Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
310.1.1
) Ἐν δὲ τῷ ἐννεαπήχεες εὖρος, μῆκος δὲ ἐνεόργυιοι, ἐπαινοῦσιν οἱ παλαιοὶ τὸ δαιμόνιον τῆς ἐν συμμετρίᾳ σωματικῆς ἀκριβείας. ἀνάλογον γάρ φασι σῶμα, οὗ τὸ πλάτος τρίτον τοῦ μήκους, ὡς καὶ ἐνταῦθα ἑκάστης ὀργυίας ἀνὰ τριῶν πήχεων οὔσης τὸ ἐννεάπηχυ εὖρος τρίτον ἐστὶ τοῦ ἐννεαοργυίου μήκους. (ῃερς. 312.) Τὸ δὲ ἀπειλήτην ἢ καύχημα ἢ σφοδρότητα λόγου δηλοῖ. διττὴ δὲ ἡ γραφὴ τῆς παραληγούσης τοῦ ἀπειλείτην. διὰ διφθόγγου μὲν, ὡς ἀπὸ παρατατικοῦ τοῦ ἠπείλεον, διὰ τοῦ ˉη δὲ, ὡς ἀπὸ τοῦ ἠπειλησάτην κατὰ συγκοπήν. (ῃερς. 313.) Ὅρα δὲ καὶ τὸ φύλοπις ὡς μάχης ἐστὶν ἐπίθετον, καθὰ δηλοῖ τὸ, φυλόπιδα στήσειν πολέμοιο, ὥστε ὅτε ἡ φύλοπις μόνη που κεῖται, λείπει ἐκεῖ τὸ, πολέμου, ἢ τοιοῦτόν τι. Τὸ δὲ στήσειν ὅμοιον τῷ ἤγειρε μάχην, κειμένην ὡσανεὶ τὰ πρὸ τούτου καὶ ἡσυχάζουσαν. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον, συστήσασθαι φασὶ πόλεμον, καὶ πολεμικὴν ἐπισύστασιν, καὶ στάσιν δὲ μάχιμον, καὶ ὅσα τοιαῦτα. (ῃερς. 315.) Ὄσσα δὲ καὶ Πήλιον, ὄρη Θετταλικὰ ἐγγίζοντα τῷ Ὀλύμπῳ, ὄρει Μακεδονικῷ. εἰσὶ δὲ καὶ ἐν Πελοποννήσῳ ὁμώνυμα ὄρη, καθὰ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. Εἰνοσίφυλλον δὲ, τί ἐστι καὶ πῶς παράγεται, προδεδήλωται. (ῃερς. 318.) τὸν δὲ καιρὸν τῆς ἥβης ὑποδηλῶν ὁ ποιητὴς ἔφη τὸ, πρὶν σφῶϊν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι, τότε γάρ τις καὶ ἡβᾷ ὅτε ἀπὸ κροτάφου ἡ τρίχωσις ἀρξαμένη ἐπισχερὼ ἐς γένυν ἕρπει κατὰ τὸν εἰπόντα. Περὶ δὲ κροτάφων ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. Ἴουλοι δέ, φασιν, αἱ κατὰ τῶν γεννείων πρῶται τρίχες, λεγόμενοι οὕτως, ἐπεί περ οἱ τούτους ἔχοντες ἵενται ἤδη ἐπὶ τὸ ὅλον, ἤγουν τὸ τέλειον ὡς ἐξανδρούμενοι. ἀπὸ δὲ τούτων καθ' ὁμοιότητα ἔοικε λέγεσθαι πολύπουν ζωύφιον ὁ ἴουλος. (ῃερς. 319.) τοὺς δὲ ἀνθοῦντας τούτους ἰούλους καὶ λάχνην εὐανθέα καλεῖ φιλοτιμούμενος τῷ διαφόρῳ τῆς φράσεως. καὶ ἔστι ταυτὸν, κροτάφοις ἰούλους ἀνθεῖν, καὶ γένυν πεπυκάσθαι ὅ ἐστιν ἐσκεπάσθαι εὐανθέϊ λάχνῃ. (ῃερς. 3.) ὃ πρὸς διαστολὴν εἴρηται λάχνης ἑτεροίας, ὁποία καὶ ἡ παρὰ τῷ Θερσίτῃ ψεδνή. Ὅτι Φαίδρα Μίνωος ἦν θυγάτηρ, γυνὴ Θησέως, ἣ ἐρῶσα τοῦ σώφρονος Ἱππολύτου καὶ ἐκπεσοῦσα οὗ ἤθελεν αὐτή τε ἀπήγξατο καὶ ἐκεῖνον διαβαλοῦσα τῷ ὑπὸ κόλπου γράμματι, φθαρῆναι καταραθέντα πρὸς τοῦ πατρὸς πεποίηκε, καθὰ καὶ Εὐριπίδης ἱστορεῖ. Ὅτι Κέφαλος ὁ Δηϊονέως, περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ ἐγράφη, γήμας Πρόκριν τὴν Ἐρεχθέως καὶ θέλων ἀποπειράσασθαι εἰ σωφρονοίη, ἀπεδήμησεν ἐξ αὐτοῦ τοῦ νυμφῶνος. μετὰ δὲ χρόνον συσκιάσας ἑαυτὸν ἑτεροίῳ σχήματι ἔρχεται εἰς τὴν οἰκίαν, καὶ κόσμον χρυσοῦν εἰς πειθὼ προβαλόμενος πείθει τὴν Πρόκριν μιγῆναι αὐτῷ. καὶ πεισθείσης ἐκφαίνει ὁ Κέφαλος ἑαυτὸν, καὶ αἰτιᾶται μὲν ἐκείνην ὡς μὴ ἑαυτῆς ἐγκρατῆ, ὅμως δὲ καταλλάττεται. τὸ δ' ἐντεῦθεν ἐξιόντα τὸν ἄνδρα συχνάκις ἐπὶ θήραν ὑποπτεύει ἐκείνη καὶ καλέσασα τὸν συνεπακτῆρα ἐρωτᾷ τί ποιεῖ ὁ Κέφαλος συχνάκις ἀποδημῶν. ὁ δὲ ἔφη ὡς ἐπί τινος κορυφῆς ὄρους ἐκεῖνος ἱστάμενος βοᾷ ὦ νεφέλη, παραγενοῦ, καὶ ἡ Πρόκρις ὑπονοήσασα τὸ τῆς νεφέλης ὄνομα μή ποτε λανθάνῃ κύριον ὂν ἀπελθοῦσα ἐκεῖ κρύπτεται. καὶ τοῦ Κεφάλου ἀναβοωμένου τὸ σύνηθες ἔξεισιν αὐτὴ καὶ τρέχει εἰς αὐτόν. ὁ δὲ τῷ ἀδοκήτῳ διαταραχθεὶς βάλλει αὐτὴν τῷ μετὰ χείρας ἀκοντίῳ καὶ κτείνει. Ἰστέον δὲ ὅτι τε περιᾴδεται ἐπ' ἀνδρίᾳ καὶ ἡ Πρόκρις αὕτη καθὰ καί τις Ἀργαθώνη καὶ ἑτέρα Ῥοδογοὺ, ἢ καὶ ἄλλη Ἀταλάντη, καὶ ὅτι παροιμία ἐξ αὐτῆς φέρεται τὸ, Πρόκριδος ἄκοντα, ἐπὶ τῶν εὐστόχως ἀκοντιζόντων καὶ μὴ ἀποτυγχανόντων. καὶ ὅτι ἀπὸ τοῦ προκεκρίσθαι ἡ τοιαύτη Πρόκρις ἐτυμολογεῖσθαι δοκεῖ. εὕρηται δὲ καὶ Πρόκνις διὰ τοῦ ˉν ἐν ῥητορικῷ λεξικῷ θηλυκὸν ὄνομα. αὐτὸ δὲ γένος ἰσχάδων δηλοῖ. (ῃερς. 3.) Ὅτι Ἀνδρόγεων τὸν Μίνωος υἱὸν ἀπερχόμενον Κρήτηθεν Ἀθήναζε κατὰ καιροὺς ἀγώνωνκαὶ νικῶντα τὸ πένταθλον ἀνεῖλον Ἀθηναῖοι φθόνῳ. κακωθέντες δὲ κοινῇ ἐκ θεομηνίας διὰ τὸ τοῦ φόνου ἄδικον ἠναγκάσθησαν χρησμῷ στέλλειν