Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
336.1.1
) Ὅτι καὶ τῷ Ὀδυσσεῖ ἐνταῦθα ὡς καὶ τοῖς βασιλικοῖς ξένοις ἐν τῇ ˉδ ῥαψῳδίᾳ δέμνια ὑπ' αἰθούσῃ τίθεται καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβάλλεται. στορέννυνταί τε ἐφύπερθε τάπητες. χλαῖναι τ' ἐντίθενται οὖλαι. Τὰ δὲ δέμνια, τρητὰ λέχη προϊὼν λέγει, ἔτι δὲ καὶ πυκινὸν λέχος. εἰ δὲ τὸ τρητὸν οὐκ ἔστι πυκινὸν καθὸ τέτρηται, ἀλλ' ἐν τούτοις, ἥρμοσται ἄμφω τοῖς δεμνίοις. τὸ μὲν, διὰ τὰς ἐν τῇ κλίνῃ κατατρήσεις. τὸ δὲ, διὰ τὴν τοῦ στρώματος πυκνότητα δι' ἣν καὶ στιβὰς λέγεται ἀπὸ τοῦ στείβω, ἐξ οὗ καὶ ἡ στίβη ὡς προδεδήλωται. (ῃερς. 337.) Ὅτι δὲ τὸ στορέσαι ἐπὶ εὐνῆς κυριολεκτεῖται, δηλοῖ ἐνταῦθα καὶ τὸ, ἐστόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι. ὃ καὶ πεποιῆσθαι εὐνὴν λέγεται ἐν τῷ, ὦ ξεῖνε, πεποίηταί τοι εὐνή. Τίς δὲ ἡ αἴθουσα καὶ διατὶ οὕτω καλεῖται, καὶ πῶς ἐρίδουπος λέγεται, ἐν ἄλλοις δὲ καὶ ἐρίγδουπος, πολλαχοῦ δηλοῦται. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἐκκλησία γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου. καὶ ναῦς καθέλκεται πρὸς ἐκπομπὴν τοῦ Ὀδυσσέως. καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιήκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ Δημόδοκος ᾄδει, πρῶτα μὲν τὰ περὶ τὴν μοιχείαν Ἄρεως καὶ Ἀφροδιτης. ἔπειτα δὲ, τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος, ὁ Ἀλκίνοος πυνθάνεται διατὶ κλαίει, καὶ τίς καὶ πόθεν εἴη. ΟΔΥΣΣΕΙΑΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἡ θῆτα ῥαψῳδία σύστασιν τοῦ Ὀδυσσέως ἔχει πρὸς τοὺς Φαίακας. ἀθροίζονται γὰρ διὰ κήρυκος ἐπ' αὐτὸν, καὶ θαυμάζουσι διὰ πολλά. μετὰ δέ γε τὴν ῥαψῳδίαν ταύτην ἄρχεται διηγεῖσθαι Ὀδυσσεὺς μακρολογῶν τὰ καθ' ἑαυτόν. διὸ καὶ ἡ ἐπιγραφὴ τοῦ γράμματος τούτου τοιάδέ τις. τὰ παρὰ Ἀλκινόῳ προδιηγήσεως. ἢ τῶν παρὰ Ἀλκινόῳ προδιήγησις. πλείων δὲ ἡ πρώτη γραφή. ἢ λέγοι ἂν, ὅτι ἐνταῦθα τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκινόῳ, ἤγουν τὰ πρὸ τῶν ἑξῆς διηγημάτων. ἔχει δὲ ἀσαφῶς ἡ ἐπιγραφὴ, διὰ τὸ περιεργασθῆναι εἰς βραχυλογίαν ἐπίτηδες. (ῃερς. 2.) Ὅτι δηλῶν ὁ ποιητὴς ταυτὸν εἶναι (ῃερς. 3.) ὄρνυσθαι καὶ ἀνόρεσθαι, φησὶν ἐνταῦθα. ὤρνυτ' ἂρ ἐξ εὐνῆς Ἀλκίνοος. καὶ, ἂν δ' ἄρα διογενὴς ὦρτ' Ὀδυσσεύς. (ῃερς. 5.) Ὅτι ὥσπερ οἱ ὕστερον Ἀττικοὶ ἔλαιον φασὶ, τὸν τόπονἔνθα ἐμπολᾶται τὸ ἔλαιον, καὶ ἰχθύας, ἔνθα οἱ ἰχθύες τιμῆς ἀπεδίδοντο, ἐκ τοῦ περιεχομένου δηλοῦντες τὸν περιέχοντα τόπον, οὕτω καὶ νῦν ὁ ποιητὴς τὴν τῶν Φαιάκων ἀγορὰν παρὰ νηυσὶ τετύχθαι φησὶν, ἤγουν ὅπου αἱ νῆες ἵσταντο. ἔνθα καὶ λίθων ξεστῶν ἕδρας ἱστορεῖ. (ῃερς. 7.) Ὅτι Ἀθηνᾶ καὶ ἐνταῦθα ὥς που καὶ ἐν Ἰλιάδι, κήρυκι ὁμοιοῦται, προθεμένη ὀτρῦναι τοὺς Φαίακας ὑπὲρ Ὀδυσσέως. ἑκάστῳ γάρ φησι φωτὶ παρισταμένη, φάτο μῦθον. δεῦτ' ἄγε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες (ῃερς. 12.) εἰς ἀγορὴν ἱέναι ἤγουν ἔλθετε, ὄφρα ξείνοιο πύθοισθε, ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα πόντον ἐπιπλαγχθεὶς, δέμας ἀθανάτοισιν ὁμοῖος. ἔστι δὲ Ἀθηνᾶ ἐνταῦθα, ἢ φήμη τις περὶ τοῦ, φρόνιμόν τινα πλανήτην εἰς τὴν κατ' αὐτοὺς γῆν ἐλθεῖν ἧς χάριν καὶ συνάγονται, ἢ ἡ παρ' ἑκάστῳ τῶν Φαιάκων φυσικὴ σύνεσις. καθ' ἣν μαθόντες ξένον ἄξιον λόγου ἐπιφοιτῆσαι χρῆμα τοῦτο σπάνιον ἐν αὐτοῖς, ἥκουσι κατὰ θέαν πειρασόμενοι τοῦ ἀνδρός. σεμνὸν δὲ τὸ πρᾶγμα, εἰ μὴ θνητὸς κῆρυξ ἀλλ' Ἀθηνᾶ ὑπουργεῖ τῇ τοῦ λαοῦ προσκλήσει. καὶ τὸ πιθανὸν τῆς ἐφεξῆς ἀλλοιώσεως τοῦ Ὀδυσσέως ἐκ τοῦ καλοῦ εἰς τὸ κάλλιον, ἐντεῦθεν ἄρχεται προκαταβάλλεσθαι ὁ ποιητής. (ῃερς. 11.) Ὅρα δὲ τὸ, δεῦτ' ἄγε καὶ ἑξῆς. ἔνθα φανερῶς δηλοῦται τὸ ἄγε, προστακτικὸν ἐπίῤῥημα ὄν. δυνάμενον καὶ ἀκινητίζειν, καὶ συμμεταπίπτειν ταῖς πτώσεσι. καὶ νῦν μὲν, ἀκίνητον μένει. ἀλλαχοῦ δὲ, πληθύνεται. ὡς καὶ ἐν τῷ, ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες. (ῃερς. 12.) Ὅρα δὲ καὶ τὸ πυθέσθαι γενικῇ συντάσσεσθαι πεφυκὸς, ὡς δηλοῖ τὸ, ὄφρα ξείνοιο πύθεσθε. (ῃερς. 14.) Τὸ δὲ δέμας ἀθανάτοισιν ὁμοῖος, ἐπεγείρουσα εἰς ἀγορὰν λέγει. ὡς ἂν οἱ μὲν φιλόξενοι τὸν ξένον ποθήσωσιν. οἱ δὲ φιλόκαλοι, πρὸς τὸ κάλλος ἀπίδωσιν. οἱ δὲ φιλίστορες, πρὸς τὴν ἀκρόασιν τοῦ πολυπλανήτου ξένου. ἐοίκασι δὲ χαίρειν μάλιστα οἱ Φαίακες τῷ κάλλει ὡς καὶ ἡ κόρη ἐδήλωσε καὶ ὁ πατὴρ Ἀλκίνοος. διὸ καὶ ἡ μυθικὴ Ἀθηνᾶ μετ' ὀλίγα, πλείονα ἑαυτοῦ τὸν Ὀδυσσέα ποιήσει, ὡς ἂν φιληθείη τοῖς Φαίαξιν. (ῃερς. 15.) Ὅτι σπουδαίαν ἄθροισιν λαοῦ εἰς ἀγορὰν δηλοῖ τὸ, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. καρπαλίμως δὲ ἔπλυντο βροτῶν ἀγοραί τε καὶ ἕδραι ἀγρομένων. (ῃερς. 17.) εἰ δὲ καὶ θαυμαστὸς ἀνὴρ εἴη τις δι' ὃν ἡ ἀγορὰ, προσήκει εἰπεῖν καὶ τό. πολλοὶ δ' ἄρα θηήσαντο ἰδόντες τὸν δεῖνα. Ὅτι τῷ Ὀδυσσεῖ θεσπεσίην ἡ Ἀθηνᾶ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. καὶ μακρότερον καὶ πάσσοναθῆκεν ἰδέσθαι, ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο, δεινός τ' αἰδοῖος τε. (ῃερς. 23.) καὶ ἐκτελέσειεν ἀέθλους πολλούς. τοὺς, ἤγουν καθ' οὓς, Φαίηκες ἐπειρήσαντ' Ὀδυσσῆος. Καὶ ὅρα τὸ φύσει χρήσιμον τοῦ μήκους καὶ τοῦ πάχους. διὰ τούτων γὰρ δεινός τε τοῖς βλέπουσι φαίνεται Ὀδυσσεὺς, (ῃερς. 22.) καὶ αἰδοῖος διὰ τὸ ἡρωϊκὸν μέγεθος καὶ ἀγαθὸς ἀθλητής. εὐσωματεῖν γὰρ χρεὼν τοὺς τοιούτους ὡς καὶ ἡ παρὰ τοῖς παλαιοῖς ἀλείπταις σωμασκία δηλοῖ. (ῃερς. 22.) Τὸ δὲ μακρότερον καὶ πάσσονα θῆκεν, οὐκ ἀπέοικε τοῦ, μέλε' ἤλδανεν. ὅ ἐστιν ηὔξανε τὰ μέλη. συντομώτερον δὲ τούτου ἐκεῖνο. εἰσὶ δὲ ταῦτα, ἡ ῥηθεῖσα θεσπεσία χάρις. ἅπερ οὐ φύσει τῷ Ὀδυσσεῖ προσῆσαν ἀλλὰ θεόθεν συνέπεσον. Ἔστι δὲ πάσσων ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ὁ παχύτερος. καὶ γίνεται ἀπὸ τοῦ παχὺς παχίων πάσσων. ὁποίῳ τρόπῳ καὶ ὁ μάσσων γίνεται ἐκ τοῦ μακρύς. καὶ ὁ βράσσων, ἐκ τοῦ βραχύς. καὶ ὁ ἐλάσσων, ἐκ τοῦ ἐλαχός. ὃ παρὰ Καλλιμάχῳ κεῖται. τοῦ δὲ μάσσων τὸ οὐδέτερον κεῖται μετ' ὀλίγα ἐν τῷ, τοσοῦτον ἢ ἔτι μάσσον. Ἐκ δὲ τοῦ, μακρότερον καὶ πάσσονα ἰδέσθαι, κεχορήγηται τοῖς ὕστερον τὸ, ὁ δεῖνα καλὸς ἰδεῖν, ἢ ὁ δεῖνα ἐμβριθὴς ἰδέσθαι. (ῃερς. 22.) Τὸ δὲ ἐκτελέσειεν ἀέθλους πολλοὺς, οὐ πρὸς ἐνέργειαν κεῖται, ἀλλὰ κατὰ τὸ φύσει δύνασθαι. εἰ γὰρ καὶ μόνον ἐδίσκευσεν ὁ Ὀδυσσεὺς οὐχ' ὑποδὺς καὶ ἑτέρους ἄθλους, ἀλλ' ἐπεὶ ἐν οἷς αὐτὸς εὐδοκιμεῖν εἴπῃ ἐν ἐκείνοις ἀπαγορεύσουσιν οἱ Φαίακες, τρόπον τινὰ καὶ τούτους τοὺς πολλοὺς ἐξετέλεσσεν ὧν οἱ Φαίακες ὑπεξεχώρησαν αὐτῷ. ἐρεῖ γὰρ, ὡς πάντα οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσοι ἄεθλοι καὶ τὰ ἑξῆς ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ ἐπειρήσαντ' Ὀδυσσῆος, προκατῆρξε γνωμικοῦ τοῦ, διάπειρά τοι βροτῶν ἔλεγχος. (ῃερς. 28.) Ὅτι χρήσιμόν ποτε ῥηθῆναι εἰς ξενίαν καὶ πομπὴν ξένου τὸ, ξεῖνος ὅδε οὐκ οἶδ' ὅς τις, ἀλώμενος ἵκετ' ἐμὸν δῶ, ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων ἀνθρώπων. πομπὴν δ' ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. ἡμεῖς δ' ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. οὐδὲ γὰρ οὐδέ τις ἄλλος ὅς τις κ' ἐμὰ δώμαθ' ἵκηται, ἐνθά δ' ὀδυρόμενος. δηρὸν μένει εἵνεκα πομπῆς. Ἀλκίνοος δὲ ταῦτα φησίν. Ἔνθα καὶ σημείωσαι ὡς οὐ μόνος Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀλήτης ἦλθεν, ἀλλὰ καὶ ἄλλοις τοῦτο ἐγίνετο. οὐκ ἄρα πάντῃ ἐκτετοπισμένοι ἧσαν κατὰ τὸν μῦθον, ἀλλ' ὑπεμφαίνει που καὶ τὸ ἀληθὲς ὁ ποιητής. Ὅρα δὲ τὸ, (ῃερς. 33.) ὀδυρόμενος μένει εἵνεκα πομπῆς. νόσος μὲν γὰρ ἴσως ἤ τι τοιοῦτον, κωλύσει τὸν ξένον τῆς ταχείας πομπῆς. ἡμεῖς μέντοι οὐκ ἀναβαλούμεθά ποτε τὴν πομπήν. Ἠοίους δὲ ἀνθρώπους λέγει, τοὺς ἀνατολικούς. ὃ καὶ ἀλλαχοῦ ἐῤῥέθη. (ῃερς. 29.) Τὸ δὲ πρὸς ἠοίων, ταυτόν ἐστι τῷ, ἐκ τῶν ἐῴων. προθέσεως κειμένης ἀντὶ ἑτέρας προθέσεως. ὃ μυριαχοῦ γίνεται. Ἰστέον δὲ ὅτι σύνηθες Ὁμήρῳ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἄλλοις, εἰς δύσιν καὶ ἀνατολὴν ὀλοσχερῶς μερίζειν τὰ κοσμικά. ὡς δηλοῖ καὶ τὸ, οὐκ ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς. καὶ εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, εἴτ' ἐπαριστερὰ ποτὶ ζόφον ἠερόεντα. (ῃερς. 30.) Τοῦ δὲ ἔμπεδον ἡ μὲν κυριολεξία, καὶ πρὸ ὀλίγων ἐγράφη. νῦν δὲ, μεταφορικῶς οὕτω φησὶ τὸ στερεόν. (ῃερς. 35.) Ὅτι πρωτόπλοον μὲν νῆα τῷ Ὀδυσσεῖ ἐπιλεγῆναι κελεύει ὁ βασιλεύς. κούρους δὲ δύο καὶ πεντήκοντα κρίνασθαι κατὰ δῆμον ἐθέλει, (ῃερς. 36.) οὐ πρωτοπλόους καὶ αὐτοὺς ἤτοι πρωτοπείρους τῆς ναυτιλίας, ἀλλὰ ὅσοι πάρος εἰσὶν ἄριστοι. ταυτὸν δὲ εἰπεῖν, ἔκκριτοι, πάντως γὰρ, οἱ ἄριστοι κρίνονται ἤγουν ἐπιλέγονται. Πρωτόπλοος δὲ ναῦς, οὐ μόνον ἡ ἐκ καινῆς ναυπηγηθεῖσα, ἀλλὰ καὶ ἡ πρώτη κατὰ τὸ πλέειν. ἢ μετὰ πρώτου