Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
319.1.1
) οἱ ἐγγυάλιξα, τουτέστιν, ἐχείρισα περὶ τὰ γυῖα ἤτοι τὰς χεῖρας δοὺς, κυνώπιδος εἵνεκα κούρης. οὕνεκά οἱ καλὴ θυγάτηρ ἀτὰρ (ῃερς. 3.) οὐκ ἐχέμυθος. τουτέστιν οὐκ ἔχουσα λογισμόν. ἢ οὐκ ἐπέχουσα τὰς ἐπιθυμίας. οὐ σώφρων. οὐκ ἐγκρατής. ἐνταῦθα δὲ (ῃερς. 321.) συντελέσας ὁ ποιητὴς τὴν ἐπὶ τῷ Ἡφαίστῳ ἠθοποιΐαν, ἐμελέτησε γὰρ ποίους ἂν ὡς εἰκὸς ἐκεῖνος εἶπε λόγους ἐφ' οἷς εἶδεν, ἐπάγει καὶ ὡς πρὸς τὴν τοῦ Ἡφαίστου βοὴν ἦλθε Ποσειδάων. (ῃερς. 322.) ἦλθεν ἐριούνης Ἑρμείας. ἦλθε δὲ ἄναξ Ἀπόλλων. τρὶς ἐπαναγαγὼν εἰς τὸ ἦλθε κατὰ λόγον κάλλους. πλείους μέντοι θεοὺς ἀριθμῆσαι ὀκνεῖ, διὰ τὸ μηδὲν εἶναι δέον. θηλύτεραι δέ φησι θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ἔσταν δ' ἐν προθύροισι θεοὶ δωτῆρες ἐάων. ἄσβεστος δ' ἂρ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι, τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. (ῃερς. 328.) εἶτα καὶ ἑτέραν ἐπιπλέκων ἠθοποιΐαν στενὴν καὶ βραχύλογον ὡς εἴωθεν ἐπὶ λαοῦ ποιεῖν, ἐπιφέρει σεμνῶς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον. οὐκ ἀρετᾷ κακὰ ἔργα. κιχάνει τοι βραδὺς ὠκὺν, ὡς καὶ νῦν Ἥφαιστος, ἐὼν βραδὺς, εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν, χωλὸς ἐὼν, τέχνῃσι. τὸ, καὶ μοιχάγρι' ὀφέλλει. (ῃερς. 335.) ἐφ' οἷς μεταβαίνων εἰς τὸ γελοιωδέστερον διὰ τοὺς οὕτω φιληδοῦντας ἀκούειν Φαίακας, φησὶν ὡς τῶν ἄλλων τοιαῦτα λαλούντων, Ἀπόλλων τὸν Ἑρμῆν προσέφη. Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ Ἀφροδίτῃ; ὁ δὲ, αἲ γὰρ τοῦτο φησὶ γένοιτο ἄναξ ἑκατηβόλε Ἄπολλον. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, ὑμεῖς δ' εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ Ἀφροδίτῃ. ὣς
319.2.1
ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσι. καὶ ἔστι σημειώσασθαι ὡς ἐν τῷ χωρίῳ τούτῳ συνέμιξεν Ὅμηρος σπουδαῖα καὶ γελοῖα καὶ πικρά. καὶ πικρίας μὲν πολύ τι ἔχουσιν οὐκ ὀλίγα τῶν τοῦ Ἡφαίστου. ἐν οἷς κατατρέχει ὡς μοιχαλίδος τῆς Ἀφροδίτης. γελοῖα δέ εἰσιν ἄλλα τε, καὶ τὰ προσεχῶς λεχθέντα ὑπὸ Ἑρμοῦ. καθὰ καὶ ὁ ποιητὴς ἐπέστησεν ἐν τῷ, γέλως ὦρτο. καὶ πρὸ αὐτοῦ δὲ ἀνωτέρω. ἔνθα καὶ ἄλλως ἐγέλασαν οἱ ἐνταῦθα γελῶντες. φανερὸν δ' ὅτι οὐ σεμνὸς γέλωςὁ ἐφ' οἷς ἐλάλησεν Ἑρμῆς, ἀλλ' οἷος ἐπιπρέπειν τοῖς παραύλοις ταυτόν δ' εἰπεῖν παρεξηυλημένοις Φαίαξι. τοιαῦτα γὰρ ὁ Ἑρμῆς εἶπεν, ὁποῖα ἐρεῖ ἂν ἀνὴρ κήλων. καὶ λάγνης ἢ λάγνος διὰ τοῦ ˉο. καὶ οἰφόλης. καὶ τιτάν. καὶ μάχλος. ὧν αἱ χρήσεις, παρὰ τοῖς παλαιοῖς. οἵ φασιν, ὡς κήλων μὲν πεποίηται ἀπὸ τῶν ὀχευτῶν ὄνων. Ἀρχίλοχος. ὥστ' ὄνου πριηνέως κήλωνος ἐπλήμυρον. οἰφόλης δὲ, ὁ καὶ φιλοίφας, ἀπὸ τοῦ οἴφειν φασὶν ἢ οἴφεσθαι, ὅ πέρ ἐστι, περαίνειν ἢ περαίνεσθαι. τιτὰν δὲ, ἀπὸ τοῦ τιταίνειν. ἤγουν ἐντείνειν. λάγνος δὲ, παρὰ τὸ ˉλˉα ἐπιτατικὸν μόριον καὶ τὸ γόνος, οἱονεὶ λαγόνης ὁ λίαν πολύγονος. μάχλος δὲ ἀφ' οὗ καὶ ἡ κατὰ τὸν Πάριν μαχλοσύνη, ὁ δίυγρος ὑπὸ καταφερείας. ὅθεν φασὶ καὶ Αἰσχύλος τὴν ῥεομένην ἄμπελον μάχλον ἔφη. καὶ οὕτω μὲν γελοῖα τὰ εἰρημένα. σπουδαῖα δὲ τοῖς τοιούτοις λόγοις ἀναμέμικται, ἥ, τε ῥηθησομένη τοῦ Ποσειδῶνος ἐμβρίθεια, καὶ τὸ, οὐκ ἀρετᾷ κακὰ ἔργα. καὶ τὸ ἐφεξῆς περὶ ἐγγύης γνωμικόν. καὶ οὕτω μὲν καὶ τοῦτο. ἐπεὶ δὲ ἐχρῆν πιθανῶς λυθῆναι τὴν μυθικὴν ἐνταῦθα γελοίαν περιπέτειαν, οὐκ ἦν δὲ εὐκόσμως τοῦτο γενέσθαι πάντων γελώντων, πλάττει ἀγέλαστον ἐπί τε τοῖς λεγομένοις, (ῃερς. 344.) ἐπί τε τῇ θέᾳ, τὸν πρεσβύτατον Ποσειδῶνα διδάσκων χρῆναι τοὺς ἀρχικοὺς γέροντας μήτε φιλογέλωτας εἶναι, καὶ τὰ πρὸς φιλίαν δὲ πραγματεύεσθαι. καὶ δι' αὐτοῦ λύει τὸ κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην δρᾶμα. φησὶ γοῦν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε. λίσσετο δ' αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. εἰπών. λῦσον. ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, τίσειν αἴσιμα πάντα. (ῃερς. 351.) Ἥφαιστος δὲ πολιτικώτερον εὐλαβούμενος. μή με φησὶ Ποσείδαον ταῦτα κέλευε. