Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
318.1.1
) Ὅτι ὑπισχνεῖται μὲν ὁ βασιλεὺς αὔριον πέμψαι τὸν Ὀδυσσέα, οὐ γίνεται δὲ τοῦτο διά τινα περιπέτειαν κερδαλόεσσαν τῷ Ὀδυσσεῖ, πεμφθήσεται δὲ τὴν μενὰ τὴν αὔριον. καὶ ἰδοῦ καὶ νῦν σπουδαῖος ἀνὴρ ὁ βασιλεὺς, ἐψεύσατο μὲν, οὐκ ἐπιψόγως δέ. (ῃερς. 3.) Ὅτι πομπὴν δηλοῖ ἄπονον καὶ ἄλυπον τὸ, σὺ μὲν δεδμημένος ὕπνῳ, λέξεαι. οἵδ' ἐλόωσι γαλήνην ὄφρ' ἂν ἵκηαι πατρίδα σὴν καὶ δῶμα καὶ εἴπου τοι φίλον ἐστίν. Ἀλκίνοος δὲ πρὸς Ὀδυσσέα τοῦτο πάνυ πεπαιδευμένως φησί. πατρίδα μὲν γὰρ πάντως ἔχοι ἂν ὁ ξένος καὶ δῶμα, εἰ δὲ καὶ γυναῖκα ἢ τέκνα ἢ γονεῖς, οὐκ οἶδεν ὁ βασιλεύς. περὶ τούτου γὰρ ἐῤῥέθη τὸ, εἴπου τοι φίλον ἐστίν. ἐπὶ γὰρ τοιούτων ἡ τοῦ φίλου λέξις κυριολεκτεῖται. ἃ δὴ καὶ φίλτατα κατ' ἐξοχὴν λέγονται. Πιθανῶς δὲ πέπλασται τὸ, ὑπνοῦντα τὸν Ὀδυσσέα ἐγκαταστῆναι τῇ πατρίδι πρὸς τῶν Φαιάκων. ἐποίησαν γὰρ ὡς εἰκὸς οὕτως ἐκεῖνοι, δεδιότες μή ποτε ὁ ξένος νήφων ἐν τῷ κατάπλῳ, ἢ κατάσχῃ αὐτοὺς, ἢ καὶ τὴν ὁδὸν σημῃνάμενος, ἐπαναστῇ τοῖς ἐν τῇ νήσῳ οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη. ἅμα δὲ, καὶ ἵνα μὴ δόξωσιν ἀντίχαριν τῆς ἀνακομιδῆς ἀπαιτεῖν. (ῃερς. 319.) Τὸ δὲ ὕπνῳ δεδμημένος λέξαι, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως πως λέγεσθαι. ὃ δὴ πολυσήμαντόν ἐστι. Τὸ δὲ ἐλόωσι, χρόνος ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος τοῦ, ἐλάσουσι. (ῃερς. 317.) Τὸ δὲ γαλήνην, ἀντὶ τοῦ γαληνῶς. ὡς καὶ πρὸ ὀλίγων ἐπιῤῥηματικῶς ἔφη ἀληθείην ἀντὶ τοῦ ἀληθῶς. Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, κεῖται καὶ τὸ τεκμαίρομαι ἀντὶ τοῦ τελειῶ, ἐκ τοῦ τέκμωρ τὸ τέλος. οἷον. πομπὴν τεκμαίρομαι. (ῃερς. 318.) ἔτι δὲ καὶ τὸ τῆμος, ἐς τῆμοσδε. καὶ δῆλον ὡς εἰπεῖν μὲν ἐς τῆμος, ὅμοιον τῷ ἐσαύριον καὶ τοῖς τοιούτοις. ἡ δὲ ἐν τῷ τέλει ἐπέκτασις περιττὴ καὶ οὐκ ἀντὶ προθέσεως ὡς ἐν τῷ τῆμοσδε. (ῃερς. 323.) Ὅτι θέλων ὁ βασιλεὺς ἐνδείξεσθαι τὸ τάχος τῶν παρὰ τοῖς Φαίαξι νηῶν, ἱστορεῖ ὡς ἦν καιρὸς ὅτε οἱ Φαίακες τὸν Ῥαδάμανθυν ἦγον εἰς Εὔβοιαν ἐπὶ θέᾳ τοῦ Τιτυοῦ. καὶ κατὰ τὴν αὐτὴν ἡμέραν ἀπήγαγον αὐτὸν οἴκαδε, ἀπονητί. Ἔνθα σημείωσαι ὡς εἴτε ἀντικρὺ τῆς ἰδίως οὕτω καλουμένης Ἠπείρου κατὰ τὴν ἱστορίαν ἡ νῆσος τῶν Φαιάκων ᾤκισται εἴ τε καί που ποῤῥωτάτω ἐν ἀπανθρώπῳ τόπῳ καθὰ φαίνεται δοκεῖν Ὁμήρῳ, ὑπερβολικὸς ὁ ἐνταῦθα λόγος. καὶ ἀδύνατον ἀνυσθῆναι τὸν ἐκ Φαιάκων εἰς Εὔβοιαν πλοῦν καὶ ἐκεῖθεν εἰς Φαίακας, ἤματι τῷ αὐτῷ. ἤγουν ἡμέρᾳ μιᾷ. ἔσται δὲ ὅμως ἡ τοῦ τοιούτου πλοῦ ἱστορία δυνατὴ, εἰ τὸ τάχος τῶν Φαιακικῶν νηῶν εἴη ὡσεὶ πτερὸν ἠὲ νόημα, Ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. ὄφρ' ἂν ἵκηαι πατρίδα σὴν, εἴπερ καὶ μάλα πολλὸν ἑκατέρω ἔστ' Εὐβοίης. τήν περ τηλοτάτω φασὶν ἔμμεναι οἵ μιν ἴδοντο λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν ἦγον ἐποψόμενον Τιτυὸν γαιήϊον υἱόν. καὶ μὲν οἳ, ἔνθ' ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν ἤματι τῷ αὐτῷ, καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσω. (ῃερς. 324.) Καὶ ὅρα ὡς ἀφαιρῶν ὁ ποιητὴς τὴν τοῦ λόγου ὑπτιότητα, παρενέβαλε τὴν περὶ τοῦ ἀθεμίστου Τιτυοῦ ἱστορίαν. ὃν Ἐλάρας τῆς Μίνωος ἢ Ὀρχουμένου θυγατρὸς, παραδιδόασι παῖδα. ᾗ συνελθὼν ὁ Ζεὺς, ἔκρυψεν αὐτὴν κατὰ γῆς διὰ ζηλοτυπίαν Ἥρας. ἡ δὲ, ἀνῆκεν υἱὸν ἐξοχώτατον. ὃς ἐκλήθη Τιτυὸς, καθ' ὁμοιότητα ἴσως τῶν ἀτασθάλων τιτάνων. αὐξηθεὶς δὲ, ἐάλω ἔρωτι Λητοῦς. καὶ ἐτοξεύθη φασὶν ὑπ' Ἀπόλλωνος. μεγαλοσώματος δὲ δοκεῖ ὁ ἀνὴρ εἶναι. καὶ οὐ μόνον βουγάϊος, ἀλλὰ καὶ εἰς πλέον πολυμήκης, εἴπερ ἐπὶ ἐννέα ἐν τοῖς ἑξῆς που κεῖται πέλεθρα. διὸ καὶ γῆς υἱὸς εἶναι πλάττεται, διὰ τὸ βαρὺ καὶ τὸ ὡς εἰπεῖν, ἐτώσιον ἄχθος τῆς γῆς. ἦν δὲ καὶ ὑβριστὴς κατ' ἐπιθυμίαν. διὸ καὶ τὸ ἧπαρ ἐν ᾅδου εὑρεθήσεται κειρόμενος. ὅθεν καὶ ὁ Ῥαδάμανθυς ἐπὶ θέαν τοῦ Τιτυοῦ ἐλθεῖν πλάττεται. ἢ διὰ θαῦμα τοῦ μεγέθους. ἢ καὶ ἵνα δίκαιος ὢν κατὰ τὴν ἱστορίαν, σωφρονίσῃ αὐτόν. (ῃερς. 322.) Ὅρα δ' ἐν τῷ χωρίῳ τούτῳ, καὶ ὅτι οὐ τηλοῦ ἁπλῶς ἀλλὰ τηλοτάτω ἤτοι ποῤῥωτάτω τῆς τῶν Φαιάκων νήσου τὴν Εὔβοιαν ὁ Ἀλκίνοος εἶναι φησί. καὶ οὐχ' ἁπλῶς ποῤῥωτάτω, ἀλλά που καὶ πρὸς ταῖς τῶν μακάρων νήσοις ταῖς κατὰ τὸν Ὠκεανόν. ἔνθα ἡ ˉδ ῥαψῳδία διάγειν εἶπε τὸν Ῥαδάμανθυν. ὡς φαίνεσθαι παραλαλεῖν