Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
325.1.1
) Καὶ ὅρα ὅτι κέντρωνος τρόπου ἐῤῥαψῴδησε τὰ ἐνταῦθα ἔπη ὁ Ὁμηρικὸς Τηλέμαχος, ἐκ διαφόρων τόπων συλλεγέντων ἐνταῦθα τῶν στίχων τῷ ποιητῇ. ὡς εἶναι αὐτὸν ἐφευρετὴν καὶ τῶν ὕστερον λεγομένων ὁμηροκέντρων ἐφ' οἷς οὐκ ὀλίγος τισὶ μόχθος ἐγένετο. (ῃερς. 333.) Ὅτι ἐπὶ τοῖς μνηστευομένοις ἀναξίως γυναῖκα τινὸς ἀριστέως, οὐκ ἀπᾷδον ῥηθῆναι τὸ, ὢ πόποι ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. ἐτυμολογικὸν δὲ τὸ, ἐν εὐνῇ ἤθελον εὐνηθῆναι. Μενέλαος δὲ τοῦτο λέγει περὶ τῶν τῆς Πηνελόπης μνηστήρων. ὃς καὶ λαβὼν ἀφορμὴν ἐκ τοῦ καρτερόφρονος, καὶ ἐκ τοῦ ἀνάλκιδες. (ῃερς. 335.) ὧν τὸ μὲν, οἰκεῖον λέοντι. τὸ δὲ, προσφυὲς ἐλάφοις, πορίζεται παραβολὴν ταύτην. ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο. λέοντος, νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς, κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα, βοσκομένη. ὅ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ὣς Ὀδυσσεὺς κείνοισινἀεικέα πότμον ἐφήσει. Καὶ ὅρα κἀνταῦθα ταυτολογίαν καίριον τοῦ, ἀεικέα πότμον ἐφῆκε καὶ ἀεικέα πότμον ἐφήσει. Διδυμοτόκον δὲ ὑποτίθησιν ἔλαφον, ἵνα μὴ παρεικάσῃ νεβρῷ ἑνὶ τοὺς τοσούτους μνηστῆρας. οὐ γὰρ ἔδει. ἔλαφοι δὲ οὐκ ἀπεικότως ἂν νοηθεῖεν οἱ τῶν μνηστήρων γονεῖς. οἳ ἀνάλκιδες αὐτοὶ ὄντες, ἀγεννεῖς τούτους νεβροὺς ἀφῆκαν εἶναι παρὰ τῷ τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ ὕστερον κτεινομένοις, οὐκ ἐπαμύνουσι. (ῃερς. 335.) Ξύλοχος δὲ, ἀλλαχοῦ μὲν, ἀπολύτως. ἐνταῦθα δὲ, λέοντος ξύλοχος. ὡς εἴτις εἴπῃ, κοίτη. τόπος. ὀρεινὴ κατάδυσις. (ῃερς. 336.) Νεβροὶ δὲ, οἱ ἀτελεῖς ἔτι ἔλαφοι. διὸ ἡρμήνευσεν ἐπαγαγὼν τὸ, νεηγενέας. καὶ ἔτι σαφέστερον τὸ, γαλαθηνούς. Πάνυ δὲ ἐξευτελίζει τοὺς μνηστῆρας οὐ μόνον τῇ πρὸς ἁπλῶς ἐλάφους παραβολῇ τὰς φυζακινὰς τὰς ἀναλκίδας, ἀλλὰ καὶ ὅτι οὐδὲ τελείαις ἐλάφοις εἰκάσθησαν, ἀλλὰ νεβροῖς. ὧν ἐτυμολογία, ἐκ τοῦ, νέον βορᾶς ἢ πορείας ἄρχεσθαι. ἢ παρὰ τὸ ἐστερῆσθαι βορᾶς