Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
300.1.1
) Καὶ ὅρα ὡς καλὸν σχῆμα τὸ ἐν προδόμῳ δόμου ὡς καὶ ἀνωτέρω τὸ, ὑπ' αἰθούσῃ θέμεναι καὶ χλαίνας ἐνθέμεναι. καὶ ὅτι πρόδομον λέγει, τὴν αἴθουσαν. Ἐν τούτοις δὲ, καὶ τὸ ἐκ λαμπάδων ἤτοι δᾴδων φῶς, δάος λέγει. εἰπὼν, δάος μετὰ χερσὶν ἔχουσαι. ὡς εἴ τις εἴποι φάος. (ῃερς. 304.) Ὅτι ταυτὸν τὸ καθεύδειν καὶ τὸ λέγεσθαι ἀφ' οὗ τὸ λέκτρον. φησὶ γοῦν. Ἀτρείδης δ' ἐκάθευδε. πὰρ δ' Ἑλένη τανύπεπλος ἐλέξατο. (ῃερς. 305.) Τανύπεπλον δέ φασι λέγει, τὴν εὐτραφῆ καὶ πλήθουσαν. τετανυσμένου γὰρ οὕτω τοῦ σώματος, ἀνάγκη συνεσχηματίσθαι καὶ τὸν πέπλον. ἄλλως μέντοι τὸ τανύπεπλον, βαρβαρικὸν εἶναι φησί. καὶ ἴσως, οὐ κωλύει ἐκ τοιούτων ἥκουσαν τὴν Ἑλένην, τοῖς ἐκείνων εἰσέτι παραμένειν ἔθεσιν. (ῃερς. 312.) Ὅτι πρὸ ὀλίγων εἰπὼν ὁ Μενέλαος ὡς δείπνου πασαμένους ἐρωτήσει τοὺς ξένους, ὁ δὲ, τῇ ὁμιλίᾳ παρασυρεὶς καὶ ἐκλαθόμενος, ἕωθεν ἐρωτᾷ, οὕτως. τίπτε δέ σε χρειὼ δεῦρ' ἤγαγε Τηλέμαχ' ἥρως ἐς Λακεδαίμονα δῖαν; δήμιον ἢ ἴδιον; οὐκ ἐρωτᾷ δὲ τοὺς δύο, ἢ ἐπεὶ ἔγνω μηδὲν ἔργον ἔχειν εἰς αὐτὸν τὸν Νεστορίδην. Τηλεμάχου δὲ χάριν ἐλθεῖν. Ὅρα δὲ ὅτι τὸ χρειὼ ἐνδεξάμενος ὡς ταυτὸν τῷ χρέος οὐδετέρῳ ὀνόματι, πρὸς αὐτὸ συνέταξεν Ἀττικῶς τὸ τίπτε, καὶ τὸ δήμιον ἢ ἴδιον, τουτέστι δημόσιον ἢ ἰδιωτικόν σου τὸ πρὸς ἐμὲ χρέος. τοῦτο γὰρ ἡ χρειώ. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν τὸ τί ποτέ σε χρειὼ ἤγαγεν εἰς Λακεδαίμονα, καὶ ἐντελῶς εἴρηται καὶ σαφῶς. ὅτε δέ που ὡς καὶ ἐν Ἰλιάδι, αὐτὸ κεῖται μόνον τὸ, τίπτε δέ σε χρειὼ, ὑποδύσκολόν ἐστι διὰ τὸ, ἢ ἀντιπτωτικῶς εἰρῆσθαι ἢ ἐλλειπτικῶς. καὶ ἐλλειπτικῶς μὲν, ἐπειδὴ καὶ ῥῆμα λείπει ἐκεῖ καὶ ἔννοια τοπική. ἵνα λέγῃ, τίπτε δέ σε χρειὼ ἤγαγεν εἰς τόνδε τόπον, ἀντιπτωτικῶς δέ, διότι ἔστι νοῆσαι τὴν ˉσˉε αἰτιατικὴν ἀντωνυμίαν, ἀντὶ τοῦ σοί. ἵνα ᾖ, τί ποτέ σοι χρεία. εἰς ὅπερ χρησιμεύει καὶ Αἰσχύλου τὸ, αὐτόν σε δεῖ προμηθέως. ἤγουν αὐτῷ σοι χρεία ἐστὶ προμηθεύσασθαι. ἴσως δὲ ὕπεστι κἀνταῦθά τις ἔλλειψις κατὰ πρόθεσιν. οἷον. τί ποτε εἰς σὲ χρεία. Τὸ δὲ ἐς Λακεδαίμονα, ταυτὸν τῷ, ἐς Σπάρτην. κατὰ τὸ, πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον. (ῃερς. 317.) Ὅτι τὸ ἐν ἄλλοις περὶ Ὀδυσσέως κλέος, κληηδόνα ἐνταῦθα φησί. λέγει γάρ. ἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις. Καὶ ἔστι ταυτὸν κλέος καὶ κλῃδὼν καὶ κληηδών. ὧν ἑρμηνεία, ἡ φήμη καὶ ἡ ὄσσα καὶ ἡ ὀμφὴ καὶ ὁ μαντικὸς λόγος. ἐπειδὴ ἐκ τοῦ κλέος τὸ κλεΐζω. ἀπ' αὐτοῦ δὲ κατὰ ἔκτασιν, τὸ κληΐζω. καὶ ἐν συναιρέσει, κλῄζω. ὡς χρέος χρηΐζω καὶ χρῄζω. ἡ δὲ χρῆσις τοῦ κλῄζειν, παρά τε ἄλλοις, καὶ παρὰ τῷ κωμικῷ, ἐν τῷ, κλῇσον τὴν πόλιν ταύτην. διὸ ἀπὸ τοῦ κλῄζω ἡ κληδών. ἀπὸ δὲ αὐτοῦ, ἡ κληηδών. καθ' ὁμοιότητά τινα τοῦ κρῆναι καὶ κρηῆναι. Ὅτι ἀπολογεῖται ὁ Τηλέμαχος πρὸς τὴν τοῦ Μενελάου ἐρώτησιν, ὀλίγα μὲν τοῦ ποιητοῦ ἐκ καινῆς εἰπόντος. τοὺς πλείονας δὲ στίχους, παρελκύσαντος ἑτέρωθεν συνήθως ἐκ τῶν ἑαυτοῦ. (ῃερς. 318.) Καὶ ἡ μὲν εἰσβολὴ τοῦ λόγου τῷ νεανίᾳ ῥήτορι, γοργὴ καὶ κομματικὴ, κατὰ σχῆμα θυμικὸν ἐνδιάθετον. φησὶ γάρ. ἐσθίεται μοὶ οἶκος. ὄλωλε δὲ πίονα ἔργα. δυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος. εἶτα ἐκτραγῳδεῖ ἐν ὀλίγῳ, μήλων καὶ βοῶν εἰλιπόδων ἀπώλειαν. καὶ τοὺς μνηστῆρας ὑπέρβιον ἦτορ ἔχειν φησί. καὶ ἱκάνεσθαι τὰ βασιλικὰ γούνατα, οὐ περί τινος μεγάλου, ἀλλ' ἐφ' ᾧ εἰπεῖν τὸν τοῦ πατρὸς ὄλεθρον, εἴπερ εἶδεν ἢ ἤκουσε. καὶ μὴ διὰ αἰδῶ ἢ μείλιχον ἔλεον ἐπικρύψαι τὰ κατὰ τὸν πατέρα. μνησθῆναι δὲ καὶ εἴπερ ἐκεῖνός ποτε ἐν Τροίᾳ ἐλυσιτέλησέ τι τῷ Μενελάῳ. εἰ καὶ εἰς ἀντίχαριν, εἰπεῖν ἄρτι πρὸς τὸν υἱὸν ἐκείνου, τὸ ἀληθές. (ῃερς.