Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
298.1.1
) Ἐφέστιος δὲ, ὁ ἐπὶ τῆς αὐτῆς ἑστίας. ὃς καὶ φιλητὸς ἦν διὰ τὸν ἐφέστιον Δία. Καὶ ὅρα ὡς εἰ καὶ ταυτὸν ἱστία καὶ ἑστία, ὅμως διαφέρει ὁ ἐφέστιος καὶ τὸ προλεχθὲν ἐπίστιον. ἐφέστιος μὲν γὰρ, ὁ προῤῥηθείς. ἐπίστιον δὲ οὐδετέρως ὡς προείρηται, νεὼς οἶκος ὁ καὶ νεώσοικος ἐν ἑνὶ μέρει λόγου καὶ νεώριον. ὅτε μέντοι κατὰ γένος ἀρσενικὸν ἐπίστιος λεχθῇ, ὁ αὐτὸς τῷ ἐφεστίῳ ἐστὶν ὡς καὶ τοῦτο προδεδήλωται. ἀπὸ δὲ τῆς ἑστίας καὶ ὁ ἐν Ἰλιάδι ἀνέστιος γίνεται. ἐκ ταύτης δὲ, καὶ παροιμία τὸ, ἑστίᾳ θύομεν, ἐφ' ὧν οὐκ ἔστι φασὶ μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν. ἵνα εἴη τὸ, ἑστίᾳ θύομεν, ταυτὸν τῷ, οὐδενὶ μεταδιδόαμεν τῶν τῆς ἑορτῆς. καὶ ἑτέρα παροιμία τὸ, ἀφ' ἑστίας ἀρχόμενος. ἤγουν ἐκ τῶν κρειττόνων ἢ καὶ ἐκ τῶν οἰκείων. μετῆκται δέ φασιν ὁ λόγος ἐκ τῶν ἱερῶν. ἔθος γὰρ, Ἑστίᾳ πρῶτον ἀπάρχεσθαι. τῆς ἑστίας δὲ γίνεται καὶ τὸ ἑστιᾶν, ὅπερ κατὰ τοὺς παλαιοὺς οἱ Δωριεῖς ἱστιᾶν λέγουσιν ἐν τῷ ἰῶτα. περὶ δὲ ἱστίας καὶ ἑστίας καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃερς. 250.) Τὸ δὲ ἐκέασε τί τὲ σημαίνει καὶ ὅπως γίνεται, προγέγραπται. (ῃερς. 252.) Τὸ δὲ ἀγκὰς ἑλὼν, λειότερον ἐκφωνεῖται τοῦ, ἀγκὰς ἐμάρπτεν ὅπερ ἐν Ἰλιάδι κεῖται. ἐπεὶ καὶ ἕτερόν ἐστι τοῦτο ἐκείνου κατ' ἔννοιαν. ἐν δὲ τοῖς ἑξῆς, περιπλεχθῆναι ἐρεῖ τὸ, ἀγκὰς ἑλεῖν. (ῃερς. 256.) Τὸ δὲ ἐνδυκέως, οὐ φιλεῖται μὲν πεζολόγοις ῥήτορσι, δηλοῖ δὲ τὸ ἐπιμελῶς. καὶ γίνεται ἐκ τοῦ δέκω τὸ δεξιοῦμαι τραπέντος τοῦ ˉε εἰς ˉο κατὰ κίνησιν ὀνοματικήν. εἶτα, τοῦ ˉο μεταβληθέντος εἰς ˉυ Αἰολικῶς. (ῃερς. 258.) Οὐ πείθει δὲ ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἐφ' οἷς ὑπισχνεῖται, οὐ μόνον ὅτι οἶδεν οἷα τὰ τῶν γυναικῶν ὅτ' ἀν εἰς ἔρωτα