Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1.1
) Ἔστι δὲ τὸ πύθοιτο, ἀντὶ τοῦ μάθοι. σημαίνει δέ ποτε καὶ τὸ ἐρωτήσοι. (ῃερς. 32.) Τοῦ δὲ πιφαύσκεσθαι διττοῦ ὄντος, δηλοῖ γὰρ καὶ τὸ δεικνύειν ὡς τὸ, πιφαυσκόμενος τὰ ἃ κῆλα, καὶ τὸ λέγειν, ἑρμηνεύων ἐνταῦθα τὴν λέξιν, φησί. πιφαύσκεται ἠδ' ἀγορεύει. μονονουχὶ λέγων ὅτι νῦν τὸ πιφαύσκεται, ἀντὶ τοῦ λέγειν κεῖται. οὕτω δὲ καὶ μετ' ὀλίγα ἐν τῷ, πιφαύσκομαι ἠδ' ἀγορεύω. καὶ μνηστῆρσι πιφαυσκόμενος τάδε εἴρω. (ῃερς. 33.) Ὅτι τοῦ Ἰθακησίου Αἰγυπτίου εἰπόντος ὡς ἐσθλός μοι δοκεῖ εἶναι. ὀνήμενος. εἴθε οἱ αὐτῷ Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ, τι φρεσὶν ᾗσιν μενοινᾷ, τουτέστιν 1. 80 ὁ τὴν ἀγορὰν ἀθροίσας, ἀγαθός μοι δοκεῖ, καὶ ὀνήμενος εἴη τουτέστιν ὄναιτο ταύτης. (ῃερς. 35.) Καὶ εἰς ἀγαθὸν τελεσθείη ὅπερ ἐθέλει, ἔχαιρε τῇ φήμῃ ὁ Τηλέμαχος. ἔστι δὲ φήμη, λόγος δηλωτικὸς μέλλοντός τινος ἐξ αὐτομάτου λαλούμενος. καὶ τοίνυν τὴν τοιαύτην φήμην τοῦ γέροντος εἰς ἀγαθὸν δεξάμενος οἰωνὸν, ἀνέστη δημηγορήσων. οὕτω καὶ ἐν Ἰλιάδι τῆς Ἀφροδίτης εἰπούσης τῇ Ἥρᾳ, οὐδέσε φημὶ ἄπρακτον γενέεσθαι, ὅ, τι φρεσὶ σῇσι μενοινᾷς, φήμην ἡ Ἥρα τὸ πρᾶγμα νοεῖ. καὶ τῇ ἀπάτῃ τοῦ Διὸς ἐγχειρεῖ, καὶ ἐπιτυγχάνει. καὶ Ὀδυσσεὺς δέ που ἐν τοῖς ἑξῆς, τέρας μὲν ἔξωθεν ζητήσας ἐκ Διὸς, φήμην δὲ ἔνδοθεν ἐκ τῶν ἐν τῷ αὐτοῦ οἴκῳ, ἀκούει φήμην ἀγαθὴν καὶ θαῤῥεῖ ἐφ' οἷς ἀνδρίσεται. φέρεται δὲ λόγος, καὶ πόλιν Ἰταλικὴν ἐκ τοιαύτης αἰτίας κλῆσιν εὑρεῖν. ἡ μὲν γὰρ, ἐπολιοκρεῖτο. ἀνὴρ δὲ πολέμιος πελάσας, χαῖρε ἤκουσε πρός τινος τῶν ἐπὶ τοῦ τείχους. κἀκεῖνος οἰωνίσατο. καὶ ἡ πόλις νικηθεῖσα, Καῖρε ἐκλήθη δι' ἐκεῖνο τὸ χαῖρε, βαρβαρισθεῖσα κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἰστέον δὲ ὅτι τὸ ὀνήμενος, κοινότερον μὲν, ἐκ τοῦ ὀνῶ ὄνημι παρῆκται. ὁμοίως τῷ, διζῶ δίζημι, ὅθεν τὸ, ἵππους διζήμενος. καὶ τῷ, φιλῶ φίλημι ὅθεν τὸ φίλατο παρ' Ὁμήρῳ. καὶ τῷ, αἰνῶ αἴνημι. ὡς τὸ, οὔ μιν ἔγωγ' αἴνημι. καὶ ἄλλοις μυρίοις. ὁ δὲ Ἀλεξανδρεὺς Ἡρακλείδης, καινήν τινα περιεργίαν ἑτεροίαν ὑποβάλλει ἐν οἷς γράφει οὕτως. ὁ ἐνεργητικὸς παρατατικὸς ὅτε τὸ θεματικὸν ˉω εἰς τὴν οˉυ δίφθογγον μεταθῇ, πλεονάζει τὸ ˉν ἐπὶ τέλους. οἷον. ἠχῶ ἤχουν, οἰκῶ ᾤκουν ὀκνῶ ὤκνουν. οὐκοῦν ἀπὸ τοῦ ὦ ἐνεργητικοῦ ὑπαρκτικοῦ θέματος, εἴη ἂν ὁ ἐνεργητικὸς παρατατικὸς, οὖν ἀντὶ τοῦ ὑπῆρχον. καὶ παθητικὸς οὔμην. ἐξ ὧν Αἰολικῶς ὁ οὗν, γέγονεν ἦν. καὶ ὁ οὔμην, ἤμην. Αἰολεῖς γάρ φησι τὴν οˉυ δίφθογγον παρατέλευτον οὖσαν ἐν τοῖς τοιούτοις, εἰς ˉη μετατιθέασιν. οἳ καὶ τὸ ἐκαλούμην καὶ ἐνοούμην καὶ ὅσα ὅμοια τῆς πρώτης συζυγίας τῶν περισπωμένων, ἐκαλήμην καὶ ἐνοήμην λέγουσι. καὶ ἐπὶ μετοχῶν, καλήμενος καὶ νοήμενος. μεταπιπτούσης τῆς οˉυ διφθόγγου εἰς τὸ ἦτα. δίδωσιν οὖν ὁ εἰρημένος Ἡρακλείδης, καὶ τοῦ ὀνήμενος Αἰολέων διαλέκτῳ ἀρχὴν εἶναι τὸ ὀνούμενος. δῆλον δ' ὅτι ἐκ τοῦ ὡς ἐῤῥέθη ὄνημι, καὶ τὸ ὤνητο διὰ τοῦ ἦτα παρῆκται. καὶ τὸ ὤνατο. καὶ τὸ ὄνασθαι. καὶ ὠνάμην. καὶ ὀνάμενος. καὶ εἴ τι ἄλλο τοιοῦτον. (ῃερς. 36.) Ὅτι μετὰ τὴν ῥηθεῖσαν φήμην μενοινήσας ὁ Τηλέμαχος, ἔστη ἐν μέσῃ ἀγορᾷ. σύνηθες ποιῶν. ὡς ἂν ἐξ ἴσου πάντοθεν ἀκούοιτο. Ἀγαμέμνων μέντοι ἐν Ἰλιάδι ἅπαξ ποτὲ κατ' ἀνάγκην μὴ οὕτω ποιήσας ἀλλ' αὐτόθεν ἐξ ἕδρης λαλήσας, ἀπολογεῖται ὑπὲρ τούτου ὡς ἐκεῖ γέγραπται. (ῃερς. 37.) Τὸ σκῆπτρον δὲ τῷ Τηλεμάχῳ ἐνέβαλε χειρὶ κῆρυξ Πεισήνωρ, οὐ γὰρ ἦν θέμις ἄλλως δημηγορεῖν τοὺς βασιλεῖς. ὡς οὐδὲ κήρυξι θεμιτὸν ἄνευ κηρυκείου προϊέναι. διὸ καὶ ἐν τῷ ἐπιταφίῳ, Μενέλαος διαπληκτιζόμενος πρὸς Ἀντίλοχον ὡς ἐν δίκῃ, σκῆπτρον χειρίζεται. οἰκεῖον δὲ ὄνομα κήρυκι τὸ Πεισήνωρ, ἔργον γὰρ τῷ τοιούτῳ, πεῖθεν ἄνδρας ὑπακούειν. (ῃερς. 39.) Ὅτι ἐν τῷ, πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπε, καθάπτεσθαι λέγει τὸ ἀμείβεσθαι ἢ ἀποτείνεσθαι ἁπλῶς διὰ λόγου πρός τινα. ἐπεὶ καὶ ἅπτεσθαι τινῶν, οὐ μόνον σωματικῶς ἀλλὰ καὶ ἐν λόγοις λεγόμεθα. οὕτω καὶ τὸ καθαπτόμενος φίλον ἦτορ, ἀντὶ τοῦ ἑαυτῷ λαλῶν. παρὰ μέντοι τοῖς ὕστερον, καθάπτεσθαι λέγεται τὸ τραχύτερον ἐν λόγοις προσφέρεσθαι, καὶ μετὰ γενικῆς. (ῃερς. 40 ετ σθθ.) Ὅτι ὁ ζητούμενος