Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
) Δῆλον δὲ ὅτι τὸ διακρίνειν καὶ κρίνειν λέγεταί ποτε ὡς τὸ, κρῖν' ἄνδρας κατὰ φῦλα. (ῃερς. 221.) Τὸ δὲ ἔρχατο Ἰωνικὸν καὶ αὐτὸ, ἐκ τοῦ εἶρκτο τρίτου προσώπου Ἰωνικοῦ. καθὰ καὶ τὸ εἰλίχατο, ἐκ τοῦ εἴλικτο. οἷον. εἰλίχατο μίτραις τὰς κεφαλάς. (ῃερς. 222.) Τὸ δὲ χωρὶς, διὰ τῆς ἐπαναφορᾶς κάλλος ποιεῖ. τρὶς γὰρ ἐν δυσὶ στίχοις κεῖται. Νάειν δὲ ὀρῷ, τὸ πεπληρῶσθαι ὡς καὶ ἔξω ῥέειν. ὅθεν καὶ τὸ νᾶμα γίνεται, καὶ τὸ ναρόν. ἐξ οὗ ὁ Νηρεύς. καὶ τὸ ἀέναον, ὅπερ ὅμοιόν ἐστι τῷ, ἀεὶ νῶν παρὰ τῷ κωμικῷ. Ἰστέον δὲ ὅτι τὸ νάω ἤγουν ῥέω καθ' Ἡρακλείδην συστέλλει τὸ ˉα κανόνι τοιούτῳ. τὰ εἰς ˉω καθαρὸν λήγοντα δισύλλαβα καὶ ἔχοντα φωνῆεν βραχὺ παρατέλευτον δίχα τοῦ ˉο βαρύνονται, εἰ μή που περισπασθέντα ἑτέραν ἔννοιαν ποιήσει, ὡς τὸ μυῶ. τὰ δ' ἄλλα βαρύνονται δίχα ὡς εἴρηται τῶν παραληγομένων τῷ ˉο. οἷον. μύω. κλύω. πλέω. νάω. τίω δέ μιν ἐν καρὸς αἴσῃ. ὅθεν φησὶ καὶ τὸ ἄω ἤγουν πνέω τῶν βαρυτόνων ἐστὶ καὶ οὐ περισπώμενον. τὸ ἐῶ οὐ συγκρίνεταί φησι τούτοις δευτέρας ὂν συζυγίας τῶν περισπωμένων. οὕτω δ' ἐνταῦθα γράψας ὁ Ἡρακλείδης ἑτέρωθι, ἔνθα ἔφη ὅτι τὰ εἰς ˉω καθαρὸν λήγοντα καὶ τῷ ˉα βραχὺ παραληγόμενα περισπωμενά τε καὶ βαρύτονα Αἰολικά εἰσι, μόνον περιλείπεσθαι λέγει τὸ ἄω ἀμφισβητούμενον κατὰ τὸν τόνον. καὶ οὕτω μὲν καὶ τοῦτο. Ὅρα δὲ ὅτι τε οὐδὲ τὸν οὐρὸν ὁ Κύκλωψ ἐκχέει ποιμενικῶς καὶ τοῦτο ποιῶν ἵνα εἰς πόσιν αὐτῷ χρῷτο, καὶ ὅτι δι' ἑνὸς ˉρ ἐξήνεκται ὡς καὶ μετὰ ταῦτα ἐν τῷ, καί κεν ὀρὸν πίνων, μεγάλην ἐπιγουνίδα θεῖτο. ὀρὸς δέ φασιν ἡ ὑδατώδης τοῦ γάλατος ὑπόστασις. τινὲς δὲ καὶ οὕτως. ὀρὸς, τὸ διεφθορὸς γάλα. ἢ ἡ τοῦ γάλατος ὑποστάθμη. Γίνεται δὲ παρὰ τὸ ῥέω. καὶ δηλοῖ τὸ τοῦ γάλατος ῥοῶδες τὸ μὴ πηγνύμενον εἰς τυρὸν ἀλλ' ἀποῤῥυϊσκόμενον. ἵνα ᾖ ἐκ τοῦ ῥέω, ῥόος. καὶ κατὰ μετάθεσιν πρὸς ἀποφυγὴν συνεμπτώσεως τῆς πρὸς τὸν ῥόον, ὄρος. καὶ αὖ πάλιν ὀξυτόνως ὀρὸς πρὸς διαστολὴν τοῦ βαρυτόνου ὄρους. καὶ οὕτω μὲν ὁ τοῦ γάλατος ὀρὸς τῇ ὀξυτονήσει ἑτεροφωνεῖται πρὸς τὸ ὑλαῖον ὄρος. ὁ μέντοι ἐπὶ ζῴων ὄῤῥος, ἐξ οὗ τὸ ὀῤῥωδεῖν, διπλασιάσας τὸ ˉρ ἐκπέφευγε τὴν κατὰ τὸ ὄρος φωνήν. Σημείωσαι δὲ ὅτι ὁ λεγόμενος παρὰ τοῖς παλαιοῖς πυὸς ἀρσενικῶς καὶ τῇ προσῳδίᾳ φασὶν ὡς τυρὸς ἀνάπαλιν ἔχει πρὸς τὸν ὀρόν. ἔστι δέ φασι πυὸς τὸ πρωτόῤῥυτον γάλα καὶ νοστιμώτατον κατὰ Αἴλιον Διονύσιον. ὅ τινες πύαρ φασίν. ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Εἰρήνῃ, ὅθεν φασὶ καὶ πυαρίτης, τὸ πύρεφθον. ὃ γίνεται ἐκ τοῦ πρώτου γάλατος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἄγαν ἡδέων ἡ λέξις. Ἄγγεα δὲ πάντα, λέγει τὰ εἰς ὑποδοχὴν ὀροῦ τετυγμένα. εἰ καὶ νῦν μετὰ τὴν τυροποιΐαν, καὶ οἱ γαυλοὶ, καὶ αἱ σκάφαι ἔναον ὀρῷ. (ῃερς. 223.) Οἱ δὲ γαυλοὶ, ὀξύνονται πρὸς διαστολὴν ἑτεροίας τονώσεως. κατὰ γὰρ τὴν παλαιὰν παράδοσιν γαυλὸς μὲν ὀξυτόνως ἀγγεῖον ποιμενικὸν, γαῦλος δὲ βαρυτόνως εἶδος ἑτεροίου σκάφους τοῦ κατὰ πλοῖον ὡς δηλοῖ καὶ ὁ κωμικός. Τὸ δὲ οἷς ἐνάμελγεν, ἐτυμολογεῖ μέν πως τὸν γαυλὸν περὶ ὃν ἀμέλγεται γάλα ἐξ οὗ ὁ γαυλός. δηλοῖ δὲ καὶ ὡς αἱ σκαφίδες οὐ μόνον εἰς ὑποδοχὴν ὀροῦ εἰσὶ χρήσιμοι, ἀλλὰ καὶ εἰς ἄμελξιν. Περὶ δὲ τοῦ ἀμέλγειν, πολλαχοῦ δεδήλωται τά τε ἄλλα, καὶ ὅτι καὶ ἀμέργειν λέγεται. ὧν ἐκ μὲν τοῦ ἀμέλγειν ὁ προσεχῶς ῥηθεὶς ἀμολγεὺς, καὶ ἀμολγὸς δὲ ὁ πολλαχοῦ γραφείς. ἐκ δὲ τοῦ ἀμέργειν, τὸ ὀμόργνυσθαι κατά τινα μεταφοράν. (ῃερς. 224.) Ὅτι εὕρηνται ἐνταῦθα οἱ ἑταῖροι κρεῖττόν τι συμβουλευόμενοι τῷ Ὀδυσσεῖ οὗπερ αὐτὸς ἐνόησε. καὶ Ὀδυσσεὺς φιλαλήθως ὁμολογεῖν οὐκ αἰδεῖται αὐτὸ, θηρώμενος οὕτω καὶ τὴν ἐπὶ τοῖς ἄλλοις οἷς λέγει πίστιν παρὰ τοῖς Φαίαξιν. οἱ μὲν γάρ φησιν ἐλίσσοντο τυρῶν αἰνυμένους ἐρίφους τε καὶ ἄρνας σηκῶν ἐξελάσαντας (ῃερς. 225.) ἰέναι πάλιν, ἤγουν ἐπανιέναι πλέοντας. ἀλλ' ἐγώ φησιν οὐ πιθόμην. ἦτ' ἀν πολὺ κέρδιον ἦεν. διατί δὲ οὐ πιθόμην; ὄφρα φησὶν αὐτόν τε ἴδοιμι, (ῃερς. 229.) καὶ εἴ μοι ξείνια δοίη. ἤγουν εἴπως με ξενίσει. ὃ ταυτόν ἐστι τῷ ὅπως κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον ὡς καὶ ἑτέρωθι δεδήλωται. (ῃερς. 230.) εἶτα ἐπάγει προεκθετικῶς ὅτι οὐδ' ἂρ ἔμελλεν ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. Καὶ ὅρα οἷα τὰ τυχηρά. πρινή τε γὰρ εἰσελθεῖν εἰς τὸ ἄντρον, ὀϊσσάμενος Ὀδυσσεὺς τὸ κακὸν ὅμως οὐκ ἀπέστη. καὶ νῦν δὲ οὐ μόνον οὐ νοεῖ αὐτὸς τὸ δέον, ἀλλὰ καὶ συμβουλευόντων τῶν φίλων δυστυχεῖ μὴ πεισθείς. καὶ οὕτως ἀνταποδοὺς τοῖς φίλοις τὸ μηδ' αὐτὸς πεισθῆνα αὐτοῖς. οἳ οὐδ' αὐτοὶ τῷ Ὀδυσσεῖ ἐν τῇ τῶν Κικόνων γῇ ἐπείσθησαν φεύγειν κελεύοντι. ὧν ἔχει τις ἐνταῦθα εἰπεῖν τῷ Ὀδυσσεῖ καὶ αὐτὸς, ὡς ἐγὼ μὲν διερῷ ποδὶ φεύγειν ἤνωγον. ὁ δὲ νήπιος οὐκ ἐπείθετο. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ περὶ τῶν ξενίων λόγος παραλαλεῖ ἐθέλειν καὶ παρὰ τῶν Φαιάκων πλείω τῶν δοθέντων δῶρα λαβεῖν. ὃ καὶ ἐν τοῖς ἐφεξῆς ἐκφαίνων σαφέστερον βούλεσθαι λέγει πλειοτέρῃ σὺν χειρὶ ἐς πατρίδα ἱκέσθαι. ὅπου καὶ ὁ βασιλεὺς καθικνεῖταί πως αὐτοῦ ὡς ἐκεῖ φανεῖται. (ῃερς. 225.) Τὸ δὲ τυρῶν αἰνυμένους, Ἀττικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἐκ τῶν τυρῶν ἄραντας, οὐ γὰρ πάντας ἤθελον ἄρασθαι τοὺς τυρούς. οὕτω καὶ λέων βοὸς βεβρωκέναι που λέγεται. καὶ μάντις ἀποφοιβάζει φύλλων δάφνης φαγών. Ἴσως δὲ παρὰ τὸ τέρσειν ἤγουν ξηραίνειν γίνεται καὶ ὁ τυρός. ὡς ἀπὸ ῥυτοῦ γάλατος αὐτὸς μὴ τοιοῦτος ὢν, ἀλλὰ πρῶτα μὲν χλωρὸς κατὰ τὸν ποιητὴν, εἶτα καὶ ξηρὸς γεγονώς. ἀπὸ δέ γε τοῦ τυροῦ τυρεύειν τε τὸ ἀνακυκᾶν πράγματα, καὶ τυρβάζειν δὲ τὸ ὑπὲρ τοιούτων μεριμνᾶν. εἰ δέ γε ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἡ κοινῶς λεγομένη σύρβη τύρβη λέγεται Ἀττικῶς, ζητητέον ἑτέραν τινὰ ἐτυμολογίαν ταύτης τε καὶ τοῦ τυρβάζειν, ὥσπερ καὶ τοῦ τυροῦ. ὃν καὶ παρὰ τὸ τηρεῖν φασί τινες γίνεσθαι. ὡς γὰρ ἅλμη ἁλμηρὸς, οὕτω τυρῶ τυρὸς, ὃ εἰς τήρησιν συμπηγνύμενος. Ἰστέον δὲ καὶ ὅτι τοὺς λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλίας καλοῦσιν, οὓς καὶ ἐν θυσίαις τισὶν ἦσαν ἐναγίζοντες ὥς φησιν