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. πῶς ἂν ἐγώ σε δέοιμι τουτέστι δεσμήσαιμι καθὰ νῦν τὸν Ἄρην, εἴ κεν αὐτὸς οἴχοιτο χρέως καὶ δεσμὸν ἀλύξας. (ῃερς. 355.) καὶ ὁ Ποσειδῶν ὑπισχνεῖται εἴπερ Ἄρης χρείως ὑπαλύξας οἴχηται φεύγων, αὐτὸς τάδε τίσειν. καὶ Ἥφαιστος πεισθεὶς καὶ εἰπὼν ὡς οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, ἀνίησι δεσμοῦ τὸν Ἄρηα. ὁ δὲ, λυθεὶς ἐκ δεσμοῦ κρατεροῦ σὺν καὶ τῇ ἐρωμένῃ, ᾤχετο ἔνθα ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. (ῃερς. 367.) Ἰστέον δὲ ὅτι τε ὁ δειπνοσοφιστὴς εἰπὼν ὡς τὸ τοῦ Ἀλκινόου συμπόσιον ἱλαρότητα περιέχει καὶ παιδιὰν εὐσχήμονα, ἐπάγει ἔννοιαν δι' ἧς ὁ ὑποκείμενος μῦθος φαίνεται συμβάλλεσθαί τι τῷ Ὀδυσσεῖ. λέγει γὰρ ὅτι μετὰ τὸν γυμνικὸν ἀγῶνα ᾄδει ὁ ᾠδὸς
319.3.1
Ἄρεος φιλότητος μῦθόν τινα χλεύῃ κεκραμένον. καὶ εἰς τὴν μνηστηροφονίαν ὑποθήκας ὑποτιθέμενον Ὀδυσσεῖ ὡς τοῦ κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρην καταγωνισαμένου. ᾧ δηλαδὴ τρόπῳ καὶ αὐτὸν ἐγχειρητέον τοῖς ὑπερφιάλοις μνηστῆρσιν εἴ πως δόλῳ περιγένηται αὐτῶν. καὶ ὅτι πολλῶν πολλὰ εἰπόντων περὶ τῆς ἐνταῦθα ἐκτεθείσης μυθοποιΐας, ταῦτα μᾶλλον ἐστὶν ἁπλούστερον ἔχοντα. τὸ γὰρ τῇ Ἀφροδίτῃ τὸν μὲν Ἥφαιστον ὡς ὁμευνέτην συνεῖναι τὸν δὲ Ἄρην μυθικῶς ὁμιλεῖν καὶ τὰ ἑξῆς, ὁ μὲν μῦθος ἐπλάσατο, δεικνὺς μηδὲ τοιούτων παθῶν ἀμοίρους εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς, διὰ τὸ προσπλαττόμενον αὐτοῖς ἀνθρωποπαθές. ἡ δὲ φιλόσοφος θεραπεία ἠθικῶς μὲν παιδαγωγεῖσθαι τοὺς ἀνθρώπους καὶ ἐν τούτοις λέγει, μανθάνοντας ὡς οὐδὲ παρὰ τοῖς κρείττοσιν ἀρετᾷ κακὰ ἔργα. εἰσὶ δὲ οἳ καὶ οὕτως εἶπον, ὡς μακρόθεν παιδεύει μὴ ἀσελγαίνειν, ὡς καὶ θεῶν διὰ ταῦτα ἀσχημονούντων. ἄλλως δὲ οἱ μὲν εἰς νεῖκος καὶ φιλίαν ἠλληγόρησαν τὰ τοιαῦτα. ἅπερ Ἐμπεδοκλῆς ἐδόξαζεν ὡς τῷ παντὶ λυσιτελοῦντα εἰς γένεσιν. ὧν, τῆς φιλίας μὲν σύμβολον, ἡ τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεος μίξις ποιούντων ἅπερ αὐτοῖς φίλα. τοῦ δὲ νείκους, ἡ ἐκ θερμοῦ λύσις αὐτῶν. ἧς τό, τε ἄλλο θερμὸν αἴτιον ὃ διὰ τοῦ Ἡφαίστου ἐμφαίνεται, καὶ ὁ Ἥλιος οὐ μισῶν τὴν Ἀφροδίτην, ἀλλὰ χαίρων τῇ τοιαύτῃ λύσει ὡςαἰτία οὕτω γενέσεως. διὸ καὶ ὁ παραβάτης φησὶν ὅτι σύγκρασις τῶν οὐρανίων ἡ Ἀφροδίτη καὶ τῆς ἁρμονίας αὐτῶν φιλία καὶ ἕνωσις. Ἡλίου γάρ φησιν ἐγγὺς οὖσα καὶ συμπεριθέουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, καὶ πολλὰ δὲ ἕτερα πληροῦνται εἰς τὴν τοιαύτην ὑπόθεσιν. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ μαθηματικώτερον ἐπέβαλον τοῖς ῥηθεῖσιν ὡς καὶ ἡ Δημώ. σχέσεις τινὰς φιλοσοφοῦντες τῶν τοῖς θεοῖς ὁμωνύμων ἀστέρων Ἄρεός τε καὶ Ἀφροδίτης καὶ Ἡλίου. οἱκαὶ κλιμακτῆρας τινὰς ἐξ Ἄρεος ἐπικειμένους ἀπρακτεῖν πλανῶνται, Ἀφροδίτης ἀπαγούσης αὐτοὺς ὡς ἐκεῖνοι τερθρεύονται, διὰ φιλίαν τὴν πρὸς τὸν Ἄρην. ἄλλοι δὲ, ἁπλούστερον ἐπιβάλλοντες, Ἀφροδίτην νοοῦσι τὴν χάριν ἥτις ἕπεται οὐ μόνον τῷ κατ' Αἰσχύλον ἄνθει τοῦ πυρὸς, ἀλλὰ καὶ τοῖς δι' αὐτοῦ ἀποτελουμένοις, εἴγε χαρίεντα ἔργα τελοῦνται διὰ πυρός. μετέχει δὲ δή τινος τοιαύτης χάριτοςκαὶ σίδηρος ἐκ τοῦ ὁμιλεῖν πυρὶ, εἰ καὶ ἐπ' ὀλίγον καὶ ἀμυδρᾶς. διὸ καὶ λάθρα καὶ ὡς εἰπεῖν, μοιχικῶς τῇ τοῦ Ἡφαίστου Ἀφροδίτῃ Ἄρης ὅ ἐστι σίδηρος σύνεστιν, ὑποκλέπτων τὴν ἐκεῖθεν χάριν. καὶοὕτω μὲν καὶ ταῦτα ὡς ἐν βραχεῖ φάναι. πλατύναι γάρ τις ταῦτα προθέμενος, οὔτε ἂν εὐροήσῃ διόλου, καὶ οὐδ' ἂν ἐκφευξεῖται ψυχρολογίαις περιπεσεῖν. Ὅτι δὲ Ἀφροδίτη οὐ μόνον αἰδοῦς ἀξίας λέξεις προάγει ἀλλὰ καὶ σεμνὰς, οὐκ ἄδηλόν ἐστιν. ἡ γοῦν ἀφροδισιὰς πόλις οὐκ ἐντρέπει τοὺς λέγοντας. οὐδὲ τὸ κύριον ὁ Ἐπαφρόδιτος. οὐδ' εἴ τις ῥόδον ἐρεῖ ἐπαφρόδιτον. οὐ μὴν οὐδὲ ἡ ἐπαφροδισία. ἧς χρῆσις ἐν τῷ, ὅ, τι ἂν καλήσειεν ἢ πικρανθείη Φιλόξενος πρός τινα τῶν συζώντων, πανεπαφροδισίας καὶ χάριτος ἦν μεστόν. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ἀστείως ὥς φησιν ὁ Ἀθήναιος, παρὰ Φαίαξι, τοῖς ἄγαν ἐμπιπλαμένοις ἐκτρυφῆς, Ὅμηρος ποιεῖ ᾀδόμενα τὰ κατὰ τὴν Ἀφροδίτην γελοῖα. κατὰ γὰρ τὸν εἰπόντα, ἐν πλησμονῇ τοι Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τοῦ ῥηθέντος χωρίου, τοιαῦτα. Τὸ μὲν ἀμφ' Ἄρεος φιλότητος ληφθὲν ἀντὶ τῆς περˉι, γενικῇ συνετάχθη κατὰ δύναμιν τῆς περˉι προθέσεος. Ὅτι δὲ καὶ δοτικῇ συντάσσεται ἡ ἀμφὶ καὶ αἰτιατικῇ δὲ, πολλαχοῦ δηλοῦται. Ὁ δὲ Ἄρης νῦν μὲν συστέλλει τὴν ἄρχουσαν, ὡς καὶ ἐν τῷ, ἀΐδηλον Ἄρηα. καὶ, εἷλεν Ἄρηα. καὶ ἐν ἄλλοις. ἐν δὲ τῷ, κεχολωμένος Ἄρης καὶ χρησήνιος Ἄρης, ἐκτείνεται τὸ αὐτὸ δίχρονον. τὸ δὲ τοιοῦτον ἐδήλωσε καὶ ἡ Ἰλιὰς ἔν τε ἄλλοις καὶ μάλιστα ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. Ἐϋστέφανος δὲ, ἀπὸ κόσμου γυναικίου. ἀθλητικὸν μέντοι στέφανονοὐκ οἶδε φασὶν ὁ ποιητής. (ῃερς. 268.) Τὸ δὲ ἐμίγησαν, οὐκέτι τὴν ἁπλῶς ὡς ἐν ἄλλοις ἀλλὰ τὴν κατ' ἔρωτα συνουσίαν δηλοῖ. τὸ δὲ μιγῆναι τοῦτο, καὶ μιγάζεσθαι φιλότητι ἔφη σαφέστερον. (ῃερς. 269.) Τὸ δὲ πολλὰ δ' ἔδωκε δῶρα δηλαδή. νοηθέντα ἐκ τοῦ παράγοντος αὐτὰ ῥήματος τοῦ ἔδωκε. Λέχος δὲ καὶ εὐνὴ καὶ δέμνια ταυτὰ κατὰ πολυωνυμίαν εἰσίν. ὥσπερ καὶ δεσμοὶ καὶ δέσματα καὶ δεσμὰ καὶ ἐπίδεσμα. περὶ ὧν οἱ Ἀττικοί φασι, δεσμὰ οὐχὶ δεσμούς. καὶ ἐπίδεσμα οὐχὶ ἐπιδέσμους. ἔτι ὅμοια κατὰ πολυωνυμίαν καὶ ὁ δόλος καὶ ἡ τέχνη. ὡς τὸ, εἷλε τέχνῃσιν. ὃ σαφέστερον ἐν τοῖς περὶ Πρωτέως δολίην τέχνην ἔφη. ὅθεν καὶ δεσμοὶ τεχνήεντες, οἱ κατὰ δόλον. ἐκεῖθεν δὲ καὶ τὸ ἀτεχνῶς ἀντὶ τοῦ δίχα δόλου καὶ φανερῶς. οὕτω δὲ ὅμοιον καὶ τὸ πολύφρων καὶ κλυτοτέχνης καὶ κλυτοεργὸς Ἥφαιστος. καὶ τὸ, οὐδ' ἀλαοσκοπιὴν εἶχεν Ἄρης. καὶ τὸ, Ἠέλιος σκοπιὴν ἔχε. (ῃερς. 270.) Τὸ δὲ λέχος δ' ᾔσχυνεν, αἰσχρὸν εἶναι τὸ ἔργον δηλοῖ. Ἐν δὲ τῷ, Ἡφαίστοιο ἄνακτος, θεία λέξις κατὰ κυριολεξίαν τὸ ἄναξ. ὡς καὶ ἐν τῷ, ἄναξ Ἀπόλλων. (ῃερς. 272.) Τὸ δὲ θυμαλγέα μῦθον ἄκουσεν, ὅμοιόν ἐστι τῷ, θυμοδακὴς γὰρ μῦθος. καὶ ἡ ἐκεῖ δοκοῦσα εἶναι παρήχησις καὶ ἐνταῦθα ἐμφαίνεται. (ῃερς. 273.) Χαλκεὼν δὲ, τὸ ἐργαστήριον τοῦ χαλκέως Ἡφαίστου. πέφρασται καθ' ὁμοιότητα τοῦ, ἀκανθεών. χαραδρεών. καὶ τῶν τοιούτων. (ῃερς. 274.) Περὶ δὲ ἀκμοθέτου καὶ ἄκμονος καὶ τοῦ κόπτειν δεσμοὺς ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. (ῃερς. 273.) Ἄῤῥηκτοι δὲ δεσμοὶ καὶ ἄλυτοι, οἱ πάνυ στερεοί, οὔτε οὓς ἀναγνάμψας τις ἠρέμα λύσει, οὓς οὔτε πρὸς βίαν ῥήξει καλῶς δὲ κεῖται τὸ πρὸς βίαν ἐνταῦθα. λύει μὲν γάρ τις, ἐν ἀδείᾳ. ῥήγνυσι δέ, βιαζόμενος. διὸ καὶ πρὸς ἔμφασιν λείως μὲν λαλεῖται τὸ λύειν, τραχυφωνεῖται δὲ τὸ ῥηγνύειν. καὶ ἀληθῶς, ἁπάσῃ ῥήξει, βίαιόν τι ἐμφαίνεται. ὁ γοῦν ῥηξήνωρ βίῃ ἀνδρῶν ῥήγνυσι φάλαγγας. ἐμφαίνει δὲ βίαν, καὶ τὸ, ἐῤῥάγη πόλεμος. δηλαδὴ σκεδασθεὶς ὧδε καὶ ἐκεῖ καὶ μὴ ἐφ' ἑνὸς μένων. καὶ σκηπτὸς δὲ καταῤῥαγεὶς καθὰ καὶ ὁ ῥαγδαῖος ὄμβρος, βίαιόν τι δηλοῦσιν. ὡς καὶ τὸ ἀποῤῥαγῆναι, καὶ τὸ συῤῥῆξαι μάχην. μάλιστα δὲ, τὸ διαῤῥαγῆναι. οὗ χρήσεις καὶ ἄλλαι μὲν οὐκ ὀλίγαι, καὶ αὕτη δὲ ἡ ἀστεία. εὐδαίμων ἐγὼ, οὐχ' ὅτι ἐν τοῖς γάμοις εὐωχήσομαι, ἀλλ' ὅτι διαῤῥαγήσομ' ἢν θεὸς θέλῃ. τούτου δέ μοι τοῦ τέλους γένοιτο τυχεῖν. (ῃερς. 276.) Τὸ δὲ τεῦξε, πρωτότυπόν ἐστι παράγωγον τῆς τέχνης καθ' ἣν Ἥφαιστος ἐργάζεται. (ῃερς. 277.) Τὸ δὲ κεχολῶσθαι Ἥφαιστον Ἄρει δηλοῦται καὶ ἐν τῷ, χόλος δέ μιν ἄγριος ᾕρει. καὶ ἐν τῷ, ἐγὼ δ' ὁρόων ἀκάχημαι. (ῃερς. 278.) Τὸν δὲ θάλαμον ἑρμηνεύων, ἔφη. ὅθι οἱ φίλα δέμνια κεῖτο. ἵνα ᾖ θάλαμος, ὁ κοιτών. οὗ ἐνδεικτικὸν τὸ κεῖτο. ἐξ αὐτοῦ γὰρ ὁ κοιτών. Ἑρμὶς δὲ ὁ τῆς κλίνης ποὺς ὁ καὶ ἑρμὶν καθὰ καὶ δελφὶς καὶ δελφὶν, ἢ παρὰ τὸ ἕρμα κλίνης εἶναι. ἢ παρὰ τὸν Ἑρμῆν δοτῆρα ὄντα τοῦ ὕπνου. διό φασι καὶ Ἑρμῆς ταῖς ἑρμῖσιν ἐντυποῦτο. (ῃερς. 279.) Τὸ δὲ χεῦε καὶ τὸ κέχυντο, τῆς ἄγαν λεπτότητος καὶ τῆς οἷον ἐντεῦθεν ὑγρότητος τῶν δεσμῶν ἐστὶ δηλωτικόν. διὸ καὶἐπλεόνασε τῇ τοιαύτῃ λέξει διὰ τὸ καίριον. (ῃερς. 278.) Τὸ δὲ κύκλῳ ἁπάντῃ, τοὺς ἀπείρονας ἑρμηνεύει δεσμούς. οἳ καὶ κρικωτοὶ διασαφούμενοι ὑπὸ τῶν παλαιῶν, εἶεν ἂν καὶ κυκλωτερεῖς. (ῃερς. 280.) Τὸ δὲ λεπτὰ, ἢ πρὸς τὸ ἀράχνια φησὶν, ἢ πρὸς τὸ δέσματα. ἑρμηνεία δὲ αὐτοῦ τὸ, ἃ οὐκ ἄν τις οὐδὲ ἴδοιτο, λεπτότατα γὰρ τὰ τοιαῦτα, (ῃερς.