Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
294.1.1
) Ξίφος δέ φασιν ἐκφοβεῖ τὴν Κίρκην, ἢ ὡς δαιμόνιον οὖσαν μακροχρόνιον μὲν, θνητὸν δὲ ὅμως καὶ σωματοειδὲς καὶ πάθει δειλίας ἁλώσιμον, ἢ κατά τινα φυσικὴν ἰδιότητα. τῶν τινὰ γὰρ δαιμονίων, ὡς λόγος, ὕλας τινὰς πτοοῦνται. ἡ γοῦν ἴασπις κατὰ τὸν περιηγητὴν Διονύσιον ἐχθρὰ ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. καὶ τὰς Ἅιδου δὲ ψυχὰς ξίφει Ὀδυσσεὺς ἐκφοβῶν ἐπέχει τῆς ἐπὶ τὸ αἷμα ὁρμῆς. (ῃερς. 296.) Τοῦ δὲ κελήσεται ἡ κλίσις κατὰ τὴν τοῦ θελῶ θελήσω καὶ μελῶ μελήσω καὶ τῶν ὁμοίων. (ῃερς. 301.) Τὸ δὲ ἀνήνορα δηλοῖ μὲν τὸν ἄνανδρον, ἀντίκειται δὲ πρὸς τὸν εὐήνορα τε καὶ ἀγήνορα. ταυτὸν δὲ ἐνταῦθα τὸ κακὸν καὶ τὸ ἀνήνορα. (ῃερς. 307.) Σημείωσαι δ' ἐν τούτοις καὶ ὡς οὐκ ἐκ Διὸς ὁ Ἑρμῆς ἐλθὼν ἀλλ' οἴκοθεν ὁρμηθεὶς ὠφελεῖ τὸν Ὀδυσσέα. εἶτα ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, ὅθεν δηλαδὴ καὶ ἦλθεν οὐράνιον αὐτὸς ὢν ἀγαθόν. (ῃερς. 314.) Ὅτι πολλὴ μὲν ἡ τῆς Κίρκης καὶ πρὸς τὸν Ὀδυσσέα κολακεία τὸν τῷ Ἑρμῇ φίλον, ἀνύει δὲ ὅμως ἐκείνη οὐδὲν, ἀντιπράττοντος ταῖς κατ' αὐτὴν φαρμακείας τοῦ μώλυος. φησὶ γὰρ, ὡς ταχὺ ἐξελθοῦσα ἐκάλει καθὰ πρὸ αὐτοῦ καὶ τοὺς φίλους. αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ, εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου. ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. τεῦξε δέ μοι κυκεῶ χρυσέῳ δέπαϊ ὄφρα πίοιμι. ἐν δέ τε φάρμακον ἧκε κακὰ φρονέουσ' ἐνὶ θυμῷ. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον οὐδέ μ' ἔθελξε, ῥᾴβδῳ πεπληγυῖα, ἔφη· ἔρχεο νῦν συφεόνδε μετ' ἄλλων λέξαι ἑταίρων. (ῃερς. 321.) καὶ οὕτω μὲν αὐτή. ἐγὼ δέ φησιν ἄορ ὀξὺ ὡς ὁ Ἑρμῆς ὑπέθετο ἐρυσάμενος παρὰ μηροῦ, Κίρκῃ ἐπήϊξα, ὥστε κτάμεναι μενεαίνων. ἡ δὲ, μέγα ἰάχουσα, ὑπέδραμε καὶ λάβε γούνων. καὶ ὀλοφυρομένη καὶ τίς ποθεν εἶς ἀνδρῶν εἰποῦσα ἐπιφέρει θαῦμά μ' ἔχει ὡς οὔτι πιὼν τάδε φάρμακ' ἐθέλχθης. οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ' ἀνέτλη ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. (ῃερς. 330.) εἶτα στοχάζεται Ὀδυσσέα τοῦτον εἶναι, ὃν ἀεὶ Ἑρμῆς ἔφασκεν ἐλεύσεσθαι αὐτῇ ἐκ Τροίης ἀνιόντα σὺν νηΐ. φησὶ γάρ· ἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος. (ῃερς. 333.) ἐπὶ δὲ τούτοις ἀξιοῖ ἡ Κίρκη κολεῷ μὲν ἄορ ἐνθεῖναι. εὐνῆς δέ φησιν ἡμετέρης ἐπιβῆναι, ὄφρα μιγέντες εὐνῇ καὶ φιλότητι, (ῃερς. 335.) πεποίθομεν ἀλλήλοισι. Καὶ ὅρα τὸ πεποίθομεν, ἀσυνήθης γάρ ἐστιν ἐνεστώς. ὡς γὰρ ἐκ τοῦ πέπληγα γίνεται θέμα τὸ πεπλήγω κατὰ Συρακουσίους, καὶ ἐκ τοῦ πέφυκα τὸ πεφύκω καθὰ καὶ προεδηλώθη, οὕτω καὶ ἐκ τοῦ πέποιθα ἐνεστὼς πεποίθω. ἐξ οὗ τὸ πεποίθομεν. (ῃερς. 323.) ἀγεννὲς δὲ τὸ τῆς Κίρκης πλάττεται ἦθος, οὐ μόνον καθό τι οὕτω πρὸς εὐνήν ἐστιν εὐκατάφορος, ἀλλὰ καὶ ὅτι πάνυ δειλαίνεται, ὡς μὴ μόνον μέγα ἰάχειν ὃ δὴ γυναικεῖόν ἐστι, καὶ εἰς γουνασμὸν δὲ τραπῆναι, ἀλλὰ καὶ ὀλοφύρασθαι, εἰ καὶ ὁ γραμματικὸς Ἀριστοφάνης λισσομένη γράφει οὐ μὴν ὀλοφυρομένη. οὐδὲν γάρ φησιν ὀλοφυρτικὸν λέγει. δῆλον δὲ ὡς οὐ μόνον πρὸς μῦθον καὶ ἀλληγορίαν δὲ ἡ Κίρκη λαλεῖται, ἀλλὰ καὶ καθ' ἱστορίαν περιᾴδεται. καὶ παῖς Ὀδυσσέως καὶ αὐτῆς ἱστόρηται ὁ θρυλλούμενος πατροφόντης Τηλέγονος. (ῃερς. 325.) Τὸ δὲ μετ' ἄλλων λέξο ἢ λέξαι ἑταίρων, ἢ ἀντὶ τοῦ, ἀριθμήθητι, ἢ εὐνάσθητι, σῦς δηλαδὴ χαμαιευνὰς καὶ αὐτὸς γενόμενος. (ῃερς. 323.) Τὸ δὲ ὑπέδραμε, σχῆμά ἐστι προσώπου ὑποκεκυφότος τρέχοντος εἰς τὸ λαβεῖν ὅ ἐστιν ἅψασθαι γούνων. (ῃερς. 324.) Ὀλοφύρεσθαι δὲ πρὸ τούτων μὲν ἔλεον ἐδήλου τινὰ ἐν τῷ, εἰ μή τίς με θεῶν ὀλοφύρατο καί με σάωσεν, ἐνταῦθα δὲ πένθος αὐτόχρημα ἡ λέξις δηλοῖ. ἔστι δὲ κυρίως ὀλοφύρεσθαι τὸ ἐπί τινι ὀλοῷ φύρεσθαι δάκρυσιν. ἐκ τούτου δὲ ὀλοφυρμός. ὡς ἐκ τοῦ ὀδύρεσθαι. καὶ πτύρεσθαι ὀδυρμὸς καὶ πτυρμός. Τὸ δὲ ἀνέτλη ἐνταῦθα οὐ πόνον τινὰ δηλοῖ, ἀλλὰ στεῤῥότητα τὴν κατὰ νοῦν. οὕτω δὲ κατωτέρω ἐν τῷ, εἰ μή μοι τλαίης ὀμόσαι, οὐδὲ ἐκεῖ φερεπονίαν τινὰ ἡ λέξις δηλοῖ, ἀλλ' ἁπλῶς βεβαίαν θέλησιν. (ῃερς. 328.) Τὸ δὲ ἀμείψεται ἕρκος ὀδόντων, περίφρασίς ἐστι τοῦ, πίῃ. κεῖται δὲ κατὰ σχῆμα πρωθύστερον. τοῦ γὰρ πιεῖν προτερεύει τὸ ἀμείψεται ἕρκος ὀδόντων. ἔχει δέ τι καὶ ἐλλειπτικὸν ὁ λόγος, λέγων ὅτι οὐδεὶς ἀνέτλη τὰ φάρμακα ὃς ἂν πίῃ, καὶ οὗ πρῶτον ἀμείψεται ἤτοι παρέλθῃ τοὺς ὀδόντας, ληφθέντος τοῦ οὗ ἀπὸ κοινοῦ. (ῃερς. 329.) Ἔστι δ' ἐνταῦθα ἀμείβεσθαι οὐ τὸ ἐκ τῶν ἔσω ἔξω καθὰ ἐν ἄλλοις, ἀλλὰ τὸ ἐκ τῶν ἔξω ἐπὶ τὰ ἔσω ἰέναι. Ἀκήλητος δὲ νόος, ἀπαθὴς καὶ ἄθελκτος, ἢ κατὰ τοὺς παλαιοὺς ἀκατάκλαστος. ἀπὸ τοῦ κλῶ γὰρ πλεονασμῷ τοῦ ˉη δοκεῖ γίνεσθαι τὸ κηλῶ. Πολύτροπος δὲ πῶς λέγεται Ὀδυσσεὺς, προδεδήλωται. (ῃερς. 332.) Τὸ δὲ ἐκ Τροίης ἀνιόντα ταυτόν ἐστι τῷ ἀναπλέοντα, ὡς ἐφάνη πολλαχοῦ. Ὅρα δὲ καὶ ἐν τούτοις κλυτὸν τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὃς μελόμενος πᾶσιν ἀνθρώποις, ὡς ἀλλαχοῦ δηλοῦται, διήκει κατὰ χρησμοῦ δόσιν οὐ μόνον παρὰ Κύκλωπι, ἀλλ' ἰδοὺ καὶ παρὰ τῇ Κίρκῃ, ἐκεῖ μὲν γνωσθεὶς διὰ μάντεως, ἐνταῦθα δὲ δι' Ἑρμοῦ. (ῃερς. 334.) Τὸ δὲ εὐνῆς ἡμετέρης, κολακικῶς εἶπεν ἡ μυθικὴ Κίρκη, ὡς εἴπερ καὶ πρὸ πολλοῦ κοινὴ ἦν αὐτῇ τε καὶ τῷ Ὀδυσσεῖ εὐνή. Ὀδυσσεὺς μέντοι ἐλέγχων τὸ κολακικὸν ἄλλως μετ' ὀλίγα φησὶν ἐν τῷ, σῆς ἐπιβήμεναι εὐνῆς καὶ, τεῆς ἐπιβήμεναι εὐνῆς. σεμνῶς δὲ ταῦτα λαλεῖται ὡς καὶ τὸ, Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. τῇ γὰρ προφορᾷ τῆς εὐνῆς τὴν μίξιν δηλοῖ. (ῃερς.