εἰς Κρήτην ὅσα ἔτη ἑπτὰ ἠϊθέους καὶ παρθένους ἑπτὰ τοὺς κλήρῳ λαχόντας, βορὰν Μινωταύρῳ ἐσομένους. ὃν Πασιφάη μὲν ἔτεκε ταύρῳ μιγεῖσα τέχναις Δαιδάλου, λαβύρινθος δὲ σπήλαιον ἐκεῖνο ὑπόγεων Κρητικὸν πολυέλικτον εἶχεν ἐνδιαιτώμενον. χρόνῳ δέ ποτε Θησεὺς ἀνδρωθεὶς ἐπιῤῥίπτει ἑκὼν ἑαυτὸν τῷ τοῦ Μινωταύρου δασμῷ ἐπὶ καλῷ τῆς πατρίδος. ὡς οὖν συνέπλευσεν εἰς Κρήτην, ἔτυχέ πως ἔρωτα παθεῖν τὴν καλὴν Ἀριάδνην κούρην Μίνωος ὀλοόφρονος. καὶ τοίνυν αὐτὴ τρόπον ὑποτίθεται τῷ Θησεῖ δι' οὗ καὶ τοῦ θηρίου περιγενήσεται καὶ τὸν τοῖς ἄλλοις ἀδιεξόδευτον λαβύρινθον διεκφεύξεται. καὶ ὑποθεμένου Δαιδάλου δίδωσι τῷ ἐρωμένῳ ἀγαθίδα μίτου τὴν καὶ ἐν Ἰλιάδι λεχθεῖσαν, ἐφ' ᾧ εἰσελθόντα τὸ σπήλαιον ἐκδῆσαι τοῦ τῆς θύρας ζυγοῦ. καὶ ἀνελίσσοντα ἰέναι μέχρι καὶ εἰς τὸν τοῦ λαβυρίνθου μυχόν. καὶ εἰ περιέσται τοῦ κακοῦ, ὀπίσω ἐπανελίσσοντα ἐξελθεῖν. ὡς δὲ ἐπράχθη πάντα κατὰ νοῦν τῷ Θησεῖ, λαβὼν τὴν Ἀριάδνην καὶ τοὺς σὺν αὐτῷ Ἀττικοὺς ἠϊθέους καὶ τὰς παρθένους, ἀποπλεῖ μέσης νυκτός. καὶ προσορμισθεὶς τῇ Δίᾳ, νῆσος δὲ αὕτη πρὸ τῆς Κρήτης ἱερὰ Διονύσου (ῃερς. 324.) ἣ καὶ Νάξος ἐκλήθη, ὁμιλεῖ τῇ Ἀριάδνῃ. ἐπιστᾶσα δὲ Ἀθηνᾶ κελεύει, αὐτὴν ἐάσαντα πλεῖν εἰς Ἀθήνας. ὁ δὲ ἀναστὰς ποιεῖ οὕτω. Διόνυσος δὲ καταμαρτυρήσας τῆς γυναικὸς ἀσέβειαν ἐπεὶ ἐν τῷ αὐτῆς ἱερῷ ἐγνώσθη τῷ Θησεῖ, ἐποίησεν ἀναιρεθῆναι αὐτήν. ἔοικε δὲ ἡ γυνὴ αἰφνιδίῳ θανάτῳ ἀπαχθῆναι τοῦ ζῆν. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ καλὸς Θησεὺς περιεῖδε τὴν εὐεργέτιν. καὶ δηλοῖ τὸ τοῦ θανάτου ἀνεπαίσθητον ἡ ἐπιστατοῦσα τοῖς τοιούτοις Ἄρτεμις. φησὶ γὰρ ὁ ποιητὴς συντομώτατα ἱστορῶν οὕτως· ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μὲν οὐδ' ἀπόνητο. (ῃερς. 323.) πάρος δέ μιν Ἄρτεμις ἔκτα, ἢ ἔσχε, τουτέστιν ἐπέσχε θανάτῳ, τοῦ ἀπεπλεῦσαι, Δίῃ ἐν ἀμφιρύτῃ, Διονύσου μαρτυρίῃσιν, ἤγουν καταμαρτυρίαις κατηγορίαις. (ῃερς. 324.) οἱ μέντοι νεώτεροι φασὶ τὸν Διόνυσον ἐπιστάντα μετὰ τὸν Θησέως ἀπόπλουν δοῦναι αὐτῇ στέφανον χρυσοῦν, καὶ μιγέντα