Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
297.1.1
) Ἐν τούτοις δὲ, ὅρα καὶ τὸ, σπουδῇ ἤλυξαν ὄλεθρον. συντελοῦν εἰς τὸ, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν, ἤτοι ἀπόνως. (ῃερς. 299.) Τὸ δὲ κυανοπρωρείους, ἢ κατὰ πλεονασμὸν τῇ εˉι διφθόγγῳ παραλήγεται, ἢ ὡς κτητικὸν ὅμοιον τῷ, ἡμετέρειος. (ῃερς. 293.) Ὅτι καὶ ἐνταῦθα καθὰ καὶ πολλαχοῦ τῆς Ἰλιάδος, σχήματι ἀφηγηματικῷ χρῆται ἀρχομένῳ ἀπὸ τοῦ ἔστι ῥήματος. εἰπών. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη ἐσχατιῇ Γόρτυνος, ἐν ἠεροειδέϊ πόντῳ. ἔνθα Νότος μέγα κῦμα περὶ σκαιὸν ῥίον ὠθεῖ ἐς Φαιστόν. μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει. (ῃερς. 296.) ὅπερ ἀστεῖον εἰπεῖν, ὅτε τις λιθάριον δοὺς τίμιον, ἐκφύγῃ μεγάλην ἐπήρειαν. τοπογραφικὰ δὲ ταῦτα πρὸς ἱστορίαν ἀληθῆ ὁποῖα πολλὰ παρυφαίνει Ὅμηρος τῇ ποιήσει. (ῃερς. 293.) Λισσὴ δὲ πέτρα, ἢ ἡ λεία, ἢ ὀνοματικῶς οὕτω λεγομένη κατά τι κύριον ὄνομα. παρὰ δέ γε τοῖς Κρησὶ, βλισσὴ σὺν τῷ βῆτα κατὰ τοὺς παλαιούς. ἔστι δὲ ἀκρωτήριον τῆς Γορτυνίας. Κράτης δέ φασι, σὺν τῷ ˉν γράφει βλισσήν. καὶ δοκεῖ κατὰ εὐθεῖαν πτῶσιν ἀρσενικῶς προφέρειν ὁμοίως τῷ, σωλὴν καὶ τοῖς τοιούτοις. Τοῦ δὲ εἰς ἅλα, σαφέστερον τὸ, ἐν ἠεροειδέϊ πόντῳ. (ῃερς. 294.) Ἰστέον δὲ καὶ ὡς Ὅμηρος μὲν Γόρτυν Γόρτυνος κλίνει. τινὲς δὲ τῶν ὕστερον, Γορτύνην φασί. καὶ εἴρηται περὶ αὐτῆς ἐν τοῖς τοῦ περιηγητοῦ. (ῃερς. 295.) Σκαιὸν δὲ ῥίον, τὸ δυτικόν. ὃ καὶ μικρὸν λίθον φησὶν, ὡς πρὸς σύγκρισιν ἄλλων ἐκεῖ μειζόνων ἀκρωτηρίων. νοητέον δὲ ὅτι τῷ οὕτω νοουμένῳ σκαιῷ ὡς δηλαδὴ ἀριστερῷ, τὸ δεξιὰν ἀντίκειται. ὅπέρ ἐστιν ἀνατολικόν. Ἰστέον δὲ ὅτι σκαιὸν ἄνθρωπον Ἀττικοὶ, τὸν ἀπαίδευτόν φασι καὶ ἀνόητον, ὡς δηλοῖ σαφῶς καὶ ὁ κωμικός. ἀκολούθως δὲ καὶ σκαιὸν πρᾶγμα, τὸ μὴ κατὰ νοῦν ἀποβεβηκός. γίνεται δέ φασι παρὰ τὸ σκάζειν. ἵνα ᾖ σκαιὸς, ὁ σκάζων εἰς μάθησιν ὡς ἀνόητος, ἐξ αὐτοῦ δὲ, καὶ σκαιοσύνη. καὶ σκαιοβατεῖν, τὸ σκαιῶς καὶ ἀῤῥύθμως βαίνειν. εἰκὸς δὲ ἀπὸ τοῦ εἰρημένου σκάζω οὗ δοκεῖ προϋπάρχειν τὸ σκῶ κατὰ τὸ σχῶ σχάζω, ῥῶ ῥάζω τὸ ῥαίνω καὶ τὰ ὅμοια, γενέσθαι καὶ τὸ ἀσκεῖν κατὰ στέρησιν τοῦ περί τι σκάζειν. ἴσως δὲ, ἐκεῖθεν καὶ ἀσκηθὴς ὁ ἀβλαβὴς καὶ μὴ πάσχων τὸ σκάζειν τὰ εἰς ἐνέργειαν. ἐπισημαντέον δὲ καὶ ὡς εἴπερ σκαιὸν λέγεται καὶ τὸ ὡς ἐῤῥέθη ἀριστερὸν, λέγοιτ' ἂν σκαιὸς καὶ ὁ παρ' Ἀττικοῖς, ἐπαρίστερος, ὃ δὴ ἀλλαχοῦ ἐγράφη. ὅτι δὲ καὶ σκαιαὶ πύλαι Τρωϊκαὶ καὶ Σκαιὸς κύριον, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ὠθεῖν, οἰκεῖον ἐπὶ Νότου. ὥσπερ ἐπὶ Βορέου τὸ κυλίνδειν. καθὰ καὶ ἐν Ἰλιάδι ἐφάνη. (ῃερς. 296.) Φαιστὸς δὲ, οὐ μόνον πόλις Κρήτης, ἀλλὰ καὶ ἀκρωτήριον Γόρτυνος. ἀπὸ μὲν τῶν ἄλλων μερῶν, κύμασι κλυζόμενον καὶ εἰ βραχεῖά τις φασὶν αὖρα γένηται. ἀπὸ δὲ μεσημβρίας, οὐ δόλως· καί τοι τοῦ Νότου μέγιστα ἐγείροντος κύματα. αἴτιον δὲ, τὸ κατὰ τοῦτο φασὶ τὸ μέρος προηκούσαις εἰς θάλασσαν πέτραις προσαράσσεται τὰ κύματα καὶ οὕτω λύεσθαι καὶ μὴ κυμαίνειν τὰ ἔξω. Εἰς δὲ τὸ, μικρὸς δὲ λίθος, γράφουσιν οἱ παλαιοὶ ὅτι τὸ κῦμα τοῦ Νότου ἐποίει ἂν τὴν Φαιστὸν ἀλίμενον εἰ μὴ προκείμενος ὁ λίθος ἐκώλυε μέγα κῦμα ἐντὸς γίνεσθαι καταγνυμένων τῶν κυμάτων περὶ αὐτόν. γράφεται δέ φασι, καὶ Μαλείου δὲ λίθος. Μάλειον γὰρ ὠνομάζετο τὸ πρὸ τοῦ λιμένος τῶν Φαιστίων ἀκρωτήριον. Ἀντιθέτου δὲ σχήματος τὸ, μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει. ἐπεὶ καὶ ἀντίκειται ἀλλήλοις τὸ μικρὸν καὶ τὸ μέγα. Ὅτι δὲ ὁ ὡς εἴρηται μικρὸς λίθος ὁ κατὰ Φαιστὸν, τετελεσμένος ἦν πρός τινος Μαλέου. καὶ ὡς ἀνιερώθη Ποσειδῶνι πρὸς τὸ μὴ τὰ κύματα πελάζειν τῇ Φαιστῷ, ἐν τοῖς τοῦ Σουίδα κεῖται. (ῃερς. 301.) Ὅτι τὸ ἐπὶ Μενελάου ῥηθὲν, ὣς ὁ μὲν πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων ἠλᾶτο κατ' ἀλλοθρόους ἀνθρώπους, παντὶ ἀγείροντι προσαρμόττει. εἰ δὲ πρόσκειται καὶ τὸ ξὺν νηυσὶν, οἷον, ἠλᾶτο ξὺν νηυσὶν, ἐμπορευομένῳ τινὶ ἐξ ἀλλοδαπῆς χώρας οἰκεῖος ὁ λόγος. Καὶ ὅρα τὸ ἀγείρων ἐξ οὗ ἀγύρτης ὡς καὶ προείρηται. (ῃερς. 302.) Σημείωσαι δὲ ὅτι ἐκ τῶν τοῦ Μενελάου ἀγυρτικῶν τούτων κτημάτων ἅπερ ἐπὶ νεῶν πλέων ἔφερεν, ἔστιν εὑρεῖν τὴν τῶν ἐπίπλων ἐτυμολογίαν. ἔπιπλα γὰρ κατὰ Παυσανίαν, τὰ μὴ ἔγγαια κτήματα, ἀλλ' ἡ κατ' οἶκον κτῆσις ἡ δυναμένη πλεῦσαι. ὥσπερ δὴ καὶ παρὰτῷ Μενελάῳ ἔπλεε τὰ τοιαῦτα. καὶ μὴν ἄλλως ἔπιπλα καθ' ἑτέρους, ἐκ τῆς ἐπιπολῆς, τὰ οἱονεὶ ἐπιπολάζοντα ἐν τῷ προφαίνεσθαι. (ῃερς. 303.) Ὅτι καὶ πάλιν σεμνοῖς ὀνόμασι φράζων ὁ Νέστωρ τὰ κατὰ τὸν Αἴγισθον, φησί. τόφρα δὲ, ταῦτα ἐμήσατο οἴκοθι λυγρὰ, κτείνας Ἀτρείδην. οὐκ ἠθέλησε γὰρ ὁ γέρων ἄσεμνα εἰπεῖν, καί τοι τοῦ πράγματος ἐνδιδόντος ἀφορμάς. ὅς γε καὶ τὴν Κλυταιμνήστραν φρεσὶν ἀγαθαῖς εἶπε κεχρῆσθαι. ὅτε δὲ καὶ ἔκρινε κατειπεῖν τῶν τοιούτων, ἠρκέσθη τὸν μὲν Αἴγισθον, δολόμητιν καὶ ἄναλκιν εἰπὼν, στυγερὴν δὲ τὴν Κλυταιμνήστραν. (ῃερς. 305.) Ὅτι ἑπτάετες ἤνασσε τῆς Μυκήνης Αἴγισθος. ἣν καὶ ἐνταῦθα, πολύχρυσον λέγει. τῷ δέ οἱ ὀγδοάτῳ, κακὸν ἤλυθε δῖος Ὀρέστης, ἂψ ἀπ' Ἀθηνάων. κατὰ δ' ἔκτανε καὶ ἑξῆς. Καὶ σημείωσαι ὡς ἐκ τῆς ἑρμηνείας τοῦ ἑπτάετες ὃ δηλοῖ τὸ ἐπὶ ἑπτὰ ἔτεσιν, ἔλαβεν ἀπὸ κοινοῦ τὸ ἔτει. εἰπὼν. τῷ δέ οἱ ὀγδοάτῳ. δηλαδὴ τῷ ὀγδόῳ ἔτει. οὕτω καὶ ἐν Ἰλιάδι εἰπὼν ἐννῆμαρ ὅ ἐστιν ἐπὶ ἐννέα ἡμέραις, ἐπάγει, τῇ δεκάτῃ δέ. ἡμέρᾳ δηλαδή. ἣν ἔλαβε κατὰ κοινοῦ ἐκ τῆς ἀναπτύξεως τοῦ ἐννῆμαρ. (ῃερς. 306.) Τὸ δὲ ὀγδόατον, παραγωγὴν ἔπαθεν ὁποίαν τὸ τρίτατος, τέτρατος, ἑβδόματος. (ῃερς. 307.) Τὸ δὲ ἂψ ἀπ' Ἀθηνάων, τινὲς γράφουσιν ἂψ ἀπὸ Φωκήων, ὡς ἐκεῖ ὄντος παρὰ τῷ θείῳ Στροφίῳ τοῦ Ὀρέστου. θεραπεύουσι μέντοι καὶ τὸ ἀπ' Ἀθηνῶν οἱ παλαιοί. λέγοντες ὡς ἀπὸ Φωκίδος εἰς Ἀθήνας κατὰ ζήτησιν σταλεὶς Ὀρέστης μαθήσεώς τε καὶ παιδεύσεως, ἐκεῖθεν κατελθὼν οἴκοι, ἐποίησεν ἅπερ ἐποίησεν. ἵνα εἶεν δύο καταγώγια τῷ Ὀρέστῃ Φωκὶς μὲν, ἐπὶ ἀναστροφῇ. Ἀθῆναι δὲ, ἐπὶ παιδείᾳ. (ῃερς. 309.) Ὅτι καθ' ἣν ἡμέραν Ὀρέστης δαίνυ τάφον Ἀγείοισιν ἤγουν ἐτέλει τὸ νεκρικὸν δεῖπνον ὡς ἐκτείνας Αἴγισθον καὶ τὴν μοιχαλίδα, αὐτῆμαρ ἦλθεν ἐκ πλάνης Μενέλαος πολλὰ κτήματ' ἄγων, ὅσά οἱ νέες ἄχθος ἄειραν. Καὶ ὅρα ὅπως αὔξοι τῇ ἀοριστίᾳ τὸ τῶν κτημάτων πολυπληθές. οὐκ ἀρκεσθεὶς τῷ πολλὰ εἰπεῖν ἀλλὰ προσθεὶς καὶ τὸ, ἄχθος αὐτὰ εἶναι ταῖς ναυσίν. οὐκ ἔχει γὰρ ἐκθέσθαι ὡρισμένον ἀριθμόν. Ἐν τούτοις δὲ ἔστι νοῆσαι, ὡς ἑκὼν ἴσως ὁ Μενέλαος ἐπλανᾶτο ἐπὶ μακρὸν, ἀγείρων οὕτως ὡς προεῤῥέθη κτήματα. οὐ γὰρ πᾶσα πλάνη, κατὰ τὴν τοῦ Ὀδυσσέως ἀκουσία ἐστίν. εἴγε καὶ ληϊστῆρες πλανῶνται, πάντως ἑκόντες διὰ χρηματισμόν. Ἰστέον δὲ ὅτι τε τὸ τῆς νηὸς ἄχθος, φόρτος ἐλέχθη τοῖς ὕστερον, ὅθεν καὶ ναῦς φορτηγός. καὶ ὅτι ὁ αὐτὸς φόρτος, καὶ γόμος λέγεται, ὡς δηλοῖ καὶ Δημοσθένης ἐν τῷ, τὴν μὲν ναῦν εἰς Ῥόδον κατεκόμισε, καὶ τὸν γόμον ἐκεῖσε ἐξελόμενος ἀπέδοτο. καὶ ὅτι φόρτος μεταφορικῶς, καὶ ἡ ἐπί τινι πράγματι φορτικότης λέγεται. χρῆσις δὲ αὐτοῦ, παρὰ τῷ κωμικῷ. καὶ ὅτι ὡς ὁ βαρὺς λίθος ἀνδρὸς ἄχθος λέγεται ὅθεν σύνθετος ὁ ἐν τοῖς ἑξῆς που ἀνδραχθής. καί τις ἀνὴρ ἀεργὸς, γῆς ἐτώσιον ἄχθος. οὕτω καὶ νηὸς ἄχθος, ὁ ἐν αὐτῇ πολὺς γόμος. Τάφος δὲ νῦν ἡ ἐπὶ νεκρῷ δαὶς, οὐ διὰ τὴν ἔκπληξιν ἣν ὁ τῶν θαπτομένων ἔχει τάφος, ἀλλ' ὅτι ἐπὶ τάφῳ ἢ ταφῇ ἀνθρώπου γίνεται. περὶ δὲ τούτου, σαφέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. καθὰ καὶ περὶ τοῦ, πόσα σημαινόμενα τάφου. πολλὰ γάρ τινα ἡ λέξις δηλοῖ. (ῃερς. 313.) Ὅτι ὁ παραινούμενος μὴ ἐπὶ πολὺ τῶν οἰκείων ἀποδημεῖν ἵνα μὴ πρὸς τῶν ἐχθραινόντων ζημιοῖτο, ἀκούσοι ἂν πρὸς τοῦ παραινοῦντος τὸ, καὶ σὺ φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ' ἀλάλησο κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισι οὕτως ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν. ὅ ἐστι καταφάγωσι. καταδαπανήσωσιν. ἡ γὰρ κατˉα πρόθεσις, ἔμφασιν ἔχει δαπάνης πολλῆς. Ἰστέον δὲ ὅτι τὸ, καὶ σὺ φίλος, ἶσον ὂν τῷ, καὶ σὺ ὦ φίλε Ἀττικόν ἐστι. καὶ ὅτι ἀνὴρ Ἀττικὸς ἐρεῖ ἂν, καὶ σὺ φιλότης. οὐ γὰρ ἀεὶ πλῆθος ἡ φιλότης δηλοῖ, ἀλλά ποτε καὶ κατὰ ἑνός τινος ἡ τοιαύτη κεῖται λέξις. Σημείωσαι δὲ ὅτι κλητικὴ μὲν ἑνικὴ, οὐκ ἄν ποτε ἀντὶ εὐθείας ληφθείη. εὐθείαις δὲ ἀντὶ κλητικῶν κατακέχρηνται οἱ Ἀθηναῖοι. ὦ Αἴας λέγοντες ἀντὶ τοῦ ὦ Αἶαν. ὡς παρὰ τῷ Σοφοκλεῖ κεῖται. καὶ ὁ παῖς ὁ Ξανθίας παρὰ τῷ κωμικῷ, ἀντὶ τοῦ, ὦ παῖ καὶ ὦ Ξανθία. (ῃερς. 316.) Ὅτι λέξις ἐνταῦθα κεῖται φορτικὴ λόγῳ πεζῷ, τὸ, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἔστι δὲ ἡ τῆς λέξεως σκευωρία, τοιαύτη. δεύω τὸ ὑγραίνω. δεύσω. δευσίη. καὶ κατὰ διάλυσιν καὶ ἔκτασιν τῆς ἀρχούσης, δηϋσίη. ὥσπερ εὔκομος ἠΰκομος. καὶ ταύγετον τηΰγετον ὄρος Ἀρκαδικόν, καὶ τροπῇ τοῦ ˉδ εἰς ˉτ, τηϋσίη. φιλεῖ δὲ τὸ δέλτα τοιαύτην τροπήν. ὡς δηλοῖ καὶ τὸ, χάρις χάριδος χάριτος. θέμις θέμιδος θέμιτος. καὶ πλεονασμῷ θέμιστος. καὶ οὐδέτερον οὐθέτερον. καὶ ἐξουδενῶ, ἐξουθενῶ. καὶ ἔστι λοιπὸν τηϋσίη ὁδὸς, ἡ ὑγρὰ κέλευθος, καὶ ἁλία. καὶ κατὰ μετάληψιν, ματαία. περὶ δὲτοιαύτης μεταλήψεως, ἐν τῇ Ἰλιάδι γέγραπται. (ῃερς. 317.) Ὅτι τὰ τῆς Ἀθηνᾶς συμβουλευόμενοςκαὶ ὁ Νέστωρ τῷ Τηλεμάχῳ, φησί. ἀλλ' ἐς μὲν Μενέλαον, ἐγὼ κέλομαι καὶ ἄνωγα ἐλθεῖν. κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ ἐλθέμεν ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ' οἰωνοὶ αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὡς οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων μὴ ἔχοντες ὠφελῆσαι, κωλύουσι καὶ τὸ παρ' ἄλλων μαθεῖν. ὁ δὲ Νέστωρ, οὐ τοιοῦτος. δεῖ γάρ φασι τὸν συνετὸν, ἄλλων ἄλλοις μαθημάτων παραχωρεῖν. οὗτος δέ φασιν ὁ τόπος, διὰ τὸν μˉεν σύνδεσμον ἀνέπεισε τὸν γραμματικὸν Ζηνόδοτον ἐν τῇ ˉα ῥαψῳδίᾳ, γράψαι ὡς καὶ προεδηλώθη, πέμψω δ' ἐς Κρήτην τε καὶ ἐς Πύλον. καὶ πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δ' ἐς Κρήτην παρ' Ἰδομενῆα ἄνακτα. ὃς γὰρ δεύτατος ἦλθεν. οἴεται γὰρ ὁ Ζηνόδοτος, κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε παρεσκεύασται πλεύσειν, οἷον, καὶ ἐς Κρήτην, ὅθεν ἐκείνου μὲν τοῦ πλοῦ, ἀποτρέπει. μάλιστα δὲ προτρέπει ἐλθεῖν εἰς τὸν Μενέλαον. ὃς νέον ἐλθὼν, δεύτατος ἦλθεν ὡς προδεδήλωται. ἵνα λέγῃ ὁ Νέστωρ, ὅτι ἐς μὲν Μενέλαον κέλομαι ἀπελθεῖν, εἰς Κρήτην δὲ οὔ. εἰ δὲ τοῦτο καλῶς ὑπενόησεν ὁ Ζηνόδοτος, εἴη ἂν ὁ Νέστωρ τῆς μυθικῆς Ἀθηνᾶς συνετώτερος. Ὅρα δ' ἐν τούτοις ἐν τῷ, ἐγὼ κέλομαι καὶ ἄνωγα. τὸ μὲν ἐγὼ, ἐπικριτικῶς λεχθὲν ἀξιωματικώτερον. τὸ δὲ κέλομαι καὶ ἄνωγα, παραλληλίαν ταυτολογικὴν ἔχοντα κατά τι καὶ αὐτὰ ἀξίωμα. (ῃερς. 3.) Τὸ δὲ ἀποσφήλωσιν ἄελλαι, ἀντὶ τοῦ ἀποπλανήσωσιν ὁδοῦ. εἴωθε γὰρ τὸ σφάλλειν ἐμπόδιον ὁδοῦ σημαίνειν. οὗ διόρθωσις, τὸ ἀνασφάλλειν. (ῃερς. 322.) Τὸ δὲ αὐτόετες, ἀντὶ τοῦ δι' ὅλου ἔτους. ἐν ὑπερβολῇ δὲ ὁ λόγος, διὰ τὸ τοῦ πελάγους ἀχανές. ἀληθῶς γὰρ οὐκ ἀπέραντον ἐκεῖνο, εἴγε κατὰ τὸν ποιητὴν δυνατὸν ἀπὸ Κρήτης πεμπταίους τινὰς Αἴγυπτον ἱκέσθαι. ἔοικεν οὖν τὸ ἀδυνάτως, οὕτως λεχθὲν, ἐπὶ ἐκπλήξει τοῦ μείρακος λεχθῆναι. πῶς γὰρ δι' ὅλου ἔτους οἰωνὸς ἐξαρκέσει πετόμενος ἄπαυστα ὡς ἂν ἐξ ἄκρου εἰς ἄκρον ἵκηται. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι τῇ ταχυτῆτι τοῦ οἰωνοῦ προσέθετο μῆκος χρόνου ὁ Νέστωρ, ὑπὲρ τοῦ ἐμφῆναι τὸ πολὺ τοῦ πελάγους διάστημα. τοῦτο δὲ ποιεῖ, διὰ τὸ ἀκμήν φασι ξενικὰ τὰ χωρία ταῦτα εἶναι τοῖς Ἕλλησιν. Ἰστέον δὲ ὅτι ἔσται πιθανὸς καὶ δυνατὸς ὁ ῥηθεὶς λόγος, εἰ τοιαύτην ἔχει ἔννοιαν. ὅτι οὐκ ἄν τις παρατηρῶν δι' ὅλου ἔτους, ἴδοι ἂν οἰωνὸν διὰ τοῦ τοιούτου πελάγους πετόμενον, διά τε τὸ μέγα, καὶ μάλιστα διὰ τὸ δεινόν. ὡς εἶναί πως τῷ τοιούτῳ λόγῳ, καὶ τὴν θάλασσαν ταύτην ἄορνον. (ῃερς. 323.) Ὅτι ἐμφαίνει ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ, ἀλλ' ἴθι νῦν σὺν νηῒ εἰ δὲ θέλεις πεζὸς μετὰ δίφρου καὶ ἵππων, ὡς ἠδύνατο μὲν καὶ εἰς Σπάρτην διὰ θαλάσσης πλάσαι ἀπελθεῖν τὸν Τηλέμαχον. ἐπελέξατο δὲ τὸ διὰ ξηρᾶς, χάριν ποικιλίας καὶ ἐξαλλαγῆς ῥητορικῆς. καὶ ἵνα τι καὶ τοπογραφήσῃ. ἔχει δὲ ταῦτα καὶ προαναφώνησιν τῶν ἐφεξῆς. (ῃερς. 329.) Ὅτι ἑσπέραν φράζει τό, ἠέλιος δ' ἂρ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. συντομώτερον δὲ μετ' ὀλίγα τὸ, ἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον. πλατύτερον δὲ τὸ, δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. (ῃερς. 332.) Ὅτι ἐν τῷ, ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, ἔθος παλαιὸν δηλοῖ ὁ ποιητής. μέλλοντες γὰρ κοιμηθῆναι μετὰ θυσίαν οἱ παλαιοὶ, ἔθυον τὰς τῶν ἱερείων γλώσσας κατὰ ἔθος Ἰώνων ἢ Ἀττικῶν, βάλλοντες ἐν πυρί. ἀπένεμον δὲ αὐτὰς ὁσιοῦντες θεοῖς, ἢ τῶν δυσφημιῶν καθαίροντες ἑαυτούς. ἢ ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα. ἢ καὶ ὅτι τὰ ῥηθέντα, θεοῖς ἀνετίθεσαν ὡς ἐπιμαρτύρων αὐτῶν λαληθέντα. ἀμέλει καὶ κατὰ τὸ οὖς τῶν ἐκπωμάτων ἔσπενδον, τὴν θείαν οἰωνιζόμενοι ἀκοήν. ἢ καὶ διότι χρὴ τὰ ἐν συμποσίῳ σιγᾶν. ὅθεν καὶ παροιμία, μισῶ μνάμονα συμπόταν. ὅ ἐστι τὸν τὰ ἄξια σιγῆς ἐν μνήμῃ ἔχοντα καὶ ἐκκαλύπτοντα. ἄλλως γὰρ, ἐπαινετέος ὁ τῶν ἀξίων σπουδῆς μεμνημένος συμπότης. καὶ ἀντὶ τῆς χθιζῆς ἑωλοκρασίας, σπουδαίους λόγους ἐξερευγόμενος οὓς χθὲς τὸ συμπόσιον εἶχε τῷ κρατῆρι συμμεμιγμένους. καὶ ἑτέρως δὲ γλῶσσαι θύονται, ἵνα φυλάττοιτο τῇ γλώσσῃ ἐκεῖθεν μόνον τὸ κατ' αὐτὴν καλλιστεῖον, καὶ μὴ ἔχοι κατ' αὐτῆς ὡς ἐπαμφοτεριζούσης, αὐχεῖν ὁ ἐπικρίνας αὐτὴν δύναμιν εἶναι, διὰ τὸ ἐν πολλοῖς τῶν ἀνθρώπων ἀμφοτερόγλωσσον. ἦν δὲ ἐκεῖνος, ὁ ζητηθεὶς τὸ ἐν τοῖς ἱερείοις κάλλιστον καὶ ἀποστείλας γλῶσσαν. εἶτα προσεπιζητηθεὶς τὸ ἐν τοῖς ἱερευομένοις κάκιστον, καὶ πάλιν ἐκπέμψας γλῶσσαν. ὅπερ αἴνιγμα ἦν, τοῦ, πολλοὺς τῇ γλώσσῃ καὶ ὠφελεῖν καλλιστεύοντας, καὶ βλάπτειν δὲ κακύνοντας. ὃ δὴ ἔργον διαβολῆς. δίστομον γὰρ οἷόν τι ξίφος ἡ γλῶσσα. δύναμιν καὶ αὐτὴ τῶν ἐναντίωνἔχουσα, τοῦ τε κακύνειν δηλαδὴ καὶ τοῦ ἐπωφελεῖν. καὶ ἄλλως δὲ τὰς γλώσσας ὡσίουν θεοῖς πρὸς ἑσπέραν, ὡς ἤδη σιγήσοντες, καὶ τὴν γλῶσσαν ἀπόθετον φυλάξοντες. διὸ καὶ Ἑρμῇ αὐτὰς ἀνετίθουν ὡς λόγου δοτῆρι. ἴσως δὲ, καὶ διότι πάσης καθά τις ἔφη λογοδιαῤῥοίας ἀπηλλάγησαν, τραπεζοῤῥήτορες ὄντες, ὡς τὰ πολλὰ συμπίπτει τοῖς συμποσιάζουσιν. Ὅτι δὲ καὶ δίχα γλωσσῶν Ἑρμῇ πυμάτῳ σπένδεσκον οἱ Ἀχαιοὶ ὅτε μνησαίατο κοίτου, δηλοῖ καὶ αὐτὸ Ὅμηρος. καὶ ἴσως τοιούτου καιροῦ ἦν καὶ ὁ παρὰ τοῖς ὕστερον πότιμος Ἑρμῆς περὶ οὗ ἱστορῶν ὁ δειπνοσοφιστὴς, λέγει ὅτι ἑρμῆς, εἶδος πόσεως παρὰ Στράτιδι. ὡς δὲ ἡ ἐπὶ Διονυσίῳ σπονδὴ ἶσον ἴσῳ κεκραμένον οἶνον ὕδατι κατὰ τὸν κωμικὸν εἶχεν, ἑτέρωθι δεδήλωται. ἑτεροία πάντως οὖσα παρὰ τὰς
297.2.1
Ὅμηρον εἰπεῖν, ἀκρήτους ἤγουν ἀκράτους. εἰ δὲ πρὸς τὰς τοιαύτας, διάφοροί τινες ἦσαν αἱ κατ' Αἰσχύλου σπονδαὶ χαλίκρητοι, ζητητέον. τοιαῦται δὲ, αἱ ἐπὶ Διονυσίῳ κραθεῖσαι. χάλις γάρ φασιν, ὁ Διονύσιος. ἐξ ἐκείνου δὲ, καὶ ὁ ἄκρατος οἶνος. ὅθεν καὶ χαλιμὰς γυνὴ κατὰ τοὺς παλαιοὺς, ἡ ὑπὸ μέθης χαλωμένη τὸ σῶμα. καὶ ταῦτα μὲν οὕτω. Γλώττης δὲ, οὐ μόνον τὸ καταγλωττίζεσθαι παράγωγον, ἀλλὰ καὶ ὁ ἐγγλωτογάστωρ, ἤγουν ἀπὸ γλώσσης διατρεφόμενος, πρός τινα ὁμοιότητα τοῦ ἐγχειρογάστορος. ἔτι δὲ καὶ ὁ γλώσσασπις. ἤτοι ὁ τῇ γλώσσῃ ὁποίᾳ καί τινι προβολῇ χρώμενος διὰ τὸ στωμύλλεσθαι ἀναιδέστερον. ὁ δ' αὐτός φασι, καὶ κρότημα ἐλέγετο. καὶ κρόταλον. καὶ δοῖδυξ. καὶ τορύνη. καὶ βορβοροτάραξις. καὶ πολυκυλίνδητος. καὶ τρύπανον. ὅπερ ἐμφαίνει καὶ Ἀριστοφάνης ὅπου τρύμην θηλυκῷ γένει τὸν τοιοῦτον ἄνδρα ἔφη. Σημείωσαι δ' ἐν τούτοις, ὅτι τε τὸ τρύπανον, καὶ κίναιδον σκώπτει ἐν τῷ, τρύπανον αἰπολικὸν, ὃ παρὰ Καλλιμάχῳ κεῖται. καὶ ὅτι οὐ μόνον κυλίνδω βαρυτόνως καθ' Ὅμηρον ὡς πολλαχοῦ φαίνεται, ἀλλὰ καὶ περισπωμένως κυλινδῶ κυλινδήσω. ὅθεν ὁ ὡς ἐῤῥέθη πολυκυλίνδητος. Ὅτι δὲ ἐκ τῆς ζωϊκῆς γλώσσης μετηνέχθησαν καὶ αἱ κατὰ τοὺς αὐλοὺς γλῶσσαι, καθωμίληται. ἐπὶ τούτοις, πάλιν ἰστέον ὅτι ὡσιοῦντο γλῶσσαι, καὶ ἵνα φήμας ἀκούωσιν ἀγαθὰς αἷς λαλουμέναις ἡ γλῶσσα καθυπουργεῖ. Ἑρμῇ δὲ αὐτὰς ἔθυον, ὡς τοῦ λέγειν ἐφόρῳ. διὸ καὶ ὁ κωμικὸς δύσφημά τινα τοῦ Ἑρμοῦ εἰπόντος, ἐξονειδίζει λέγων. ἡ γλῶσσα, τῷ κήρυκι τούτων γίνεται. ὅπερ ὅμοιόν ἐστι τῷ, εἰς μάτην αἱ γλῶτται θύονται τῷ τὰ τοιαῦτα κηρύσσοντι. ἐν δὲ παλαιῷ ὑπομνηματισμῷ φέρεται καὶ συμβολικῶς εἰρῆσθαι τὸ, ἀλλ' ἄγε τάμνετε μὴν γλώσσας. ἵνα λέγῃ, ἀλλ' ἄγε σιγῶμεν πεισθέντες νυκτί. εὔηθες γάρ φασι τὸ λέγειν, σύντεμε τοὺς λόγους. ὅθεν διὰ τοῦ ἐθίμως τέμνειν γλώσσας, ᾐνίξατο καὶ αὐτό. λέγει δὲ καὶ τὸ σχόλιον ἐκεῖνο, καὶ ὡς ἐπὶ μόνης τῆς Νέστορος θυσίας εἴρηκεν ὁ ποιητὴς τὸ ἔθιμον. καὶ ὅτι Ἀττικὸν τὸ ἔθος, λαβὸν τὴν ἀρχὴν ἐντεῦθεν. ὁ δὲ δειπνοσοφιστὴς εἰπὼν ὅτι αἱ γλῶσσαι νέμονται τῷ Ἑρμῆ διὰ τὴν ἑρμηνείαν, καὶ ὅτι ἔσπενδον οἱ παλαιοὶ ἀπὸ τῶν δείπνων ἀναλύοντες, προσιστορεῖ καὶ ὅτι τὰς τοιαύτας σπονδὰς ἐποιοῦντο Ἑρμῇ, καὶ οὐχ' ὡς ὕστερον, Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. Ἔτι ἰστέον καὶ ὅτι ἔχει τις ποτὲ ἀστεϊζόμενος ἐπιτραπέζια, εἰπεῖν, τὸ, ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας κεράασθε δὲ οἶνον, καὶ ὅτε τυχὸν γλῶσσαι ταριχευταὶ κελεύονται παρατίθεσθαι. Τάμνετε δὲ γλώσσας, ἀντὶ τοῦ θύετε. Ἰώνων δὲ ἡ λέξις ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅτι δὲ καὶ ἐκαίοντο αἱ ῥηθεῖσαι γλῶσσαιμετὰ σπονδῆς δηλοῖ τὸ, γλώσσας δ' ἐν πυρὶ βάλλον ὅ ἐστιν ἐτίθουν. ἀνιστάμενοι δ' ἐπέλειβον. ὡς δ' ἡ ζωϊκὴ γλῶσσα καὶ μάλιστα ἡ κατ' ἄνθρωπον, ἀπομερίζει ἑαυτῆς τὴν κατὰ διάλεκτον ὡς τὸ, γλῶσσ' ἐμέμικτο, δηλοῖ καὶ ὁ γράψας ἐν τῷ περὶ τῶν πέντε διαλέκτων, ὅτι γλῶσσα ἐστὶν, ἰδίωμα διαλέκτου. τὰ δὲ ἐκ τῆς γλώττης οἷον ἡ γλωσσαλγία. τὸ καταγλώττισμα. αἱ τῶν αὐλῶν γλῶτται. ὁ ἐγγλωττογάστωρ. καὶ τἄλλα, εἰς κοινὴν χρῆσιν τετρίφαται. Ὅτι δὲ λείβειν, ταυτόν ἐστι τῷ σπένδειν, δηλοῖ ἐπαγαγὼν εὐθὺς τὸ, αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός. τοῦτο δὲ, καὶ πόσεώς ἐστιν αὐτάρκους δηλωτικόν. δῆλον δὲ πολλαχόθεν, ὡς ταυτόν ἐστι, λείβειν καὶ εἴβειν. καὶ ὡς Ἰώνων καὶ Αἰολέων ἐστὶ τὸ εἴβειν ἐκ τοῦ λείβειν. καθὰ καὶ τὸ αἰψηρὸς ἐκ τοῦ λαιψηρός. καὶ ὡς ἐκ τοῦ λείβειν μὲν, λείβηθρα τόπος ὕδασι κατάῤῥυτος χρηστοῖς. οὗ ἐθνικὸν οἱ λειβήθριοι. ἐκ δὲ τοῦ εἴβειν, εἴβιμος ὁ στάζων. καθὰ καὶ ἐκ τοῦ ἀμείβειν, θηλυκὸν ἡ ἀμειβώ. ἑτεροιουμένη πρὸς τὴν ἀμοιβὴν καὶ τὰ κατ' αὐτὴν ὅσα τὴν οˉι δίφθογγον ἔχουσιν. Ἰστέον δὲ ὅτι καὶ δίχα τῆς ἐπὶ ταῖς γλώσσαις σπονδῆς καὶ πόσεως, ἦν τι ποτήριον ὡς ἱστορεῖ Αἴλιος Διονύσιος, ἀγαθοῦ δαίμονος λεγόμενον, τὸ μετὰ ἄρσιν τραπεζῶν προσφερόμενον. καὶ ἄλλως δὲ ἦν φασὶν ἀγαθὸς δαίμων, ᾧ μετὰ ἄρσιν τραπεζῶν ἔπινον. (ῃερς. 334.) Ὅτιπαρακέλευσμα εἰς ὕπνον τὸ, κοίτοιο μεδώμεθα, τοῖο γὰρ ὥρη. δηλοῖ δὲ ὁ κοῖτος μὲν τὴν κοίτην. αὐτὴ δὲ, τὴν ἀνάκλισιν δι' ἧς ὕπνος περιγίνεται. (ῃερς. 336.) Ὅτι ἐν τῷ, οὐ δὲ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἤγουν οὐ χρὴ ἐπὶ μακρὸν ἐν θυσίᾳ καθῆσθαι καὶ διατρίβειν τὸ συμπόσιον, αἴτιον τοῦ λόγου, εὐλάβεια μὴ καὶ εἰς κακόν τι ἐξενεχθῶσιν οἱ πίνοντες μεθυσθέντες καὶ τὴν θυσίαν αἰσχύναντες. ἐν μὲν γὰρ ἑορταῖς εἴθισταί φασι καταπαννυχίζειν. ἐν δὲ θυσίαις, οὐχ' ἥρμοσε διατρίβειν νύκτωρ πίνοντας, μὴ τοῦ πότου προκόπτοντος συμβῇ τι ἄτοπον. λέγεται δὲ καὶ ὅτι τοῖς ἐπουρανίοις μεθ' ἡμέραν ἔθυον. διὸ τὰς δειλινὰς θυσίας οἱ μάντεις παραιτούμενοι, ἀνίσχοντος ἡλίου ἐπετέλουν αὐτάς. Ἀθήναιος δὲ γοργῶς εἰπὼν ὡς καὶ νῦν δὲ νόμος ἔκ τινων θυσιῶν πρὸ ἡλίου δύνοντος ἀπιέναι, λέγει καὶ ὅτι διδάσκει ἡμᾶς Ὅμηρος, δεῖν τοὺς κεκλημένους ἐφ' ἑστίασιν, παρακαλεῖν τοὺς κεκληγότας ἀπανίστασθαι, ὡς Τηλέμαχος ποιεῖ πρὸς Μενέλαον. καὶ Ἀθηνᾶ προσποιουμένη Μέντωρ εἶναι πρὸς Νέστορα. εἰσηγουμένη γνωμικῶς, ὡς ἐν θεῶν ἑορταῖς οὐχ' ὅσιον πλέον χρόνον παραμένειν. (ῃερς. 345.) Ὅτι καὶ ἐνταῦθα τὸ, καθαπτόμενος ἐπέεσσιν, ἀντὶ τοῦ φιλοφρονούμενος. ὅπερ ἐντελέστερον ἔχει ἐν τῷ, μαλακοῖς καθαπτόμενος ἐπέεσσιν. (ῃερς. 346.) Ὅτι τὸ, θεὸς τό γ' ἀλεξήσειεν, ὅμοιόν ἔστι τῷ, μὴ γένοιτο. ὅπερ ἐν ἄλλοις ἐρεῖ, μὴ τοῦτο θεὸς τελέσῃ. Σημείωσαι δὲ ὅτι ὁ Νέστωρ ἐνταῦθα εἰπὼν, Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἑξῆς, ἐνστατικῶς ἀπείπατο, ἐάσαι τὸν Τηλέμαχον εἰς τὴν νῆα ἐλθεῖν. Ὁμήρου καὶ τοῦτο καταστήσαντος εὐμεθόδως εἰς τὸ καὶ πιθανὸν καὶ ἔνδοξον. οὔτε γὰρ ἐχρῆν τοὺς βασιλικοὺς παῖδας ἐάσαι κοιμηθῆναι ἐπὶ τῶν τῆς νηὸς ἰκρίων ὡς αὐτὸς ἐρεῖ, ἀλλὰ μαλακὰς εὐνὰς ὑποστρῶσαι εἰς πλούτου ἐπίδειξιν. καὶ τὸν τῆς Ἀθηνᾶς δὲ τεράστιον ἀφανισμὸν ἐν σχήματι φήνης, ἔδει οὐκ ἐν ἀπανθρώπῳ γενέσθαι τόπῳ, ἀλλ' ἐπὶ πολλῶν καὶ ἀξιολόγων ἀνδρῶν. οἳ καὶ θαμβήσουσι καὶ ὕλην ἀξίαν λόγου τῷ ποιητῇ δώσουσι. Τὸ δὲ Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὕτω γὰρ ἡ Ὁμηρικὴ φράσις ἔχει, ἀρχήν τινα ὑποβάλλει τοῦ ἀλεξίκακον τὸ θεῖον λέγεσθαι. (ῃερς. 348.) Ὅτι ἀνείμονος ἠὲ πενιχροῦ εἰπὼν εἶτα ἑρμηνεύων τὰς λέξεις, φησίν. ᾧ οὔτε χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ, οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. Καὶ ἔστι ταῦτα ὁρισμὸς ἀνείμονος καὶ πενιχροῦ. τοιοῦτος γὰρ πάντως ὁ μὴ ἔχων χλαίνας καὶ ῥήγεα πολλὰ, ὡς αὐτόν τε καὶ τοὺς ξεναγωγουμένους, μαλακῶς ἐγκοιμᾶσθαι. τούτων μέντοι τὸ ἀνάπαλιν δηλοῖ ὁ Νέστωρ ἐν τῷ, αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. (ῃερς. 349.) Ῥῆγος δὲ, τὸ βαπτὸν ἱμάτιον ἢ ὕφασμα. ἢ καὶ ἄλλως ῥήγεα, τὰ περιστρώματα καὶ πάντα τὰ βαπτὰ, παρὰ τὸ ῥῆξαι ὅ ἐστι βάψαι κατὰ γλῶσσαν ὥς φασιν οἱ παλαιοί. (ῃερς. 350.) Τὸ δὲ μαλακῶς ἐνεύδειν, ἑτεροῖόν ἐστι τοῦ ἐπὶ στιβάδος εὕδειν. ἐκείνη γὰρ ὡς τὰ πολλὰ οὐ μαλακή. Ἰστέον δὲ, ὡς εἰ καὶ ὁ Νέστωρ αὐχεῖ χλαίνας ἔχειν καὶ ῥήγεα καὶ λοιπά τινα τοιαῦτα, ὅπερ εἰκὸς καὶ ἄλλοις εἶναι εἰπεῖν τῶν κατ' αὐτὸν ἡρώων, ἀλλὰ Τελλίας ὁ Ἀκραγαντῖνος, πολλῷ τῶν τοιούτων ἁπάντων ὑπερφέρει. ὅς φασι φιλόξενος ὢν, πεντακοσίοις ἱππεῦσι καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. Καὶ σημείωσαι κἀνταῦθα ὡς ἔστι διαφορὰ χιτῶνος καὶ ἱματίου. ἔτι ἰστέον ὡς εἰ καὶ ὁ Τελλίας οὕτως ἦν ὡς εἴρηται πολυτελὴς, ἀλλὰ οἱ παλαιοί φασι στρωμνὰς εἰδέναι διαπρεπούσας, τὴν Ἀρήτην καὶ τὸν Νέστορα. ἱστοροῦντες, καὶ ὡς εὐφόρει καὶ Κόρινθος περὶ τὰ στρώμματα. οἷς σύστοιχόν ἐστι καὶ τὸ ὄνομα τοῦ στρώτου. ὃς πάλαι μέν ποτε ἁπλούστερον διέκειτο εἴ τε ἀνὴρ ἦν εἴ τε γυνή. παρὰ δὲ τοῖς ὕστερον, πάνυ ἐσπούδαστο. πρῶτοι δέ φασι Πέρσαι στρώτας ἐφεῦρον ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. καὶ τοῦτο δῆλον ἐκ πολλῶν ἱστοριῶν. χωρίζεται δέ φασιν ἡ τῶν στρωμάτων σύνθεσις, περιβολῇ καὶ ὑποβολῇ. ἤγουν τοῖς ὑποστρώμασιν ἃ ὑποβάλλονται, καὶ τοῖς ἐπικειμένοις σκεπάσμασιν. Ὅτι ἴκρια νῦν μὲν, καταστρώματα νηός. ταυτόν δ' εἰπεῖν σανιδώματα, ὡς δηλοῖ τὸ, νηὸς ἐπ' ἰκριόφιν καταλέξεται. λέγονται δὲ ἴκρια, καὶ τὰ ἐγκοίλια τῆς νηός. καὶ τοῦ καταστρώματος δὲ τὸ ἐν τῇ πρύμνῃ μέρος, ἔνθα ὁ τοῦ κυβερνήτου τόπος. καὶ ὁ ἱστὸς δὲ τῆς νηός. ὅθεν τὸ κέρας ἐπίκριον. δῆλον δὲ, ὡς οἱ ναυτικοὶ ἐπὶ τῶν ῥηθέντων καταστρωμάτων κοιμῶνται. Ἰστέον δὲ ὅτι ἴκρια προπαροξυτόνως ἐλέγοντο καὶ τὰ ἐν τῇ ἀγορᾷ ἀφ' ὧν ἐθεῶντο τὸ παλαιὸν τοὺς Διονυσιακοὺς ἀγῶνας πρινὴ σκευασθῆναι τὸ ἐν Διονύσου θέατρον. ὅτι δὲ τὰ τοιαῦτα θέατρα θάλασσα κοίλη ἐλέγοντο, Παυσανίας δηλοῖ. (ῃερς.