τινὸς πλέουσα, ὅ ἐστι ναυαρχίς. Ἰστέον δὲ ὡς εἰ καί τινα τῶν ἀντιγράφων παροξύνουσι τὴν πρωτόπλοον νῆα διὰ τὸ τῆς σημασίας ἐνεργητικὸν ὁμοίως τῷ, πρωτοτόκος γυνὴ καὶ τοῖς τοιούτοις, ἀλλὰ κωλύεται ἡ παροξυτόνησις διὰ τὸ ἀριθμητικὸν εἶναι τὸ τοιοῦτον. καὶ οὐ κατὰ τὸ, ἁπλόος. διπλόος. τριπλόος. προληφθὲν οὖν ἀριθμητικῶς τοῦτο οὐκ ἐᾷ παροξύνεσθαι τὸ πρωτόπλοον. (ῃερς. 39.) Ὅτι παρέχειν ἐνταῦθα κεῖται τὸ διδόναι. φησὶ γάρ, ἐγώ δ' εὖ πάντεσσι παρέξω. οὗ τὸ ἀνάπαλιν, ἀφέξω. ἵνα εἴη παρέχειν μέν τι, τὸ ἐγγύς τινος ἔχειν. ἀπέχειν δὲ, τὸ πόῤῥω ἔχειν. ὡς δηλοῖ ἐν τοῖς ἑξῆς καὶ τὸ, ἄπισχε δὲ φάσγανον ὀξύ. (ῃερς. 37.) Ὅτι ἐν τῷ, δησάμενοι ἐπὶ κληῖσιν ἐρετμὰ, ἔοικε κληῖδας λέγειν. τὴν συνοχὴν τῶν κωπῶν πρὸς τοὺς σκαλμούς. τοιαύτη δὲ συνοχὴ, οἱ τροποί. οὓς καὶ φθάσας εἶπεν. (ῃερς. 41.) Ὅτι σκηπτούχους βασιλεῖς λέγει τοὺς δώδεκα οἳ συνάρχουσι τῷ Ἀλκινόῳ οὐκ ἀποστερήσας οὐδ' αὐτοὺς τῆς βασιλικῆς κλήσεως, εἰ καὶ ὑπερέχει ὁ Ἀλκίνοος. ὑποκαταβὰς δὲ, (ῃερς. 26.) σκηπτούχους μόνον αὐτοὺς λέγει, ἐλλείψας τὸ βασιλεῖς. οὓς καὶ ἕπεσθαι ἡγουμένῳ τῷ Ἀλκινόῳ λέγει, ὡς ἐλάττονας μείζονι. Ὅτι προτροπὴ εἰς φιλοξενίαν τὸ, ἔρχεσθ' ὄφρα ξεῖνον ἐνὶ μεγάροις φιλέωμεν μὴ δέ τις ἀρνείσθω. (ῃερς. 44.) Ὅτι καθὰ τοῖς Ἰθακησίοις τὸν Φήμιον, οὕτω καὶ τοῖς Φαίαξι περικλυτὸν καὶ θεῖον ἀειδὸν Ὅμηρος δίδωσι τὸν Δημόδοκον καὶ ἔφθασε γραφῆναί τι ἱστορικῶς περὶ τούτων τῶν δύο ἀνδρῶν. Εἰ δὲ θεῖος ἀοιδὸς ὁ Δημόδοκος ὡς μὴ μόνον τὰ κατ' ἀνθρώπους ἀείδων ἀλλὰ καὶ τὰ περὶ θεοὺς ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, οὐκ ἂν οὐδ' ὁ ποιητὴς στεροῖτο τοῦ, θεῖος καὶ αὐτὸς ἀοιδὸς καλεῖσθαι. ᾧ καὶ ἄλλως ἐμφέρειά ἐστι πρὸς τὸν Δημόδοκον. ἐρίηρος γὰρ καὶ Ὅμηρος κατ' ἐκεῖνον ἀοιδός, καὶ περικλυτός. καὶ Μούσαις φίλος. καὶ ἔχων ἀγαθόν τε κακόν τε τὸ κατὰ σοφίαν καὶ πήρωσιν καθὰ καὶ ἐκεῖνος, ὡς μετ' ὀλίγα ῥηθήσεται. καὶ οἴμην καὶ αὐτὸς μεταχειρισάμενος συγγενῆ τῇ τοῦ Δημοδόκου. Τρωϊκὴν γὰρ ᾄδει μετ' ὀλίγα ἱστορίαν ὁ Δημόδοκος, ἧς τότε τὸ κλέος οὐράνιον. καὶ Ὅμηρος δὲ, Τρωϊκὸν βιβλίον τὴν Ἰλιάδα ᾗσεν. ἧς τὸ κλέος οὐρανὸν εὐρὺν ἵκει. καί πως κατὰ τὴν τῆς τραγῳδίας Ἑκάβην εἰποῦσαν δύστην' ἐμαυτὴν γὰρ λέγω λέγουσα σὲ, εἰπεῖν ἔχει καὶ ὁ ποιητὴς πρὸς ἑαυτόν. θεῖε ἀοιδὲ, ἐμαυτὸν γὰρ λέγω ἐν οἷς χαρακτηρίζω τὸν Δημόδοκον. εἰ δὲ καὶ τῷ Δημοδόκῳ (ῃερς. 45.) θεὸς περιδῶκεν ἀοιδὴν τερπνὴν ὅπῃ οἱ θυμὸς ἐποτρύνῃσιν ἀείδειν, τίς ἂν πλέον Ὁμήρου καὶ τὸ τοιοῦτον ἔχοι καλόν; Ἐν τούτῳ δὲ τὸ μὲν τερπνὴν, γράφεται καὶ τέρπειν. Θυμὸς δὲ, ἢ ὁ τοῦ Δημοδόκου νοεῖται, ἢ ἡ ἐπιθυμία τῶν ἀκροατῶν κατὰ τοὺς παλαιούς. Εἰ δὲ καὶ Μοῦσα τὸν Δημόδοκον ἀνίησιν ᾄδειν ὁρμηθέντα, πάσχοι ἂν αὐτὸ καὶ Ὅμηρος οἷα Μούσῃ κάτοχος. ἀφ' ἑαυτοῦ γὰρ οἷά τινος πρωτοτύπου, καὶ τὴν τοῦ Δημοδόκου εἰκόνα ἔχρωσεν. (ῃερς. 47.) Ὅτι μετοίχεσθαι, τὸ εἴς τινα