Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
295.1.1
) Ὅτι κεῖται καὶ ἐνταῦθα χρόνος ἐπὶ ὀλιγίστου ἐν τῷ, ἔνθα καθεζόμενος, μεῖναι χρόνον εἰσόκεν ἡμεῖς ἄστυδε ἔλθωμεν, ὃ πάνυ ἦν ἐγγυτάτω. (ῃερς. 297.) Ὅτι ἐν τῷ, ἐπὰν ἡμᾶς ἔλπῃ ποτὶ δώματ' ἀφῖχθαι, ἀντὶ τοῦ στοχάζεσθαι κεῖται τὸ ἔλπεσθαι. (ῃερς. 300.) Ὅτι ἐνδόξου ἀνθρώπου δώματα ὑπογράφει τὸ, ῥεῖα δ' ἀρίγνωτ' ἐστί. καὶ ἂν πάϊς ἡγήσαιτο νήπιος. οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται τὰ τῶν ἄλλων. τοῦτο δὲ ὡς οἷον προαναφωνητικῶς εἶπε. νεάνιδι γὰρ εἰκασθεῖσα ἡ Ἀθηνᾶ, δείξει τῷ Ὀδυσσεῖ τὰ τοῦ βασιλέως δώματα. οὕτω γὰρ ἐχρῆν, ἵνα μὴ τελείῳ προσώπῳ περιτυχὼν ὁ ξένος καὶ ἀλήτης, λόγους δώσει τῷ ποιητῇ ἔξω καιροῦ. διὸ οὐδὲ ἡμέρας οὔσης εἰσέρχεται τὴν πόλιν Ὀδυσσεὺς, ἀλλὰ μετὰ δύσιν ἡλίου. ὡς ἂν μή τινι περιτυχὼν ἢ θεαθεὶς, πράγματα ἕξει ἐν μὴ δέοντι. κερτομούμενος κατὰ τὸν ποιητὴν ἢ ἐρωτώμενος. Τὸ δὲ καὶ ἂν πάϊς ἡγήσαιτο, Ἀττικὸς ἀνὴρ συναλείψας, κἂν πάϊς ἐρεῖ. καθὰ καὶ Σοφοκλῆς τὸ, καὶ ἂν ἐξέπραξεν εἰ κατημέλησ' ἐγὼ, κἂν ἐξέπραξεν ἔφη. (ῃερς. 303.) Ὅτι τὸ ὅτε εἰσέλθῃς περιφράζων, φησίν. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή. ἔστι δὲ τὸ κεκύθωσιν ἤτοι κρύψωσιν, ἢ δεύτερος ἀόριστος ἐκ τοῦ κεύθω ἔκυθον καὶ Ἰωνικῶς κέκυθον, ἢ μέσος παρακείμενος τοῦ αὐτοῦ ῥήματος καθ' ὁμοιότητα τοῦ ἐληλύθωσιν. (ῃερς. 305.) Ὅτι ὡς καὶ προεγράφη ἀφελῶς κατὰ ἀρχαϊσμὸν ἡ Ἀρήτη κάθηται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, ἠλακάτα στρωφῶσα, ὡς καὶ τοῦτο προεδηλώθη, ἁλιπόρφυρα. θαῦμα ἰδέσθαι. κίονι κεκλιμένη. δμωαὶ δέ οἱ εἵατ' ὄπισθεν. ἔνθα καὶ ὁ τοῦ Ἀλκινόου θρόνος ποτὶ κέκλιται αὐγῇ ἢ αὐτῇ. τῷ, ὅ γε οἰνοποτάζει ἐφήμενος (ῃερς. 309.) ἀθάνατος ὣς, κατὰ τὸν τῆς κόρης λόγον. ἣ μηδὲν ὑψηλὸν φρονοῦσα, ἀθανάτῳ εἰκάζει τὸν τρυφῶντα πατέρα ὡς δῆθεν θεῖον ὂν τὸ τοιοῦτον. (ῃερς. 305.) Αὐγὴν δέ φασι πυρὸς λέγει, τὸν φωτιζόμενον τόπον ὑπὸ πυρός. (ῃερς. 307.) Τὸ δὲ κεκλίσθαι ὅτι οὐ μόνον ἀνάκλισιν ἀλλὰ καὶ περιοχήν τινα δηλοῖ, πολλαχοῦ τῆς ποιήσεως