297.1.2
) ὡς ἐπὶ πολυχανδοῦς ἀγγείου τινὸς τὸ, μεγάλην νηδύν. Ἄκρητον δὲ γάλα λέγει, ἐν ᾧ ἐστιν ἔτι τὸ τυρῶδες καὶ τὸ ἐλαιῶδες καὶ τὸ ὀρῶδες. Τὸ δὲ τανυσάμενος διὰ μήλων, ταυτόν ἐστι κατὰ τὸν Ἀθήναιον τῷ διὰ πάντων τῶν μήλων. ἵνα δηλοῖ ἐμφαντικοῖς εἴτουν συλλογιστικῶς, τὸ τοῦ Κύκλωπος μέγεθος. οὕτω δέ φησι καὶ τὸ διὰ νυκτὸς ταυτόν ἐστι τῷ, δι' ὅλης νυκτὸς. πάντως δὲ τὸ τανυσάμενος διὰ μήλων, ἄλλον τρόπον ταναΰποδα εἶναι τὸν Κύκλωπα βούλεται ἤπερ τὸ, μῆλα ταναΰποδα. ἔνθα Αἰολικῶς τετραμμένου τοῦ ˉο εἰς ˉυ, σκοπητέον εἰ καὶ ἐρυσίβη τροπὴν ὁμοίαν ἔχει ὡς ἐξ ἀέρος βαίνουσα. πάχνη γάρ τις ἐστί φασι γινομένη ἐν δυσαερίᾳ, φθείρουσα καρπούς. ὡς εἶναι κατὰ τὸ ἐντελὲς ἀεροσίβην αὐτήν. (ῃερς. 299.) Ὅτι τανυσαμένου τοῦ Κύκλωπος μετὰ πλησμονὴν ἐβούλευσεν ὡς εἰκὸς Ὀδυσσεὺς ἀνελεῖν αὐτόν. καὶ ἦν μὲν εὐχερέστερον τοῦτο τοῦ ἐκτυφλῶσαι. ὅτι δὲ οὐκ ἦν ἐλπὶς ἔτι σωθῆναι διὰ τὸν πωμάζοντα ἠλίβατον λίθον τοῦ θυρεοῦ, δευτέρας γίνεται σοφωτέρας φροντίδος τῆς κατὰ τὴν τύφλωσιν καὶ οὕτω περισώζεται. φησὶ γοῦν. τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν, ἆσσον ἰὼν ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἦπαρ ἔχουσι, χεῖρ' ἐπιμασσάμενος. ἕτερος δέ με θυμὸς ἔρυκεν. αὐτοῦ γὰρ ἄν φησι καὶ ἄμμες ἀπωλόμεθ' αἰπὺν ὄλεθρον. οὐ γάρ κεν δυνάμεθα θυράων ὑψηλάων χερσὶν ἀπώσασθαι λίθον ὄβριμον ὃν προσέθηκε. (ῃερς. 299.) Καὶ ὅρα ὡς ἐπαινεῖ καὶ νῦν ἀφθονήτως παρὰ τοῖς ξένοις ἑαυτὸν Ὀδυσσεὺς ἐπὶ οἰκεία συστάσει μεγαλήτορα θυμὸν εἰπὼν ἔχειν. Τὸ δὲ βούλευσα, ἐνεργητικῶς καὶ νῦν ἐῤῥέθη, ὅπερ οὐκἂν γράψῃ ἀττικίζων ἀνήρ. Περὶ δὲ φρενῶν ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. (ῃερς. 302.) Τὸ δὲ χειρὶ ἐπιμασσάμενος, ἀντὶ τοῦ αὐτόχειρ' ἁψάμενος. ἢ ἐγκρατῶς. καὶ σημείωσαι ὡς ἐντεῦθεν καὶ τὸ χερμάδιον ὃ δηλαδὴ ἔστι τῇ χειρὶ μάσασθαι. ἐκ δὲ τοῦ τοιαύτου μάσασθαι καὶ τὸ περισπώμενον μασᾶσθαι. ὅπερ οὐδέν ἐστιν ἀλλ' ἢ στόματι μάσασθαι. ἀφ' οὗ καὶ ὁ μασητὸς τοῖς βρέφεσι μαστός. Τὸ δὲ ἕτερος δέ με θυμὸς ἔρυκεν, ἐναντίον ἐστὶ πρὸς τὸ, ἕτερος δέ με θυμὸς ἀνῆκεν. ἐκεῖνο γὰρ προτροπὴν εἰς ἔργον δηλοῖ. (ῃερς. 304.) Αἱ δὲ ὑψηλαὶ θύραι, οἰκεῖαι πρὸς τὸν ῥηθέντα ἠλίβατον θυρέον. (ῃερς. 306.) Ὅτι νύκτερον λύπην δηλοῖ τὸ, ὣς τότε μὲν στενάχοντες ἐμείναμεν ἠῶ δῖαν. ἐν τούτοις δὲ (ῃερς. 308.) καὶ κλυτὰ μῆλα τὰ τοῦ Κύκλωπος λέγει, διὰ τὸ πλῆθος. ἢ διὰ τὸ καλλίτριχον. ἢ διὰ τὴν πιότητα. ἐπάγει οὖν ἐν τρισὶ τόποις δειπνήσας δ' ἄντρου ἐξήλασε πίονα μῆλα. καὶ, ἑσπέριος δ' ἦλθε καλλίτριχα μῆλα νομεύων. (ῃερς. 313.) Ὅτι καὶ ἄλλως τὸ ῥωμαλέον τοῦ Κύκλωπος ἐκφαίνων φησὶν ὡς ἐξῆλθεν εἰς νομὴν, ῥηϊδίως ἀφελὼν θυρεὸν μέγαν ὃν λίθον ὄβριμον προσεχῶς ἔφη. αὐτὰρ ἔπειτα ἂψ ἐπέθηκεν, ὡς εἴ τε φαρέτρῃ πῶμ' ἐπιθείη. (ῃερς. 314.) Καὶ ὅρα τὸ σύντομον τῆς παραβολῆς καὶ τὸ ἐντεῦθεν καίριον. οὐ γὰρ πρᾶγμα παρέβαλε πράγματι, τὴν φαρέτραν δηλαδὴ τῷ μεγάλῳ σπηλαίῳ, ἦν γὰρ ἂν ψυχρὸς ὁ λόγος διὰ τὸ ἐν σμικροπρεπίᾳ κακόζηλον, ἀλλ' ἐνέργειαν ἐνεργείᾳ, τὸ ῥᾷον δηλαδὴ τοῦ ἐπιπωπασμοῦ τῆς φαρέτρας τῷ ἀπόνῳ τοῦ σπηλαίου συγκλεισμῷ. καὶ οὐκ ἦν εἰς πλέον διασκευάσαι τὴν παραβολήν. ὡς οὐδὲ τὸ, ὥστε σκύλακας ποτὶ γαίῃ κόπτε. (ῃερς. 315.) Τὸ δὲ ἐπέθηκε, πρὸ βραχέων καὶ προσέθηκεν εἶπεν. ἐνταῦθα δὲ ὥσπερ τὸν φθόγγον, οὕτω καὶ τὸν συριγμὸν ἀγριαίνων τοῦ Κύκλωπος ῥοῖζον αὐτόν φησι κατὰ γένος θηλυκὸν Ἰωνικῶς. φησὶ γάρ. πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα. ὥσπερ δὲ ἡ ῥοῖζος, οὕτω παρά τισι καὶ ἡ λιμός. Ἰστέον δὲ ὅτι κατὰ τὸν ποιητὴν ῥοιζεῖν λέγεται ποιμὴν τουτέστι συρίττειν ἐν τῷ ἐξάγειν ποίμνιον ἢ ὅλως νέμειν. οἱ δὲ παλαιοὶ καὶ ἄλλας ἔχουσι λέξεις ἰσοδυνάμους ποιμενικάς. Παυσανίας δὲ καὶ ψιττάζειν λέγει τὸ ποιμενικῶς φθέγγεσθαι. (ῃερς. 316.) Ὅτι ἀμύνης λόγος τὸ, αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων εἴπως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη. τουτέστι φρόνησις. διὸ ἐπάγει. ἥ δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. τὸ γὰρ κατὰ ῥωμαλεότητα περιγενέσθαι τοῦ Κύκλωπος ἤδη ἀποδεδοκίμασται. Περὶ δὲ τοῦ βυσσοδομεύειν καὶ τοῦ εἴπως ἀντὶ τοῦ ὅπως προδεδήλωται. (ῃερς. 319.) Ὅτι Κύκλωπος ἔκειτο μέγα ῥόπαλον κατὰ Ὀδυσσέως λόγον παρὰ σηκῷ χλωρὸν ἐλαΐνεον. τὸ μὲν, ἔκταμεν ὄφρα φοροίη αὐανθέν. ὅ φησιν ἡμεῖς εἰσορῶντες εἰκάζομεν ὅσσον θ' ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, φορτίδος, εὐρείης. ἥτ' ἐπεράᾳ μέγα λαῖτμα. τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι. τοῦ μὲν ὅσσον τ' ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς καὶ παρέθηκ' ἑταίροισιν, ἀποξῦναι δ' ἐκέλευσα. οἵδ' ὁμαλὸν ποίησαν. ἐγὼ δ' ἐθόωσα παραστὰς ἄκρον. ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κλέῳ. καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ. ἣ κατὰ σπείους κέχυτο μεγάλ' ἤλιθα πολλή. αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάχθαι ἄνωγον ἢ πεπάλασθαι κατὰ Ἀρίσταρχον, ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας τρίψαι ἐπ' ὀφθαλμῷ ἢ ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνει. οἱ δ' ἔλαχον οὓς ἂν καὶ ἤθελον αὐτὸς ἑλέσθαι. αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέχθην. δίχα δηλαδὴ τοῦ λαχεῖν ἐπιδοὺς ἐμαυτὸν τῷ κινδύνῳ. τῶν γὰρ ἄλλων οὐκ ἐχρῆν ἐπιλογὴν γενέσθαι ἄλλως, (ῃερς. 331.) ἢ διὰ τοῦ κληρώσασθαι. ἵνα μήτε οἱ λειφθέντες φθονήσωσι, μήτε οἱ προκριθέντες μέμψωνται, ὡς ἐπιλεγέντες εἰς κίνδυνον. καὶ εἰσὶ ταῦτα ἡ πρὸ ὀλίγων ἀρίστη τῷ Ὀδυσσεῖ φανεῖσα