ἔτι διὰ τὸ θηλάζειν. ἢ καὶ παρὰ τὸ μήπω ἔχειν πορεύεσθαι. δῆλον δ' ὅτι νεβροῦ παράγωγον, νέβρειος. καὶ οὐ μόνον ποὺς ἢ ἄλλό τι τοιοῦτον, ἀλλὰ καὶ αὐλός. ἐγίνοντο γὰρ ὥσπερ ὄνειοι καὶ ἐλάφειοι, οὕτω καὶ νέβρειοι αὐλοί. ὡς δῆλον καὶ ἐκ τοῦ, νεβρείων ὅσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, καὶ ἑξῆς. ἐν ᾧ τοιοῦτός ἐστιν ὁ νοῦς. ὅσον ἡ σάλπιγξ ὑπερφωνεῖ τοὺς νεβρείους αὐλοὺς, τοσοῦτον καὶ ἡ ἐμμέλεια τῆσδε τῆς ποιήσεως οἷον τῆς καθ' Ὅμηρον ἢ Ἤρινναν, τὴν τοῦ δεῖνος. Τὸ δὲ κοιμήσασα, διὰ τοῦ ˉη ὡς τῷ ποιητῇ σύνηθες, γράφεται. Τὸ δὲ νεηγενέας, ταυτόν ἐστι τῷ νεογνοὺς, ἔτι δὲ καὶ τῷ νεογιλούς. οἳ νεογινοὶ ὄντες, τροπὴν ἔπαθον τοῦ ˉν εἰς ˉλ ὁμοίως τῷ, νίτρον λίτρον. καὶ πνεύμων πλεύμων. Τὸ δὲ γαλαθῃνοὺς, ἐκ τοῦ γάλα θῆσθαι ὃ πρὸ ὀλίγου ἐγράφη, συντέθειται. (ῃερς. 337.) Κνημοὶ δὲ ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳ ἐδηλώθη, ὀρεινοὶ τόποι, οἱ μετὰ τοὺς πρόποδας ἀνωτέρω. Τὸ δὲ ἐξερέῃσιν, ἀντὶ τοῦ ἐρωτᾷ. καὶ ἔστι γλυκεῖα λέξις ὡς ἐπὶ λογικοῦ τινος ῥηθεῖα. ἢ μᾶλλον ἀντὶ τοῦ, ἐξερευνᾷ. πρωτότυπον γὰρ τὸ ἐρέειν, τοῦ ἐρευνᾶν. ἔστι γὰρ ἐρέω, ἐξ οὗ κατ' ἐπένθεσιν, ἐρεύω ὡς χέω χεύω. ἀφ' οὗ τὸ ἐρευνῶ. ὡς οἴχω οἰχνῶ ἵκω ἱκνῶ. Ἄγκεα δὲ τόποι ὀρεινοὶ ἀνακείμενοι ὅ ἐστι χθαμαλοί. ταπεινοί. καὶ ὡς οἱ παλαιοὶ φασὶ, φάραγγες. κοίλοι τόποι. κλίματα ὁρῶν. ἐν οἷς ὑγρότητος συλλειβομένης, πόαι φύονται εἰς λέχος εἴ τις ἐπ' αὐτῶν ἀνάκειται. ἀφ' ἧς ἐννοίας, καὶ λεχεποίης ποταμὸς, οὗ, εἰς λέχος ἡ ποίη σχεδιασθήσεται τῷ ἀνακεισομένῳ. Καὶ ὅρα τὸ κλίματα ὁρῶν, οὗ πρὸς ὁμοιότητα γέγονε καὶ τὰ ἄγκεα. κεκλίσθαι γὰρ καὶ ἀνακεῖσθαι, ταὐτά. ἐξ ὧν τὰ κλίματα καὶ τὰ ἄγκεα. ἐκ τοῦ ἀνακεῖσθαι γὰρ τὸ ἄγκος συγκέκοπται. (ῃερς. 338.) Εὐνὴ δὲ ἐλάφου, ἡ διατριβὴ καὶ ὡς εἰπεῖν, κοίτη. ὅθεν καὶ θῆρες ὑληκοῖται. (ῃερς. 342.) Ὅτι εὔχεται Μενέλαος, τοιοῦτον τὸν Ὀδυσσέα ἐπανελθεῖν, οἷός ποτε ἐν Λέσβῳ ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς. (ῃερς.

Intertext edge

Open linked passage

Note