Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1.1
) ἐντύνεαι. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα, ἐξ ὧν τὸ ἐντύνεσθαι. (ῃερς. 39.) Ὅτι χρήσιμον εἰς προτροπὴν τοῦ πλεῦσαι, ἢ ἐφ' ἵππου ἢ ἁμάξης ὁδεῦσαι, τὸ, καὶ δὲ σοὶ ὧδε πολὺ κάλλιον ἠὲ πόδεσσιν ἔρχεσθαι. Ἀθηνᾶ δὲ τοῦτο λέγει τῇ βασιλικῇ κόρῃ. ἔνθα ἔστιν ἰδεῖν οὐ μόνον τὸ σεμνὸν τῆς πορείας, ἀλλὰ καὶ τὸ πιθανὸν τοῦ κατὰ τὴν ἀπήνην πλάσματος. μακρᾶς γὰρ οὔσης τῆς ἐς τὰς πλυνοὺς ὁδοῦ πολλῶν δὲ καὶ τῶν πλυθησομένων πέπλων τε καὶ λοιπῶν, χρεία ἦν καὶ ἁμάξης τοιαύτης πρός τε φόρτον καὶ πρὸς ἔντιμον πορείαν τῆς βασιλίδος. διὸ καὶ δουλίδες αὐτῇ ἕπονται. τοῦτο δὲ, καὶ ἄλλου χάριν. ἵνα δηλαδὴ παίζουσαι καὶ ᾄδουσαι, ἀφυπνίσωσι τὸν Ὀδυσσέα οὗ χάριν ταῦτα. καὶ οὕτως, εἰς ἱκετείαν ἐκκαλέσωνται. ὅτι δὲ καὶ νῦν πρώτως ἡ κόρη ἄπεισιν ἐς ποταμὸν πλυνέουσα, δηλώσει αὐτὴ μετ' ὀλίγα πιθανῶς, εἰποῦσα τὸ, τά δ' ἐμῇ φρενὶ πάντα μέμηλε. δήλη δὲ ἐν τοῖς τοιούτοις ἡ ἡρωϊκὴ ἀφέλεια καὶ εὐτέλεια. εἵματα γὰρ φοροῦσιν οἱ βασιλεῖς πλυνόμενα καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ ἐν ποταμῷ καὶ οὐδαμοῦ χρυσὸς ἐνταῦθα ἤ τι ἕτερον ἀπρόσιτον ὕδατι, ἀλλ' ἔχαιρον καθαρὰ φοροῦντες νεόπλητα. (ῃερς. 41.) Ὅτι σεμνολογῶν ὁ ποιητὴς τὰ οὐράνια, φησὶν ὡς ἀπέβη Ἀθήνη Οὔλυμπόνδε. ὅθι φασὶ θεῶν ἔδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. οὔτ' ἀνέμοισι τινάσσεται. οὔτέ ποτ' ὄμβρῳ δεύεται. οὔτε χιὼν ἐπιπίλναται ἀλλ' αἴθρη πέπταται ἀννέφελος. λευκή δ' ἐπιδέδρομεν αἴγλη. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. (ῃερς. 42.) καὶ τοιοῦτος μὲν ὁ Ὄλυμπος τά γε ἄνω. τὰ γάρ τοι κάτω καὶ μετὰ τὰ νέφη, ἀγάννιφός που λέγεται. (ῃερς. 44.) Τὸ δὲ αἴθριον τοῦ Ὀλύμπου καὶ ἀνέφελον καὶ αἰγλῆεν, εὔλογον. διότι οὐδὲ ἀναθυμίασις ἄνεισιν ἕως τῶν ὑψηλοτάτων. Ἰστέον δὲ ὡς πολλὰ καὶ ἄλλα ὄρη μὴ νεφελοῦσθαι τὰς κορυφὰς ἱστόρηνται, γνωσθέντα ἐκ πείρας θυτικῆς. θύσαντες γὰρ καὶ τῇ σποδῷ ἐντυπώσαντες γράμματα, εἶτα εἰς ἔτος ἀνελθόντες, εὗρον αὐτὰ πάλιν διηρθρωμένα καὶ εἰς τὸ πᾶν ἀσκέδαστα. οἱ δὲ παλαιοὶ φασὶ καὶ ἐπουράνιον καλεῖσθαι τὴν τοῦ Μακεδονικοῦ Ὀλύμπου κορυφήν. σημειούμενοι καὶ ὅτι