βουλή. ἀνελεῖν γὰρ ἔσω τοῦ σπηλαίου τὸν Κύκλωπα οὐκ ἦν ἀρίστης ὡς ἐῤῥέθη βουλῆς. (ῃερς. 334.) Ὅρα δὲ ὡς ἐν ἀγαθῷ ἔργῳ εὐτυχῶς ὁ κλῆρος ἔπεσε τῷ Ὀδυσσεῖ, ὃ μυριαχοῦ ἱστορεῖται γίνεσθαι. καὶ οὐ μόνον κατὰ τὴν ἐπιλογὴν εὐτυχεῖ ὁ παρὼν κλῆρος, ἀλλὰ καὶ κατὰ τὴν ὕστερον σωτηρίαν. δύο γὰρ δορπήσας ὁ Κύκλωψ οὐδενὸς τῶν λαχόντων ἥψατο. (ῃερς. 3.) Χλωρὸν δὲ ὑποτίθεται τὸ καὶ προσημειωθὲν ῥόπαλον, ἵνα μὴ ξηρανθὲν ἄλλως ἔχῃ τι ὑπόσαθρον καὶ ἀσυντελὲς εἰς τὴν τοῦ πελωρίου τύφλωσιν. ἀπὸ τῆς χλόης δὲ τὸ χλωρὸν ὡς ἀπὸ τῆς πράσου τὸ πράσινον. Τὸ δὲ ἐλαΐνεον, πλεονασμὸν ἔχει τοῦ ˉε τῆς παραληγούσης. Τὸ γὰρ ἐντελὲς, ἐλάϊνον. ὡς ἐν τῇ ˉε ῥαψῳδίᾳ προγέγραπται. ἴσως δὲ καὶ Ἰωνικῶς ἐκ τοῦ ἐλαΐνειον γίνεται ἀπελεύσει τοῦ ἰῶτα. ἵνα ἐκ τοῦ ἐλάα, ὃ τὴν ἐλαίαν δηλοῖ, γένηται εἷς μὲν τύπος μετουσιαστικὸς τὸ ἐλάϊνον, δεύτερος δὲ τὸ ἐλαΐνειον. Τὸ δὲ ἔκταμεν, οἱ ἀκριβέστεροι ἔκσπασε γράφουσιν. ἐχρῆν γάρ φασι τὸν τηλικοῦτον Κύκλωπα καὶ αὐτόπρεμνον ἐκσπάσαι τὸ φυτὸν. (ῃερς. 322.) Εἰς δὲ τὸ, ἐεικόσορος, γράφουσιν οἱ παλαιοὶ ὅτι εἰκόσορος μὲν διὰ τοῦ ˉο. πεντηκόντερος δὲ διὰ τοῦ ˉε. ἑρμηνεία δὲ τοῦ ἐεικόσορος τὸ, ἐείκοσιν ἑταίρους ἔχειν ἐρέσσοντας δηλαδή. (ῃερς. 323.) Τὸ δὲ ἐκπεράα μέγα λαῖτμα, πρὸς διαστολὴν εἴρηται τῶν σχεδιῶν, αἳ οὐκ ἂν τοιοῦτον κῦμα διαπεράσαιεν. (ῃερς. 324.) Ὅρα δὲ τὸ πάχος κοινότερον λεχθέν. οὕτω δὲ καὶ μᾶκος, προπερισπωμένως μέντοι, τὸ μῆκος φασὶν οἱ Δωριεῖς. (ῃερς. 325.) Ὄργυιαν δὲ προπαροξυτόνως ἡ παλαιὰ λέγει Ἀτθὶς, ὥσπερ καὶ ἄγυιαν. οἱδὲ ὕστερον τὸν τόνον κατάγουσι. (ῃερς. 327.) Τὸ δὲ ὁμαλὸν ἐποίησαν, ἀντὶ τοῦ ἀπώξυναν, κατὰ τὸ, ἀποξῦναι δ' ἐκέλευσα. καὶ ἔστι μὲν καὶ τὸ ἐθόωσα ταυτὸν τῷ ἀπώξυνα. διαφέρει δὲ καθὸ οἱ μὲν ἑταῖροι τὸ λοιπὸν τοῦ ῥοπάλου παρώξυναν. Ὀδυσσεὺς δὲ ἐπὶ πλέον αὐτὸ τὸ ἄκρον, (ῃερς. 328.) ὃ καὶ ἐπυράκτου ἵνα τὸ ξύλον ἐξικμασθείσης τῆς ὑγρότητος πυκνωθῇ καὶ οἷά τις σίδηρος βαφῇ καθὰ καὶ οἱ ναυμαχικοὶ καὶ ἄλλως δὲ πολεμικοὶ σκῶλοι. Ὁ δὲ τρόπος φασὶ τοῦ ἐθόωσα μεταληπτικὸς κατὰ συνωνυμίαν καὶ ὁμωνυμίαν. (ῃερς. 327.) θοὸν μὲν γὰρ καὶ ὀξὺ συνώνυμά εἰσι. θοὸν δὲ τὸ μὴ ἁπλῶς ταχὺ ἀλλὰ τὸ τμητικὸν ἐν τῷ ἄκρῳ ὁμωνύμως ἔχει. (ῃερς. 328.) Τὸ δὲ πυράκτεον ἐν πυρὶ, ἐτυμολογικῶς πέφρασται. (ῃερς. 329.) Τὸ δὲ κατακρύψας ὑπὸ κόπρῳ, ὑπὸ κόπρου τινὲς γράφουσιν Ἀττικώτερον, ὁποῖον καὶ τὸ φέρειν τι ὑπὸ κόλπου ἢ ὑπὸ μάλης. (ῃερς. 330.) Ἐν δὲ τῷ, μεγάλ' ἤλιθα πολλὴ, ἢ ἐκ παραλλήλου ταυτὸν τῷ μεγάλα καὶ ἤλιθα, ἢ κατὰ συναλιφὴν ἔστι νοῆσαι, κατὰ σπείους κέχυτο μεγάλου. εὐρὺ γὰρ καὶ μέγα τὸ σπήλαιον καὶ πολλὴν κεχυμένην ἔχον κόπρον. (ῃερς. 331.) Τὸ δὲ κλήρῳ πεπαλάχθαι, ἀντὶ τοῦ, κλήρῳ λαχεῖν ἢ κληρώσασθαι. παλάσσειν γὰρ οὐ μόνον τὸ μολύνειν, ἀλλὰ καὶ τὸ κληροῦσθαι, παρὰ τὸν πάλον ὃ τὸν κλῆρον δηλοῖ. ἐξ οὗ καὶ ὁ ἀντίπαλος. (ῃερς. 333.) Τοῦ δὲ τρίψαι τὸν μοχλὸν ἐν ὀφθαλμῷ οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν, ὥσπερ οὐδὲ τοῦ κόπτειν ἐν τῷ, ὥστε σκύλακας ποτὶ γαίῃ κόπτεν, ἤγουν ἔπληττεν, ἔκρουε, προσήρασσεν. ἐκ τοῦ τρῶ δὲ τὸ τρίβω παράγεται. τὸ γὰρ ἐνταῦθα τρίμμα τοῦ ὀφθαλμοῦ τρυπάνου ἔοικε τρήματι. ἐκ δὲ τοῦ τοιούτου τρῶ καὶ τὸ τρίβω γίνεται καθ' ἑτέραν παραγωγὴν καθάπερ καὶ ἐκ τοῦ ψῶ τὸ ψίζω. ἐξ οὗπερ οὐ μόνον ἡ ψὶξ, ἀλλὰ καὶ τὸ ψίσαι, ἤτοι ψωμίσαι, σιτίσαι ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. Γλυκὺς δὲ ὕπνος καὶ ἄλλως μὲν ὁ ἐκ τοῦ μεγάλην ἐμπλήσασθαι νηδύν. μάλιστα δὲ ὁ ἐκ τοῦ ποθησομένου ἡδέος οἴνου. αὐτοῦ γὰρ μὴ ποθέντος οὔτε γλυκὺς οὕτως ἦν ἂν οὔτε βαθύς. καὶ ἄλλως δὲ γλυκὺς ὕπνος ἢ κατά τι κοινὸν παντὸς ὕπνου ἐπίθετον, ἢ τῷ Ὀδυσσεῖ τοιοῦτος, τῷ δι' ὕπνου ἐκτυφλώσαντι τὸν ἐχθρόν. (ῃερς. 319.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ περὶ τοῦ ῥοπάλου διηγήματι χρᾶται ὁ ποιητὴς ἐν κατάρχῃ τοῦ λόγου συνήθως τὸ γˉαρ συνδέσμῳ εἰπών. Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον. πολλαχοῦ δὲ τοῦτο γίνεται. καὶ ἡ αἰτία δεδήλωται ἀλλαχοῦ. (ῃερς. 338.) Ὅτι ὥσπερ ὁ ἐπὶ φίλοις κλῆρος εὐτυχῶς ἐξέβη τῷ Ὀδυσσεῖ, οὕτω καὶ ἡ τῶν μήλων τοῦ Πολυφήμου συνέλασις. πάντα γὰρ εἰς εὐρὺ σπέος ἤλασεν. οὐδέ τι λεῖπε βαθείης ἔκτοσθεν αὐλῆς, ὃ χθὲς οὐκ ἐποίησε. πάντα γὰρ εἰσελάσας τὰ ἄρσενα λεῖπε θύραζε. διὸ καὶ θαυμάσας τὸ τῆς τύχης Ὀδυσσεὺς φησὶν ὡς ἐποίησεν ὁ Κύκλωψ τοῦτο, (ῃερς. 339.) ἤ τι ὀϊσσάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. εὐτύχισε γοῦν θεσπέσιον οἷον ἐντεῦθεν ὁ Ὀδυσσεὺς, συνέργων τοὺς ἄρσενας λύγοις καὶ οὕτως σὺν τοῖς ἑταίροις περισωθεὶς κατά τι θεῖον. (ῃερς. 346.) Ὅτι κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο Ὀδυσσεὺς προσεῖπε τὸν Κύκλωπα. Κύκλωψ, τῆ, τουτέστι λάβε, πίε οἶνον ἐπεὶ φάγες ἀνδρόμεα κρέα, ὄφρ' εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει ἡμετέρη. σοὶ δ' αὖ λοιβὴν φέρον εἴ μ' ἐλεήσας οἴκαδε πέμψειας. σὺ δὲ μαίνεαι οὐκέτ' ἀνεκτῶς. σχέτλιε. πῶς ἄν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας. φαγὼν δηλαδὴ τοὺς ξένους. Καὶ ὅρα καὶ (ῃερς. 347.) τὸν λόγον τοῦτον τῷ Ὀδυσσεῖ δικαιολογίᾳ τε κεκραμένον καὶ οἴκτῳ, ἔτι δὲ καὶ κολακευτικὸν, εἴγε οὐχ' ὡς ξείνῳ δῶρον ἀλλ' ὡς θεῷ λοιβὴν φησὶ τὸν οἶνον προσφέρειν. λαλεῖ δὲ ἄρα ὁ ῥήτωρ πρὸς λέοντα, φαγεῖν μόνον εἰδότα, ἤδη δὲ καὶ πιεῖν, μᾶλλον δ' ἐκπιεῖν κατὰ τὸ, ἔδεκτο καὶ ἔκπιεν ἥσατο δ' αἰνῶς. (ῃερς. 361.) καὶ τρίς δ' ἔκπιε. τουτέστι τὸ πᾶν ἐξέπιε, καθ' ὁμοιότητά τινα τοῦ φαγεῖν ἁπλῶς καὶ τοῦ καταφαγεῖν ὅ ἐστι πάντα φαγεῖν. Ἔστι δὲ κισσύβιον, ποιμενικὸν ποτήριον ἐκ κισσίνου φασὶ ξύλου. ὁποῖον καὶ τῷ συβώτῃ ἐν τοῖς ἑξῆς Εὐμαίῳ ἐστίν, ὡς δηλοῖ φασὶ καὶ Τιμόθεος ἐν τῷ κατ' αὐτὸν Κύκλωπι, παραφράσας οὕτως. ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον, εἴκοσι δ' ὕδατος μέτρ' ἔχευεν. Ἔνθα ὅρα τὸ βρυάζον ἐκ τοῦ βρύω, καθ' ὁμοιότητα τοῦ πετάζωπετάσω. ἀφ' οὗ καὶ φόρημά τι πέτασος. ὡς δῆλον ἐκ τοῦ, παιδία χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. ὡς δὲ ξυλίνοις ἔχαιρον σκεύεσιν οἱ παλαιοὶ ὁποῖα καὶ οἱ πίνακες καὶ τὰ κισσύβια, οὐκ ἄδηλόν ἐστι. δῆλον δὲ καὶ ὡς μέχρι καὶ νῦν τίμιά εἰσι πολλαχοῦ. εἰς δὲ τὸ, τὰ κεραμεᾶ μὴ ἐπιχωριάζειν τοῖς πάλαι, χρήσιμον Κτησίου τὸ παρὰ Πέρσαις ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμεοῖς ποτηρίοις χρᾶται. ὡς δὲ τοῖς ὕστερον ἑτέρως διατεθειμένοις ἥδιστα νενόμισται τὰ τοιαῦτα, δηλοῖ Ἀθήναιος ἐν λόγῳ αὐτοῦ ἑνδεκάτῳ, λέγων καὶ ὅτι μετὰ ἀρωμάτων φυραθείσης τῆς γῆς ὠπτᾶτο τινὰ ἐξ αὐτῶν. καὶ ὅτι Ῥοδιακαί τινες ἰτρίδες χρησταὶ ἦσαν εἰς εὐφροσύνην διὰ τὰ συνεψηθέντα εὐώδη. δοκεῖ δὲ Αἰολικῶς τὸ κισσύβιον τρέψαι τὸ ˉο εἰς ˉυ, εἴπερ ἀπὸ τοῦ κισσοῦ γίνεται. γίνεται δὲ πάντως ὡς τῷ ἡρημένῳ Τιμοθέῳ καὶ ἄλλοι συγράφουσιν. καθὰ δηλοῖ ὁ εἰπὼν ὅτι κισσύβιον μόνωτον ποτήριον. ὅπερ εἰκάσειεν ἄν τις ὑπὸ ποιμένων πρῶτον ἐργασθῆναι ἐκ κισσύνου ξύλου. εἰς ὃ χρήσιμον Ἀσκληπιάδου μὲν τὸ, τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο. Πολύφημος δὲ καὶ Εὔμαιος καὶ ὅλως, οἱ ἐν ἀγρῷ. Νικάνδρου δὲ τὸ, Δινδυμαίῳ Διῒ κισσοῦ σπενδοποιέονται πετάλοισιν, ὅθεν τ' ἀρχαῖ' ἐκπώματα κισσύβια φωνέεται. Εὐριπίδου δὲ τὸ, πᾶς δὲ ποιμένων ἔῤῥοι λαός. ὁ μὲν γάλακτος κίσσινον φέρων σκύφος πίνων ἀνὰ ψυκτῆρα ὁ δ' ἀμπελέων γάνος. Ἔνθα σημείωσαι ὅτι ψυκτῆρες μὲν κατὰ Νίκανδρον ἀλσώδεις καὶ σύσκιοι τόποι ἐν οἷς ἔστιν ἀναψύξαι. ψυκτὴρ δὲ ἑνικῶς ποτήριόν τι. Πλάτων ἐν συμποσίῳ φέρε τὸν ψυκτῆρα ἐκεῖνον πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. ψυγεὺς δὲ ποτηρίου εἶδος καὶ αὐτός. Ἄλεξις. τρικότυλον ψυγέα. οὕτω δὲ ποιά τινα ποτήρια καὶ τὸ ψυκτήριον παρὰ τῷ δειπνοσοφιστῇ. καὶ τὸ ψυκτηρίδιον. καὶ ὁ ψυκτηρίας ὡς κοχλίας. καὶ οὕτω μὲν καὶ ταῦτα. ὡς δὲ καὶ μέγα ἦν τὸ τοῦ Κύκλωπος εἴτε κισσύβιον εἴτε σκύφος εἴτε δέπας, φανερὸν ἐξ ὧν ἐκεῖνος ἔπαθεν. οὐ μόνον γὰρ τὸ τῆς πόσεως τοῦ τοιούτου οἴνου ἄηθες ἔσφηλεν ἐκεῖνον τὰ πολλὰ γαλακτοποτοῦντα καὶ δυνάμεως οἰνηρᾶς τοιᾶσδε μὴ πεπειραμένον, ἀλλ' ὡς εἰκὸς καὶ τὸ τοῦ ποτηρίου μέγεθος. οὐ γὰρ ἂν ἄλλως τρὶς πιὼν κατηνέχθη οὕτως ὑπὸ μέθης ὁ τηλικοῦτος. ὅτι δὲ τὸ μνημονευθὲν σκύφος διφορεῖται κατὰ τὸ, ἄφενος καὶ ὄνειδος καὶ ἔλεος, δηλοῖ ὁ γράψας τὸ, σκύφον μαστεύων κυλικηγορήσων ἔρχομαι ἤγουν ἀγορεύσων περὶ κυλίκων, ἵνα εἴη τραπεζορήτωρ καὶ αὐτὸς ἀσκούμενος λογοδιάῤῥοιαν. καὶ εἴρηται τὸ κυλικηγορεῖν ἀστείως πρὸς ὁμοιότητα τοῦ δημηγορεῖν. ἵνα καὶ κυλικηγόρος ᾖ ὡς δημηγόρος, ὁ πρὸς κύλικα λαλῶν ἤτοι ὁ ἐν τῷ συμπίνειν λάλος ὤν. Ὅτι δὲ τοῖς μεγαλείοις συντακτέα καὶ ἡ ἐν Ἰλιάδι Νεστορέη κύλιξ καὶ τὸ τοῦ Ἀχιλλέως δὲ ἀπόθετον ποτήριον, ἐκ τῶν Ὁμήρου δῆλον. ὁ δὲ μῦθος κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἔκθεσιν ὁ παρὰ τῷ Στησιχόρῳ, ποτηρίῳ τὸν ἥλιον διαπλέειν λέγει τὸν Ὠκεανόν. ᾧ καὶ τὸν Ἡρακλέα διαπεραιωθῆναι ἐπὶ τὰς Γηρυόνου βοῦς ὁρμῶντα, διὸ καὶ δέπας Ἡράκλειον λέγεσθαι, τὸ καὶ Ἡλίου. καὶ ἔστιν ἐντεῦθεν ὁρμημένον τινὰ τὰ χρύσεα μεγάλα ποτήρια ἡλίου πλοῖα ὀνομάζειν. ἐν δὲ τοῖς τοῦ εἰρημένου σοφιστοῦ ἐπάγεται τὸ, μή ποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ Ἡρακλῆς παίζοντες πρὸς τὸ μέγεθος πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. εἰ δὲ Ἡλίου ἐκεῖνο ποτήριον, εἴη ἂν οἰκεῖον καὶ τῷ Ἡρακλεῖ, ὅτε αὐτὸς παρὰ τοῖς παλαιοῖς ἀνάγεται μεταλειπτικῶς εἰς Ἥλιον. εἰς δὲ τὸ εἰρημένον δεπάστρεον κατὰ Λυκόφρονα εἰπεῖν ἡλιακὸν πλοῖον, τακτέον καὶ τὴν ἄκατον. ποτήριον φασὶν ἐοικὸς πλοίῳ. Μίμνερμος δέ φασι τὸ τοῦ ἡλίου καλούμενον ποτήριον εὐνὴν κύλην εἶπεν, Ἡφαίστου χερσὶν ἐληλαμένην, τῶν δὲ τοιαῦτα εἰπόντων ἐπὶ μεγάλοις ποτηρίοις ἀστειότερον ἔφρασεν ὁ γράψας οὕτω. νὴ τὸν οὐρανὸν ὑπερήφανοι κρατῆρες, ἀργυροῖ κάδοι καὶ μείζονες ἐμοῦ. ἔτι δὲ καὶ Φερεκράτης τοιαῦτα γράψας. ταῖς δὲ γυναιξὶ, βαθείας κύλικας ὥσπερ ὀλκάδας οἰναγώγους. περιφερεῖς. λεπτάς. μεστάς. ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθ' ὅταν αἰτιώμεθα τὸν οἶνον αὐτὰς ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι, μὴ πιεῖν ἀλλ' ἢ μίαν. ἡ δὲ κρείττων ἡ μί' ἐστι χιλίων ποτηρίων. (ῃερς. 348.) Τὸ δὲ ναῦς ἐκεκεύθει, οὐκ ἀνομοίως ἔχει πρὸς τὸ, δῶμ' ἐκάλυψε. περιοχὴν γὰρ τῶν ἐντὸς καὶ ἄμφω δηλοῦσιν. (ῃερς. 351.) Ὁ δὲ σχέτλιος, τὴν συνήθη τῷ ποιητῇ κἀνταῦθα σημασίαν ἔχει. Σημείωσαι δ' ἐν τῇ τοιαύτῃ λέξει καὶ ὡς ἐκ τῶν αὐτῶν ῥημάτων συγκείμενα ἡ ἐχέτλη τε καὶ ὁ σχέτλιος ὅμως διάφορά εἰσιν. ἐχέτλη μὲν γὰρ, ἧς ἔχεταί τις τλημόνως. σχέτλιος δὲ, ὃν ἐχρῆν σχέσθαι καὶ τλῆναι. (ῃερς. 352.) Τὸ δὲ πολέων, ἀστείως ἐῤῥέθη. κἂν γὰρ οὐκ ἐνθάδ' ὁ πλοῦς τοῖσι σώφροσι βροτῶν καὶ μάλιστα τοῖς ἴδμοσιν, ἀλλ' ἐν τοῖς οὕτω πολλοῖς εἰκός ἐστι καὶ ἄλλον τινὰ τῷ μακρῷ χρόνῳ εἰς τὴν τῶν Κυκλώπωνκατᾶραι. Ἐν δὲ τῷ, οὐ κατὰ μοῖραν ἔρεξας, δι' ἑνὸς ˉρ κατὰ φύσιν τὸ ἔρεξας. (ῃερς. 353.) Ὅτι δελεασθεὶς ὁ ἀσύνετος Κύκλωψ οἷς ἐκολακεύθη πρὸς Ὀδυσσέως, καὶ ὡς οἷα λοιβήν τινα δεξάμενος τὸ τοῦ οἴνου κισσύβιον, ἔκπιεν ὡς προσεχῶς ἐῤῥέθη, ἡδὺ ποτὸν πίνων. καί με φησὶν ᾔτεε δεύτερον αὖτις. δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ αὐτίκα νῦν, (ῃερς.