παραμυθήσασθαι. τὴν δὲ Ἄρτεμιν ἀνελεῖν αὐτὴν ὡς προδοῦσαν τὴν παρθενίαν. ὕστερον δὲ ἐν τοῖς ἄστροις τεθῆναι αὐτήν τε καὶ τὸν ῥηθέντα στέφανον καὶ τὸν αὐτῇ ἀκολουθοῦντα κύνα. (ῃερς. 321.) Ἰστέον δὲ ὅτι λαβύρινθος οὐ μόνον περὶ Κρήτην, ἀλλὰ καὶ ἐν ἑτέροις τόποις, καθὰ καὶ περὶ Ναυπλίαν οἱ τῶν ἐκεῖσε Κυκλώπων τῶν καὶ ἐγχειρογαστόρων οἰκοδομητοὶ καὶ αὐτοί. περὶ ὧν ἐδηλώθη καὶ ἀλλαχοῦ. Δῆλον δὲ ὅτι καὶ ὁ λαβύρινθος εἶδός τι κοιλίας ὑπογαίου ἢ καὶ ὑπονόμου. ἡ μέντοι γοργύρα ἢ καὶ Ἰωνικῶς γοργύρη ἄλλο τι παντελῶς παρὰ ταῦτα, ὑπόνομος μὲν καὶ αὐτὴ οὖσα, βορβορώδης δέ γε. Ὁ δὲ Μίνως ἐκτείνει τὴν ἄρχουσαν. ὀλοόφρων δὲ ὁ τοιοῦτος. τοῖς κακούργοις δηλαδή. ἐξεκάθῃρε γὰρ λῃστῶν τὴν θάλασσαν, οἳ καὶ φεύγοντες τοῦτον ἐκάλουν κρησφύγετα τὰς καταγωγὰς τῆς ἐκ τοῦ τοιούτου κρητὸς φυγῆς αὐτῶν. Τὸ δὲ πρὸς τοὺς κακοὺς ἀδυσώπητον αὐτοῦ δηλοῖ καὶ ἡ τοῦ Νίσου Σκύλλα. ἣν προδοῦσαν αὐτῷ τὸν πατέρα ἐκεῖνος ἀνεῖλεν, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. (ῃερς. 322.) Ὅρα δὲ καὶ ὅτι εἰ καὶ κραναὴ κατὰ τὴν ἱστορίαν ἡ Ἀττικὴ, ἀλλ' ὁ ποιητὴς γουνὸν Ἀθηνάων λέγει, σεμνύνων αὐτὴν ὡς γόνιμον, ἀφ' ἧς αἱ τῶν καρπῶν πανταχοῦ διαδόσεις, ὡς δηλοῖ τὰ κατὰ Κελεὸν καὶ Τριπτόλεμον. Καλεῖ δὲ καὶ ἱερὰς τὰς Ἀθήνας διὰ τὰς ἐκεῖ πολλὰς τελετάς. (ῃερς. 323.) Τὸ δὲ οὐδ' ἀπόνητο, σύνηθες τοῖς παλαιοῖς, καθὰ καὶ τὸ ὀνήμενος. τὸ γὰρ ἀπώνατο καὶ ἀπονάμενος οἱ μεθ' Ὅμηρον λέγουσιν. (ῃερς. 324.) Ἡ δὲ ῥηθεῖσα νῆσος Δῖα ἱερὰ Διονύσου γενέσθαι λέγεται. περὶ δὲ τοῦ ῥηθέντος Δαιδάλου καὶ ὡς ἄριστος ἦν ἀνδριαντοποιὸς, ἔτι δὲ καὶ περὶ Μινωταύρου δεδήλωται καὶ ἀλλαχοῦ. (ῃερς. 325.) Ὅτι Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ βασιλέων Ἄργους, καλὴ τὸ εἶδος, παρθενίαν ἑλομένη, συνῆν Ἀρτέμιδι, ἐπεὶ δὲ συνῆλθε Διῒ, ἐξ ὧν Λοκρὸς ὁ τὰς Θήβας συνοικίσας Ζήθῳ καὶ Ἀμφίονι, τοξεύεται ὑπ' Ἀρτέμιδος. ἕτεροι δὲ παρθένον φασὶ τὴν Μαῖραν ἀποθανεῖν. Ὅτι Κλυμένη θυγάτηρ Ἴφιος ἢ Μινύου, ὑπὸ Φυλάκῳ τῷ Δηϊονέως Ἴφικλοτίκτει παῖδα ποδώκη τὸν