Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
327.1.1
) ἔστι δὲ μυθήσασθαι μὲν τὸ ἄλλως ἀφηγήσασθαι, ὀνομῆναι δὲ τὸ πρὸς μόνον εἰπεῖν ὄνομα. Ἰστέον δὲ καὶ ὅτι καὶ ἐφεξῆς ἐν τῷ περὶ τῶν ἡρώων λόγῳ σχήματι ὁμοίῳ χρήσεται, εἰπὼν, ὡς ἴδον ἂν καὶ ἄλλους οὓς ἤθελον, οἷον καὶ Θησέα καὶ Πειρίθοον, εἰ μή τι δέος ἐκώλυεν, ὑποδηλῶν κἀνταῦθα οἵαν μὲν ἐξεῦρεν εὐπορίαν γραφῆς ἔκ τε τῶν ἡρωΐδων ἔκ τε τῶν ἡρώων, ὅπως δὲ αὐτὴν παρεᾷ διὰ τὸ τῆς ἱστορίας μὴ καίριον, ἔτι δὲ καὶ διὰ τὴν ἄκαιρον μακρολογίαν. πρὶν γάρ κεν καὶ νύξ φησι (ῃερς. 329.) φθεῖσθαι ἄμβροτος, ἤγουν οὐκ ἂν διὰ πάσης νυκτὸς περατωθείη ὁ περὶ τούτων λόγος. Τὸ δὲ φθεῖται οὐκ εὔδηλον εἴτε διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ φθέω φθῶ, εἴτε διὰ τοῦ ˉι ὡς ἐκ τοῦ φθίω. πλεονάζει δὲ ἡ διὰ διφθόγγου γραφὴ, ὡς ἀπὸ τοῦ ῥηθέντος φθῶ. οὗ περ οὐ μόνον τὸ φθείρω παράγωγον, ὡς τοῦ φθῶ τὸ φθείρω, ἀλλὰ καὶ τὸ φθίνω, ὁμοίως τῷ κλῶ κλίνω. Ὅτι παροιμιῶδες τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, νυκτὸς δηλαδὴ οὔσης, ὥσπερ αὖ πάλιν ἡμέρας ἐρεῖ τις τὸ, ἀλλὰ καὶ ὥρη ἔργου. Ἰστέον ὅτι πρὸς τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, προϊὼν ὁ Ἀλκίνοος ἐρεῖ τὸ, οὐδέ πω ὥρη εὕδειν ἐν μεγάρῳ. Ἔνθα καὶ ὅρα τὸ εὕδειν ἐν μεγάρῳ. εἰ γὰρ καὶ ὥρα εὕδειν, ἀλλ' οὐ τοῖς ἐν μεγάρῳ ἔχουσιν ἄδειαν ἀναπαύσεως. ἄλλως δὲ εἰπεῖν, Ὀδυσσεὺς μὲν λέγει τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, ὡς τῆς νυκτὸς ἤδη φθινούσης, ὁ δὲ Ἀλκίνοος φησὶν οὐδέπω εἶναι ὥραν εὕδειν διὰ τὸ τὴν νύκτα μάλα εἶναι μακράν. (ῃερς. 332.) Ὅτι θαυμάσαντες οἱ τῶν Φαιάκων ἄριστοι τὸν σοφὸν Ὀδυσσέα ἐφ' οἷς εἶπε, πάντες ἀκὴν ἐγένοντο σιωπῇ, (ῃερς. 333.) κηληθμῷ δ' ἔσχοντο, τουτέστι κάτοχοι ἐγένοντο εὐφροσύνῃ πολλῇ. ἐπίτασις γὰρ ἡδονῆς ὁ κηληθμός. διὸ καὶ ὁ Πλούταρχος ἐν συμποσιακοῖς ὡς διάφορά τινα λέγει τὴν εὐφροσύνην καὶ τὴν κήλησιν. Ἐκ δὲ τοῦ κηλεῖν καὶ αἱ παρὰ τῷ Πινδάρῳ κηληδόνες παράγονται, ὧν Ἀθήναιος μέμνηται, ὡς θελγουσῶν οὐδὲν ἔλαττον ἤπερ αἱ τοῦ μύθου Σειρῆνες. ἀναλογίας δέ ἐστιν ὁ κηληθμὸς τῆς κατὰ τὸν ὀρχηθμὸν καὶ βρυχηθμὸν καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ δὲ ὅτι ἐκ τοῦ κηλεῖν καὶ γλωσσοκηλόμπης κωμικώτερον παρὰ τοῖς παλαιοῖς ὁ γλώσσῃ κηλῶν καὶ κόμποις. δόξοι δ' ἂν καὶ ὁ κήλων ἐκ τοῦ αὐτοῦ γίνεσθαι ῥήματος. ἴσως δὲ καὶ κήλη ἐξ ἀντιφράσεως. (ῃερς. 335.) Ὅτι ἐναβρυνομένη τῷ πρόσφυγι ῥήτορι Ἀρήτη ἡ βασίλεια ἐρωτᾷ τοὺς ἀκροατὰς αὐτοῦ Φαίακας, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἐΐσας; ἅπερ ἔπαινός ἐστιν ἀνδρὸς ἀγαθοῦ. εἶτα ἐπάγει ταῦτα. (ῃερς. 337.) ξεῖνος