297.1.3
) ἡ δὲ Λήδα ἴσως ἂν ἀπὸ τοῦ λῄδιον γίνοιτο. ἔστι δὲ λῄδιον Ἀττικῶς, λειόν τι περιβόλαιον οἰκεῖον τοῖς τρυφῶσιν. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ἔστιν ἀπορῆσαι πῶς μὴ καὶ ἡ Λήδα προσγεγραμμένον ἔχει τὸ ˉι ἐν τῇ παραληγούσῃ κατὰ τὸ λῄδιον. ὃ διαλυθὲν ἐκ τοῦ λεῖον, εἶτα τρέψαν τὸ προπαραλῆγον ˉε εἰς ˉη καὶ γενόμενον ὑποκοριστικῶς ἐν τετρασυλλαβίᾳ ληΐδιον, συνῃρέθη τῇ προσγραφῇ τοῦ ˉι εἰς λῄδιον. περὶ οὗ φησὶν Ἀθήναιος, ὅτι περιᾴδονται τὰ Κορίνθια λῄδια. τό δέ γε παρὰ Ἡροδότῳ λήδανον ἀπέοικε τῶν τοιούτων βάρβαρον ὂν, ὡς αὐτὸς ἐκεῖνος ἐπισημαίνεται. (ῃερς. 299.) Περὶ δὲ Διοσκούρων διείληπται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον δὲ καὶ νῦν ὅτι κατ' ἐξαίρετον αὐτοὶ ἔχουσι τὸ ὑφὲν λέγεσθαι συγκειμένως. ἄλλως μέντοι ἐν παραθέσει πολλοὶ ἐλέγοντο τοῦ Διὸς κοῦροι, καθότι καὶ Ἑλένη κούρη Διός. ἔτι δὲ καὶ Ἀφροδίτη. ἱστορία δὲ, ἡ λέγουσα ὅτι Ξενοφῶν ὁ γλυκὺς ἐκεῖνος Ἀττικὸς μέλισσα ἐπωνομάζετο, παραδίδωσι καὶ ὅτι οἱ ἐξ ἐκείνου καὶ Φιλησίας υἱοὶ Γρύλος καὶ Διώδωρος Διόσκουροι ἐπεκαλοῦντο. (ῃερς. 300.) Ἰστέον δὲ ὅτι Τυνδαρίδας εἰπών τις τοὺς Διοσκούρους ἀπορήσοι ἂν εἰκότως διὰ τί μὴ διὰ διφθόγγου ἡ παραλήγουσα γράφεται, ὡς ἀπὸ τοῦ Τυνδάρεως, ἵνα συναιροῖτο ὡς ἐκ τοῦ Τυνδαρεΐδης. καὶ ἔχει μὲν λόγον ἡ ἀπορία. κρατεῖ δὲ ἡ διὰ τοῦ ˉι γραφὴ ὡς ἀποβληθέντος τοῦ ˉε πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ. Ἐξαίρετα δὲ τοῖς Διοσκούροις τῷ μὲν τὸ ἱππόδαμον, τῷ δὲ τὸ πὺξ ἀγαθόν. Ἰστέον δὲ ὅτι τὸ, οὓς ζωοὺς κατέχει φυσίζοος αἶα, ῥηθείη ἂν καλῶς ἐπὶ τῶν καὶ μετὰ θάνατον τιμωμένων. ὁμοίως κατὰ παρῳδίαν καὶ τὸ οἳ καὶ νέρθεν γῆς τιμὴν ἔχοντες ζώουσι, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. (ῃερς. 302.) Τὸ δὲ ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι ἄλλοτε δ' αὖτε τεθνᾶσιν, οἰκεῖον ἐπὶ τῶν νῦν μὲν εὐτυχούντων, νῦν δὲ οὔ. Παρήχησιν δέ τινα ἔχει τὸ, (ῃερς. 300.) ζωοὺς κατέχει φυσίζοος αἶα. τίς δὲ ἡ φυσίζοος, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 302.) Ἰστέον δὲ ὅτι τὸ ἄλλοτε μὲν ζώουσιν ἄλλοτε δ' αὖ τεθνᾶσιν ἐπιδιόρθωσίς ἐστι τοῦ, οὓς ἄμφω ζωοὺς κατέχει ἡ γῆ. ἐκεῖνο μὲν γὰρ ἁπλοϊκῶς ἐῤῥέθη. πῶς γάρ ἐστιν ἄμφω ζῆν ἁπλῶς τοὺς καὶ θνήσκοντας; τοῦτο δὲ διαρθροῖ τὸν μυθικὸν νοῦν, ὃς βούλεται καὶ ζῆν αὐτοὺς ἑτερημέρους, καὶ αὖ πάλιν θνήσκειν. (ῃερς. 303.) Τὸ δὲ λελόγχασι, δηλοῖ μὲν τὸ ἔλαχον, μᾶλλον δὲ ἐξαιρέτως ἔσχον, ἀπὸ τοῦ λέγω. ἐξ οὗ ὁ ἐπίλεκτος καὶ τὸ ἐπιλέγδην ἐπίῤῥημα. καὶ οἱ λογάδες οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ λίθοι. ἔστι δὲ χρόνου ἢ παρακειμένου καθ' ὁμοιότητα τοῦ κέκλοφα καὶ κέκοφα, ἵνα ᾖ λέλοχα καὶ πλεονασμῷ τοῦ ˉν δι' εὐφωνίαν λέλογχα, ἢ μέσος παρακείμενος λέλογα προσλαβὼν καὶ τὸ ˉχ, ἢ καὶ ἀμφοτέρων μίγμα τοῦ τε λέλογα καὶ τοῦ λέλοχα. οὕτω δὲ μικτόν τι καὶ τὸ ἐνήνοχα καὶ τὰ ἐξ αὐτοῦ σύνθετα. τὸ μὲν γὰρ μικρὸν ˉο μέσου παρακειμένου ἴδιον, ἐνεργητικοῦ δὲ τὸ σύμφωνον τῆς παραληγούσης. καὶ οὕτω μὲν κοινότερον. Ἡρῳδιανὸς δὲ ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλοχα τροπῇ τοῦ ˉη εἰς ˉο μικρὸν ὁμοίως τῷ πήθω πέποθα λέγει καὶ πλεονάζειν ἐν αὐτοῖς τὸ ˉν, ὡς καὶ ἐν τῷ κέχανδα, οἷον, οἶκον κεχανδότα πολλὰ καὶ ἐσθλά. Σημείωσαι δὲ ὅτι τὸ λελόγχασι συστέλλει τὴν παραλήγουσαν, παρὰ τὴν κοινὴν μὲν παρατήρησιν, ἣ μακροπαράληκτα οἶδε τὰ τῶν τοιούτων παρακειμένων τρίτα πρόσωπα, πλὴν ἄλλως, ἀναλόγως τῇ πρὸ αὐτοῦ ὅλῃ κλίσει τοῦ λέλογχα. εἰ δ' ἴσως εὑρεθείη που κατ' ἔκθλιψιν τῆς ληγούσης γραφόμενον, τιμὴν δὲ λελόγχασ' ἶσα θεοῖσι, τότε δὴ καὶ αὐτὸ ἐκτεταμένον ἔσται κατὰ τὸ τετύφασι καὶ πεποιήκασι καὶ τὰ ὅμοια. (ῃερς. 297.) Ἰστέον δὲ ὅτι τὸ Λήδη Λῆδα λέγεται κατὰ Ἡρῳδιανὸν Δωρικῶς. Δώρια δέ φησι καὶ ἡ Φιλομήλα καὶ ἡ Ἀνδρομέδα, τροπῇ τοῦ ˉη εἰς ˉα πεποιημένα. καὶ λέγει ἐκεῖνος καί τινα αἰτίαν εἰς τοῦτο, προπερισπῶν τὸ Λῆδα κατὰ τὸ Μοῦσα. ἴσως δὲ Δώριον καὶ ἡ τόλμα, ὃ ἀναλογώτερον τοῦ τόλμη φησὶν Ἡρῳδιανός. (ῃερς.