πρός τινος καὶ θαῤῥαλέος προπηδῶν, εἴποι ἂν, οὐχ' ἑκὰς οὗτος ἀνὴρ, τάχα δ' εἴσεαι αὐτός. Ὅτι ἡ τοῦ Τηλεμάχου δημηγορία κριτὰς μὲν οἷον καθίζει τοὺς Ἰθακησίους. προοίμιον δὲ κατὰ Ὁμηρικὴν μέθοδον ἔχει, ἀπὸ τῶν προκειμένων λόγων οὓς δηλαδὴ ὁ Ἰθακήσιος Αἰγύπτιος προεχειρίσατο. καταφέρεται δὲ τῶν μνηστήρων. καὶ βίας αὐτοὺς ἑλεῖν σπεύδει, οἷς τῇ τε μητρὶ οὐκ ἐθελούσῃ ἐπέχραον. καὶ ἐν ἀλλοτρίῳ οἴκῳ βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, εἰλαπινάζουσι. πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἔστι οὖν τὰ τῆς δημηγορίας οὐκ ἀποδεικτικά. ὡς ἐπὶ ὁμολογουμένῳ δὲ πράγματι ἐπιλογική ἐστι καὶ καταφορικὴ καὶ αὐξητική. διὸ καὶ ἡ διήγησις ἔχουσά τι καὶ ἐκφραστικῆς διασκευῆς, οὐ διδάσκει οὐδ' ἁπλῶς διηγεῖται τὴν μνηστείαν, ἀλλὰ τὴν βίαν ἐπαύξει ἐμβριθῶς. ἔχει δὲ καὶ ἐλέου εἰσβολὴν ἐν τῷ, νεμεσήθητε καὶ αὐτοί. ἄλλους τ' αἰδέσθητε ἀνθρώπους, οἳ περιναιετάουσι. θεοῦ δ' ὑποδείσατε μῆνιν. μή τι μεταστρέψῃ ἀγασάμενος κακὰ ἔργα. λίσσομαι θεοῦ τε Ὀλυμπίου καὶ Θέμιστος. ἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει. σχέσθε φίλοι. καί με οἶον ὅ ἐστι μόνον, ἐάσατε. οὐχ' ὥστε δηλαδὴ τρυφᾶν, ἀλλὰ πένθεϊ λυγρῷ τείρεσθαι. πάντως γὰρ ἔλεον προκαλεῖταί τινα σὺν αἰδοῖ καὶ δέει τὸ, νεμεσήθητε. αἰδέσθητε. ὑποδείσατε θεόν. λίσσομαι. σχέσθε φίλοι. ἐπὶ δὲ τούτοις αἰτιώμενος 1. 81 καὶ τοὺς ὡσανεὶ κριτὰς Ἰθακησίους, φησὶν. εἰ μή που τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς κακὸν ἔρεξεν. ὧν με ἀποτινύμενοι, κακὰ ῥέζετε, τούτους ὀτρύνοντες καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ ἐρεθίζει τοὺς Ἰθακησίους κατὰ τῶν μνηστήρων, ἢ γὰρ ὀτρύνουσι τούτους ποιεῖν ἃ ποιοῦσιν ἐν τοῖς τοῦ Ὀδυσσέως, καὶ τρόπον τινὰ πατραλοῖαι εἰσὶ βασιλέα βλάπτοντες ὃν πατρὸς δίκην εἶναι ἤπιον φησίν. ὃ οὐδ' αὐτοὶ ἂν ἀπαρνήσωνται. οἵγε τοῦ Τηλεμάχου ἐσθλὸν αὐτὸν εἰπόντος καὶ οὐκ ἀπεοικότα πατρὸς εἰς αὐτοὺς ἐδέξαντο τὸν λόγον ἐφησυχάσαντες. ἢ τοίνυν ὀτρύνουσι τοὺς μνηστῆρας, καὶ τετάξονται εἰς πατραλοίας. ἢ οὐκ ὀτρύνουσι, καὶ δεῖ ἐξελάσαι αὐτούς. ὅπερ ἴσως καὶ εὐλαβηθέντες οἱ μνηστῆρες καὶ μάλισθ' ὅτι ἐν τοῖς ἑξῆς καὶ ὁ Μέντωρ ὑπὲρ τοῦ Ὀδυσσέως δημηγορήσας μέμψεται τοὺς Ἰθακησίους ὡς πολλοὶ ὄντες οὐ παύουσι τοὺς ὀλιγωτέρους μνηστῆρας, λύουσιν ὡς δηλωθήσεται τὴν ἀγορὰν ἣν οὐκ ἐκάθισαν. ἐπὶ δὲ τούτοις ὁ νεανίας ἐπαύξων τὸν ἔλεον καὶ οἶκτον πλείω προκαλούμενος, τὸ σκῆπτρον βάλλει πρὸς τῇ γῇ, δάκρυα ἀναπρήσας. ὅ ἐστι διὰ τοῦ ἐγκεφάλου ἀναπεράσας. ἤγουν σὺν ὁρμῇ ἐξαγαγὼν καὶ οἷον ἐκφυσήσας, παρὰ τὸ πρήθω τὸ φυσῶ. ποιεῖ δὲ τοῦτο καὶ Ἀχιλλεὺς ἐκ Ἰλιάδι δίχα γε τοῦ δακρύσαι. εἶτα ἐπὶ πᾶσι μετὰ τὴν δημηγορίαν δεικνύων ὁ ποιητὴς ὡς ἔλεον τὰ τοιαῦτα εἰσάγει τοῖς ἀκροαταῖς καὶ οἰκτίζεσθαι ποιεῖ καὶ μάλιστα τὸ δακρύειν, φησίν. οἶκτος δ' ἕλε λαὸν ἅπαντα. καὶ τοιαύτη μὲν ὡς ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Τηλεμάχου δημηγορία ἧς τὰ κατὰ μέρος λελέξεται. οἵα δὲ καὶ ἣ τῶν μνηστήρων, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. Σημείωσαι δὲ τὴν τοῦ Τηλεμάχου σύνεσιν. εἰ καὶ νέος ὢν, οὕτω καταδημαγωγεῖ τὸν Ἰθακήσιον ὄχλον. ἐστοχασμένος οἷα εἰκὸς, εὐκατάσειστον εἶναι τὸν δῆμον καὶ εὐρίπιστον ὡς ῥᾷον ὑπανάπτεσθαι εἰς θυμὸν πυρόεντα. ὅπερ πολλοὶ δηλοῦσιν οἳ διὰ πολιτικὰς ἔχθρας ἠτύχησαν χόλῳ τοῦ δήμου. ἐν οἷς καὶ οἱ Μιλήσιοι. παρ' οἷς καὶ ἀλοητὸς τέκνων ἐγένετο, ἐπιθεμένου τοῖς πλουσίοις τοῦ δήμου. εἰ καὶ αὖ πάλιν οἱ πλούσιοι καταπίστωσιν ἐποίησαν τῶν δημοτῶν οἳ γέργηθες ἐκαλοῦντο, καὶ καῦσιν εὐέξαπτον διὰ τὴν πίσσαν. ὅτε φασὶ καὶ ἐλαία ἱερὰ ἐξανήφθη αὐτόματος. καὶ τὸ θεῖον ἐνεμέσησεν αὐτοῖς ἐν χρησμῷ, ὑπέρ τε τοῦ τῶν γεργήθων φόνου καὶ τοῦ πισσηροῦ μόρου καὶ τοῦ ἀειθαλοῦς δενδρέου. Ἔνθα ὅρα τὸ δενδρέου, σύνηθες ὂν τοῖς ποιηταῖς. οὗ ἡ εὐθεῖα, τὸ δένδρεον ἀναντιῤῥήτως. τὸ δέ γε πληθυντικὸν τὰ δένδρεα, διχόθεν πρόεισιν. οὐ μόνον γὰρ ἐκ τρισυλλάβου τοῦ δένδρεον τὸ τοιοῦτον πληθυντικὸν δοκεῖ φύεσθαι, ἀλλὰ καὶ ἀπὸ δισυλλάβου εὐθείας τῆς δένδρος ὡς βέλος. διὸ καὶ ὡς βέλεα βέλη, οὕτω καὶ δένδρεα δένδρη παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, τὰ δὲ δένδρη τἀν τοῖς ὄρεσι, χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις, καὶ ἑξῆς. (ῃερς. 46.) Ὅτι ἐν τῷ, κακόν μοι ἔμπεσεν οἴκω δοιὰ, οἱ μὲν, τὸ δοιὰ, ἐπίῤῥημα νοοῦσιν, ἀντὶ τοῦ διχῶς, τὸ μὲν, πατέρα ἐσθλὸν ἀπώλεσα. ὅς ποτ' ἐν ὑμῖν τοῖσδεσσι βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἦεν. νῦν δ' αὖ, καὶ πολὺ μεῖζον. ἡ τῆς μητρὸς δηλονότι βία καὶ τὰ ἑπόμενα ταύτῃ κακά. ἕτεροι δὲ, ἐπιδιόρθωσιν φασὶ τὸ δοιά. εἰπὼν γὰρ κακὸν ἑνικῶς, εἶτα ἐπιλογισάμενος ὡς οὐχ' ἕν ἐστι τὸ κακὸν, ἐπιδιορθοῦται. εἰπών. καὶ τί λέγω κακόν; οὐχ ἕν μοι ἐστὶ τὸ κακὸν, ἀλλὰ δύο. πατρὸς ἀπώλεια καὶ βία κατὰ μητρός. (ῃερς. 48.) Ἐν τούτοις δὲ ὅρα οἷόν τε τὸν κυρίως βασιλέα εἶναι χρή. ὅτι δηλαδὴ πατέρα ὥσπερ τῶν ἀρχομένων, καὶ μὴ κατὰ τὸν Ἔχετον, βασιλέα βροτῶν δηλήμονα πάντων. καὶ ὅπως ὑψοῖ ὁ ῥήτωρ Τηλέμαχος τὸ κατὰ τοὺς μνηστῆρας κακὸν, καὶ μεῖζον αὐτὸ λέγει τοῦ κατὰ τὸν πατέρα. καὶ οὐχ' ἁπλῶς μεῖζον, ἀλλὰ καὶ πολὺ μεῖζον. οὐκ ἀληθεύων, ἀλλὰ ῥητορικῶς τὸν λόγον ὑψῶν. διὸ καὶ πάλιν ὁ Ἀντίνοος ὑψαγόρην αὐτὸν ἐρεῖ ὡς μεγαληγοροῦντα ἐν μὴ τοιούτοις. αἰτίαν δὲ ἐρεῖ τοῦ πολὺ μεῖζον εἰπεῖν αὐτὸ, ταύτην. ὃ δή φησι τάχα ἤτοι ταχέως οἶκον ἅπαντα πάγχυ διαῤῥαίσει. βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει. χείρω γὰρ ταῦτα δοκεῖ τοῦ κατὰ τὸν Ὀδυσσέα, παρόσον εἰ καὶ μὴ πατέρα. τὰ τοῦ πατρὸς γοῦν ἔχει ἐξ ὧν αὐτῷ ἡ πατρικὴ μνήμη ἐζωπυρεῖτο. νῦν δὲ, καὶ αὐτὰ οἰχήσονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸ, οἶκον ἅπαντα. καὶ τὸ, πάγχυ τουτέστι πάνυ διαῤῥαίσει. καὶ τὸ, ἀπὸ πάμπαν ὀλέσει. αὐξητικὰ ὄντα καὶ κατασκευαστικὰ τοῦ, πολὺ μεῖζον. Ὅρα δὲ καὶ τὰ ἐν σκυθρωπότητι λόγου ὑπομειδιῶντα πάρισα, τὸ διαῤῥαίσει, καὶ ὀλέσσει. (ῃερς. 49.) Τὸ δὲ τοῖσδεσσιν, Ἰωνικόν. τῇ μὲν προφορᾷ, ἐοικὸς μεταπλασμῷ. τῷ δὲ κατ' ἀρχὴν περισπωμένῳ τόνῳ, πλεονασμὸν δηλοῦν τῆς τελευταίας συλλαβῆς. Σημείωσαι δὲ εἰς τὸ, πατὴρ ὣς ἤπιος ἦν, καὶ τὸ τοῦ Ἡροδότου, τὸ, Καμβύσης μὲν δεσπότης, Κύρος δὲ, πατήρ. ὁ μὲν, ὅτι χαλεπὸς ἦν καὶ ὀλίγωρος. ὁ δὲ, ὅτι ἤπιος καὶ 1. 82 ἀγαθὰ σφίσιν ἐμηχανίσατο, ἤτοι τοῖς Πέρσαις. Ὅρα δὲ καὶ τὸ πάμπαν συσταλὲν ὡς τὸ ἄγαν καὶ λίαν. καὶ καινὸν οὐδὲν, εἴγε καὶ τὸ ἅπαν, ὄνομα ὂν, Ἴωνες συστέλλουσι καὶ ὁ ποιητής. οἷον. τῶν δ' ἅπαν ἐπλήσθη πεδίον. Ἀττικοὶ δὲ κατὰ Αἴλιον Διονύσιον, ἐκτείνουσι τὴν ὑστέραν τοῦ ἅπαν. ἕτερος δὲ ῥήτωρ ἐν οἰκείῳ λεξικῷ, γράφει ὅτι ὁ λόγος βραχύνειν ἀξιοῖ τὸ ἅπαν. τὰ γὰρ παρασχηματιζόμενα τοῖς εἰς ˉαˉς οὐδέτερα, βραχύνονται. οἷον. μέλαν. τάλαν. οὕτως οὖν καὶ ἅπαν. εἰ δὲ ταῦτα, πολλῷ πλέον τὸ πάμπαν ἐπίῤῥημα συσταλήσεται. (ῃερς. 50.) Ὅτι καὶ ἐν τῷ μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι, ψεύδεταί πως ὁ Τηλέμαχος. οὐ γὰρ πάντες οἱ μνηστῆρες, Ἰθακήσιοι, ἀλλὰ δώδεκα μόνοι. σκοπὸς δὲ τῷ ῥήτορι, τούτους παῦσαι. ὡς συγκαταλυθησομένων αὐτοῖς καὶ τῶν λοιπῶν. υἱοὶ γάρ εἰσιν ἀνδρῶν, οἳ ἐνθάδε φησὶν ἄριστοι. ὧν Ἀντίνοος καὶ Εὐρύμαχος, ἀρετῇ ἔξοχ' ἄριστοι καὶ εὐέλπιδες τὴν Πηνελόπην γῆμαι. Τὸ δὲ ἐπέχραον, ἀντὶ τοῦ ἐν χρῶ ἐγένοντο. ἐπέπεσον. ἐβάρυναν. ἐκ τούτου δὲ καὶ τὸ χραῦσαι πλεονασμῷ τοῦ ˉυ. ἤδη δὲ καὶ ὁ ζαχρῃής. ἐκ τούτου καὶ παρ' Ἡροδότῳ καὶ τὸ, ἐνέχραεν ἐς τὸ πρόσωπον τὸ σκῆπτρον, ἤγουν ἔπληξε τῷ σκήπτρῳ. (ῃερς. 52.) Ὅτι ἐν τῷ ἀπεῤῥίγασιν ὃ δηλοῖ τὸ δειλιῶσι καὶ φρίσσουσι, περιττὴ ἡ ἀπˉο. ὡς καὶ ἐν τῷ ἀπεμνήσαντο. καὶ ἐν τῷ, ἐμεῦ ἀπομηνίσαντος. μέσος δὲ παρακείμενος τὸ ἔῤῥιγα, συγκοπεὶς ἐκ τοῦ ἐῤῥίγηκα ὁμοίως τῷ βέβουλα καὶ τοῖς τοιούτοις. (ῃερς. 53.) Ὅτι ἐν τῷ, αὐτὸς ἑεδνώσαιτο θύγατρα, ἕδνα ἐμφαίνεται, τὰ ἀπὸ γυναικὸς τῷ νυμφίῳ. χρήσιμον δὲ εἰς θέλημα πατρικὸν ἐπὶ γάμῳ τὸ, ὡς αὐτὸς ἐεδνώσαιτο θύγατρα. δοίη δ' ὦκ' ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι. Καὶ ὅρα ἐνταῦθα ὅτι λείπει τὸ ὃς ἀπὸ κοινοῦ ληφθὲν ἵνα λέγῃ, καὶ ὃς αὐτῷ κεχαρισμένος ἔλθοι. τοιοῦτον μετ' ὀλίγα καὶ τὸ, ᾧ πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. ἤγουν καὶ ὃς ἀρέσκει αὐτῇ. (ῃερς. 56.) Ὅτι ἱερεύειν, οὐ μόνον τὸ θύειν, ἀλλὰ καὶ τὸ ἁπλῶς