Ἀθήναιος. ἔνθα τῶν ἀντιγράφων διὰ μόνου τοῦ ἰῶτα ἐχόντων τὴν παραλήγουσαν τῆς θηλίας δοκεῖ ἑνικὴ αὐτῶν εὐθεῖα εἶναι ὁ θηλίας. ὡς δὲ τηροῦ σύνθετον ὁ κατάτυρος, δηλοῖ ὁ γράψας τὸ, γλοιῶν καταχύσματα κατάτυρα παρὰ τῷ αὐτῷ ῥήτορι. Τοῦ δὲ αἰνύμενοι ἡ σκευωρία, τοιαύτη τις εἶναι δοκεῖ. ἔστι ῥῆμα μονοσύλλαβον δασυνόμενον, ὧ τὸ πληρῶ. ἐξ οὗ, ἕω καὶ ἕημι. ἀφ' ὧν καὶ ὁ ὅλος. καὶ τὸ, ἐξ ἔρον ἕντο ὡς ἐν Ἰλιάδι ἐῤῥέθη. τούτου τοῦ ὧ παράγωγον, αἴω. ὡς κλῶ κλαίω. κῶ καίω. καὶ προσλήψει τοῦ ˉν, αἴνω. ὅθεν αἰνύω αἴνυμι. εἰ δὲ τοῦ πρωτοτύπου θέματος δασυνομένου ψιλοῦται τὸ αἴνυσθαι, ὁ κοινὸς κανὼν τῆς αˉι διφθόγγου αἴτιος. ἥτις ὑπὲρ μίαν συλλαβὴν οὖσα καὶ προκαθημένη λέξεως ψιλοῦται. Ἰστέον δὲ ὅτι τὸ τυρῶν αἰνυμένους γράφεται καὶ ἀχθομένους, ἵνα δηλοῖ τοὺς φόρτιον τυρῶν αἴροντας. εἰ δὲ καὶ ἀπὸ τοῦ αἴρω γίνεται αἰρύω αἴρυμι ὅθεν κατὰ τροπὴν ἀμεταβόλου εἰς ἀμετάβολον τὸ αἴνυσθαι, οὐκ ἂν εἴη ἔχον ἀντιλογίαν. ποιητικὴ δὲ πάντως λέξις καὶ τὸ αἴνυσθαι καὶ εἰς μέτρον χρησίμη μόνον ἢ καὶ εἰς μετρικήν τινα παραπλοκήν. διόπερ Ὅμηρος διὰ τὸ ἐν ποιήσει καίριον δὶς φράζει εἰπών. (ῃερς. 232.) τυρῶν αἰνυμένους. καὶ, τυρῶν αἰνύμενοι φάγομεν. λέγει δὲ καὶ προϊών. ὄφρα οἱ εἴη πίνειν αἰνυμένῳ. (ῃερς. 231.) Ὅτι δαπανήσας Ὀδυσσεὺς οὐ πολλὰ τῶν τοῦ Κύκλωπος οὐ τὴν ἴσην ἔτισεν. ἔθυσαν μὲν γὰρ οἱ αὐτοῦ πῦρ κείαντες καὶ τῶν τυρῶν ἔφαγον. ἐζημιώθησαν δὲ φίλοις ἓξ ὡς ἐν τοῖς ἐφεξῆς φανεῖται. Τὸ δὲ κείαντες, διὰ διφθόγγου γράφουσι τὰ πολλὰ καὶ κρείττω τῶν ἀντιγράφων, ὡς ἀπὸ τοῦ κέω κείω. Ἰστέον δὲ ὅτι ὥσπερ θέω θῶ, οὕτω καὶ κέω κῶ. ἐξ αὐτοῦ δὲ παράγωγον καίω ὡς λῶ λαίω. ῥῶ ῥαίω τὸ φθείρω. καὶ ἀπὸ μὲν τοῦ ψιλοῦ κέω δοκεῖ καὶ ὁ θυοσκόος γίνεσθαι. καὶ τὸ, πῦρ κείαντες ἐθύσαμεν. ἐκ δὲ τοῦ γραφομένου διὰ διφθόγγου τὸ καῦσαί τε γίνεται καὶ τὸ κάειν καὶ τὸ ἔκηε καὶ ὅσα τοιαῦτα. (ῃερς. 233.) Ὅτι ὅτε νέμων ἐπῆλθεν ὁ Κύκλωψ ἔφερεν ὄβριμον ἄχθος ὕλης ἀζαλέης ἵνα οἱ ποτιδόρπιον εἴη. (ῃερς.

Intertext edge

Open linked passage

Note