Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
326.1.1
) Ὅτι τοῦ Φημίου ᾄδοντος τὰ κατὰ τοὺς Ἕλληνας ὅπως ἐκ τῆς Τροίας ἐνόστησαν, σιωπῇ ἐκάθηντο οἱ μνηστῆρες ἀκούοντες. ἴσως μὲν, κατακηλούμενοι τῇ γλυκύτητι τῆς ᾠδῆς. τάχα δὲ, καὶ καραδοκοῦντες τὸν τοῦ Ὀδυσσέως ἀκοῦσαι θάνατον ἐκ τοῦ ἀοιδοῦ, ὅπερ καὶ αἴτιον γίνεται πιθανῶς τῇ Πηνελόπῃ, τοῦ κατελθεῖν ἀναγκαίως εἰς τοὺς μνηστῆρας καὶ ταῦτα ὑποβεβρεγμένους τῇ μέθῃ, ὡς ἂν παύσῃ τὸν Φήμιον τῆς τοιαύτης ᾠδῆς. δέδιε γὰρ ἡ γυνὴ, μή ποτε καθ' ὁδὸν τῇ ᾠδῇ βαίνων ὁ Φήμιος, ἐμπέσῃ καὶ εἰς τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τυχὸν εἴπῃ ἐκεῖνον ἐν νόστῳ θανεῖν. καὶ οὐκ ἔτι φυκτὰ ἔσται αὐτῇ. οὐδ' ὁ γάμος ἐπὶ πλέον ἀναβληθήσεται. οὐδὲ γὰρ ἦν θέμις τὸν Φήμιον ἀοιδὸν ὄντα, ψεύσασθαι, διὰ τὸ ἐνθέους ὑποκεῖσθαι εἶναι τοὺς ἀοιδοὺς καὶ μουσοτραφεῖς καὶ θεόθεν ἐμπνεομένους ᾄδειν καὶ οὕτως εἰς ταυτὸν ἥκειν τοῖς μάντεσιν. ὅτι δὲ τοιοῦτοι οἱ ἀοιδοὶ, ἐν τοῖς περὶ Δημοδόκου μετὰ ταῦτα φανήσεται. Σημείωσαι δὲ ὅτι δεξιώτατα ὁ ποιητὴς ἀναρτήσας τὸν ἀκροατὴν, εἶτα παύει τὴν περὶ τοῦ νόστου τῶν Ἑλλήνων ἀοιδήν. Ἰστέον γὰρ ὅτι κἄν τε προϊὼν ὁ Φήμιος περιεῖναι τὸν Ὀδυσσέα εἶπε κἄν τε μὴ, οὐκ εὔοδος ἦν ὁ λόγος τῷ ποιητῇ. ἐπεὶ γὰρ ἐκ θεοῦ λαλοῦσιν οἱ ἀοιδοὶ, τεθνεῶτος μὲν Ὀδυσσέως, βιάσονται τὴν Πηνελόπην οἱ μνηστῆρες. ζῶντος δὲ, ἀποστήσονται καὶ οὐκ ἀναιρεθήσονται, ἅπερ ἡ ἱστορία οὐκ ἔχει. ἐπεὶ οὖν οὐ συνέφερεν εἰς πιθανότητα λόγου τὸ τέλος τῆς ἀοιδῆς, εἰκότως ὁ ποιητὴς τῇ ἐπιστασίᾳ τῆς Πηνε 1. 63 λόπης παύει αὐτήν. ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ἡ κάθοδος τῆς Πηνελόπης, ἀναψυχούσης ἐπίτηδες τοὺς μνηστῆρας, ὡς καὶ μετ' ὀλίγον εὐθὺς ῥηθήσεται. (ῃερς. 341.) Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐνέκοψε τὴν τοῦ Φημίου ἀοιδὴν, ἑαυτῷ πάντως καὶ τῇ κατ' αὐτὸν ἀοιδῇ ἀνατιθεὶς τὰ κατὰ τὸν νόστον. οὗ μνείαν ποιήσεται, ἀρξάμενος ἐκ τῆς γάμμα ῥαψῳδίας. ἐμφήνας οὖν ὡς καὶ διὰ τοῦ Φημίου εἶχεν εἰπεῖν τὰ τοῦ νόστου, ὅμως ἔκρινε δέον αὐτὸς ἀοιδὸς τούτων γενέσθαι ἐν τοῖς ἑξῆς. (ῃερς.