σφάζειν. ἱερεῖον γὰρ Ἀττικῶς, τὸ σφαγιαζόμενον ζῷον. φησὶ γοῦν. βοῦς ἱερεύοντες, ὡς καὶ προεγράφη. ἐν οἷς καὶ εἰλαπίνην λέγει Τηλέμαχος ὡς καὶ προεδηλώδη, τὴν ἐν τῷ αὐτοῦ οἴκῳ δαῖτα τῶν μνηστήρων. εἰλαπινάζειν γὰρ λέγει αὐτούς. (ῃερς. 58.) Ὅτι πρωτότυπον τοῦ ἀνύω, τὸ ἄνω. φησὶ γοῦν. τὰ δὲ πολλὰ κατάνεται. ἤγουν ἀνύεται. τελειοῦται. ὄλλυται. τὰ δὲ πολλὰ ταῦτα ὁμολογῶν Ἀντίνοος καὶ ἑρμηνεύων ἐν τοῖς ἑξῆς, πολὺν βίοτον φησί. Τηλέμαχος δὲ, πολλά τε καὶ ἐσθλὰ κτήματα. Ἰστέον δὲ ὅτι τὲ τοῦ ἄνω, χρῆσις καὶ ἐν τοῖς ἑξῆς ἐν τῷ, ἦνον ὁδὸν ἤγουν ἤνυον. καὶ ὅτι καθ' Ἡρακλείδην, ἄμεινον λέγειν ἀνύω ἤπερ ἄνω, ἵνα μὴ παραλόγως μηκύνηται τὸ ἄλφα. οὐδέποτε γάρ φησι μηκύνεται προηγουμένου τοῦ νˉυ ἐπὶ τῶν εἰς νˉω. σκοπητέον δὲ εἴπερ ἠκρίβωται οὗτος ὁ λόγος ἐπὶ πάντων. καὶ ἐνθυμητέον τὸ ἱκάνω, ἐκτεῖνον ἐν πολλοῖς τὴν παραλήγουσαν. (ῃερς. 61.) Ὅτι ἐπὶ ἀπροστατεύτῳ οἴκῳ, οἰκεῖον εἰπεῖν τὸ, οὐ γὰρ ἔπ' ἀνὴρ οἷος ὁ δεῖνα ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. οἱ δὲ μὴ ἔχοντες ἑαυτοὺς ἐκδικεῖν, εἴποιεν ἂν τὸ, ἡμεῖς δ' οὐ τοῖοι ἀμυνέμεν, οἷα λευγαλέοι καὶ οὐ δεδακηκότες ἀλκήν. ἦτ' ἀμυναίμην εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται. Εἰσὶ δὲ λευγαλέοι, οἱ πρόχειροι εἰς λοιγόν. ἢ εἰς τὸ λέγεσθαι ὅ ἐστι κοιμᾶσθαι νήγρετον. τινὲς δὲ, καὶ τοὺς φεύγειν ἑτοίμους ἐνόησαν. Δεδαηκέναι δὲ ἀλκὴν, τὸ σχεῖν ἐκ μαθήσεως. διδακταὶ γὰρ αἱ ἀρεταί. ὧν μία καὶ ἡ ἀλκὴ, ὅ ἐστιν ἀνδρεία. ἡ μέντοι ῥώμη, οὐ τοιοῦτον. οὐδὲ ὁ ῥωμαλέος. αὐτὰ γὰρ, φύσεως καὶ μόνης. (ῃερς. 63.) Τὸ δὲ ἀνσχετὰ, συγκέκοπται ὡς καὶ τὸ ἀμφαδὸν καὶ τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. Ὅτι νέμεσις κυρίως, ἡ ἐξ ἑτέρων μέμψις πρὸς τὸν κακόν τι πράσσοντα, εἴτε διορθοῖτο ἐκεῖνος εἴτε καὶ μή. αἰδὼς δὲ, ἡ διὰ νέμεσιν γενομένην πρός τινων εἴτε καὶ ἐλπιζομένην, ἐπιστροφὴ καὶ διόρθωσις τοῦ κακοῦ. καὶ εἴτις δὲ ἑαυτῷ νεμεσῶν διορθοῖτο, καὶ ἡ τοιαύτη νέμεσις, τῆς ἐλπιζομένης ἐξ ἑτέρων νεμέσεως ἤρτηται, καὶ εἰς αἰδῶ ἀποτελευτᾷ. καὶ ταῦτα δηλοῖ Ὅμηρος εἰπών. νεμεσσήθητε καὶ αὐτοὶ, ἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπους. εἶτα ἑρμηνεύων τίνες οἱ περικτίονες, ἐπάγει. οἳ περιναιετάουσιν. Ἰστέον δὲ ὅτι καὶ Ἡσίοδος ἄμφω ταῦτα αἰδῶ καὶ νέμεσιν, τὸν ἀνθρώπινον βίον οἶδε συνιστᾶν. ὧν οἰχομένων, λείψεταί φησι κατὰ βίον ἄλγεα λυγρά. καὶ ὅτι ἐν συνοικίᾳ μὲν, γείτονας αἰδεστέον ὡς καὶ Ἡσίοδος βούλεται. νῆσος δὲ καὶ πόλις, τοὺς ἀνάλογον γείτονας αἰδέσονται. οἵ πέρ εἰσιν, οἱ περίοικοι. (ῃερς.
31.1.2
) Ὅτι ἀκολούθως τῷ, ἐννέα δ' ἕδραι ἔσαν, εἴρηται καὶ τὸ, Ἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας. τί δὲ ἡ ἄγυρις, προδεδήλωται. ὅθεν καὶ ἡ ὁμήγυρις. Ἐκ δὲ τῆς ἕδρας, καὶ ἑδριάασθαι μετ' ὀλίγα ἐρεῖ. ὅθεν δὲ ἡ ἕδρα, ἐκεῖθεν καὶ τὸ, ἵδρυσε παρὰ δαιτί. (ῃερς. 33.) Ὅτι δαψίλειαν ἡρωϊκὴν εὐτελοῦς τροφῆς δηλοῖ τὸ, ἀμφί δ' ἑταῖροι δαῖτ' ἐντυνόμενοι, κρέα ὤπτων, ἄλλα δ' ἔπειρον. ἔστι δὲ ἐντύνεσθαι μὲν, ὃ συνήθως ὁ ποιητὴς ὁπλίζεσθαι λέγει. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα. Τὸ δὲ ὀπτᾶν, πρωτότυπόν ἐστι τοῦ ὀπτοῦ, ὃ συγκέκοπται ἀπὸ τοῦ ὀπτητοῦ. ὡς καὶ τὸ ἑφθὸν ἀπὸ τοῦ ἑψητοῦ. ἄλλως γὰρ τὸ ἀπαθὲς ὀπτὸν, τὸ θεατὸν δηλοῖ, ὡς καὶ ὁ Ἀθήναιος ἀστεΐζεται ὅπου λέγει ὀπτὸν ὠμὸν ἰχθῦν. Πείρειν δὲ, πρὸ βραχέων μὲν, τὸ περᾶν ἐῤῥέθη. νῦν δὲ, ἄλλως. ὅθεν καὶ ἡ περόνη. καὶ τὸ περονᾶν. καὶ ὁ πόρπαξ. καὶ τὸ πόρπημα. καὶ ὅσα τοιαῦτα. (ῃερς. 34.) Ὅτι φιλοξένων ἀνδρῶν ἴδιόν τι ποιοῦντες οἱ Πύλιοι, ὡς ξείνους ἴδον, ἀθρόοι ἦλθον ἅπαντες. χερσίν τ' ἠσπάζοντο, καὶ ἑδριάασθαι ἄνωγον. πρὸ δὲ τῶν ἄλλων, ὁ Πεισίστρατος ἐγγύθεν ἐλθὼν Τηλεμάχου τε καὶ τοῦ φαινομένου Μέντορος, ἀμφοτέρων ἕλε χεῖρα, καὶ ἵδρυσε παρὰ δαιτί. κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι. παρά τε κασιγνήτῳ καὶ πατρί. Μέντορα μὲν, ὡς γέροντα δεξιωσάμενος. Τηλέμαχον δὲ, ὡς ὁμήλικα. καὶ ὅμως, προτέρῳ τῷ Μέντορι δοὺς σπλάγχνων μοίρας καὶ ἐγχέας οἶνον χρυσέῳ δέπαϊ ὡς ἂν σπείσῃ, τιμῶν τὸ γῆρας. (ῃερς. 35.) Καὶ ὅρα τὸ, χερσὶν ἠσπάζοντο, ἀντὶ τοῦ ἐπεσπῶντο καὶ εἷλκον διὰ δεξιώσεως εἰς ἑαυτούς. καὶ τοιοῦτον ἀεὶ τοῖς παλαιοῖς κυρίως ὁ ἀσπασμός. ἔστι δὲ καὶ νῦν πολλοὺς τῶν ἐξ ἐθνῶν ἰδεῖν, ἐν τῷ ἀλλήλοις συναντᾶν, διαπεταννῦντας τὼ χεῖρε. καὶ τά τε στήθη πελάζοντας. καὶ τὰς χεῖρας ἐπικυρτοῦντας. καὶ εἰς κύκλον περιάγοντας. καὶ περιπλεγνυμένους ἠρέμα. καί ἐστι τοῦτο αὐτοῖς ὁ ἀσπασμός. γενομένης τῆς λέξεως, ἀπὸ τοῦ σπᾶσθαι κατὰ πλεονασμὸν τοῦ ˉα. καὶ εἴρηται τὸ χερσὶν ἀσπάζεσθαι, πρὸς διαστολὴν τῶν λόγοις ἀσπαζομένων. ἐπὶ γὰρ αὐτοῦ δὴ τοῦ χείλεσι φιλεῖν, οὔπω τότε ἡ λέξις ἐλέγετο. ἀλλ' εἴ που καὶ ἔδει τοιοῦτον σημῆναι, οὕτως οἱ παλαιοὶ ἔλεγον. ἀσπάσασθε ἀλλήλους φιλήματι. (ῃερς. 37.) Τὸ δὲ ἀμφοτέρων ἕλε χεῖρα, εἶχε μὲν εἰπεῖν δυϊκῶς, χεῖρε. ἀλλὰ διὰ τὸ καινότερον, οὕτως εἶπε. καὶ νοητέον ὡς ἢ ἰδίᾳ τὴν ἑκατέρου ἔλαβε χεῖρα ἑκατέραις ταῖς ἑαυτοῦ χερσὶν ὡς ἔν τινι τύπῳ χοροῦ, ἢ μίαν καὶ μίαν ἐξ ἑκατέρων τὰς δεξιὰς, τῇ ἑαυτοῦ δεξιᾷ δηλαδή. λαιᾷ γὰρ οὐκ ἦν ἅπτεσθαι ὡς καὶ προγέγραπται. Ἐν δὲ τῷ κώεσιν, ὅρα ἡρωϊκὴν εὐτέλειαν. ὁ γὰρ τοῦ βασιλέως Νέστορος παῖς, ἵδρυσε παρὰ δαιτὶ τοὺς ξένους, οὐκ ἐπὶ ἁλιπορφύρων ταπήτων, ἢ ἄλλης τινὸς περιέργου στρωμνῆς τιμωμένης πολλοῦ, ἀλλ' ἐπὶ ψάμμου ἐν δέρμασι, μαλακοῖς μέντοι. δῆλον δὲ ὅτι τὸ κώεσιν, οὐκ ἐκ τοῦ κῶας γίνεται, ἦν γὰρ ἂν κώασιν ὡς κρέασιν, ἀλλ' ἐκ τοῦ κῶος. κατὰ τὸ, βέλος βέλεσιν. ἵνα διφορῆται. καθὰ καὶ τὸ, ὕδας ὕδος καὶ γῆρας γῆρος. ἐξ οὗ καὶ ὁ παρὰ τῷ Σοφοκλεῖ γηροβοσκός. καὶ τὸ γυροτροφεῖν. καὶ τὰ ὅμοια. ὅτι δὲ καὶ νάκος τὸ κῶας ἐλέγετο, δηλοῖὁ σκώψας βυρσοδέψην τινὰ διὰ τοιαύτης λέξεως. ἀφ' οὗ βυρσέως ἀκούσας ἐκεῖνος τὸ, ὦ κακόδαιμον, ἀντέσκωψεν εἰπὼν τὸ, ὦ νακόδαιμον. εἰ δὲ τὸ τοιοῦτον νάκος, τὸ κνακὸν θρέμμα παρήγαγε, ζητητέον ἄλλοθεν. Ἁλίας δὲ ψαμάθους λέγει, διαστέλλων τῶν ποταμίων αὐτάς. Ὅτι δὲ τοὺς Πυλίους εὗρε περὶ θάλατταν θύοντας Ποσειδῶνι ὁ Τηλέμαχος, μαρτυρεῖ καὶ ὁ γεωγράφος. εἰπὼν ὅτι ἐν ἱερῷ Σαμίου Πωσειδῶνος εὗρε Τηλέμαχος τοὺς Πυλίους θύοντας. (ῃερς. 40.) Τὸ δὲ, δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε χρυσέῳ δέπαϊ, ἁρμόσοι ἂν κατά τινα ἐννοίας παραφθορὰν, ἐπί τινος σπλαγχνιζομένου εἰς ἔλεον πτωχικόν. (ῃερς. 49.) Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ λυπεῖν ἴσως εἶχε τὸν βασιλικὸν παῖδα Τηλέμαχον τὸ προτιμηθῆναι τὸν Μέντορα, ὅμως παραμυθεῖται τὸ πρᾶγμα ὁ δεξιωσάμενος Νεστορίδης ἐν τῷ, ἀλλὰ νεώτερός ἐστιν ὁ Τηλέμαχος δηλαδὴ, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ. διὸ εἰ καὶ προτιμήσασθαι τὸν ὁμήλικα θέλει ὁ Νεστορίδης, ἀλλ' αἰδεῖται τὸ γῆρας τοῦ Μέντορος καθὰ καὶ τὸ τοῦ πατρὸς Νέστορος. καὶ ἔστι καὶ τοῦτο παιδεία Ὁμηρική. Τὸ δὲ ὁμηλικίη, ἢ ἔλλειψιν ἔχει λέξεως θηλυκοῦ ὀνόματος ἵνα λέγῃ ὅτι ἡλικία ὁμηλικία. ἢ κατάστασις ὁμηλικία. ἢ ἄλλο τι τοιοῦτον. ἢ εἴληπται ἀντὶ τοῦ ὁμοία ἡλικία. Ἐν τούτοις δὲ καὶ δαίτην συνήθως βαρυτόνως τὴν δαῖτα φησί. (ῃερς. 48.) Λέγει δὲ βιωτικῶς ἅμα καὶ γνωμικῶς, καὶ τὸ ἐπεὶ καὶ τοῦτον ὀΐομαι θεῷ εὔχεσθαι. πάντες δὲ θεοῦ χατέουσ' ἄνθρωποι. φησὶ δὲ καὶ χρύσειον ἄλεισον κατὰ λόγον πολυωνυμίας, τὸ ἀνωτέρω ῥηθὲν χρύσειον δέπας. (ῃερς. 51.) Καὶ οἶνον δὲ νῦν ἡδὺν λέγει, ὃν φθάσας μηλιηδέα ἔφη. Ἐν τούτοις δὲ καὶ τὸ ἤντησε δοτικῇ συντάττεσθαι εἰωθὸς, μετὰ γενικῆς συνέταξεν, εἰπών. δαίτης ἠντήσατε. ὅ ἐστιν ἐτύχετε. ἄντην ἤλθετε. τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς τὸ, ἤντησας ὀπωπῆς. (ῃερς. 52.) Ὅτι τὸ τῆς τιμῆς ἐπαγωγὸν παραδεικνὺς κἀνταῦθα ὁ ποιητὴς, πλάττει τὴν ἐν τῷ Μέντορι Ἀθηνᾶν, χαίρουσαν οἷς προτέρα ἐδεξιώθη πρὸς τοῦ Νεστορίδου Πεισιστράτου. φησὶ γάρ. χαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, Οὕνεκά οἱ προτέρῃ δῶκε χρύσειον ἄλεισον, τὸ ἀνωτέρω ῥηθέν. Σημείωσαι δὲ ὡς οὐ μόνος Ὅμηρος Ἀθηναίαν λέγει τὴν Ἀθηνᾶν, ἀλλὰ καὶ τῶν μετ' αὐτὸν πεζολόγων πολλοὶἈττικοὶ, ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οἱ σύμμαχοι, ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν. καὶ Πλάτων Εὐθυδήμῳ, ἑρκεῖος Ζεὺς καὶ φράτριος καὶ Ἀθηναίη φρατρία. φασὶ δὲ οἱ παλαιοὶ ὡς ἐπειδὰν ἤρξαντο Ἀθηναῖαι γυναῖκες λέγεσθαι ἀντὶ ἀστῶν, καὶ Ἀττικῶν, ὡς