Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
307.1.1
) Τὸ δὲ χάριν φέροντες εἶπεν ἐν τῇ ˉγ ῥαψῳδίᾳ. (ῃερς. 310.) Τοῦ δὲ δοῦρα ἐπέῤῥιψαν, οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. κρεῖττον γάρ ἐστι καὶ τοῦ ἀφῆκαν. ἐπὶ μέντοι ὀϊστῶν, οὐκ ἂν εἴη καίριον. ἀλλὰ μᾶλλον οἰκεῖον ἐκεῖ τὸ ἀφῆκαν. ἐπεὶ καὶ ἀπὸ τοῦ ἵημι γίνεται ὁ τοιοῦτος ἰός. τὸ δέ γε βάλλειν, ἕτερόν ἐστι τοῦ ἐπιῤῥίπτειν καὶ ἀφιέναι. αὐτὸ γὰρ, ἀντὶ τοῦ, ἐπιτυχεῖν λέγεται. Τὸ δὲ περὶ Πηλείωνι, ὅμοιον τῷ, ἀμφ' Ὀδυσσῆϊ ὅπερ ἀνωτέρω κεῖται. (ῃερς. 311.) Τὸ δὲ ἔλαχον κτερέων, ἀντὶ τοῦ, ἔτυχον ὡς καὶ ἐν ἄλλοις πολλαχοῦ κεῖται. οἱ δὲ μεθ' Ὅμηρον, αἰτιατικῇ συντάσσουσι τὸ λαχεῖν. (ῃερς. 333.) Ὅτι ἐθὰς ὢν ὁ ποιητὴς τοῦ ἐν μεγάλοις καὶ μάλιστα ἐπικινδύνοις πράγμασι θεῖα εἰσάγειν πρόσωπα, καὶ συγκιρνᾶν ἀγαθῷ τινι τὸ ἄκρατον τοῦ κακοῦ ἢ καὶ παντελῶς ἀπάγειν αὐτὸ, ποιεῖ τοῦτο καὶ νῦν. καὶ ἐπεὶ μέγα τὸ τοῦ κινδύνου κακὸν ἦν τῷ Ὀδυσσεῖ καὶ πάντῃ ἄφυκτον, πλάττει τὴν Λευκοθέαν ἀναφανεῖσαν ἐκ μέσων τῶν κυμάτων καὶ τὰ δυνατὰ πιθανῶς βοηθήσασαν. ὡς μή τε τῷ Ποσειδῶνι παντελῶς ἀντιπεσεῖν, μή τε τὸν Ὀδυσσέα προλιπεῖν ἀβοήθητον. βοηθεῖ δὲ, διὰ τοῦ κατ' αὐτὴν κρηδέμνου ὡς ἐφεξῆς ῥηθήσεται. ἀστεῖον δὲ τὸ Λευκοθέας ἐπεισόδιον. ἱστορίαν τε γὰρ ξενικὴν ἐπεισάγει, καὶ Ὁμηρικὸν ἔθος πληροῖ, θεῖον ἐν κινδύνῳ εἰσαγομένη πρόσωπον. καὶ τὸ ἄπορον λύει τοῦ, πῶς Ὀδυσσεὺς οὐκ ἔπαθέ τι δεινὸν πέτραις προσαραχθείς. ἔστι δὲ ὁ περὶ τῆς Λευκοθέας λόγος τῷ ποιητῇ, οὗτος. τόν δ' εἶδε Κάδμου θυγάτηρ καλλίσφυρος Ἰνώ. Λευκοθέη. ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα. νῦν δ' ἁλὸς ἐν πελάγεσσι, θεῶν ἐξέμμορε τιμῆς. αὕτη τὸν Ὀδυσσέα ἐλέησεν ἀλώμενον ἄλγε' ἔχοντα. αἰθυίῃ δ' εἰκυῖα ποτὴ, ἀνεδύσατο λίμνης. ἷζε δ' ἐπὶ σχεδίης πολυδέσμου, εἶπέ τε μῦθον. (ῃερς. 339.) κάμμορε. τίπτέ τοι ὧδε Ποσειδάων ὠδύσατ' ἐκπάγλως, ὅτι σοι κακὰ πολλὰ φυτεύει. καὶ ἑξῆς. τοῦτο δέ ἐστι παρῳδῆσαι, ὅτέ τις μνησικάκως πάσχει πρός τινος. ἡ δὲ κατὰ τὴν Ἰνὼ ἤτοι Λευκοθέαν ἱστορία, διώνυμως γὰρ ἡ γυνὴ, τοιαύτη τίς ἐστιν. Ἰνὼ Ἀθάμαντι συνοικήσασα ἔσχε παῖδας Μελικέρτην καὶ Λέαρχον ἢ Κλέαρχον. Ἀθάμας δὲ κατὰ μῆνιν Ἥρας τὰς φρένας ληφθεὶς, ἐπεὶ ἔθρεψε τὸν Διόνυσον, ἀναιρεῖ τὸν Λέαρχον. ἐπεὶ δὲ καὶ τὸν λοιπὸν ἔμελλε παῖδα διαχειρίσασθαι, βαστάζει αὐτὸν ἡ μήτηρ Ἰνώ. καὶ διὰ τοῦ λευκοῦ πεδίου τῆς Μεγαρίδος θεύσασα ὅ ἐστι δραμοῦσα, ὅθεν καὶ Λευκοθέα ἐκλήθη, συγκατέῤῥιψεν ἑαυτὴν τῷ βασταζομένῳ παιδὶ ἐς θάλασσαν. καὶ ἰσόθεον ἔλαχε τιμὴν σὺν αὐτῷ, κληθέντι Παλαίμονι διὰ τὸ κατὰ τὸν μῦθον συλλαμβάνεσθαί τι τοῖς ἁπλῶς παλαίουσι ἢ τοῖς κατὰ θάλασσαν παλαίουσιν, ὅ ἐστι πονουμένοις περὶ τὰ ναυτικά. ἐπεὶ καὶ ἡ παλαισμοσύνη, παλαιμοσύνη γραφομένη εὑρίσκεται παρὰ τοῖς παλαιοῖς. θυγάτηρ δὲ ἡ Ἰνὼ τοῦ Κάδμου, ὃς περὶ τὰς θυγατέρας ἐδυστύχησε. Σεμέλη μὲν γὰρ, ἐφλέχθη κεραυνῷ. Ἀγαυὴ δὲ μανεῖσα, διεσπάσατο τὸν υἱὸν Ἀκταίωνα. Λευκοθέα δὲ, εἰς θάλασσαν ἥλατο. οἰκτίζεται δέ φασιν αὕτη τὸν Ὀδυσσέα, ἢ ὡς ἄνθρωπος γενομένη ποτέ. ἢ καὶ ὡς φιλογύνην ὄντα. ἢ καὶ ὡς ὁμοιοπαθῇ. θαλάσσῃ γὰρ καὶ αὐτὸς εἰ καὶ μὴ ἑκὼν ἐμπέπτωκεν ὡς ἐκείνη, ἀλλ' οὖν δυστυχῶς ἐγκυβιστᾷ. (ῃερς. 337.) οὐκ ἐμορφώθη δέ φασιν εἰς αὐτὸ τοῦτο αἴθυιαν. πῶς γὰρ λαλεῖ, πῶς δὲ καὶ φορεῖ ἢ καὶ χειρίζει τὸ κρήδεμνον; ἀλλὰ τῷ τρόπῳ τῆς ἀναδύσεως, ἔοικεν εἰς αἴθυιαν. οὐκ ἐναντιοῦται δέ φασι τῷ Ποσειδῶνι, ἐπεὶ κἀκεῖνον οἶδεν εἰδότα ὡς χρὴ σωθῆναι τὸν Ὀδυσσέα. διὸ καὶ προαναφωνεῖ δι' αὐτῆς ὁ ποιητὴς ὡς οὐ καταφθίσει τὸν Ὀδυσσέα ὁ Ποσειδῶν. (ῃερς. 334.) Αὐδήεσσα δὲ, ἢ ἡ διαβόητος κατὰ τοὺς παλαιοὺς ὅ ἐστιν ἀοίδιμος διὰ τὰ ἐπ' αὐτῇ συμβάντα. ἢ ἡ ἔνδοξος, εὐγενὴς γάρ. ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ. οὕτω γὰρ αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῴων. γράφεται δὲ καὶ οὐδήεσσα τουτέστιν ἐπίγειος. νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων. Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή. (ῃερς. 337.) Τὸ δὲ ποτῇ, ἢ κατὰ δοτικὴν, ἵνα λέγῃ ὅτι πετομένῃ αἰθυίῃ ἐοικυῖα. ἢ κατὰ εὐθεῖαν πτῶσιν, ἵνα ᾖ ποτὴ ἀνεδύσατο λίμνης, ἤγουν πετασθεῖσα ἐκ θαλάσσης ἀνέδυ. γράφεται δὲ καὶ σὺν τῷ νῦ, ποτήν. ὃ δηλοῖ τὴν πτῆσιν. ὡς ἂν λέγῃ, ὅτι ἐοικυῖα αἰθυίῃ κατὰ τὴν πτῆσιν ἤγουν κατὰ τὴν ὁρμήν. καὶ ἀπαλλαττομένη δὲ ἡ μυθικὴ αὕτη Λευκοθέα, αἰθυίᾳ εἰκάσθη. ὡς καὶ ἡ Ἀθηνᾶ, ὄρνις ὡς ἀνόπαια διέπτατο. καὶ φήνῃ εἰδομένη. (ῃερς.
307.1.2
) Ὅτι Ἰφιμεδείας καὶ Ἀλωέως υἱοὶ Ὦτοτ' ἀντίθεος, τηλεκλειτός τ' Ἐφιάλτης. οὓς δὴ μηκίστους θρέψαι ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι, οἳ καὶ ἀθανάτοισιν ἀπειλείτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο. (ῃερς. 314.) ἐπεὶ δὲ οὐκ ἦν πιθανῶς βουλευθῆναι τοῦτο ἐκ γῆς γενέσθαι, διενοήσαντο ἵνα ἐξ ἴσου φασὶ μεγέθους πολεμῶσιν, ἀλλοκότους ἀναβάσεις ὡς οἷά τινας κρόσσας πολεμικάς. φησὶ γὰρ ὅτι Ὄσσαν ἐπ' Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη. Καὶ ὅρα ὡς ἐν τούτοις Ὄλυμπον καὶ τὸ ὄρος ἔφη ἐφ' ᾧ ἤθελον οἱ ῥηθέντες θεῖναι τὴν Ὄσσαν, καὶ τὸν οὐρανὸν δὲ, ἐν τῷ, ἀθανάτοις ἠπείλουν ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν. ἐνταῦθα γὰρ Ὄλυμπος ὁ οὐρανὸς κατὰ ἀλληγορίαν. διὸ καὶ ἐπήγαγεν· ἵν' οὐρανὸς ἀμβατὸς εἴη. ἄλλως γὰρ εἰ τοῖς ἐν Ὀλύμπῳ τῷ ὄρει θεοῖς πολεμεῖν ἔμελλον ἐκεῖνοι, ἀδιανόητόν ἐστιν Ὄσσαν ἐπὶ Ὀλύμπῳ θεῖναι, αὐτὰρ ἔπ' Ὄσσῃ Πήλιον, καὶ μὴἐν αὐτῷ τῷ Ὀλύμπῳ τῷ ὄρει συμμίξαι πρὸς μάχην, ἀλλὰ καταμηχανᾶσθαι τῶν ὀρέων εἰκῇ. καὶ ἦν μὲν ἀδύνατον τὸ τῶν παίδων βούλευμα, καὶ αὐτὸ τοῦτο παιδικόν. διὸ καὶ ἀθετοῦνται πρός τινων τὰ τοιαῦτα ἔπη τοῦ Ὁμήρου, εἰ καὶ οἱ λυτικοὶ φασὶν ὅτι μέμασαν οἱ παῖδες ποιῆσαι τὸ ἀδύνατον, οὐ μὴν ἔπραξαν. (ῃερς.

Intertext edge

Open linked passage

Note