ἐλθεῖν. οἷον. κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. Καὶ ὅρα ὡς δὶς εἰπὼν τὸ, θεῖον ἀοιδὸν, μετ' ὀλίγα τὸν αὐτὸν ἐρίηρον λέγει ἀοιδὸν ἤγουν πάνυ ἁρμονικὸν, ἐν τῷ, κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν. εἰπεῖν γὰρ πάνυ ἐπιθυμητὸν, οὐχ' οὕτως ἐπιτυχές. ἔοικε δὲ πρὸς τοῦτο καὶ τὸ, (ῃερς. 62.) ἐρίηρες ἑταῖροι. περὶ οὗ ἀλλαχοῦ διελήφθη. Ὅτι σύνηθες παρὰ τοῖς ῥήτορσιν, ἐν παραθέσει δύο ἀριθμῶν τοῦ μὲν μείζονος, τοῦ δ' ἐλάττονος, προηγεῖσθαι φυσικῷ λόγῳ τὸν ἐλάττονα. οὕτω γὰρ ἕνδεκα καὶ δυοκαίδεκα φαμέν. καὶ δύο καὶ εἰκοσίπηχυ. καὶ ἕτερα μυρία. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς οὐ μόνον δύω καὶ πεντήκοντα λέγει, ἀλλὰ καὶ τὴν τοῦ λόγου σύνταξιν πρὸς τὸ δύο ἀποτείνει, οὐ πρὸς τὸ πληθυντικὸν τὸ πεντήκοντα, εἰπών. κούρω δὲ κριθέντε δύο καὶ πεντήκοντα, βήτην. καὶ πρὸ ὀλίγων δὲ, κούρω δύο καὶ πεντήκοντα κρινάσθων ἔφη. ἐκεῖ μέντοι διὰ τὸ πεντήκοντα, καὶ πληθυντικὸν ἐπάγει τὸ, ὅσοι πάρος ἄριστοι. Ἰστέον δὲ ὅτι τρίτον ἐστὶ μεγάλης τριήρεως ἡ ἐνταῦθα ναῦς. ὁ γὰρ καθ' Ὅμηρον τρίτος ἀριθμὸς τῶν ἐν τοῖς τριήρεσιν ἐπικώπων εἰς πεντηκοντάδα ἐκορυφοῦτο, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη κατὰ τὸ τέλος τῆς βῆτα ῥαψῳδίας. κατὰ τοιοῦτον ἀριθμὸν καὶ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς τοὺς ἑταίρους μερίζων, εἰς Κίρκην στέλλει. τοσοῦτοι δὲ καὶ ἐνταῦθα οἱ τὸν Ὀδυσσέα στελοῦντες κοῦροι ναῦται. οἱ δέ γε ἐπέκεινα δύο, ὁ κυβερνήτης δοκοῦσιν εἶναι καὶ ὁ πρωρεύς. (ῃερς. 50.) Ὅτι διασκευὴ κεῖται καὶ ἐνταῦθα, συντόμου ἑτοιμασίας πλοῦ, ὁποῖα κεῖται καὶ ἐν τῇ ˉδ ῥαψῳδίᾳ παρ' ὀλίγα τινά. λέγει γὰρ ὡς ἐπὶ νῆα κατήλυθον, καὶ νῆα μὲν ἁλὸς βένθοσδε ἔρυσαν, ἐν δ' ἱστὸν τίθεντο, ἠρτύναντο δ' ἐρετμά. ἀνὰ δ' ἱστία λευκὰ πέτασαν. ὑψοῦ δ' ἐν (ῃερς. 55.) νοτίῳ τήνδ' ὥρμισαν. ὃ ταυτόν ἐστι πάντως τῷ, ἁλὸς βένθοσδε ἔρυσαν. Καὶ ὅρα τὴν ἐν τῇ τοιαύτῃ διασκευῇ κατασπορὰν τῶν παρίσων. τὸ, ἔρυσαν. πέτασαν. ὥρμισαν καὶ τὸ, τίθεντο. ἠρτύναντο. (ῃερς. 66.) Ὅτι λαμπρᾶς εἰλαπίνης ἡρωϊκῆς μικρὰ ἔκφρασις τὸ, βὰν ἴμεν ἐς μέγα δῶμα. πλῆντο δ' ἂρ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. τοῖσι δὲ, ὁ δεῖνα δυωκαίδεκα μῆλ' ἱέρευσεν. ὀκτὼ δ' ἀργιόδοντας ὕας. δύο δ' εἰλίποδας βοῦς, (ῃερς. 61.) εἶτα συντομώτατα ἐπιπλέκων διασκευὴν σφαγιάσματος καὶ δαιτὸς ἐπάγει. τοὺς δέρον ἀμφί θ' ἕπον τετύκοντό τε δαῖτ' ἐρατεινήν. Καὶ ὅρα ὅτι παιδεύων Ὅμηρος εἰς ἔργα σπουδαῖα οὐκ ἐθέλει ἐνδιατρίβειν διασκευαῖς. (ῃερς. 63.) Ὅτι τὴν ἀνθρωπίνην εὐτυχίαν ὑποδηλῶν ὡς ἐν Ἰλιάδι ἐν τῷ περὶ τῶν δύο πίθων λόγῳ οὕτω δὴ κἀνταῦθα ὁ ποιητὴς, ἔχουσαν συναναμεμιγμένα φαῦλα καλοῖς φησὶν οὕτω περὶ Δημοδόκου. τὸν, περὶ Μοῦσα φίλησε. δίδου δ' ἀγαθόν τε κακόν τε. ἃ καὶ ἐφερμηνεύων φησίν. (ῃερς. 64.) ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν. τινὲς δὲ οὐχ' Ὁμηρικῶς νοοῦντες, εἶπον πρὸς ἀγαθοῦ εἶναι τῷ ἀοιδῷ καὶ τὴν τῶν ὀφθαλμῶν ἄμερσιν ὅ ἐστιν ἀμαυρότητα, ἐπεί φασι μουσικώτεροι οἱ τοιοῦτοι ὡς μὴ ἀσχολούμενοι περὶ πολλά. (ῃερς. 63.) Σημείωσαι δὲ καὶ ὅτι κατὰ σύλληψιν ἤτοι συνεκδοχὴν εἴρηται τὸ, δίδου δ' ἀγαθόν τε κακόν τε. ἀοιδὴν μὲν γὰρ ἀγαθὴν δίδωσιν ἡ Μοῦσα, οὐ μὴν ἡ αὐτὴ καὶ ὄψεως ἀποστερεῖ κατά γε τὸν μῦθον εἴγε θεοὶ δοτῆρες ἑάων, ἀλλ' αὐτόματον ἥκειν δοκεῖ τὸ κακόν. εἰ δὲ ὀρθῶς εἴρηται τὸ, ὦ Ζεῦ μίξον τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα, εἴη ἂν καὶ κακόν τι θεόσδοτον. Ἰστέον δὲ ὅτι τὸ ἐφίλησε καὶ ἁπλῶς τὸ φιλεῖν, οὐ μόνον τὸ ἀγαπᾶν σημαίνει ἔτι δὲ καὶ τὸ χείλεσιν ἀσπάζεσθαι καὶ τὴν ἐκεῖθεν κατ' ἀρετὴν φιλίαν καὶ τὸν σπουδαίως φίλον, ἀλλὰ καὶ ἐπὶ ἐμπαθοῦς διαθέσεως τίθεται, ὡς δηλοῖ καὶ παρὰ τῷ σοφῷ Ἀθηναίῳ μάγειρος ἐμβαμμάτια καταλέγων καὶ ἰχθύδια κατασκευασθέντα μειρακίῳ ἐρωμένην ἔχοντι. φησὶ γὰρ ἐκεῖνος, ὡς ὁ τοιοῦτος νέος ἔστιν οὐ δειπνητικός. πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιαν ἔστ' ἔχων. Τὸ δὲ ὀφθαλμῶν ἄμερσε, ταυτόν ἐστι τῷ, ὀφθαλμοῦ ἀλάωσε. λάειν γὰρ καὶ μέρδειν, τὸ ὁρᾶν. διὸ καὶ ἀλαοῦν καὶ ἀμέρδειν, ἰσοδύναμά εἰσιν. ὅθεν καὶ ἄμφω ἀπὸ στερήσεως ἑρμηνεύονται. ἀλάωσε γὰρ καὶ ἄμερσεν, ἀντὶ τοῦ ἐστέρησεν ὄψεως. εἰ δέ τις, Μοῦσαν τὴν τῶν ἄνω καὶ περὶ οὐρανὸν ἐμμελῆ κίνησιν νοήσει ἀλληγορικῶς, δύναται καὶ κατὰ τὸν οὕτω φρονοῦντα, ἐκ τῆς τοιαύτης Μούσης καθ' εἱμαρμένην νοηθῆναι καὶ ἡ τύφλωσις. καὶ ἡ περὶ ἀνάγνωσιν δὲ ἔμμουσον ἄμετρος ἀσχολία ποιεῖ ποτε τὸ τοιοῦτον κακόν. Ἰστέον δὲ ὅτι τὸ, ἡ Μοῦσα τῷδε ἔδωκεν ἀγαθόν τε κακόν τε. ἢ μᾶλλον, τῷ δ' ἕτερον μὲν δῶκε πατὴρ ἕτερον δ' ἀνένευσεν, εἰπών τις ἀγαθὸς κιθαρῳδὸς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη περὶ ἑτέρου φαύλου κιθαριστοῦ, καὶ ἐρωτηθεὶς τὸ ποῖον, ἔφη. κακῶς μὲν κιθαρίζειν ἔδωκε. καλῶς δὲ ᾄδειν, ἀνένευσε. παρ' ὑπόνοιαν ἐκεῖνος ἀστείως εἰπών. (ῃερς. 66.) Ὅτι ὥσπερ τὸν δημηγοροῦντα ἐχρῆν μέσον ἵστασθαι ὡς πάντοθεν ἀκούεσθαι, οὕτω καὶ τῷ ἀοιδῷ Δημοδόκῳ τίθεται θρόνος ἀργυρόηλος μέσσῳ δαιτυμόνων πρὸς κίονα μακρὸν ἐρεισθείς, ἵνα εἰς πάντας ἐξικνῆται τοὺς κύκλῳ τὰ τῆς ἀοιδῆς. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ αὐτὸς κίεν ἐς μέσον. (ῃερς. 67.) Ὅτι ἐκ πασσαλόφιν κρέμαται φόρμιγξ λίγεια ἡ τοῦ Δημοδόκου ὑπὲρ κεφαλῆς αὐτοῦ. ὅθεν αὐτὴν ἐκεῖνος καθαιρῶν, ἐν καιρῷ μετεχειρίζετο. καὶ οὕτω μὲν ὁ ποιητής. ἡ δὲ ὕστερον παροιμία, ἐπὶ τῶν ἀμελουμένων λέγει τὸ, ἐκ πασσάλων φόρμιγγα ἢ τόξον ἤ τι τοιοῦτον ἀπῃωρῆσθαι καθ' ὁμοιότητα τοῦ, ὑπὲρ καπνοῦ τὸ πηδάλιον. ὅ ἐστιν, ἠμέληται ἡ ναυτιλία. καὶ μετὰ τὴν ἀοιδὴν δὲ, ἐκ πασσαλόφιν κατακρεμᾷ τὴν αὐτὴν φόρμιγγα ὁ Δημόδοκος. ἣν ὁ ποιητὴς οἰκείῳ ἔθει, λίγειαν προπαροξυτόνως λέγει, κατά τινα σειρηνιακὴν κλήσιν. μιᾶς γὰρ τῶν Σειρήνων ὄνομα ἡ Λίγεια. (ῃερς. 69.) Ὅτι γοργὴ φράσις τραπεζώματος τὸ, πὰρ δ' ἐτίθει