Φερεκράτης, Ἀθηναίαιςαὐταῖς τε καὶ ταῖς συμμάχοις, τό τε ἤρξατο ἐκείνη λέγεσθαι τρισυλλάβως Ἀθηνᾶ. περὶ δὲ τούτων, εἴρηται καὶ ἐν τῇ ˉα τῆς Ἰλιάδος. Ὅρα δὲ τὸ ἔχαιρεν Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ. πιστωτικὸν ὂνκαὶ αὐτὸ τοῦ χαίρειν τῷ ὁμοίῳ τὸ ὅμοιον. Ἀθηνᾶ γὰρ φρόνησις, ἀγαπῴη ἂν ἄνδρα τὸν κατ' αὐτήν. (ῃερς. 55.) Ὅτι ἐπισπευστικὸν ἱκετείας τὸ, κλῦθι μὴ δὲ μεγήρῃς ἡμῖν εὐχομένοισι, τελευτῆσαι τάδε ἔργα. περὶ ὧν δηλαδὴ τὸ ἱκετεύειν. ἡ μυθικὴ δὲ Ἀθηνᾶ τοῦτο φησίν. εἰδυῖα ὡς οὐκ ἂν χαίροι ὁ Ποσειδῶν οἷς Ἀθηνᾶ ὑπὲρ τοῦ Ὀδυσσέως ποιεῖ. διὸ καὶ αὐτὴ τελευτᾷ τὴν εὐχὴν, ὡς μετ' ὀλίγα φασὶν Ὅμηρος οἷα τοῦ Ποσειδῶνος μὴ ἂν τελέσαντος αὐτήν. (ῃερς. 57.) Ὅτι τῷ Νέστορι μὲν καὶ τοῖς υἱοῖς, ὁ φαινόμενος Μέντωρ κῦδος μόνον ἐπεύχεται. τῶν γὰρ ἄλλων ἁπάντων ἅλις εἶχε. πλοῦτος γάρ φασιν ἦν αὐτῷ. χρόνου μῆκος. εὐπαιδία. μεγάλων πράξεων εὐτυχία. φρόνησις. ἀκμὴ λόγου. τοῖς μέντοι ἄλλοις Πυλίοις, δοθῆναι χαρίεσσαν ἀμοιβὴν τῆς ἑκατόμβης, εὔχεται. μὴ ὁρίσας τὸ τῆς ἀμοιβῆς εἶδος, ἀλλ' ἀρκεσθεὶς εἰς μόνον τὸ, χαρίεσσαν. (ῃερς. 62.) Ὅτι ἐπὶ τοῦ προσποιουμένου μὲν εὔχεσθαί τι, δυναμένου δὲ ποιεῖν ἃ εὔχεται, οἰκεῖον τὸ, ὣς ἂρ ἔπειτ' ἠρᾶτο, καὶ αὐτὸς ἢ αὐτὴ πάντα τελεύτα. (ῃερς. 63.) Ὅτι τὸν χρυσὸν συνήθως τῷ τοῦ καλοῦ ἐπιθέτῳ κοσμῶν, καλὸν δέπας καὶ ἐνταῦθα φησὶν, ὃ φθάσας εἶπε χρύσειον δέπας καὶ χρύσειον ἄλεισον. (ῃερς. 65.) Ὅτι ἐν τῷ, ὤπτησαν κρέα ὑπέρτερα ὃ καὶ ἐν τοῖς ἑξῆς που κεῖται, ἢ τὰ νωτιαῖα οὕτω καλεῖ, ἢ τὰ ὑπεράνω κείμενα τοῦ πυρός. τινὲς δέ φασι, καὶ τὰ ἔξωθεν τῶν ἔνδον. πρὸς διαστολὴν εἰπόντες τοῦτο τῶν σπλάγχνων ἅπερ προήσθιον. (ῃερς. 66.) Ὅτι τὸ, μοίρας δασσάμενοι, δαίνυν τ' ἐρικυδέα δαῖτα, εὐσχήμονι τραπέζῃ ἐπιλεχθήσεται. ὅτε δὲ καιρός τινος ἐρωτήσεως, καλὸν εἰπεῖν τὸ, νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἔρεσθαι. (ῃερς. 69.) Νέστωρ δὲ Γερήνιος ἱππότα, τοῦτο φησὶν, αὐθωρὸν τοὺς ξένους ἐρωτῶν. καὶ οὐκ ἀναμένων τὴν ἐν ἄλλοις ἱστορουμένην ἐνναήμερον. (ῃερς. 70.) Εἰ δὲ καὶ δαιτός ἐστι καιρὸς, καλὸν ἐπαγαγεῖν καὶ τὸ, ἐπεὶ τάρπησαν ἐδωδῆς. ἤγουννῦν ἐρωτητέον αὐτοὺς ἐπεὶ ἔφαγον. Καὶ ὅρα ὡς διὰ σαφήνειαν τοῦ νῦν, ἐπήνεγκε τὸ, ἐπεὶ τάρπησαν. ἵνα μὴ τὸ νῦν, πλατικὸν νοηθῇ. Τὸ δὲ τάρπησαν, ἀντὶ τοῦ ἐκορέσθησαν. ἢ μᾶλλον ἐτέρφθησαν δι' ἐδωδῆς. ἣν πρὸ ὀλίγων δαίτην εἶπε κατὰ πολυωνυμίαν. ἔστι γὰρ αὐτὴν καὶ ἐδητὺν εἰπεῖν. καὶ δαῖτα. καὶ βρώμην. καὶ βρῶσιν. ὡς τὸ, δότ' ἀμφίπολοι βρῶσιν τε πόσιν τε. Περὶ δὲ τοῦ Γερήνιος, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (ῃερς. 68.) Καὶ περὶ τοῦ ἱππότα δὲ, ποιητικῆς ταύτης εὐθείας τῶν ἑνικῶν. ἣν καὶ ὅσαι δὲ κατ' αὐτὴν, ὁ τοξότα, ὁ ἱππηλάτα, καὶ τὰς ὁμοίας, Εὐδαίμων ὁ Πηλουσιώτης, Μακεδόνων γλώσσης εἶναι λέγει. οἳ τρέπουσιν εὐθειῶν κλινομένων διὰ τῆς ˉοˉυ, τὸ ˉηˉς εἰς ἄλφα, ἵνα μὴ ἀπαραμύθητος ἀμφίμακρος πέσῃ ἐπὶ πολλῶν. οἷς συνεξηκολούθησε καὶ τὸ, Θυέστ' Ἀγαμέμνονι λεῖπεν. ὁρᾶται δὲ τοῦτο κατὰ τὴν ἐκείνου παρατήρησιν, οὐ μόνον ἐπὶ εὐθειῶν, ἀλλὰ καὶ ἐπὶ ἄλλων πτώσεων. Ἄρατος γοῦν φησὶ, πρότεροι πόδες ἱππότα φηρός. ἤγουν ἱππότου. παράγει δὲ ἐκεῖνος καὶ Ἰλλυρικὸν ὄνομα ἐν ἐπιγράμματι τὸ, πατὴρ δέ μ' ἔφυσε Κόπαινα. ἤτοι ὁ Κοπαίνης. καὶ Συρακούσιον τὸ ὁ Μύριλλα. οὗ μεμνῆσθαι λέγει τὸν Σώφρονα. ἱστορῶν καὶ ὅτι τοῦ Συρακουσίου τούτου κύριον, Δημόκοπος ἦν ἀρχιτέκτων. ἐπεὶ δὲ τελεσιουργήσας τὸ θέατρον, μύρον τοῖς ἑαυτοῦ πολίταις διένειμε, Μύριλλα ἐπεκλήθη. πάντως δὲ τοῖς εἰρημένοις ὀνόμασι τοῖς ὡς ἄλλοι φασὶν Αἰολικοῖς, συντέτακται καὶ τὸ, ὁ νεφεληγερέτα. Αἰολικὰ δὲ καὶ τὸ, ὁ μητίετα καὶ ὁ ἀκάκητα. (ῃερς. 69.) Ἰστέον δὲ καὶ ὅτι τὸ μεταλλῆσαι καὶ ἔρεσθαι, διασαφεῖ ὡς οὐ κυριολεκτεῖται ἐν τούτοις τὸ ἔρεσθαι, ἀλλὰ πολυπραγμοσύνην δηλοῖ προσήκουσαν τῷ πυνθάνεσθαι. ὧν τὴν διαφορίαν τὴν παρὰ πολλοῖς καθιστῶντες εἴς τι ὡρισμένον οἱ παλαιοὶ, πολλὰ μὲν καὶ ἄλλα φασὶν, ἐν δὲ ἐκείνοις καὶ ταῦτα. ἐρωτᾶν ἐστὶ, τὸ ἐθέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ ὑποκειμένου πράγματος. οἷον, εἴρεαι ὁππόθεν εἰμὲν, ἐγὼ δέ κέ τοι καταλέξω. καὶ, ἀλλ' ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ' ἔρειο. πυνθάνεσθαι δὲ, τὸ διεξοδικῶς ἀκούειν ἐρωτήσεως δίχα, τὰ ὑπό τινων λεγόμενα, οἷον, νῦν δ' ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι. καὶ, πυνθανόμην Ἰθάκης. καὶ οὕτω μέν τινες. φιλοσόφως μέντοι, ἐρώτησίς ἐστι, φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα. οἷον. ἆρά γε οὕτως ἔχει; πρὸς ὃ ἐπαχθὲν τὸ ναὶ ἢ οὒ ἢ τὸ ἀναμφιβόλως, ἢ τοιοῦτόν τι, συμβολικὴν ἀπόφανσιν ἐποίησε. τοιοῦτον δὲ καὶ τὸ, σαφές. ἢ ἄδηλον. καὶ τὰ τοιαῦτα. ἔστι δ' ὅτε φασὶ καὶ ἑτέρως ἀποκρινόμεθα πρὸς ἐρώτησιν. οἷον. ἡμέρα ἐστίν; ἔστιν, ἢ οὐκ ἔστι. καὶ τοιοῦτον μὲν ἡ ἐρώτησις. πεῦσις δέ ἐστι, φράσις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι. οἷον. ποῦ κατοικεῖ ὁ δεῖνα; ἐρεῖ γὰρ ὁ ἐρωτηθεὶς, ὅτι ἐν τῷδε τῷ τόπῳ. καὶ πῇ ἔβη Ἀνδρομάχη; ἐπὶ πύργον μέγαν Ἰλίου. καὶ οὐκ ἔστιν ἐν τούτοις εἰπεῖν συμβολικῶς, ναὶ ἢ οὔ. καὶ ἄλλως δέ φασιν, ἐρώτησις μέν ἐστιν, ἡ σύντομον ἀπόκρισιν ἀπαιτοῦσα. πεῦσις δὲ, μακρᾶς πράξεως ἀπαγγελία. (ῃερς. 70.) Ὅτι τὸ, ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα; ἢ τί κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε, οἷά τε ληϊστῆρες ὑπὲρ ἅλα, τοί τ' ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες. τὰ τοίνυν τοιαῦτα ἔπη κεῖνται καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα. (ῃερς. 71.) Λέγει δὲ κέλευθα ὑγρὰ, διαστέλλων τῶν κατὰ ξηράν. κέλευθος γὰρ, καὶ ἐπὶ γῆς. ὥσπερ αὖ πάλιν καὶ ἐπὶ θαλάσσης ὁδός. δεδήλωται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὁ τοῦ κάππα πλεονασμὸς, ἐν τῷ κέλευθος. καὶ ἐν τῷ καυλωνία. παρὰ τὸν αὐλῶνα γὰρ ἐκεῖνο λέγεται. καὶ ἐν τῷ ἀνθήλια κανθήλια ὥς φασιν οἱ παλαιοί. Τοῦ δὲ ἐστὲ, πρωτότυπος κίνησις, ἐκ τοῦ εἰμὶ, ἐμὲν, ἐτέ. καὶ ἄλλως μὲν προσθέσει τοῦ ἰῶτα, εἰμέν. εἰτέ. Δωρικῶς μέντοι, ἐσμὲν ἐστέ. ἡμάρτηται δὲ καθ' Ἡρακλείδην τὸ ἐστέ. ὡς γὰρ οὐ λέγομεν δείκνυστε ἢ φαστὲ, οὕτως οὐδὲ ἐτὲ ἐστέ. ἔτι δὲ καὶ καθότι ὀξύνεται, οὐδὲν γὰρ τῶν εἰς ˉτˉε ληγόντων ὀξυτονεῖται, ἡμαρτημένου τοῦ φατέ. καὶ Ἀρίσταρχος ἁμαρτάνει φησὶν ἐγκλίνας ἐν Ἰλιάδι τὸ, ὑμεῖς μάρτυροί ἐστε. οὐ γὰρ ἀνήρηταί τι μὴ πρότερον ὀξυτονούμενον. εἰ δὲ ἀνήρηται τὸ ὀξυτονούμενον, ἄτοπός φησι καὶ ἡ ἔγκλισις. οὕτω δὲ καὶ περὶ τούτων γράψας, ἑτέρωθι λέγει ὅτι τὸ ἐσμὲν ἐστὲ εἰσὶν εἰ καὶ ἡμάρτηται ὀξυτονούμενα, ὅμως ἔπαθον τοῦτο, διὰ τὰ ἑνικὰ οἷς ὀφείλουσιν ὁμοτονεῖν. εἶτα ἐπιφέρων καὶ χρῆσιν τοῦ ἐμὲν ὅθεν γίνεται τὸ ἐσμὲν, λέγει ὅτι Ὅμηρος μὲν, σὺν τῷ ἰῶτα ἔφη ἀπήμονες εἰ μέν. τὸ δὲ ἀνάλογον, παρὰ Καλλιμάχῳ ἐν τῷ, γρῆες ἐμέν. ἤγουν γραῖαι ἐσμέν. (ῃερς. 72.) Ὅρα δὲ καὶ ὅτι τοὺς πορευομένους ἢ ἄλλως οὐκ ἐπὶ κακῷ πλέοντας, κατὰ πρῆξιν πλέειν φησί. τοὺς δὲ ληϊστῆρας ὅ ἐστι πειρατὰς, μαψιδίως. ὃ καὶ ἐπὶ τῶν βιαίων μνηστήρων ἐῤῥέθη. λέγει δὲ καὶ ἀλᾶσθαι τοὺς ληϊστῆρας, τὸ ἄσκοπον καὶἀόριστον τοῦ σφῶν πλοῦ ἀπεικάζων πλάνῃ. (ῃερς. 74.) Τὸ δὲ ψυχὰς παραθέμενοι, κεφαλὰς ἐπὶ τῶν μνηστήρων εἶπεν. ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. καθὰ καὶ αὐτὸ προείρηται. Ἐν δὲ τῷ ἀλλοδαπὸς καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔγκειται τὸ ἔδαφος. ἵνα ᾖ ἀλλοδαπὸς, ὁ ἀπὸ ἄλλου ἐδάφους. τραπέντος Ἰωνικῶς τοῦ ψιλοῦ εἰς δασύ. τοῦτο δὲ οἱ παλαιοὶ παρέλκουσι καὶ εἰς τὸ ἡμεδαπὸς καὶ ἐνδαπὸς καὶ εἴ τί που ὅμοιον. τῶν τινὲς δὲ παλαιῶν εἶπον ὡς ἀλλοδαπὸς, ὁ ἀπὸ ἄλλου δαπέδου. καὶ τὰ σύστοιχα δὲ τούτου, ὁμοίως. (ῃερς. 73.) Τὸ δὲ ὑπὲρ ἅλα ἀλῶνται ὃ δὴ καὶ παρηχεῖται, εἰς ἑρμηνείαν ἐπῆκται τοῦ ληϊστῆρες. ἵνα οὕτω μὴ χερσαῖοι νοηθῶσι λῃσταὶ ἀλλὰ κατὰ θάλασσαν. Ἰστέον δὲ ὅτι τέχνη τοῖς παλαιοῖς καὶ τὸ πειρατεύειν, καὶ οὐ πάνυ ἐπίψογον οὐδ' αἰσχρὸν ὡς καὶ Θουκυδίδῃ δοκεῖ, οὐδὲ ἄδοξον, τὸ ληΐζεσθαι. Τηλέμαχος οὖν φησίν. οὕς μοι ἐληΐσατ' Ὀδυσσεύς. καὶ Νέστωρ δὲ νῦν ἐρωτᾷ τοὺς ξένους, εἰ κατὰ πρῆξιν ἢ μάτην ἀλῶνται οἷα ληϊσταί, ὡς ἐκείνων ἀποκρινουμένων ἓν ἐξ ἑκατέρων. πῶς δ' ἂν ἀπεκρίναντο λῃσταὶ εἶναι εἴπερ φαῦλον ἐδόκει τὸ ἐπιτήδευμα; καὶ τοιοῦτοι φωραθέντες, ἔμελλον ἁλόντες δοῦναι δίκην. ἱστορεῖ δὲ καὶ Ἡρόδοτος τῶν τισὶ παλαιῶν καὶ μάλιστα