φαίνεται. (ῃερς. 305.) Περὶ δὲ ἐσχάρας ᾗ παρώνυμος ὁ κοινῶς παρεσχαρίτης λεγόμενος, δηλοῦται μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ, μνηστέον τοῦ εἰπόντος ὅτι βωμὸς μὲν, ὁ προσβάσεις ἔχων. ἐσχάρα δὲ, ἡ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ γῆς. τὰ δὲ πολυτελῆ φησιν, ἑστίαι. μέγαρον δὲ, περιῳκοδομημένον ἐστὶ, καὶ σημαίνει οἶκον. γράφεται δὲ καὶ ἱστία διὰ τοῦ ἰῶτα ὡς ἐν τοῖς ἑξῆς φανεῖται, καὶ διὰ τοῦ ˉε. ὅθεν ὁ ἄοικος, ἀνέστιος. Ἑστία δέ φησι, καὶ σωματοειδὴς θεὰ, ἡ καὶ διὰ τοῦ ˉι οἷον. Ἱστίην καὶ Δήμητραν καὶ Ἶριν χρυσοπέδιλον. Νεάνθης δέ φασιν ὁ Κυζικηνὸς, λέγει ὡς βωμοὶ μὲν, δαιμόνων. ἐσχάραι δ', ἡρώων. Σοφοκλῆς δὲ, καὶ ἀντὶ βωμοῦ οἶδεν ἐσχάραν. λέγει δὲ καὶ Εὐριπίδης, μηλοσφαγεῖ τε δαιμόνων ἐπ' ἐσχάραις. ὅτι δὲ καὶ ἕλκους ἐσχάρα τροπικῶς, ἀλλαχοῦ ἐῤῥέθη. καὶ ὅτι αἱ εἰρημέναι προσβάσεις, ἐτυμολογοῦσι τοὺς βωμούς. καὶ ὅτι ἡ πρόσγειος ἐσχάρα, καὶ βαῦνος λέγεται εἰσέτι καὶ νῦν, ἀφ' ἧς ὁ βάναυσος. εἰ δὲ ἡ θυτικὴ ἐσχάρα παρὰ τὸ ἔχειν ἀρὰς παρῆκται, ζητητέον καὶ αὐτὸ ἑτέρωθι. οἰκονομικῶς δὲ πλάττει ὁ ποιητὴς ἐπ' ἐσχάρῃ νῦν καθῆσθαι ἀπεριέργως τοὺς βασιλεῖς. ἵνα αὐτόματος ἐπελθὼν Ὀδυσσεὺς, ἐντύχῃ αὐτοῖς καὶ ἱκετεύσῃ. παραμειψάμενος μὲν κατὰ τὴν συμβουλὴν τῆς κόρης, τὸν πατέρα (ῃερς. 310.) μητρὸς δὲ περὶ γούνασι χεῖρας βαλών. ὅ ἐστι περιφραστικῶς, γουνασάμενος. ἵνα φησὶ, νόστιμον ἦμαρ ἴδηαι χαίρων, καρπαλίμως. εἰ καὶ μάλαπερ τηλόθεν ἐσσί. Καὶ ὅρα ὡς τῇ γυναικί, ἐφ' οἷς δέον ὁ Ἀλκίνοος εἰς τὰ μάλιστα πείθεται. ὡς δὲ καὶ τιμᾷ ἐκεῖνος τὴν γυναῖκα καὶ ὡς εὐλόγως, ἡ ἐφεξῆς ῥαψῳδία ἐρεῖ. (ῃερς. 318.) Ὅτι ἐν τῷ, αἱ δὲ, τουτέστιν αἱ ἡμίονοι εὖμὲν τρώχων εὖ δὲ πλίσσοντο πόδεσσι, τὸ μὲν τρώχων, ἀντὶ τοῦ ἔτρεχον, ἀπὸ τοῦ τρωχῷ. οὗ ἡ γραφὴ, ὁμοία τῷ στρωφῶ καὶ τρωπῶ καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πλίσσοντο, λέξις μέν ἐστιν Ἰωνική. κατὰ δὲ τοὺς πλείονας, Δωρική. δηλοῖ δὲ, τὸ βηματίζειν καὶ μεταφέρειν σκέλος παρὰ σκέλος. ὅθεν καὶ πλὶξ, τὸ βῆμα. τὸ δ' αὐτὸ, καὶ πλίγμα. καὶ πλίξας, ὁ βηματίσας. καὶ περιπεπλιγμένον, τὸ περιβεβηκός. καὶ ἀπεπλίξατο, τὸ ἀπέβη, παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσι. καὶ Ἱπποκράτης δέ φασι πλίγμα λέγει, τὸ μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ διαπεπλίχθαι, τὸ περιπλέκειν τοὺς πόδας. ἔστι δὲ τὸ μὲν τροχάζειν, συντόνου κινήσεως. ἑτεροίας δὲ, τὸ πλίσσεσθαι πόδεσσιν. ἵνα λέγῃ τὰς ἡμιόνους, ἀγαθὰς εἶναι καὶ τρέχειν καὶ ἄλλως δὲ ἁπλῶς βαδίζειν. (ῃερς. 3.) Ὅτι νόῳ ἐπέβαλλεν ἱμάσθλην ἡ κόρη, τουτέστι, φρονίμως ἡνιόχευεν ὅπως ἅμα ἕποιντο οἱ πεζοί. καὶ ἄλλως δὲ ἡ κόρη νόῳ ἱμάσσει, ὡς μετροῦσα τὴν ὥραν. ἵνα πρὸς ἑσπέραν εἰς τὴν πόλιν ἔλθῃ ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Ἡ δὲ ἱμάσθλη, γίνεται μὲν παρὰ τὸν ἱμάντα ἐξ οὗ ἴσως κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης, καὶ ὁ μεμαλαγμένος λῶρος. λέγεται δὲ πολυωνυμίας λόγῳ, καὶ μάστιξ ἡ αὐτὴ, ἔτι δὲ καὶ κέντρον. ἀφ' οὗ ἵπποι κεντρηνεκέες. ἀνάπαλιν αὐτοὶ ὄντες τοῖς δίχα κέντροιο θέουσι. τοιούτου δὲ κέντρου, σύνθετον καὶ τὸ βούκεντρον, ἑτεροῖον μέντοι παντελῶς αὐτό. πρὸς ὅπερ ὁ ἀντιβαίνων βοῦς, λακτίζειν πρὸς κέντρα λέγεται. δῆλον δ' ὅτι καὶ ἐπὶ ἀνδρείου μορίου κωμικεύεται τὸ κέντρον, ὡς δηλοῖ τὸ, εἰς οὐχ' ὁσίην τρυμαλίην τὸ κέντρον ὠθεῖ. (ῃερς. 324.) Ὅτι πρὸς τὸν δυσωπούμενον ἄρτι γοῦν ἐλεῆσαι εἰ καὶ μὴ πρὸ τούτου ἐπείθετο, εἰκὸς ῥηθῆναι τὸ, κλῦθί μοι ὁ δεῖνα. νῦν δή περ μου ἄκουσον, ἐπεὶ πάρος οὔποτ' ἄκουσας ῥαιομένου, ὅτε μ' ἔῤῥαιεν ὁ δεῖνα. δὸς δέ με φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν. ὃ δή τις καὶ ἐν Ἰλιάδι ἱκετεύων εὔξατο, ἐθέλων καὶ φιληθῆναι καὶ ἐλέους τυχεῖν. (ῃερς. 329.) Ὅτι τὸ, οὔπω φαίνετο ἐναντίη, ἀντὶ τοῦ, οὐ παρίστατο ἐναργὴς, ἀλλὰ πόῤῥωθεν ἐβοήθει. περὶ Ἀθηνᾶς δὲ ὁ λόγος. (ῃερς. 330.) Ὅτι τὸ ζαφελῶς μενεαίνειν, ἐχρῆν μὲν βαρύνεσθαι ὡς ἀπὸ βαρυτόνου ὀνόματος τοῦ ζάφελος, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου ἐπὶ τῷ περισπασμῷ ἀρέσκεια. διατί δὲ τῷ Ποσειδῶνι ζαφελῶς μενεαίνοντι κατὰ Ὀδυσσέως ἡ Ἀθηνᾶ οὐκ ἀντέστη, Εὐριπίδης ἐξ Ὁμήρου κερδήσας, λύει σαφέστερον ἐντῷ κατ' αὐτὸν Ἱππολύτῳ. ἔνθα ἡ Ἄρτεμις ἔθος εἶναι θεοῖς φησι, μὴ ἀντικαθίστασθαι ἀλλήλοις ὅτέ τινα βλάπτουσι, κἂν ὁ φίλτατος ἀνθρώπων εἴη. καθὰ καὶ αὐτὴ οὐκ ἀντέπραξε τῇ Ἀφροδίτῃ ἐφ' οἷς ἐθανάτου τὸν φίλον Ἱππόλυτον. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετ' ὀλίγον ὁ Ὀδυσσεὺς ἱκετεύει Ἀρήτην Ἀλκινόου τοῦβασιλέως γυναῖκα. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται. ΟΔΥΣΣΕΙΑΣ Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (ῃερς. 4.) Ὅτι Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνοον, ἡ παροῦσα ἐπιγράφεται ῥαψῳδίᾳ. πεζεύει δὲἡ ταύτης καταρχὴ τὴν Ναυσικάαν ἐκ τῆς ἡμιονείας ἀπήνης. καὶ οἱ κασίγνητοι ἀμφίστανται αὐτὴν, ἀθανάτοις ἐναλίγκιοι, ὅτι καὶ ἀγχίθεοι ὡς προγέγραπται. ὑπ' ἀπήνης δὲ ἡμιόνους λύουσιν ἐσθῆτά τε εἰσφέρουσιν ἔσω, τουτέστι τὰ πλυθέντα εἵματα. αὐτὴ δ' ἐς θάλαμον ἤϊε. δαῖε δέ οἱ πῦρ φωτὸς χάριν γρῆυς ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα. ἥν ποτε ἀπείρηθεν νέες ἤγαγον, ἢ μάχης νόμῳ, ἢ κατὰ ἐμπορίαν. Ἀλκινόῳ δὲ γέρας ἔξελον, οὕνεκα (ῃερς. 11.) πᾶσι Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν. ἣ τρέφε Ναυσικάαν, καὶ ἑξῆς. Καὶ ὅρα ὡς φανερῶς ἄνακτα Φαιάκων λέγει τὸν Ἀλκίνοον, εἰ καὶ ἄλλως ἀριστοκρατεῖσθαι ὡς καὶ προελέχθη, φαίνονται οἱ Φαίακες. καὶ ὅτι ἀγαθὸς βασιλεὺς ὁ Ἀλκίνοος εἴγε ὡς θεοῦ αὐτοῦ ἤκουον οἱ τοῦ δήμου. (ῃερς. 6.) Τὸ δὲ ἐσφέρειν, διαφέρει πάντωςτοῦ ἐκφορεῖν. ὡς γοῦν ἐσφόρεον πρὸ τούτων μέλαν ὕδωρ εἰς τὰς πλυνοὺς αἱ ἀμφίπολοι, οὕτως ἐσφέρουσι καὶ οἱ βασιλικοὶ παῖδες ἐσθῆτα ἔσω. ἐκφορεῖται δὲ ναῦς. καὶ ἐκφέρεται λόγος, ὁ καὶ ἔκφορος διατοῦτο λεγόμενος. Ἐν δὲ τῷ, Ἀπειραίη γραῦς οὗ ἑρμηνευτικὸν τὸ Ἀπείρηθεν, σημείωσαι ὅτι ὁ πολλαχοῦ τὴν Φαιακίαν ἐκτοπίζειν ἐθέλων διὰ τὸ τερατωδέστερον, ἐνταῦθα ἐνέφῃνε τὴν ἀληθῆ θέσιν αὐτῆς. πλάσας τὴν βασιλικὴν θαλαμηπόλον γραῦν, ἐκεῖθέν ποθεν αἰχμαλωτισθεῖσαν ἐκ τῆς ἀντιπέραν γῆς, ἰδίως οὕτω καλουμένης Ἠπείρου ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ὁμωνύμως