οὐρανός ἐστι καθ' Ὅμηρον, τὸ ἀπὸ νεφῶν ἕως τοῦ κατηστερισμένου τόπου διάστημα. συνωνύμως τῷ καταστερισμένῳ. καλούμενον καὶ αὐτὸ οὐρανός. (ῃερς. 42.) Ὅρα δὲ ὅτι τὸ μὲν εἶναι θεῶν ἔδος τὸν Ὄλυμπον, ἐνδοιαστικῶς εἶπεν. ἔφη γάρ. ὅθι φασὶ θεῶν ἕδος εἶναι. τὰ δὲ ἑξῆς ἤγουν τὸ μὴ ἀνέμους ἔχειν μηδὲ ὄμβρους μηδὲ χιόνα αἴθρην δὲ καὶ αἴγλην, ἀποφαντικῶς προήγαγεν. ἐκεῖνο μὲν γὰρ, μυθικόν. ταῦτα δὲ, ἀληθῆ. ἄλλως δέ γε καὶ τὸ μυθικὸν θεραπεύεται, εἰ θεοὶ ὑπονοηθεῖεν οἱ ἀστέρες καὶ τὰ προσεχῶς ὑπ' αὐτοὺς καὶ κατ' αὐτούς. τότε γὰρ τὸ φασὶν, οὐ κατ' ἐνδοιασμὸν κείσεται, ἀλλὰ κατὰ κοινὴν δόξαν. αἰγλήεντα γὰρ τὰ ἐκεῖ καὶ μεστὰ αἴθρης, καὶ νεφέλαις ἀσκίαστα. (ῃερς. 43.) Τεχνικῶς δὲ τὸ χωρίον κατὰ γοργότητα προῆκται καὶ κάλλος. ὡράϊσται γὰρ παρίσοις τῷ, τινάσσεται. δεύεται. πίλναται. πέπταται. τούτων δὲ τῶν τεσσάρων τὰ μὲν δύο, ἄλλως παθητικῶς λέγονται, τὸ τινάσσεται καὶ τὸ δεύεται. τὸ δὲ πίλναται καὶ τὸ πέπταται, ἑτέρως κατὰ μόνην φωνὴν παθητικήν. (ῃερς. 44.) οὐ πελάζει γὰρ περὶ τὸν οὐρανὸν χιὼν, ἀλλὰ αἴθρη ἥπλωται. καὶ εἴρηται τοῦτο μὲν, κατὰ θέσιν. ἐκεῖνα δὲ τὰ τρία, κατὰ ἄρσιν. Γίνεται δὲ τὸ πίλναται, ἀπὸ τοῦ πελῶ μεταβληθέντος τοῦ ˉε εἰς ˉι ἅμα τῇ ἐπενθέσει τοῦ ˉν. ὁμοίως τῷ κεδῶ κιδνῶ. καὶ ἑτέροις πολλοῖς. Αἴθρη δὲ, φανερῶς ἡ εὐδία. ὅθεν δοκεῖ καὶ Βορέας αἰθρηγενέτης γίνεσθαι. (ῃερς. 45.) Τὸ δὲ πέπταται ἀντὶ τοῦ ἐξήπλωται, ἀπὸ μικροπρεποῦς λέξεως εἰς μέγα πρᾶγμα τέτραπται. κυρίως γὰρ ἐπὶ πτηνῶν ἡ λέξις. ἐνταῦθα δὲ ἁπλῶς τὸ χύμα τῆς ἄνω αἰθρίας δηλοῖ. Τὸ δὲ ἀννέφελος, εἰ καὶ μὴ ἐδίπλαζε τὸ ˉν, ὅμως εἶχε καὶ ἄλλως ἐκτείνειν τὴν ἄρχουσαν, ὡς τὸ ἀκάματος καὶ ἀθάνατος. Τὸ δὲ ἐπιδέδρομεν, ἀντὶ τοῦ ἐπιτρέχει. ἐπιπολάζει. καὶ ἔχει διαφορὰν πολλὴν πρὸς τὸ ἀναδέδρομεν. ὅπερ οὐκ ἔστιν οἰκεῖον ἐνταῦθα λεχθῆναι. οὐ γὰρ κάτωθεν ἀναδέδρομεν εἰς Ὄλυμπον αἴθρη οὗ νεφελώδη τὰ κάτω, ἀλλ' ἐπιδέδρομεν ὡς εἴρηται. (ῃερς. 52.) Ὅτι ἀφελῶς ἡ δέσποινα ἐνταῦθα ἐπ' ἐσχάρῃ κάθηται, ἴσως διὰ τὸ προῤῥηθὲν ψύχος. οὕτω δὲ καθημένην καὶ ἐν τοῖς ἑξῆς, Ὀδυσσεὺς ἱκετεύσει αὐτήν. κάθηται δὲ νῦν σὺν ἀμφιπόλοισι γυναιξὶ, ἠλάκατα (ῃερς.

Intertext edge

Open linked passage

Note