κάνεον, καλήν τε τράπεζαν. πὰρ δὲ δέπας οἴνοιο (ῃερς. 70.) πιεῖν ὅτε θυμὸς ἀνώγει. τουτέστιν, ὅτε προεθυμεῖτο πιεῖν οἴνου. τὸ δ' ὅμοιον καὶ ἐπὶ βρώσεως. οὐ γὰρ ἀναγκαστὸν τὸ συμπόσιον. Τῷ δὲ κανέῳ, καὶ τὸ σῖτον καὶ τὰ ὄψα συνεπινοοῦνται. ὅτι δὲ οὐ μόνον κανέοις ἤτοι πίναξι βρώματα συνετίθεντο ἀλλὰ καὶ σπυρίσι, δῆλον ἐκ τῶν παλαιῶν. καὶ ἐλέγοντο αὐτὰ, ἀπὸ σπυρίδων δεῖπνα. συγκομιζόμενα ὅτε τις ἀπήει παρά τινι δειπνήσων. καλῶς ἄρα σπυρὶς ἐτυμολογεῖται παρὰ τὸν πυρὸν ὃ δηλοῖ σῖτον ὅθεν καὶ τὰ σῖτα καὶ οἱ Ὁμηρικοὶ πύρνοι παράγονται, ὧν δεκτικαί εἰσιν αἱ ῥηθεῖσαι σπυρίδες. Τραπέζης δὲ φιλοτησίου ἔπαινος φέρεται τοιοῦτος ἐν τοῖς τοῦ Ἀθηναίου. βίου τιθήνη πολεμία λιμοῦ φύλαξ φιλίας ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Ἔνθα ὅρα ψευδοπαρηγητικὸν τὸ, φύλαξ φιλίας. ὅμοιον ὂν τῷ, Φυλέα φίλον θεοῖς. καὶ τῷ, φίλησε δὲ φῦλον ἀοιδῶν. καὶ τῷ, κοίμησε δὲ κύματα δαίμων, καὶ ἄλλοις τοιούτοις ἅπερ καὶ ἐν ἄλλοις κεῖνται. (ῃερς. 73.) Ὅτι χρησαμένῳ τῷ Ἀγαμέμνονι περὶ τοῦ κατὰ τὸν Τρωϊκὸν πόλεμον τέλους ἀνεῖλεν ὁ ἐν Δελφοῖς Ἀπόλλων, τότε ἁλῶναι τὴν Ἴλιον ὅτε οἱ ἐν Ἀχαιοῖς ἄριστοι καταστασιάσουσι. καί ποτε παρὰ θυτικὸν πότον, ἔπαθον τοῦτο Ἀχιλλεύς τε ἀνδρίᾳ θέλων περιέσεσθαι Τρώων, καὶ Ὀδυσσεὺς φρονήσει καὶ δόλῳ συμβουλεύων ἐπιτρέψαι τὸ ἔργον. ὃ καὶ κρεῖττον ἀπέβη. εἴγε Ἀχιλλεὺς μὲν, πρὸς βίαν ἀνδριζόμενος, πίπτει. Ὀδυσσεὺς δὲ, δόλῳ πτολίπορθος γίνεται. τέως γε μὴν ἔχαιρεν ὁ βασιλεὺς ὁρῶν τοὺς ἀριστέας φιλοτιμουμένους ἐν καιρῷ δαιτός. καὶ τὸν μὲν, τὰ ψυχικὰ ἐπαινοῦντα. τὸν δὲ, τὰ σωματικά. καὶ τὸ τῆς μάχης ἤδη κατὰ τὸν χρησμὸν τέλος, καθυπεμφαίνοντας. ταύτην τὴν ἱστορίαν ὁ Δημόδοκος ἄρτι μετὰ ἐδητὺν ᾄδει, οὐ προβουλευσάμενος, ἀλλ' ἁπλῶς οὕτω κινηθεὶς ὑπὸ Μούσης, ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Μοῦσ' ἂρ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν. οἴμης, τῆς, τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε. νεῖκος Ὀδυσσῆος καὶΠηλείδεω Ἀχιλῆος. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ, ἐκπάγλοις ἐπέεσσιν. (ῃερς. 78.) Ἀγαμέμνων δὲ, χαῖρε νόῳ ὅτ' ἄριστοι Ἀχαιῶν δηριόωντο. οὕτω γάρ φησιν αὐτῷ ἔχρησεν Ἀπόλλων ὅτε ἦλθε χρησόμενος. τότε γὰρ, κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ Δαναοῖσι, (ῃερς. 82.) Διὸς μεγάλου διὰ βουλάς. αἵπέρ εἰσι, τὸ πολλῷ πόνῳ ἑκατέρων τῶν στρατευμάτων ἁλῶναι τὴν Τροίαν, καὶ οὐ δή ποτε τὸ τιμηθῆναι τὸν Ἀχιλλέα ὅπερ ἐν Ἰλιάδι ἐφαίνετο. οὐ χαιρέκακος δὲ πάντως ὁ βασιλεὺς, χαίρων ἐπὶ τῇ τῶν ἀρίστων ἔριδι. αἴτιον γὰρ ἐκείνῳ χαρᾶς, οὐ τὸ ἁπλῶς αὐτοὺς ἐρίζειν. ἀλλ' ἡ ἐπ' αὐτῷ ἀγαθὴ ὡς ἐῤῥέθη ἐλπίς. ἐστι δὲ καὶ ἡ τοιαύτη στάσις, ἀγαθῆς ἔριδος ὑπόδειγμα. καὶ τοῦ τὰ συμπόσια στασιασμοὺς ποιεῖν, φαύλους μὲν, ἐν τοῖς φαύλοις, οὐ τοιούτους δέ τινας ἐν τοῖς ἀγαθοῖς. Ὀδυσσεὺς οὖν καὶ Ἀχιλλεὺς ἐν τούτοις ἐοίκασιν ἀνδρίας καὶ φρονήσεως ὑποκινῆσαι σύγκρισιν. πρᾶγμα σπουδαῖον. γράφει γοῦν καὶ Ἀθήναιος, οὕτω. κοσμίως ἐδείπνουν οἱ ἀριστεῖς ἐν Ἀγαμέμνονος. εἰ δὲ καὶ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς, ἀλλ' ὁ βασιλεὺς χαίρει νόῳ, ἐπεὶ ὠφέλιμοι αἱ φιλοτιμίαι, ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. χρήσιμον δ' ἐνταῦθα καὶ Βίωνος τοῦ Βωρυσθενίτου τὸ, οὐδεὶς ἀπὸ τῆς τραπέζης ἡδονὰς πορίζεται ἀλλ' ἀπὸ τοῦ φρονεῖν. (ῃερς. 73.) Τὸ δὲ ἀοιδὸν ἀειδέμεναι, δῆλον ὅτι ἐτυμολογία ἐστί. Τὸ δὲ ἀνῆκεν, ἀντὶ τοῦ, ἀνέπεισεν. ἠρέθισεν. ὡς καὶ ἐν ἄλλοις φαίνεται πολλαχοῦ. Τὸ δὲ κλέ' ἀνδρῶν, διασαφεῖται ἐν τῷ, νεῖκος Ὀδυσσῆος καὶ Ἀχιλῆος. ἔνθα κάλλος ποιεῖ παρακείμενατὰ πάρισα. (ῃερς. 74.) Τὸ δὲ οἴμης, οἱ μὲν μετὰ τοῦ ἀνδρῶν συντάσσουσιν. ἵνα ᾖ, κλέα ἀνδρῶν οἴμης. κάλλιον δὲ, στίζειν εἰς τὸ ἀνδρῶν. εἶτα ὡς ἐξ ἄλλης ἀρχῆς ἀπὸ κοινοῦ σχηματίσαι καὶ εἰπεῖν. ὡς ἄειδεν ἀπὸ οἴμης ἐκείνης, ἧς εὐρὺ τὸ κλέος ἦν. Οἴμη δὲ, ἡ διήγησις. ἀφ' ἧς καὶ τὸ προοίμιον σύγκειται καὶ τὸ φροίμιον. ἀφ' οὗ καὶ ἡ φόρμιγξ καὶ τὸ φορμίζειν παρῆχθαι δοκεῖ. (ῃερς. 78.) Τὸ δὲ χαῖρε νόῳ, τὸ βασιλικὸν ἐμβριθὲς δηλοῖ, ὡς τοῦ βασιλέως μὴ προφαίνοντος ἐν τοῖς ἔξω τὴν χαρὰν, μὴ καὶ λυπήσῃ τοὺς ἀρίστους οἷα καταγελῶν. (ῃερς. 81.) Τὸ δὲ κυλίνδετο πῆμα, καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής. καὶ δηλοῖ τὸ, ἄνωθεν ἐκ Διὸς ἥκειν αὐτό. Ὅρα δὲ τὸ, πήματος ἀρχήν. οὐ γὰρ πολέμου ἦν ἀρχὴ νῦν ἀλλὰ πήματος τοῦ κατὰ τὴν Τροίαν. Ἰστέον δὲ ὡς οὐ μάτην Ὅμηρος πλάττει ᾄδειν τοιαῦτα τὸν Δημόδοκον, ἀλλ' ἵνα τῇ ἀναμνήσει κλαίων ὁ Ὀδυσσεὺς γνωσθῇ εὐαφόρμως, αὐτὸς εἶναι ὁ ἐν τῇ Τροίᾳ μέγας Ὀδυσσεύς. καὶ οὕτως ἐπὶ πλέον ἐλεηθῇ τὲ καὶ φιληθῇ. (ῃερς. 84.) Ὅτι Δημοδόκου ᾄδοντος τὴν εἰρημένην Τρωϊκὴν οἴμην, μνησάμενος τῶν ἐκεῖ Ὀδυσσεὺς, πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι. (ῃερς. 85.) κὰκ κεφαλῆς ἤτοι κατὰ τῆς κεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα. ὃ δήπου καὶ ὁ τούτου υἱὸς Τηλέμαχος ἐν τῇ Πύλῳ ἐποίει ἀλλ' ἐκεῖ μὲν ἡ αἰτία οὐκ ἐτέθη. (ῃερς. 86.) ἐνταῦθα δὲ κεῖται οὕτως. αἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι δάκρυα λείβων. συχνὰ δὲ τοῦτο ἐποίει. φησὶ γὰρ, ὡς ὅτε μὲν λήξειεν ἀείδων θεῖος ἀοιδὸς, δάκρυ' ὀμορξάμενος, κεφαλῆς ἄπο φᾶρος ἔλεσκε. καὶ δέπας λαβὼν, ἔσπενδεν. Αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν οἱ ἄριστοι ἐπεὶ τέρποντ' ἐπέεσσιν, ἂψ Ὀδυσσεὺς κατὰ κρᾶτα (ῃερς. 92.) καλυψάμενος, γοάασκε. καὶ ἴσως οὐ μόνον μνήμη ὑποκινοῦσα ἐξέθλιβε τῷ Ὀδυσσεῖ δάκρυον, ἀλλὰ καὶ ὅτι ἐπιλέγδην ὁ θεῖος ἀοιδὸς οἴκτους ἐφόρμιζεν. Ἰστέον δὲ ὅτι δοκεῖ ἀνοίκειον ἀνδράσι τὸ δακρύειν, καὶ μάλιστα παρὰ ξένοις. Ὀδυσσεὺς μέντοι παρὰ τῷ υἱῷ καὶ τοῖς δούλοις οἰκείοις οὖσι κλαίει. οὕτω δὲ καὶ Μενέλαος καὶ οἱ παρ' αὐτῷ βασιλικοὶ φίλοι παῖδες. (ῃερς.

Intertext edge

Open linked passage

Note