οὐ πρὸ πολλῶν γραφέντα. ὃν φασὶ διὰ τὴν τῶν ποδῶν ἀρετὴν καὶ ἀνέμοις ἁμιλλᾶσθαι, καὶ ἐπ' ἄκρων ἀνθερίκων θέειν καὶ μὴ κατακλᾶν αὐτούς. Ἡσίοδος δέ φησι προμιγῆναι αὐτὴν Ἡλίῳ καὶ τεκεῖν Φαέθοντα. Ὅτι μάντις ἄριστος καὶ Ἀμφιάραος υἱὸς Ὀϊκλέος, ὃς γήμας Ἐριφύλγυναῖκα οὐ μόνον καλὴν, ἀλλὰ καὶ ὡς εἰκὸς συνετὴν, θυγατέρα Ταλαοῦ ἀδελφοῦ Ἀδράστου, καὶ διενεχθείς ποτε πρὸς Ἄδραστον, εἶτα διαλυθεὶς, συνέθετο, ὑπὲρ ὧν ἂν εἰς τὸ μέλλον διαφέρωνται αὐτοὶ, κρίνειν αἱρετῶς τὴν Ἐριφύλην αὐτοῖς. καὶ αὐτοὺς στοιχεῖν τοῖς κριθεῖσι. τῆς οὖν ἐπὶ Θήβας στρατείας προκειμένης, Ἀμφιάραος μὲν ἐκώλυεν εἰδὼς τὸ ἐσόμενον, Ἄδραστος δὲ ἤθελε μάχην. Ἐριφύλη δὲ δώροις προληφθεῖσα, τάδε ἦν ὅρμος χρύσεος, δοθεὶς αὐτῇ παρὰ Πολυνείκους ἢ Ἀδράστου, καὶ αἱρεθεῖσαεἰς κρίσιν, ἔκρινε δεῖν εἶναι στρατεύσασθαι τοὺς Ἀργείους. καὶ ὁ Ἀμφιάραος πολλὰ τὴν γυναῖκα μεμψάμενος ἐξώρμησεν ὅμως καὶ αὐτὸς εἰς πόλεμον. τῷ δέ γε υἱῷ Ἀλκμαίωνι, ὃν Πίνδαρος Ἀλκμᾶνα καλεῖ, ἐπέταξεν ὁπότ' ἂν ἡβήσῃ, μὴ πρότερον μετὰ τῶν ἐπιγόνων εἰς Θήβας ἐλθεῖν, πρινὴ κτεῖναι τὴν μητέρα, ὃ καὶ ποιήσας ὁ Ἀλκμαίων ἐτιμωρήθη μὲν παρὰ Ἐριννύων, καθὰ καὶ Ὀρέστης, ἀπελύθη δὲαὖθις, οἷα τιμωρήσας πατρί. διὸ στυγερὰν τὴν Ἐριφύλην ὁ ποιητὴς καλεῖ. (ῃερς. 326.) ἣ χρυσόν φησι φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα, ἤγουν ἐδωροδοκήθη κατὰ τοῦ ἀνδρὸς, ἢ καὶ ἄλλως χρυσὸν ἔλαβεν ἀντὶ τοῦ ἀνδρὸς ὡς οἷον ἀπεμπολήσασα ἐκεῖνον ὅρμου χρυσοῦ. Τιμήεις δὲ πολλαχοῦ λέγεται ὁ χρυσὸς διὰ τὸ ὑπερέχειν τῶν λοιπῶν ὑλῶν. (ῃερς. 327.) Ὅτι σχῆμα παραλείψεως τὸ, πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας. λέγει δὲ ὁ ποιητὴς τοῦτο ἐμφαίνων, ὡς, πολλὰ ἔχων εἰπεῖν παρέδραμεν. εἰ δὲ ταύτας νῦν οὐκ ἔχει ὀνομῆναι Ὅμηρος διὰ τοῦ σοφοῦ Ὀδυσσέως, συγγνωστέος ἂν εἴη καὶ ἐν Ἰλιάδι, μὴ ἔχων τὴν τῶν Ἀχαιῶν ὀνομῆναι πληθύν. δῆλον δὲὅτι ἐκεῖθεν ὁ στίχος οὗτος παρείλκυσται. παρῳδία δὲ τοῦ ῥηθέντος στίχου καὶ ἐν τοῖς ἑξῆς τὸ, πάντας δ' ἐγὼν οὐκ ἂν μυθήσομαι οὐδ' ὀνομήνω. (ῃερς.