326.1.2
) Ὅτι ἐγκώμιον ἀοιδοῦ τὸ, τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτὸς, οἱ δὲ, σιωπῇ εἴατο ἀκούοντες. ἔνθα σημείωσαι ὡς οὐ μόνον ἡ κατὰ τοιαύτας ἀοιδὰς ἀκρόασις, ἀλλὰ καὶ ἁπλῶς ἡ κατὰ ἀκοὴν ἡδονὴ καθὰ καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, πολλὰ τῶν παθῶν ἐπέχει, ἀπασχολοῦσα τοὺς ἀκροωμένους εἰς ἑαυτήν. Ἡγήμων οὖν φησιν ὁ παρῳδὸς ὁ ἐπιλεγόμενος φακὴ, σφόδρα εὐδοκιμῶν ἐν τῷ παρῳδεῖν καὶ μάλιστα παρ' Ἀθηναίοις, οὕτως ἐκείνους ἐκήλησέ ποτε ἐν τῇ τῆς γιγαντομαχίας παρῳδίᾳ, ὥστε τὴν ἡμέραν ἐκείνην πλεῖστα αὐτοὺς γελάσαι, καί τοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν περὶ Σικελίαν ἀτυχημάτων. καὶ οὐδεὶς ἀπέστη. καὶ ταῦτα σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. καὶ ἔκλαιον μὲν ἐγκαλυψάμενοι, διέμειναν δὲ ἀκροώμενοι. ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν, ἀχθόμενοι τῇ συμφορᾷ. καὶ μὴν, τότε καὶ αὐτὸς ὁ παρῳδὸς ὡς ἤκουσε, σιωπᾶν διέγνωκε. καὶ ὅμως ἤνυστο ἡ ὅλη ἀκρόασις διὰ τὴν ἐκ τῆς παρῳδίας ἡδονὴν τῶν πλειόνων. Τὸ δὲ ἀοιδὸς ἄειδε, τρόπος καὶ αὐτὸ ἐτυμολογίας ἐστὶν ὡς καὶ τὸ κτέρεα κτερεΐξαι. ἀπὸ γὰρ τοῦ ἀείδω, γίνεται ἀοιδὸς ἐξ αὐτοῦ δὲ καὶ τὸ ἀοιδιῶ ῥῆμα παρ' Ὁμήρῳ, καὶ ὁ ἀοίδιμος. (ῃερς. 328.) Ὅτι τὴν αἰτίαν τοῦ ἐν τῷ νόστῳ δυστυχῆσαι τοὺς Ἀχαιοὺς ἥτις ἦν ἡ τοῦ Λοκροῦ Αἴαντος ἀσέλγεια ἐνώπιον τοῦ τῆς Παλλάδος ἀγάλματος, σιωπᾷ ὁ ποιητής. χόλῳ μὲν Ἀθηνᾶς λέγων κακῶς ἀπαλλάξαι τοὺς Ἕλληνας ἐν τῷ τοῦ νόστου καιρῷ, τὴν δὲ αἰτίαν οὐ διατυπούμενος. φησὶ γάρ. Ἀχαιῶν νόστον λυγρὸν ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. ἐρεῖ δὲ καὶ ἀλλαχοῦ, ὅτι πολλοὶ Ἀθηνᾶς μήνιδι, κακὸν οἶτον ἐπέσπον. ἔνθα καὶ αἰτίαν μέν τινα ἐρεῖ οὐ πάνυ δὲ σαφῆ. σημειωτέον οὖν ὅτι οὐ βούλεται ὁ ποιητὴς ταῖς τῶν ἱστοριῶν ἀσέμνοις ἐμπλατύνεσθαι. Τὸ δὲ ἐπετείλατο Ἀθηνᾶ, ἀντὶ τοῦ ἐνετείλατο. ἐπέτρεψε. καὶ ἔστιν οὐ πόῤῥω ἀστείου τὸ νόημα. ὅμοιον ὂν τῇ ἐννοίᾳ τοῦ ἀποκαρτερεῖν καὶ ταῖς λοιπαῖς τῶν ἀρχόντων ἐπιταγαῖς. οἳ πολλάκις τοῖς καταδίκοις αὐτοῖς θνήσκειν ἐπετέλλοντο καὶ ἐκεῖνοι ἔθνησκον. Ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ἰῶτα, ὡς δῆλον ἐκ τοῦ, ὑπεροϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδήν. οὕτω δὲ καὶ τὸ ζῷον, ὡς δῆλον ἐκ τοῦ, ζωΐδιον κύκλον. συνεξακολουθοῦσι γὰρ τῷ, πατρῷος μητρῷος καὶ τοῖς τοιούτοις. Λέγεται δὲ ὑπερῷον, τὸ ὑπερκείμενον οἴκημα. ᾦα γὰρ κατὰ γλῶσσαν, τὰ οἰκήματα. διὸ καὶ κλίμακος δέεται ὑψηλῆς ἐνταῦθα ἡ τοῦ ὑπερῴου ἄνοδός τε καὶ κάθοδος. ὡς δηλοῖ τὸ, κλίμακα δ' ὑψηλὴν κατεβήσατο. (ῃερς. 329.) Τὸ δὲ σύνθετο φρεσὶν, ἀντὶ τοῦ ἐπιμελῶς ἤκουσε. νοῦς γὰρ ὥσπερ ὁρᾷ, οὕτω καὶ ἀκούει. Ὅτι σύνηθες ἦν τὸ παλαιὸν, φοιτᾶν τὰς γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν συμπόσια. ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη ἐπιδημεῖ τῇ εὐωχίᾳ τοῦ ἀνδρὸς, μετὰ τῶν ἐπιξενωθέντων βασιλικῶν παίδων. καὶ ἡ Ἀρήτη δὲ τῷ συμποσίῳ τῶν Φαιάκων πάρεστι. καὶ ἡ Ναυσικάα ἡ θυγάτηρ αὐτῆς. καὶ ἡ Πηνελόπη οὖν, σωφρόνως ἐνταῦθα καὶ αἰδημόνως ἐφίσταται τῷ τῶν μνηστήρων συμποσίῳ, οὐκ ἔχουσα ἱλαρῶς τοῦ προσώπου, ἀλλὰ δακρύουσα. οὐδὲ τὸ κάλλος ἐκφαίνουσα. ἄντα δὲ παρειάων σχομένη λιπαρὰ κρήδεμνα. τουτέστι κρηδέμνῳ καλυπτομένη τὰς παρειάς. ἔχουσα δὲ καὶ ἀμφιπόλους δύο ἐφεπομένας συνετάς. καὶ ἐν τοῖς ἑξῆς δὲ, συχνὰ ἐπιφαίνεται τοῖς μνηστῆρσι, ψυχαγωγοῦσα καὶ διαπεταννύουσα τὰς ἐκείνων ψυχὰς, καὶ μετεωρίζουσα ταῖς ἐλπίσιν. ἵνα μὴ τῷ ἄγαν ἔρωτι ἐνισχόμενοι καὶ μὴ δὲ πρὸς μόνην θέαν τῆς ἐρωμένης ἐπαπολαύοντες, παράβολόν τι τολμήσωσι. καὶ ὅτε οὖν μελετᾶν μάθοι τοὺς μνηστῆρας τὸν τοῦ παιδὸς θάνατον, φησὶν ὁ ποιητής. ἡ δὲ, ἄλλο ἐνόησε. μνηστήρεσσι φανεῖναι. καὶ Ὀδυσσέως δὲ ἐλθόντος, ἐπιφαίνεται. καὶ δῶρα παρέλκει τῶν μνηστήρων. καὶ Ὀδυσσεὺς χαίρει τῷ ἔργῳ. Ἰστέον δὲ ὅτι τὸ, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, παραφράσασα ἡ τραγῳδία, ἔφη. οὐ προκαλυπτομένη βοστρυχώδεος ἁβρὰ παρηΐδος. ἤγουν οὐ καλύψασα τὴν τοῦ προσώπου ἁβρότητα. (ῃερς. 334.) Ὅτι ἐν τῷ, ἔστη παρὰ σταθμὸν τέγεος, σταθμὸν μὴν λέγει τὴν παραστάδα, ἢ τὴν βάσιν τοῦ οὐδοῦ. τέγος δὲ, τὸν ὅλον δόμον ἀπὸ μέρους ἀναγκαιοτάτου τοῦ στέγους. ὅπερ οἷον κεφαλή ἐστιν οἴκου. καθὰ καὶ τὸν ἄνθρωπον ἀπὸ τῆς κεφαλῆς λαλεῖ, οὐ μόνον ἐν τῷ, Τεῦκρε φίλη κεφαλὴ, 1. 