Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
316.1.1
) ἡ δὲ ποίησις τερατευομένη ἐπὶ πλέον λέγει καὶ ὅτι καὶ νύ κεν ἐξετέλεσσαν εἰ ἥβης μέτρον ἵκοντο. ἀλλ' ὄλεσε Διὸς υἱὸς Ἀπόλλων ἀμφοτέρους πρὶν σφῶϊν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι, πυκάσαι τε γένυν εὐανθέϊ λάχνῃ. ἔστι δὲ ὁ ἐνταῦθα ποιητικὸς νοῦς κατὰ τὸν Πορφύριον λόγος ὑποθετικὸς, ὃς ἀδύνατον ἀδυνάτῳ συμπλέκων τῇ τοῦ ἑνὸς ἀναιρέσει συναναιρεῖ καὶ τὸ ἕτερον. τοιοῦτος δὲ λόγος τὸ, εἰ ἐπετάσθη ὁ δεῖνα, πτέρυγας ἔσχεν. ἀλλὰ μὴν οὐκ ἔσχε πτέρυγας, οὐδ' ἄρα ἐπετάσθη. ὅμοιον γοῦν κἀνταῦθα τὸ, ἐξετέλεσαν ἂν, εἴπερ ἥβης μέτρον ἵκοντο, ἀλλὰ μὴν οὐ δυνατὸν τοὺς θεομαχοῦντας ἡβῆσαι, οὐδ' ἄρα δυνατὸν ἐκτελέσαι αὐτοὺς ὃ ἤθελον. δοκοῦσι δὲ θανάτῳ αἰφνηδὸν ἁρπαγῆναι οἱ τοιοῦτοι, ὁποίοις ὁ Ἀπόλλων ἐπιστατῶν ῥίπτειν τοὺς οὕτω πίπτοντας λέγεται. οἱ μέντοι νεώτεροι φασὶ τὴν Ἄρτεμιν κυνηγετούντων αὐτῶν ἔλαφον μέσον παρεισαγαγεῖν. τοὺς δὲ, ἀφέντας ἐπ' αὐτὴν δόρατα, τοῦ ζῴου μὲν μὴ τυχεῖν, ἀλλήλων δὲ κατευστοχῆσαι εἰς θάνατον. περὶ Νάξον δὲ Πίνδαρος γενέσθαι φησὶ τὰ κατ' αὐτούς. ταχεῖα δὲ μυθολογεῖται ἡ τῶν παίδων τῆς Ἰφιμεδείας εἰς αὔξην τελείωσις, εἰ οὕτω μεγάλα ἐφρόνουν καὶ πρὸ τῆς καθ' ἡλικίαν ἄνθης. καὶ ἴσως ἐντεῦθεν λαβὼν Καλλίμαχος ἔφη περὶ Διὸς τὸ, ταχὺ μὲν ἠέξευ οὐράνιε Ζεὺς καὶ τὰ ἑξῆς. εἰ δὲ ταχὺ ἀνθήσαντες ταχὺ ἀπεῤῥύησαν, καινὸν οὐδέν. οὕτω γὰρ αἱ εἰς ἄκρον εὐεξίαι σφάλλονται. Ἡ δὲ τοῦ μηκίστου καὶ καλλίστου ὑπέρθεσις ἐπὶ τούτων ὡς πρὸς ὁμογενεῖς πάντως ἀνθρώπους ἐῤῥέθη. (ῃερς. 308.) Τιτυὸς γὰρ ἐν τοῖς ἑξῆς ἐπὶ ἐννέα μὲν κεῖσθαι φαίνεται πέλεθρα, οὗ μεῖζον οὐκ ἂν εἴη κατ' ἄνθρωπον μῆκος. ἀλλ' ἐκεῖνος οὐχ' ἁπλῶς ἄνθρωπος ἀλλὰ γηγενής. καὶ ἄλλως δὲ, εἴπερ ἐνναετεῖς ὄντες τοιοῦτοι ἦσαν, τελειωθέντες ὑπερεβάλλοντο ἂν καὶ τὸν ῥηθέντα Τιτυόν. Ὅρα δὲ καὶ ὅτι οὐχ' ἁπλῶς μακροὶ οἱ Ἀλωεῖδαι ἀλλὰ μήκιστοι, οὐδ' ἁπλῶς καλοὶ καὶ κάλλιστοι, ἀλλὰ πολὺ κάλλιστοι. εἰ δὲ αὐτοὶ μετὰ τὸν Ὠρίωνα εἰσὶ τοιοῦτοι, συλλογιστέον τὴν τοῦ κάλλους ὑπερβολὴν τῷ Ὠρίωνι, ἴσως δὲ καὶ τὴν τοῦ μήκους. Ὅτι δὲ καὶ ἀλληγοροῦνται ὁ Ὦτος καὶ ὁ Ἐφιάλτης, καὶ ὅτι καὶ ἀνδρεῖοι ἦσαν, καὶ ὡς ὁμώνυμοι λέξεις ὁ Ὦτος καὶ ὁ Ἐφιάλτης, ἐν τοῖεἰς τὴν Ἰλιάδα δεδήλωται. νῦν δὲ ῥητέον, (ῃερς. 315.) ὡς οἱ ἀμβατὸν θέσθαι τὸν οὐρανὸν μυθευόμενοι ἐθέλειν Ἀλωεῖδαι αἰνίττοιντο ἂν ἢ ὅτι οὐρανολέσχαι ἦσαν, ἢ ὅτι ὑπερήφανοι καὶ ὑψίκομποι, ὡς εἴπερ μὴ ἦσαν ἐκ γῆς ἀλλ' οὐράνιοι. διὸ καὶ οἱ παρὰ τῷ δειπνοσοφιστῇ τῶν Ἀθηναίων κόλακες εἰπόντες ὡς τὴν ἐπ' οὐρανὸν ἀναφέρουσαν ὁδὸν Ἀθηναῖοι οἴδασι μόνοι, τοιοῦτον ἴσως ᾐνίξαντο καὶ αὐτοί. ἔτι προσθετέον καὶ ὡς τὸ ἐκεῖ ῥηθὲν πάθος ἤγουν τὸν Ἐφιάλτην Ἐπιάλτην κατὰ παλαιὰν παρασημείωσιν ὁ Ἀλκαῖοςλέγει. τὸ δ' αὐτὸ πάθος καὶ Ἠπίαλόν τινες ἔλεγον, ἔτι δὲ καὶ Ἠπιόλην, ὡς τὸ Φαινόλην, καθὰ δηλοῖ ὁ εἰπὼν ὅτι Ἠπίαλος οὐ μόνον σημαίνει τὸ ῥιγοπύρετον, ἀλλὰ καὶ δαίμονα τοῖς κοιμωμένοις ἐπερχόμενον ὃν οἱ πλείους Ἠπιόλην φασὶ διὰ τοῦ ˉη. Περὶ δὲ τοῦ πτερωτοῦ ὤτου, ὃν δηλοῦσι καὶ τὰ τῆς Ἰλιάδος, ἱστορεῖ ὁ καλὸς Ἀθήναιος, ὅτι ὄρνεόν ἐστιν ἐν Ἀλεξανδρείᾳ μάλιστα μιμητικὸν ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον. διὸ στάντες οἱ κυνηγοὶ καταντικρὺ αὐτῶν ὑπαλείφονταί τινι φαρμάκῳ τοὺς ὀφθαλμοὺς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ βλεφάρων ἐν λεκανίσκαις, καὶ παραθέντες. καὶ οἱ ὦτοι θεώμενοι ὑπαλείφονται καὶ αὐτοὶ ἐκ τῶν λεκανιδίων ἀναλαβόντες, καὶ οὕτω ταχέως ἁλίσκονται. λέγονται δὲ οἱ τοιοῦτοι ὦτοι καὶ τὴν τροφὴν αὐτῶν ἀναμαρυκᾶσθαι, ἥδεσθαί τε ἵππῳ καὶ θηρᾶσθαι εἴ τις δορὰν ἵππων περιθεῖτο. προσίασι γὰρ αὐτῷ. ἱστορεῖ δὲ καὶ Ἀριστοτέλης μιμητὴν ἀνθρώπων εἶναι ὦτον κατὰ πάντα, διὸ καὶ ἀντορχούμενος ἁλίσκεται. ὅθεν οἱ ῥᾷον ὑπὸ τοῦ τυχόντος ἐξαπατώμενοι ὦτοι 1. 4 ἐλέγοντο. προσφυέστερον δ' ἂν ὦτοι καλοῖντο οἱ ἐκ μόνης ἀκοῆς ἀπεριέργως καὶ ἀνεξετάστως ἀπάτην πάσχοντες. (ῃερς. 308.) Τὸ δὲ θρέψε ζείδωρος ἄρουρα πρὸς διαστολὴν ἴσως κεῖται τοῦ Τιτυοῦ, ὃν οὐ μόνον ἔθρεψεν, ἀλλὰ καὶ ἔτεκεν ἡ γῆ. καὶ ὅμως ἔστι καὶ τούτους γαιηΐους λέγειν οὐ μόνον διὰ τὸ ὑπὸ γῆς θρεφθῆναι, ἀλλὰ καὶ διὰ τὸ μήκιστον. ἐπεὶ καὶ δοκοῦσιν οἱ μεγαλοσώματοι γῆς εἶναι. διὸ καὶ βουγάϊος τῇ γῇ παρωνόμασται, ὡς καὶ οἱ Γίγαντες. ἄλλως δὲ εἰκὸς καὶ τούτους Ποσειδῶνος ὄντας μηκίστους εἶναι κατὰ τὸν Πολύφημον καὶ τὸν Ἱλάωνα τοὺς προῤῥηθέντας. (ῃερς.

Intertext edge

Open linked passage

Note