τὸν Ἀλκίνοον, ἐγγίζειν τὴν κατ' αὐτὸν γῆν τῇ τῶν μακάρων νήσῳ ἔνθα ἦν ὁ Ῥαδάμανθυς. ὅθεν καὶ τὴν προϊστορηθεῖσαν εὐδαιμονίαν εἶναι παρὰ τοῖς Φαίαξιν ὡς εἰ καὶ νῆσον ᾤκουν μακάρων. (ῃερς. 322.) Ἰστέον δὲ ὅτι τὸ τηλοτάτω, εἶχε μὲν, ὀρθῶς εἶναι τηλετάτω ἀπὸ τοῦ τῆλε. ὅμως ἵνα μὴ ἀπαιτῆται προπαραλήγεσθαι τῇ αˉι διφθόγγῳ τῷ λόγῳ τῶν διὰ τοῦ αˉιτατος, γέγονεν ἐκ τοῦ τηλοῦ, ἀπελεύσει ˉυ τοῦ διὰ ἀπαρτισμὸν δακτύλου πρὸς ὁμοιότητα τοῦ, ἀγχοῦ ἀγχοτέρω καὶ ἀγχοτάτω. (ῃερς. 321.) Τὸ δὲ ἑκατέρω, σημαίνει μὲν τὸ ποῤῥωτάτω ὁμοίως τῷ τηλοτάτω. ὅπως δὲ γίνεται, ἐν τῇ Ἰλιάδι δεδήλωται. Περὶ δὲ Εὐβοίας, καὶ ἡ Ὁμηρικὴ Βοιωτία δηλοῖ καὶ τὰ τοῦ περιηγητοῦ. (ῃερς. 322.) Τὸ δὲ φασὶν ἔμμεναι, ἀσφαλῶς ἐῤῥέθη. ὡς ἂν εἴπου καὶ ἐλέγχεται ὁ βασιλεὺς, εἰς τὴν κοινὴν φήμην ἀνάγοι τὸ αἴτιον. (ῃερς. 324.) Τὸ δὲ γαιήϊον, κτητικοῦ τύπου ἐστίν. ἔστι γὰρ ἀπὸ τοῦ γαῖα, τὸ κτητικὸν γαίειος. καὶ κατὰ διάλυσιν, γαιήϊος. ὁ κατὰ μῦθον μὲν, γῆς υἱὸς οἷα ἐκεῖθεν ἀναδοθείς. ἄλλως δὲ, πολυπέλεθρος καὶ τὰ εἰς σῶμα περιττός. (ῃερς. 325.) Τοῦ δὲ ἄτερ ἡ σύνθεσις, εἴη ἂν, ἀπὸ τοῦ ˉα στερητικοῦ μορίου καὶ τοῦ τείρειν. τὰ γὰρ ἄτερ εἶναι λεγόμενα, οὐ τείρουσιν ἄλληλα δι' ἐπιπτώσεως ἢ ἀντερείσεως ἤ τινος ὅλως θίξεως. διὸ καὶ ἑρμηνεία τοῦ ἄτερ ἐπιῤῥήματος, τὸ χωρίς. διὰ τὸ χωρίον ἤτοι χώραν εἶναί τινα μέσον ὁπωσοῦν τῶν ἄτερ ὄντων. τὸ δ' αὐτὸ ἄτερ, διασαφεῖται καὶ ὑπὸ τοῦ δίχα, διὰ τὸ δεδιχᾶσθαι ἀλλήλων τὰ ἄτερ τεταγμένα. λέγεται δὲ αὐτὸ καὶ νόσφι, διὰ τὸ νενοσφίσθαι ἤτοι διακεκρίσθαι καὶ κεχωρίσθαι τὰ ἄτερ, ἀλλήλων. ἔτι δὲ καὶ ἄνευ ἐκεῖνο φαμὲν καὶ ἄνις, διὰ τὸ ἐν τοῖς οὖσιν ἄτερ, θεωρεῖσθαι τὸ μὴ νεύειν μὴ δὲ νίσσεσθαι ὅ ἐστι πορεύεσθαι πρὸς ἄλληλα, ἀλλὰ ἰδιάζειν. ὅθεν καὶ ἰδίᾳ ἐπιῤῥηματικῶς λέγεται τὸ ἄτερ. οὐκοῦν ταυτὰ πολυωνυμίας λόγῳ, τὸ ἄτερ. χωρίς. νόσφιν. ἄνευ. ἄνις. καὶ ἰδίᾳ. Τὸ δὲ ἄτερ καμάτοιο, ἢ τὸ φερέπονον δηλοῖ τῶν κωπηλατῶν. ἢ τὸ ὡς καὶ προεῤῥέθη, ἔμψυχον τῶν νηῶν. Τὸ δὲ τέλεσσαν, ἐλλειπτικῶς ἔχει. τὸ γὰρ τέλειον ἦν, ὅτι ἐτέλεσαν τὸν πλοῦν ἢ τὸ ἀγαγεῖν τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν. ταυτὸν δὲ τὸ ἐτέλεσαν καὶ τὸ ἀπήνυσαν, ἐπεὶ καὶ ἀνύω τὸ τελειῶ λέγεται. Τὸ δὲ ἀπήνυσαν, γράφεται καὶ ἀπήγαγον. (ῃερς. 326.) Ἰστέον δὲ ὡς εἰ καὶ πάλαί ποτε οἱ Φαίακες σὺν τῷ εἶναι ναυτικοὶ καὶ ἀγαθοὶ ἦσαν, ἀλλ' ἐν τοῖς ὕστερον ἀλλοῖοι ἐξέπεσον. Ἕρμιππος γοῦν ψέγων αὐτοὺς, ἔγραψεν οὕτω. Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς ὅτι δίχα θυμὸν ἔχουσιν. ἔδειξε δὲ τὸ κατ' αὐτοὺς τοιοῦτον ἦθος, καὶ ὁ κατὰ τὸν Ξέρξην καιρὸς ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. (ῃερς. 327.) Ὅτι λόγος ἄρχοντος ἐναβρυνομένου στόλῳ οἰκείῳ τὸ, (ῃερς. 328.) εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι ἀναῤῥίπτειν ἅλα πηδῷ, ὅ ἐστι κωπηλατεῖν. ὡς ἀπὸ τοῦ παρακλουθοῦντος. ἀναῤῥίπτεται γὰρ ταῖς κώπαις τὸ ὕδωρ. Τὸ δὲ ἀναῤῥίπτειν, γράφεται καὶ περισπωμένως. Πηδὸν δὲ, οὐ τὸ πηδάλιον λέγει νῦν, οὐ γὰρ ἔχειν δοκοῦσι πηδάλιον αἱ τῶν Φαιάκων νῆες. οἷα κατὰ τὸ ποιητικὸν τέρας, αὐταὶ νοοῦσιν ὅπῃ πλευσοῦνται. κώπη δέ ἐστιν ἄρτι τὸ πηδόν. ἐν δὲ σχολίοις παλαιοῖς εὕρηται καὶ ὅτι εἶδος ξύλου τὸ πηδόν. δῆλον δὲ ὡς ἐκ τοῦ πηδὸν γίνεται πλεονασμῷ τῆς ˉαλ συλλαβῆς, τὸ πηδάλιον. (ῃερς. 331.) Ὅτι εὐχὴ ξένου πρὸς ξενοδόχον ἀγαθὰ ὑπισχνούμενον τὸ, θεὲ πάτερ αἴθ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα ὁ δεῖνα. τοῦ μὲν ἂν ἐπὶ ζείδωρον ἄρουραν ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρί δ' ἱκοίμην. Ὀδυσσέως δὲ ἡ εὐχὴ, τρέψαντος ἐνδιαθέτως τὸν λόγον ἐκ δευτέρου προσώπου τοῦ Ἀλκινόου εἰς τρίτον πρόσωπον τὸν Δία. (ῃερς. 333.) Καὶ ὅρα ὡς ἄσβεστον μὲν γέλων εἰπεῖν, καὶ οὐδέ ποτ' οὖρος ἔσβη, ἔχουσιν ἐν τῇ τροπῇ θεραπείαν δι' ἐμφαινομένην θερμότητα. καθ' ὁμοιότητα τοῦ, ἄσβεστον πῦρ καὶ ἀσβέστη φλόξ. τὸ δὲ ἄσβεστον κλέος οὐκ ἂν εἴη μακρὰν κακοζήλου εἰ μή τις ὑπονοήσει τοιοῦτον, τὸ οὐράνιον ἤτοι αἰθέριον. καὶ ἐρεῖ ὅτι καὶ τὸ ὑψηλὸν κλέος, ἄσβεστον εἴη ἂν ὡς διὰ τὸν θερμὸν αἰθέρα, ᾧ παρονομάζεται τὸ αἰθέριον. ἐν τούτοις δὲ καὶ γέρας εἴτε τέλος τοῦ εὐεργετεῖν τὸ κλέος εἰπὼν ὁ ποιητὴς, ἀρχὴν ἐνδίδωσι τοῖς δοξάζουσιν ἐν τιμῇ κεῖσθαι τὸ τέλος τῆς ἀρετῆς. (ῃερς.

Intertext edge

Open linked passage

Note