64 καὶ ἐν τῷ, φίλης κεφαλῆς ὀλετῆρα, καὶ, Ἑκτορέης κεφαλῆς ἄποινα, ἀλλὰ καὶ ἐνταῦθα ἐν τῷ, τοίην γὰρ κεφαλὴν ποθέω. ἤτοι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι σταθμὸς λέγεταί ποτε, καὶ οἴκημα εὐτελὲς ἀγροτικόν. καὶ ζωοστάσιον. καὶ ὄργανον σταθμήσεως. Καὶ ὅτι τὸ τέγος, κατ' ἔλλειψίν ἐστι τοῦ σίγμα, ὥσπερ τὸ σμικρὸν μικρόν. ἡ δὲ χρῆσις τοῦ τέγους, καὶ παρὰ Θουκυδίδῃ. ἀναβάντες ἐπὶ τὸ τέγος καὶ διελόντες τὴν ὀροφὴν, ἔβαλλον τῷ κεράμῳ. εἰκὸς δὲ καὶ ἄλλως, ἀπὸ τοῦ τέγγω γίνεσθαι τέγος. εἶτα πλεονασμῷ, στέγος. τέγγεται γὰρ ὑετοῖς πρὸ τῶν ἄλλων τὸ στέγος. οὕτω δὲ προϋπόκειται καὶ ὁ μικρὸς καθὰ καὶ ὁ μικός. εἶτα ἐπιτείνεται διὰ τοῦ ζμικρὸς ἤγουν ζαμικρός. καὶ διὰ τὸ εὐσύντακτον τῶν στοιχείων, σμικρός. (ῃερς. 335.) Ὅτι ἐν τῷ, ἄντα παρειάων σχομένη ὡς ἐῤῥέθη λιπαρὰ κρήδεμνα, ἐμφαίνεται ὡς οὐ μόνον δεσμός ἐστι κεφαλῆς τὸ κρήδεμνον, ἀλλὰ καὶ καταπέτασμά τι πλατὺ, εἴπερ καὶ εἰς παρειὰς καθέλκεται καὶ ἐπικαλύπτει αὐτάς. Τὸ δὲ σχομένη, μέσου ἀορίστου δευτέρου ἐστὶν ὡς ἀπὸ τοῦ ἔσχον ἐνεργητικοῦ. Ἰστέον δὲ ὅτι τὲ τὸ, ἄντα παρειάων σχομένη κρήδεμνα, ταυτόν ἐστι τῷ, παρακαλυψαμένη ὑπὸ αἰδοῦς. καὶ ὅτι τοῦ σχομένη, ἐν χρήσει ἐστὶ καὶ ὁ μέσος ὁ, ἐσχόμην. ἐξ οὗ καὶ τὸ σχέσθαι καὶ ἀνασχέσθαι. αὐτῶν δὲ προϋπάρχει, τὸ σχεῖν. ᾧ πολλαὶ προθέσεις κολλώμεναι, ἀποτελοῦσι διάφορα σημαινόμενα χρηστὰ τοῖς ῥητορεύουσι. Λιπαρὰ δὲ λέγει, τὰ λευκὰ ὥς φασιν οἱ παλαιοὶ καὶ λεῖα καὶ εὐαφῆ, καθ' ὁμοιότητα τοῦ λίπους. ἢ λιπαρὰ, ὁποῖα φοροῖεν ἂν αἱ λιπῶσαι τουτέστιν αἱ τρυφῶσαι καὶ μὴ κατ' ἄλλον λόγον νήλιποι. τὸ γὰρ λιπαρὸν, καὶ ἐπὶ τρυφώντων τίθεται. ὡς ἐν τῷ, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. τρυφῶντας γάρ τινας ἱστορῶν, τοῦτο φησὶν ὁ ποιητής. Κρήδεμνον δὲ, ἔστι μὲν κεφαλῆς δέμα, ἢ δέμνιον. λέγεται δέ που καὶ κεφαλῆς ἐπίκρανον τραγικώτερον. ὡς δὲ καὶ πίθου κρήδεμνον λέγεται τὸ περὶ αὐτὸν πῶμα, δηλώσει Ὅμηρος ἐν τοῖς ἑξῆς. ἡ δὲ τραγῳδία, καὶ τειχέων λέγει κρήδεμνα, τὰς περὶ αὐτὰ στεφάνας. τροπικὰ δὲ ταῦτα. πίθου τὲ γὰρ κεφαλὴ ὥσπερ καὶ χείλη, τὰ ἐκείνου ἄνω ἄκρα, καὶ τείχους δὲ ὁμοίως. οὕτω δὲ καὶ γυναικός. διὸ προσαρμόττει τούτοις, ἡ τοῦ κρηδέμνου λέξις. τῷ δέ γε τείχει, καὶ αἱ στεφάναι ὡς οἱ στέφανοι τῇ γυναικί. (ῃερς. 336.) Ὅτι ἀμφίπολος κεδνὴ, ἡ συνετὴ καὶ κηδεμονική· ἀπὸ τοῦ κήδω κηδανὴ καὶ συστολῇ καὶ συγκοπῇ, κεδνή. οὕτω δὲ καὶ φίλοι κεδνότατοι ἐν Ἰλιάδι, οἱ ὡς αὐτὸς ἀλλαχοῦ λέγει, κήδιστοι. οὐ μόνον δὲ ἀμφίπολος κεδνὴ ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Εὐρύκλεια, ἀλλὰ καὶ γυνὴ κεδνή. ὡς τὸ, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τῖε. τὸ δὲ κεδνὴ, καὶ κεδνὰ εἰδυῖα μετ' ὀλίγα ἐρεῖ, περιφράσας. τὴν δ' αὐτὴν καὶ πυκιμήδεα ὀνομάζει. ὃ σύστοιχόν ἐστι τῷ, πυκινὰ καὶ πεπνυμένα μήδεα εἰδέναι. (ῃερς. 338.) Ὅτι οἰκεῖον ῥηθῆναι πρός τινα λόγιον πένθιμα λαλοῦντα τὸ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, τούτων ἕν τι ἄειδε. ταύτης δ' ἀποπαύεο ἀοιδῆς λυγρῆς. ἥ τέ μοι ἐν στήθεσσι φίλον κῆρ τείρει. ὅπερ ὁ μὴ πάσχων, ἀτεράμων ἐστίν. ἤγουν μὴ τειρόμενος τὸ κῆρ. Ὅρα δὲ ἐνταῦθα ὅτι τὲ ἐν ἀρχῇ λόγου τὸ ˉγˉαˉρ ἔθετο συνήθως ἑαυτῷ ὁ ποιητὴς ἐν τῷ, πολλὰ γὰρ ἄλλα ἀντὶ τοῦ ἐπειδὴ πολλὰ ἄλλα, καὶ ὅτι τὸ θέλγειν ἡδονῆς τι ἔχειν δοκεῖ. ὡς καὶ πρὸ ὀλίγου τὸ, ἀεὶ δὲ μαλακοῖς καὶ αἱμυλίοις λόγοις θέλγει. ὡς ἐπὶ πλεῖστον δὲ, θέλγειν παρὰ τῷ ποιητῇ ὡς πολλαχοῦ φανήσεται, τὸ οἷον ἐξεστηκέναι καὶ τῆς κατὰ φύσιν ἐνεργείας ὑφίεσθαι. (ῃερς. 339.) Ὅτι τὸν ὁρισμὸν τῆς φιλοσοφίας τὸν λέγοντα ὡς φιλοσοφία ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, Ὅμηρος πρῶτος ὑπενόησεν ἐν οἷς περὶ τοῦ ἀοιδοῦ ἤτοι φιλοσόφου Φημίου, λέγει ὡς πολλὰ εἶδεν ἔργα ἀνδρῶν τε θεῶν τε. ἐκ μὲν γὰρ τοῦ οἶδεν, ἡ γνῶσις δηλοῦται τοῦ φιλοσόφου. ἐκ δὲ τοῦ ἀνδρῶν τε θεῶν τε, τὸ ἀνθρώπινον καὶ θεῖον παρωνόμασται. Ὅτι δὲ οἱ ἀοιδοὶ φιλοσόφων τάξιν ἐπεῖχον ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι τὸ, ἃ κλείουσιν ἀοιδοὶ, ἀντὶ τοῦ θείως φημίζουσι. καὶ ἔστιν ἕτερον παρὰ τὸ, τὴν γὰρ ἀοιδὴν ἐπικλείουσιν ἄνθρωποι. ἐκεῖνο γὰρ, ἀντὶ τοῦ τιμῶσιν εἴληπται. (ῃερς. 341.) Ὅτι τὸ, οἱ δὲ σιωπῇ οἶνον πινόντων, ἀντὶ τοῦ πινέτωσαν εἴρηκε. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι σχήματα. καὶ εἴρηται περὶ τούτων ἐκεῖ. Ὅρα δὲ ὅτι μνησθεὶς οἴνου μόνου, ἐσιώπησε τὸ ἐσθίειν. οὕτω δὲ καὶ τὸ συμπόσιον ἐκ μέρους τῆς πόσεως παρονομασθὲν ἀφίησι καὶ τὴν βρῶσιν συνεπινοεῖν. (ῃερς. 343.) Ὅτι Ὅμηρος μὲν ἐν τῷ, ἐπεί με μάλιστα καθίκετο πένθος ἄληστον, τὸ καθίκετο, ἀντὶ τοῦ ἵκετο καὶ κατέλαβε λέγει. οἱ δὲ ὕστερον, ἐπὶ τοῦ καθάψασθαι τὴν λέξιν τιθέασι, καὶ γενικῇ συντάσσουσιν. οὕτω γὰρ καὶ ῥᾴβδῳ τις καθικέσθαι τινὸς λέγεται. (ῃερς. 344.) Ὅτι θαυμάζουσα ἡ Πηνελόπη τὸν ἄνδρα φησί. τοίην κεφαλὴν 1. 65 ποθέω. μεμνημένη αἰεὶ ἀνδρὸς οὗ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. κεφαλὴν δὲ, ἢ τὸν ἄνδρα φησὶν ἤτοι τὸν ἄνθρωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους ὡς καὶ ἐν Ἰλιάδι, Τεῦκρε φίλη κεφαλὴ, διὸ καὶ ἐπάγει, μεμνημένη ἀνδρός. ἢ κεφαλὴν, τὴν ψυχὴν λέγει, ὡς καὶ ἐν τῇ Ἰλιάδι εἰπὼν· ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, ἀλλαχοῦ φησὶν ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Ὅρα δὲ ὅτι ἀφελῶς ἡ Πηνελόπη λαλεῖ, καὶ στενοχωρεῖ τὸ τοῦ Ὀδυσσέως ἐγκώμιον καὶ σμικρύνει τὸν ἔπαινον. τί γὰρ μέγα εἰ μόνον καθ' Ἑλλάδα, καὶ μέσον Ἄργος ὁ τοσοῦτος Ὀδυσσεὺςκλεΐζεται; Ἄργος μὲν γὰρ συνήθως, ἡ ὅλη Πελοπόννησος. Ἑλλὰς δὲ, πόλις ὑπὸ τῷ Πηλεῖ καὶ τῷ Ἀχιλλεῖ. ὡς εἶναι περὶ τὸ τοιοῦτον Ἄργος καὶ τὴν τοιαύτην Ἑλλάδα, τὸ τοῦ Ὀδυσσέως κλέος. μερκὸς οὖν ὁ ἔπαινος εἴληπται καὶ οὐ πρὸς ἀξίαν τοῦ Ὀδυσσέως. οὐ μόνον διότι τὸ τοῦ ἀνδρὸς ἠγνόει πολυγνώριστον ἡ γυνὴ, ἀλλὰ καὶ ὅτι ἔπρεπε γυναικὶ τὸ εὐτελὲς καὶ ἡ τοιαύτη τοῦ ἐγκωμίου ἀφέλεια. καὶ ταῦτα ἐξ αὐτοσχεδίου καὶ παρὰ μέσῳ τῷ τῶν μνηστήρων συμποσίῳ. ἄλλως γὰρ, πολυγνώριστος ὁ Ὀδυσσεὺς, ὁ πᾶσιν ἀνθρώποις μελλόμενος ὡς ἀλλαχοῦ λέγεται. ὃς ἐπίστροφος ἦν ἀνθρώπων ὡς προείρηται. ὁ πολυπλάνητος. καὶ οὕτω μὲν ἡ γυνὴ περὶ Ὀδυσσέως. αὐτὸς μέντοι τὴν Πηνελόπην που ἐπαινῶν, λέγει ὅτι σοῦ τὸ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. καὶ τὰ ἑξῆς. εἰ δέ τις ὡς ἀπὸ μέρους τοῦ Ἄργους ἐξ οὗ παρὰ τῷ ποιητῇ Ἀργεῖοι πάντες οἱ Ἀχαιοὶ, ἔτι δὲ καὶ ἀπὸ τῆς Ἑλλάδος ἀφ' ἧς τὸ τῶν Ἑλλήνωὥρμηται ὄνομα, κατὰ πάντας εἴπῃ διήκειν τοὺς Ἕλληνας τὸ τοῦ Ὀδυσσέως κλέος, καὶ οὐχ ἁπλῶς κλέος, ἀλλὰ καὶ εὐρὺ, λέγει μέν τι κάλλιον, οὔπω δὲ μέγα. Ὀδυσσέως γὰρ, ἕως καὶ εἰς Ἰβηρίαν, ἴχνη τοῦ κλέους. οἶδε αὐτὸν καὶ ἡ Σικηλικὴ χώρα. καὶ οὐκ ἠγνόει δὲ οὐδ' ἡ τῶν Αὐσόνων. ἡ δὲ Τρωϊκὴ, οὐδὲν ἔλαττον. ὁμοίως καὶ ἄλλοι τόποι πολλοί. οὔκουν οὐδὲ οὕτω πάνυ μέγα τὸ ἐγκώμιον τὸ ἀπὸ τῆς γυναικός. ὡς νῦν γε εἴ τινα τῶν λόγου ἀξίων ἐξᾶραί τις τῷ λόγῳ θέλων, εἴπῃ εὐρὺ τὸ κλέος αὐτοῦ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος, οὐδὲν ἂν εἴπῃ σεμνόν. ἀλλὰ καὶ μᾶλλον ἀποφήσας, ἐρεῖ ὡς οὐ καθ' Ἑλλάδα μόνον καὶ μέσον Ἄργος κλεΐζεται, ἀλλὰ καὶ περὶ πᾶσαν ὅσην ἥλιος περιδέδρομεν. οὕτω καὶ Λιβάνιος ἐν τοῖς εἰς τὸν Ἰουλιανὸν σχηματίζει τὸ, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει, γράψας οὐκ Ἀχαιΐδα μόνον, καὶ τὰ ἑξῆς. τάχα δὲ ἡ Πηνελόπη οὐκ ἀφελῶς οὕτως ἐλάλησεν, ἀλλὰ τὸ ἐκ βαρβάρων κλέος οὔτε εὐρὺ οὔτε σεμνὸν ἡγουμένη, τὴν Ἑλληνικὴν τῷ ἀνδρὶ μόνην ἐπεμαρτύρατο εὔκλειαν. καὶ ταῦτα μὲν οὕτω. Πηνελόπη δὲ λέγεται, ἢ παρὰ τὸ πένεσθαι περὶ λόπος. λόπος δὲ ἐστὶν ὕφασμα λεπτὸν κατὰ κρομύου λοπὸν ὅ φησιν ὁ ποιητὴς, ἐξ οὗ κατὰ ἔκτασιν, λώπιον. καὶ ὁ ἐπιβουλεύων αὐτῷ λωποδύτης. ἢ παρὰ τὸ πηνίον ἑλεῖν. πηνίον δέ ἐστιν, ὁ μίτος. ἐξ οὗ καὶ χρυσεοπήνιτον ἄμφιον. καὶ ἐκπηνίζω ῥῆμα παρὰ τῷ κωμικῷ, καὶ ἐκπηνιεῖται ὅ ἐστι μηρύσεται. καὶ κατὰ Παυσανίαν, ἐξειλήσει εἰς πηνίον. καὶ ἔστι κατὰ τὴν ἐτυμολογίαν ταύτην τὸ Πηνελόπη, κλῆσις ἱστουργῷ γυναικὶ πρέπουσα. τὸ μέντοι διαπηνικίζειν ὅ ἐστι διακεφαλαιοῦν καὶ ἀπατᾶν, οὐκ ἐντεῦθέν ποθεν παρῆκται, ἀλλ' ἀπὸ τῆς πηνήκης ἣ περικεφαλαίαν δηλοῖ περίθετον ἐκ τριχῶν. οὐ μόνον γυναιξὶν ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσι χρηστὴν οἳ τριχῶν ἐψίλωνται. γίνεται δὲ ἡ τοιαύτη πηνήκη, κατὰ τροπὴν παρὰ τὴν φενάκην ἐπειδὴ φενακίζει τοὺς ὁρῶντας. καὶ τοῦτο μὲν, τοιοῦτον. τὴν δὲ Πηνελόπην, Δίδυμος φησὶν Ἀμειράκην ἢ Ἀρνακίαν κυρίως καλεῖσθαι. Ναυπλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ τὴν τοῦ υἱοῦ Παλαμήδους ποινὴν, ὑπὸ πηνελόπων ὀρνέων σωθεῖσαν ὧν ἡ εὐθεῖα πηνέλοψ, οὕτω μετονομασθῆναι. (ῃερς. 347.) Ὅτι τὸ φθονεῖν κἀνταῦθα, ἐπὶ κωλύσεως καὶ μέμψεως τίθεται. φησὶ γάρ. τί φθονέεις ἐρίηρον ἀοιδὸν, τέρπειν ὅπῃ οἱ νόος ὄρνυται; καὶ ἐν τοῖς ἑξῆς δὲ, ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις εὑρεθήσεται. οὕτω καὶ Εὐριπίδης νοῶν, φησίν. ὡς