τῇ ὅλῃ γῇ. Καὶ ὅρα ὡς οὐ διὰ τοῦ ἦτα Ἤπειρον κατὰ τοὺς ὕστερον ἀλλὰ διὰ ἄλφα ἔφη Ἄπειρον τὴν ἰδίως οὕτω καλουμένην χώραν. καὶ τὴν ἐξ Ἠπείρου γραῦν, Ἀπείρηθεν ὁμοίως τῷ ἀθήνηθεν Θήβηθεν. σεμνότερον δὲ τοὔνομα τῇ γραῒ, τοῦ δε σποινικοῦ. τοιοῦτον γὰρ τὸ Εὐρυμέδουσα πρὸς τὸ Ναυσικάα. (ῃερς. 7.) Τὸ δὲ πῦρ ἔδαιε, πῦρ ἀνέκαιε κατωτέρω λέγει ἐν τῷ, πῦρ ἀνέκαιε καὶ (ῃερς. 13.) εἴσω δόρπον ἐκόσμει. τουτέστιν, εὐπρεπῶς ἔταττεν. οὗ ἡ παῦλα, ἀποκοσμεῖν λέγεται, ὡς δηλοῖ τὸ, ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός. Τὸ δὲ ἐξελεῖν ὅτι ἀντὶ τοῦ δοῦναί τι ὡς ἐξαίρετον νοεῖται ὡς ἐπὶ πολὺ, ἡ Ἰλιὰς πολλαχοῦ ἐδήλωσε. Φανερὸν δὲ, καὶ ὡς πᾶν γέρας, κατά τι ἐξαίρετον δίδοται. (ῃερς. 8.) Καὶ ὅτι Ὅμηρος μὲν, Ἄπειρονπρὸς διαστολὴν τῆς ὅλης γῆς, οἱ δὲ μεθ' Ὅμηρον, Ἤπειρον, τὴν χώραν φασίν. ἀφ' ἧς καὶ ὁ περιᾳδόμενος Ἠπειρώτης Πύῤῥος. καὶ βόες αἱ Ἠπειρώτιδες. (ῃερς. 15.) Ὅτι Ὀδυσσέως ἰόντος εἰς τὴν Φαιακων πόλιν, Ἀθήνη πολλὴν ἠέρα χεῦεν, οὐκ ἐπὶ κακῷ μέντοι, ἀλλὰ φίλα φρονέουσ' Ὀδυσσῆϊ. ἔστι δὲ τοῦτο ἀλληγορικῶς, ἡ προῤῥηθεῖσα φρόνησις. δι' ἧς περὶ δύναντα ἥλιον γέγονεν ἡ εἰς τὴν πόλιν εἴσοδος τῷ Ὀδυσσεῖ. ὡς ἂν μή τέ τις Φαιήκων ἀντιβολήσας ἐρωτῴη καὶ κερτομέοι ὡς εἰκὸς ἐπέεσσιν οἷα νεάνιδι ἀκολουθοῦντα, καὶ ἵνα αἴφνης ἐπιφανεὶς τοῖς βασιλεῦσι, θαυμασθείη. εἰ δέ τις ἀποροίη πρὸς τὸ Φαιακικὸν φιλόξενον ἀφορῶν, εἰ κέρτομοι οἱ κατὰ Φαιακίαν, λύσει μετ' ὀλίγα τὸ ἄπορον ὁ ποιητὴς, κατειπὼν τοῦ δήμου κακοξενίαν ὡς τῶν ἀρίστων μόνων φιλοξένων ὄντων οὐ μὴν καὶ τῶν λοιπῶν. ἐοίκασι γὰρ κατὰ τὴν Ὁμηρικὴν πλάσιν, εὐλαβεῖσθαι εἰ παραβάλλοντές τινες καὶ τὸ ἐν αὐτοῖς εὔδαιμον μαθόντες, ἐπιβουλεύσουσι. διὸ καὶ ἐπέκρυπτον ἑαυτοὺς καὶ ἐξετόπιζον καὶ πάντα ἐποίουν δι' ὧν ἂν ἀγνοοῖντο τοῖς παραβάλλουσιν. ὅθεν καὶ τὸν Ὀδυσσέα, νυκτὸς ἐπανεσώσαντο οἴκοι, φόβῳ ἐπιβουλῆς. ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. Ἠέρα δὲ καὶ ἐνταῦθα, τὴν ἀορασίαν φησί. θηλυκῶς σχηματίζων κατὰ ἔθος Ἰωνικόν. (ῃερς.

Intertext edge

Open linked passage

Note