τοῖς περὶ Θρᾴκην, γῆν μὲν ἐργάζεσθαι, ἄτιμον εἶναι. ζῆν δὲ ἀπὸ πολέμου καὶ λῃστείας, κάλλιστον. συμφωνεῖ δὲ τοῖς ταῦτα λέγουσι καὶ ὁ ἱστορήσας ὅτι βίος τῶν Ἑλλήνων τοῖς πρώτοις ἀπὸ ληστείας τὸ πολὺ ἐπορίζετο. καὶ ὅτι τὸ ἀπὸ λῃστείας βιοτεύειν τοσοῦτον ἀπεῖχε τοῦ αἰσχύνην φέρειν, ὡς καὶ ἐν καλῷ μᾶλλόν τι καθεστηκέναι. καὶ ἕδνα ταῖς νύμφαις οἱ νυμφίοι τὰ ληϊσθέντα σὺν κλέϊ ἔφερον. καὶ οὕτω μέν τινες. Ἀρίσταρχος δὲ μοχθηρὸν τὸ λῃστεύειν ἡγεῖται, διὰ τὰ συμφραζόμενα. ἐν οἷς ὁ ποιητὴς μαψιδίως πλανᾶσθαι φησὶ, ψυχὰς παραθέμενοι. κακὸν ἀλλοδαποῖς φέροντες. ἀλλ' οὐδ' Ἀχιλλεύς φησιν ἢ ἄλλος τῶν ἡρώων, λῃστεύειν ἐλέγχθη. εἰ δὲ τῆς ληΐδος ὁ Πηλείδης ἄρχει ὡς ἐρεῖ ὁ ποιητὴς μετ' ὀλίγα, ἀλλ' οὐκ ἤδη τοῦτο λῃστεύειν ἐστίν. εἰ δὲ καὶ Ἀθηνᾶ ληῖτις ἐκ τῆς ληΐδος λέγεται, ἀλλ' οὐ ταυτὸν ληστεία καὶ ληῒς ὅ ἐστι λαφυραγωγία. (ῃερς. 81.) Ὅτι τὴν Ἰθάκην ὑπονήϊον ἐνταῦθα φησίν. εἰπών. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηΐου ἤλθομεν. καὶ ἐγράφη περὶ τούτου ἐν τῇ ˉα ῥαψῳδία. (ῃερς. 82.) Ὅτι ἀντιδιέσταλται τὸ ἴδιον τῷ δημίῳ πράγματι, καθὰ δηλοῖ τὸ πρῆξις δ' ἥδ' ἰδίη οὐ δήμιος. ἐξ ὧν οἱ μεθ' Ὅμηρον τὸ ἰδιωτικόν φασι καὶ δημόσιον. Ὅρα δὲ ὡς λέξις χρηστὴ ἐπ' ἀγαθῷ παρὰ τοῖς παλαιοῖς, ὕστερον εἰς ἑτεροίαν σημασίαν μετέπεσε, κολαστὴς γὰρ ὁ δήμιος παρὰ τοῖς μεθ' Ὅμηρον. (ῃερς. 83.) Ὅτι τὸ μετελθεῖν καὶ τὸ μετέρχεσθαι, οἱ μὲν ὕστερον ἐπί τινος φασὶν ἐκδικήσεως, ἔτι δὲ καὶ μεταχειρίσεως. Ὅμηρος δὲ εἰπὼν διὰ τοῦ Τηλεμάχου ὅτι πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, οὐχ' οὕτω νοεῖ. ἀλλ' ἁπλῶς φησὶν ὡς δι' ἀκοὴν ἔρχομαι τοῦ πατρός. οὗ καὶ ἔπαινον ἐπιπλέκει τὸ, δίου καὶ ταλασίφρονος. Καὶ σημείωσαι ὅτι κάλλιον εἶπεν ἄρτι ὁ Τηλέμαχος ἤπερ πρῴην ἡ Πηνελόπη. αὐτὴ μὲν γὰρ ἐστενοχώρησε τὸ τοῦ ἀνδρὸς κλέος κατὰ Ἑλλάδα καὶ Ἄργος. ὁ δὲ, διὰ μιᾶς λέξεως τοῦ εὐρὺ, ἐπλάτυνε τὸν τοῦ πατρὸς ἔπαινον. ἀδιορίστως εἰπὼν καὶ μὴ ἐμπεριγράψας αὐτὸν τόπῳ ῥητῷ. (ῃερς. 88.) Ἰστέον δὲ ὅτι τὸ, κλέος εὐρὺ, ἐσθλὸν ἐλέγχθη ἐν τῷ, ἤδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποις ἔχει. Ὅτι ἀπευθὴς ἀλλαχοῦ μέν, ὁ μηδέν τι μαθών. ἐνταῦθα δὲ, ὁ μὴ ἀκουσθείς. φησὶ γοῦν τὸν τοῦ Ὀδυσσέως ὄλεθρον, ἀπευθέα, ἤγουν ἀνήκουστον. ὅπερ καὶ αὐτὸς Ὅμηρος ἡρμήνευσε διά τε τῶν εὐθὺς πρὸ αὐτοῦ καὶ τῶν αὐτίκα κειμένων μετ' αὐτό. φησὶ γάρ. ἄλλους μὲν γὰρ πάντας πευθόμεθα ὅποι ἕκαστος ἀπόλωλεν. ἐκείνου δὲ ὁ ὄλεθρος, ἀπευθής. οὐ γάρ τις δύναται σάφα εἰπεῖν. ἐξ οὗ δηλαδὴ πευσόμεθα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου πεύθω, γίνεται καὶ πευθὴν πευθῆνος ὡς σωλὴν σωλῆνος, ὁ στελλόμενος ἐφ' ᾧ τὰ τῶν πολεμίων πεύθεσθαι. καὶ πολλὴ τῆς λέξεως ταύτης χρῆσις παρὰ τοῖς παλαιοῖς. (ῃερς. 91.) Ὅτι καὶ ἐνταῦθα ἡ μετˉα πρόθεσις, δοτικῇ συντάσσεται. φησὶ γὰρ. ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. περὶ ἧς μῦθος ὅτι ἐν Νάξῳ τὴν Ἀμφιτρίτην χορεύουσαν ἰδὼν Ποσειδῶν ἥρπασεν. (ῃερς. 92.) Ὅτι τὸ γουνάζεσθαι περιφράζων ἅμα καὶ παραφράζων, φησί. τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι. ὅ ἐστιν, ἵκω. ἱκετεύω δηλαδή. (ῃερς. 94.) Τὸ δὲ ἐὰν εἶδες ἢ ἤκουσας περιφραστικῶς προάγων, λέγει, εἴπου ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἤγουν σοῖς, ἢ ἄλλου μῦθον ἄκουσας. Καὶ ὅρα τὸ τεοῖσι, ῥηθὲν πρὸς ἀκρίβειαν, ἐπεὶ ἔστι βλέπειν καὶ ἑτέρων ὀφθαλμοῖς. ὁποῖοι καὶ οἱ κατὰ τοὺς ἱστορικοὺς ὀφθαλμοὶ τῶν βασιλέων. Ἐκ δὲ τοῦ ὄπωπα, κεῖται μετ' ὀλίγα ὄνομα ῥηματικὸν ἡ ὀπωπὴ μετὰ τῆς τοῦ οἰκείου παρακειμένου αὐξήσεως. ἣν ἔχει καὶ ἡ ἀντιπεπόνθησις. καὶ ἡ ἐγρήγορσις. καὶἡ πεποίθησις. (ῃερς. 92.) Ἐκ δὲ τοῦ ῥηθέντος ἵκω, εὕρηται καὶ ἀφίκτωρ παρὰ τοῖς παλαιοῖς ὁ ἱκέσιος. (ῃερς. 96.) Ὅτι ὁ τὰ ἐπὶ λύπην μαθεῖν ἀξιῶν ἔκ τινος, εἴποι ἂν, μὴ δέ τι μ' αἰδόμενος μειλίσσεο μὴ δ' ἐλεαίρων. ἀλλ' εὖ μοι κατάλεξον. Καὶ ὅρα τὸ κατάλεξον. οὗ τὸ παράγωγον ὁ λόγος οὐκ ἔγνωσταί φασι τῷ ποιητῇ ὡς πολλαχοῦ ἐσημειώθη. (ῃερς. 96.) Τὸ δὲ μειλίσσεο, οὐ δηλοῖ συνήθως τὸ καταπράϋνε, ἀλλ' ἐπὶ τοῦ λέγειν τὰ μείλιχα εἴληπται. (ῃερς.

Intertext edge

Open linked passage

Note