βακχεύωνται, ἀλλὰ καὶ ὅτι οὐ δύνανται ἀθανασίαν αἱ τοιαῦται χαρίζεσθαι. ἄλλως δὲ ἀλληγορικῶς, ἡ Καλυψὼ ἣν εἰς σῶμα ἐξελαβόμεθα πρὸς ἣν οὐδὲ θαμίζει ὁ Ἑρμῆς ὡς ἐν τῇ ˉε ῥαψῳδίᾳ λέγεται τουτέστιν ὁ λόγος, οὐ γὰρ τὸ σῶμα λόγου ἂν μετέχοι. ἡ τοίνυν κατὰ σῶμα Καλυψὼ, ὑποβάλλει μὲν ἀθανασίαν τοῖς φιλοσωμάτοις. οἳ ὡς ἀεὶ ζησόμενοι αὐτῇ συνδέδενται, φιλοζωοῦντες. καὶ ὡς ἐπί τινι ἀθανασίᾳ, θεραπείας ὑγιεινὰς ἀναλεγόμενοι, πλανᾷ τοὺς πλείονας. Ὀδυσσεὺς δὲ καὶ εἴπου τινὲς κατ' αὐτὸν, περιφρονῶν ἅπερ ἂν φάσκοι ἡ δολόεσσα Καλυψὼ, τὸ πλάνον δηλαδὴ σῶμα, οὐκ ἀναμένουσι τὴν τοῦ σώματος αὐτοὺς λύσουσαν φύσιν. ἀλλὰ τὸν φιλοσοφίας μελετήσαντες θάνατον, τῆς τοιαύτης Καλυψοῦς ἀφίστανται. (ῃερς. 259.) Τὸ δὲ ἔμενον ἔμπεδον, ἀντὶ τοῦ ἐν τῷ αὐτῷ πέδῳ. (ῃερς. 262.) Τὸ δὲ ἐπιπλόμενον ἔτος οὐκ ἂν εἴη ἑτεροῖον τῶν ὡς προεγράφη περιπλομένων ἐνιαυτῶν. (ῃερς. 263.) Τὸ δὲ Ζηνὸς ὑπ' ἀγγελίης ἢ καὶ νόος ἐτράπετ' αὐτῆς, τὴν ἐν ἀνθρώποις δηλοῖ νόησιν. ἣ τὰ πολλὰ, κατὰ εἰκοτολογίαν γίνεται. ἰδοὺ γὰρ ἀληθῶς μὲν κατὰ τὴν Ὁμηρικὴν πλάσιν, Ἑρμοῦ ἀγγείλαντος ἐξεπέμφθη ἐξ Ὠγυγίας ὁ Ὀδυσσεύς, αὐτὸς μέντοι στοχαστικῶς εἰδὼς, νοεῖ μὲν καὶ τοῦτο. οἴεται δὲ καὶ τὴν Καλυψὼ αὐτὴν οἴκοθεν ὁρμηθεῖσαν ἐκπέμψαι αὐτόν. καὶ εἴη ἂν καὶ οὕτως ἐκείνη δολόεσσα εἴγε μὴ τὸ ἀληθὲς τῷ Ὀδυσσεῖ ἀνεκάλυψε. (ῃερς. 273.) Θάλασσα δὲ ἀθέσφατος, καθὰ καὶ πρὸ ὀλίγων ἀθέσφατος ἀήρ. νηχόμενος δὲ παθητικῶς εἰπὼν, ὑποκαταβὰς, (ῃερς. 280.) ἔνηχον λέγει ἐνεργητικῶς. οὕτω δὲ καὶ ἐν τοῖς προτούτων διχῶς τὸ αὐτὸ ῥῆμα ἐξήνεγκεν ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ. Ὅτι δὲ τὸ νήχεσθαι παρὰ τὴν νῆσαν γίνεται ὥσπερ καὶ τὸ κολυμβᾶν παρὰ τὴν κολυμβίδα, ὀρνέων δὲ ὀνόματα καὶ ἄμφω, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. (ῃερς.