Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
305.1.1
) ἡ μὲν γάρ μ' ἐκέλευε, σὺν ἀμφιπόλοισιν ἕπεσθαι, ἀλλ' ἐγὼ οὐκ ἔθελον. Καὶ ὅρα ὡς ψεύδεται φανερῶς ὁ Ὀδυσσεύς. ὅπερ ἐν καιρῷ ποιήσει ἂν ὁ σοφός. αἰτίαν δὲ τοῦ μὴ ἐθέλειν ἕπεσθαι τῇ κόρῃ λέγει Ὀδυσσεύς, φόβον καὶ αἰσχύνην. καὶ τὸ μὲν τῆς αἰσχύνης, οὐκ ἐπεξεργάζεται. τὸ δὲ περὶ τοῦ φόβου, ἠρέμα πλατύνει. φησὶ γάρ. δείσας αἰσχυνόμενός τε μή πως καὶ σοὶ θυμὸς ἐπισκύσαιτο ἢ ἐπισκύζοιτο ἰδόντι. δύσζηλοι γάρ τ' εἰ μὲν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων. καὶ οὕτω μὲν Ὀδυσσεύς. (ῃερς. 309.) Ἀλκίνοος δὲ ἀπαρνούμενος δύσζηλος εἶναι, φησί. ξεῖνε, οὔ μοι τοιοῦτον στήθεσσι φίλον κῆρ, μαψιδίως κεχολῶσθαι. ἀμείνω (ῃερς. 310.) δ' αἴσιμα πάντα. ἤτοι τὰ καθήκοντα. Καὶ ὅρα τὸ, μαψιδίως κεχολῶσθαι. εἰκῇ μὲν γὰρ καὶ μάτην οὐ χολωθήσεται ὁ σπουδαῖος. αἴσιμον μέντοι χόλον ἀναλήψεταί ποτε. γνωμικὸν δὲ πάντως τὸ, ἀμείνω δ' αἴσιμα πάντα. (ῃερς. 306.) Ὅρα δὲ τὸ, καὶ σοὶ θυμός. δῆλον γὰρ ἐντεῦθεν, ὡς καὶ ἑτέρους ἐδεδίει δι' οὓς οὐκ ἤθελεν ἕπεσθαι τῇ κόρῃ. Τὸ δὲ ἐπισκύσαιτο, δηλοῖ μὲν τὸ ὀργισθείη, παράγει δὲ τὸ ἐπισκύνιον. οὗ ἑρμηνεία παρὰ τοῖς παλαιοῖς, αὕτη. ἐπισκύνιον, τὸ ὑπὲρ τὴν ὀφρῦν ἐποφρύδιον. ἡ περὶ τὰς ὀφρῦς χάρις. εὕρηται δὲ παρὰ τῷ ποιητῇ καὶ σκυδμαίνειν ἐκ παραγωγῆς, τὸ σκύζεσθαι. (ῃερς. 307.) Δύρζηλοι δὲ, οἱ ἀλλαχοῦ προλεχθέντες ζηλήμονες. εἶδος δὲ χόλου ἄμφω ταῦτα δηλοῖ. διὸ ἀποστερῶν ἑαυτὸν ὡς ἐῤῥέθη ὁ βασιλεὺς τοῦ μὴ δύσζηλος ὅ ἐστι ζηλήμων εἶναι, ἔφη μὴ ἂν μαψιδίως χολοῦσθαι. ὡς ταυτὸν ὂν δύσζηλον εἶναι καὶ μαψιδίως χολούμενον. Τὸ δὲ δύσζηλοι ἐσμὲν, διὰ τῆς πληθυντικῆς κοινότητος, παραιρεῖται τὸ τραχὺ τῆς ἐπιτιμήσεως. ὡς μὴ μόνου τοῦ Ἀλκινόου τοιούτου ὀνομασθέντος, ἀλλὰ γνωμικῶς ἐν κοινῷ τοῦ λόγου λεχθέντος. καὶ ἔστιν ὅμοιον τῷ, ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. καὶ τοῖς τοιούτοις. Δῆλον δὲ καὶ ὡς Ἀττικῶς ἔφη τὸ, δύσζηλοι ἐσμὲν φῦλ' ἀνθρώπων, ἀντὶ τοῦ οἱ ἄνθρωποι. τὸ γὰρ κοινὸν ἦν, δύσζηλα φῦλα. (ῃερς. 311.) Ὅτι οὐ μόνον οὐκ ἂν χολώσεσθαι τῷ Ὀδυσσεῖ λέγει ὁ βασιλεὺς ἐλθόντι μετὰ τῆς θυγατρὸς, ἀλλὰ καὶ χαίρειν ἄν. φησὶ γοῦν εὐχόμενος. αἲ γὰρ Ζεῦ τε πάτερ τοῖος ἐὼν οἷος ἐσσὶ, τά τε φρονέων ἅτ' ἐγώ περ, παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι αὖθι μένων. οἶκον δὲ ἐγὼ καὶ κτήματα δοίην, εἰ ἐθέλων γε μένοις, ἀέκοντα δέ σε οὔ τις ἐρύξει Φαιήκων. μὴ τοῦτο (ῃερς. 316.) φίλον Διῒ πατρὶ γένοιτο. ὃ ταυτόν ἐστι τῷ, μὴ τοῦτο θεὸς τελέσειε, κειμένῳ ἀλλαχοῦ. (ῃερς. 313.) Σημείωσαι δὲ τὴν κατὰ ἀπαρέμφατον ῥῆμα εὐχὴν τὸ, αἲ γὰρ Ζεῦ παῖδα ἐμὴν ἐχέμεν καὶ γαμβρὸς καλέεσθαι, Ἀττικῶς προενεχθεῖσαν, ὡς καὶ ἐπ' ἄλλων φαίνεται. λείπει δὲ τὸ ἐθέλοις ἤ τι τοιοῦτον ἵνα λέγῃ ὅτι εἴθε ἐθέλοις ἐμὸς γενέσθαι γαμβρός. μετ' ὀλίγα δὲ, κεῖται καὶ συνήθης εὐχὴ, τὸ Ζεῦ πάτερ αἴθ' ὅσα εἶπε, τελευτήσειεν ἅπαντα. Καὶ σημείωσαι ἐν τούτοις ὅτι τε ταυτὸν εὐχῆς λόγῳ εἰπεῖν εἰ καὶ αἲ καὶ εἴθε ὡς μυριαχοῦ φαίνεται. (ῃερς. 311.) καὶ ὅτι οὐ μόνον θρηνητικόν ἐστιν ἐπίῤῥημα τὸ αἲ, ἀλλ' ἰδοὺ καὶ εὐκτικόν. νοεῖται δέ ποτε καὶ μεμπτικὸν, ὡς παρὰ τῷ κωμικῷ ἐν τῷ, αἲ τάλαν. ἔτι δὲ καὶ δυσφορικὸν κατὰ τοὺς παλαιούς. (ῃερς. 312.) Τὸ δὲ τοῖος ἐὼν οἷος ἐσσὶ, ὠφέλησε τὸν Πίνδαρον εἰπεῖν πρὸς ἀγαθὸν ἄνδρα τινὰ τὸ καλὸν νόημα ἐκεῖνο, τὸ γένοιο οἷος ἐσσί. ὡς μὴ ἔχων δηλαδὴ κρείττονα πρὸς ὃν ἂν ὅμοιος γένοιο. Τὸ δὲ τὰ φρονέων ἅπερ ἐγὼ, δηλοῖ δεῖν ὁμοφροσύνην εἶναι μὴ μόνον ἀνδρὶ καὶ γυναικὶ, ἀλλὰ καὶ τοῖς κηδεσταῖς πρὸς τοὺς νυμφίους. (ῃερς. 315.) Τὸ δὲ ἀέκοντα δέ σε οὔ τις ἐρύξει, φιλοξενικοῦ ἔθος ἐστίν. εἴπερ ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, χρῆναι ξεῖνον παρεόντα φιλεῖν ἐθέλοντο δὲ πέμπειν. Φασὶ δὲ οἱ παλαιοὶ τὸν βασιλέα ἐπίτηδες τὸν περὶ γάμου λόγον ἀνακινῆσαι, πειρώμενον τοῦ Ὀδυσσέως εἰ ταῖς ἀληθείαις παρητήσατο τὸν τῆς Καλυψοῦς γάμον. εἰ γὰρ προπετῶς φασι ὑπόσχηται γαμήσειν, παντελῶς ἐλεγχθήσεται κἀκεῖνο ψευδόμενος. ἔθος δὲ ἄλλως ἦν τοῖς ἀρχαίοις, ἐπιλέγεσθαι τοὺς ἀρίστους τῶν ξένων καὶ γαμβροὺς αὐτοὺς ποιεῖσθαι. ὡς καὶ ἐπὶ Βελλεροφόντου καὶ Τυδέως καὶ Πολυνείκους ἐγένετο. ἐπέκρινον δὲ οὐκ εἰς πλοῦτον ἀφορῶντες, ἀλλ' ὅτι ὁ μὲν, τυχὸν βασιλεῖ ἀνδρὶ ἐῴκει. οἱ δὲ, γενεῇ Διὸς μεγάλοιο ἐΐκτην. καὶ παῖδες ἀνάκτων ἦσαν. καὶ ὅλως, τοιοῦτοι οἵους οὐκ ἂν κακοὶ τέκοιεν. (ῃερς.