤνησεν εἰ κρατερόχειρ ἦν ἐκεῖνος, ἀλλ' οὐδὲ εἰ σιδηροκάρδιος. (ῃερς. 294.) Ὅτι προτρεπτικὸν εἰς ἀνάπαυσιν, τὸ, ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἡμέας. ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. Καὶ ὅρα καὶ νῦν τὸ τράπετε καὶ τὸ ταρπώμεθα, κάλλός τι ποιοῦντα τῇ παραθετικῇ παρηχήσει. (ῃερς. 297.) Ὅτι τὸ τῶν βασιλικῶν ξένων παρὰ Μενελάῳ στρῶμα, οὕτω καθίσταται. δέμνι' ὑπ' αἰθούσῃ θέμεναι. στορέσαιτ' ἐφύπερθε τάπητας. καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβαλέειν. χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. εἰ δὲ ὁ ποιητὴς μετὰ τὰ δέμνια ἐπάγει τὸ, ῥήγεα ἐμβαλεῖν, εἶτα τὸ, στορέσαι τάπητας, κατὰ τρόπον ὑστερολογίας τοῦτο ποιεῖ. ὑπόκεινται γὰρ τοῖς ῥήγεσιν οἱ τάπητες ὡς ἡ ἐτυμολογία δηλοῖ ἐν ἄλλοις ῥηθεῖσα. παρὰ τὸ πατεῖσθαι γὰρ γίνονται. εἰ δ' ἴσως τὰ ῥήγεα οὐ καλά ποτε λαμπρότεροι δὲ οἱ τάπητες, τότε στορεσθεῖεν ἂν τὰ ῥήγεα ὑπὸ τοὺς τάπητας, ὅπερ ἐνταῦθα οὐκ ἂν εἴη. καλὰ γὰρ τὰ ῥήγεα ὄντα καὶ πορφύρεα, οὐκ ἂν κρύπτοιντο ὑπὸ τοὺς τάπητας. Τίς δὲ ἡ αἴθουσα καὶ τὰ ῥήγεα καὶ οἱ τάπητες καὶ αἱ οὖλαι χλαῖναι, δεδήλωται ἀλλαχοῦ. (ῃερς. 302.) Ἰστέον δὲ ὅτι στορέσασθαι δέμνια αἱ δμωαὶ, οὐκέτι πάρεισι τοῖς ξένοις. ἀλλ' αὐτοὺς μὲν ἐξάγει κήρυξ. αὐτοί δ' ἐν προδόμῳ δόμου κοιμῶνται. (ῃερς.

Intertext edge

Open linked passage

Note