δ' αὖτ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμῆς, δύο ταῦτα προβαλλομένη πρὸς τὸ μὴ μετριολογεῖσθαί φασιν, ἤγουν σμικρολογεῖσθαι ἐπὶ τῷ Ὀδυσσεῖ τοὺς Φαίακας τὸ (ῃερς. 338.) αὐτῆς τε ξεῖνον εἶναι τὸν Ὀδυσσέα τῆς μεγάλης Ἀρήτης. καὶ τὸ, ἕκαστον τῶν ἀκροατῶν τιμῆς μοῖραν ἔχειν ἔν τε ἄλλοις καὶ ἐπὶ τῷ πλουτεῖν. διὸ φησί· μὴ ἐπειγόμενοι ἀποπέμπετε, τουτέστι μὴ κατεπείγετε ὑμεῖς τὸν πλοῦν, εἰ καὶ αὐτὸς ἐθέλοι ὀτρύνεσθαι ὑμᾶς ἅμα ἠοῖ φαινομένῃ εἰς πομπὴν, ἐφ' οἷς προκαλουμένη τε εἰς ξενίαν καὶ ἑρμηνεύουσα ὅτι τὸ, ἕκαστος ἔμμορε τιμῆς, διὰ τὸν παρ' ἑκάστῳ πλοῦτον λέγει, φησί· μὴ δὲ τὰ δῶρα οὕτω χρηΐζοντι κολούετε. πολλὰ γὰρ ὑμῖν κτήματα (ῃερς. 340.) ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται, ὡς κειμήλια δηλαδή. Καὶ ὅρα ὅπως εὐτύχησεν Ὀδυσσεὺς πρώτην ἱκετεύσας τὴν δέσποιναν. (ῃερς. 339.) Τὸ δὲ μὴ οὕτω κολούετε, ἀντὶ τοῦ, μὴ διὰ τὸ ἐπείγεσθαι κολοβοῦτε τῷ ξείνῳ τὴν δόσιν πολλὰ ἔχοντες. (ῃερς. 340.) Τὸ δὲ θεῶνἰότητι, θεόσδοτον ἀποτίθεσθαι πλοῦτον παραινεῖ καὶ μὴ ἑτεροῖον. (ῃερς. 343.) Ὅτι Ἀρήτης σης περὶ Ὀδυσσέως τὰ προσεχῶς εἰρημένα ὁ γέρων ἥρως Ἐχένηος, ὃς καὶ νῦν Φαιάκων προγενέστερος λέγεται, προμαρτυρηθεὶς καὶ συνετὸς εἶναι καὶ λόγιος, ἐπαινεῖ τοὺς βασιλικοὺς λόγους, καὶ πεισθῆναι συμβουλεύει αὐτοῖς, εἰπών· ὦ φίλοι οὐ μὰν ἧμιν ἄπο σκοποῦ οὐδ' ἄπο δόξης μυθεῖται βασίλεια περίφρων, ἀλλὰ πίθεσθε. Ἔστι δὲ τὸ μὲν οὐκ ἄπο σκοποῦ ἢ ἀντὶ τοῦ, εὔστοχα ἐκ μεταφορᾶς τῶν εὖ τοξευόντων κατὰ σκοποῦ, ἢ ἀντὶ τοῦ, οὐ πόῤῥω τοῦ ἡμετέρου ἤθους. φιλόξενοι γὰρ ἐσμέν. Τὸ δὲ οὐδ' ἄπο δόξης ἀντὶ τοῦ οὐ μακρὰν ὧν περὶ αὐτῶν δοξάζομεν, ὑπολαμβάνοντες ὅτι δηλαδὴ εὖ περὶ τοὺς ξένους διάκειται. (ῃερς. 343.) σεμνύνων δὲ ὡς ἐχρῆν ὁ αὐτὸς γέρων καὶ τὸν βασιλέα καὶ προκαλούμενος αὐτὸν κατάρξαι τοῦ ἐπιδοῦναι ἐπάγει· Ἀλκινόου δ' ἐκ τοῦδ' ἔχεται ἔργον τε ἔπος τε, ἤγουν αὐτὸς κατάρχει τοῖς ἄλλοις τῶν τε ἔργων τῶν τε λόγων. ἔπαινος δὲ καὶ τοῦτο ἐνδόξου ἀνδρός. (ῃερς. 347.) εἶτα ὁ βασιλεὺς συγκατατιθέμενος τῷ τοῦ γέροντος λόγῳ, προσχὼν δὲ καὶ τῇ γυναικὶ ἐφ' οἷς εἶπε μὴ ἐπειγομένους ἀποπέμπειν τὸν ξένον μηδὲ κολοβοῦν οὕτω τὰ δῶρα φησὶ, τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω, ἤγουν ἀεὶ ἐμὴ ἔσται (ῃερς. 348.) ἡ ἐν ἔργοις καὶ λόγοις ἐνταῦθα ἰσχύς. ξεῖνος δὲ τλήτω ἐπιμεῖναι εἰσαύριον ἕως πᾶσαν δωτίνην τελέσω. (ῃερς. 352.) πομπὴ δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἔστ' ἐνὶ δήμῳ. ὃ παρῴδηται ἀπὸ τοῦ, μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ. ἔτι δὲ καὶ ἄλλοθεν ἐκ τοῦ, πόλεμος δ' ἄνδρεσσι μελήσει καὶ ἑξῆς, (ῃερς.

Intertext edge

Open linked passage

Note