ἀποκτείνειν φθόνος γυναῖκας ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε. φθόνον γὰρ, τὴν μέμψιν λέγει. καὶ Ἑρμογένης δὲ, ἀνεπίφθονόν που φησὶ τὸ ἄμεμπτον. Τὸ δὲ ἐρίηρος, δηλοῖ μὲν τὸν ἐναρμονίως ᾄδοντα, παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. μετηνέχθη δὲ καὶ εἰς φιλίαν, ὅθεν ἐρίηρες ἑταῖροι λέγονται. ἀπὸ δὲ τοῦ ἀρῶ, καὶ ἄρος τὸ ὄφελος
326.2.1
Αἰσχύλῳ ἐν Ἰκέτισι. βρότεος ἄρος, ἄτα. ἤτοι τὸ εὖ τῶν βροτῶν καὶ τὸ ὄφελος, ἄτη ἐστίν. (ῃερς. 349.) Ὅτι τὸ, οὐ δὴ ἀοιδοὶ αἴτιοι ἀλλά ποθι Ζεὺς αἴτιος, ἀντὶ τοῦ οὐ κεῖνται ὑπὸ αἰτίωσιν οἱ ἀοιδοὶ, τὰς δυσπραγίας τῶν ἀνθρώπων ᾄδοντες. οὐ γὰρ διότι αὐτοὶ ᾄδουσι, διατοῦτο τοιῶσδε ἀπέβη τὰ πράγματα. ἀλλὰ ἔμπαλιν τοιῶσδε συμπεσόντα, οἱ ἀοιδοὶ ᾄδουσι. καὶ ἔστιν ὅμοιον τούτῳ, καὶ τὸ Σοφόκλειον. τὸ, τὰ ἔργα τοὺς λόγους εὑρίσκεται. 1. 66 Ἰστέον δὲ ὅτι αἴτιον ἀεὶ παρ' Ὁμήρῳ, τὸ τὴν αἰτίαν τοῦ γινομένου ἔχον. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶὑπευθύνων τὴν λέξιν τιθέασιν ὡς δηλοῖ ὁ γράψας τὸ, αἴτιος ὁ γράψας αἴτια Καλλιμάχου, ἤγουν ὑπεύθυνος καὶ κολάσεως ἄξιος. (ῃερς. 350.) Ὅτι ἁρμόσει ἐπὶ θεοῦ ἢ βασιλέως εἰπεῖν τὸ, ὃς δίδωσιν ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τῷ τῶν ἀνδρῶν ὀνόματι, καὶ τὸ θῆλυ γένος συνυπακούεται. καὶ ὅτι ἀλφησταὶ κοινῶς, οἱ ἄνθρωποι ὡς ἐφευρετικοὶ καὶ ἐπινοητικοὶ τεχνῶν τε καὶ μηχανῶν καὶ βουλευμάτων καὶ ἑτέρων ὧν τοῖς ἀλόγοις οὐ μέτεστιν. ἀλφῶ γὰρ τὸ εὑρίσκω. ἐξ οὗ τὸ ἀλφαίνειν παράγωγον, καὶ τὸ τιμαλφεῖν. καὶ τὸ τιμαλφές. τούτου ὁ μέλλων, οὐ μόνον ἀλφήσω ἐξ οὗ ἀλφηστὴς, ἀλλὰ καὶ ἀλφέσω, ἐξ οὗ ἀλφεσίβοιαι. ὡς δὲ καὶ ἰχθύων ὄνομα οἱ ἀλφησταὶ, ἱστόρηται. διὸ πρὸς διαστολὴν ἴσως ἔγραψεν Ὅμηρος, τὸ ἀνδράσιν ἀλφηστῇσιν. Ὅρα δὲ καὶ τὸ ἑκάστῳ ὅπως ἐπιμεριστικόν ἐστι πλήθους καὶ διαιρετικὸν τοῦ καθόλου εἰς μερικόν. εἰπὼν γὰρ ἀνδράσι πληθυντικῶς, ἐπάγει. ἑκάστῳ. ἴδε δὲ καὶ τὴν τάξιν καινοτέραν οὖσαν. ἡ μὲν γὰρ συνήθεια φησὶν ἀνδρῶν ἑκάστῳ, οὗτος δὲ φησὶν ἀνδράσιν ἑκάστῳ. ὡς ταυτὸν ὂν ἀνδράσι πληθυντικῶς καὶ ἑκάστῳ ἑνικῶς, διὰ τὴν τοῦ πλήθους εἰς τὰς οἰκείας μονάδας ὅλας διαίρεσιν. (ῃερς.

Intertext edge

Open linked passage

Note