Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
340.1.1
) Τὸ δὲ ὠδύσατο, ἐνθύμιον δίδωσι τοῦ ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα ἐκ τοῦ τοιούτου ῥήματος ὡς καὶ προγέγραπται. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς, λέγει ὅτι οἶδα ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος, ὃ ταυτόν ἐστι τῷ, κλυτὸς Ἀμφιτρίτη. Ἀττικὸς δὲ παρακείμενος τὸ ὀδώδυσται κατά τι ὅμοιον τοῦ ὀρώρυκται. (ῃερς. 341.) Τὸ δὲ κακὰ πολλὰ φυτεύειν, τὸ δολιεύεσθαι καὶ νῦν δηλοῖ. καθὰ καὶ τὸ ὑφαίνειν δόλον ἐν τοῖς ἐφεξῆς. (ῃερς. 342.) Ὅτι παραμυθία ἐπὶ βουλῆς τὸ, οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. παραινετικὸν δὲ τὸ, ἀλλὰ μάλ' ὧδ' ἔρξον. δοκέεις δέ μοι οὐκ ἀπινύσσειν. ὅ ἐστιν ἀφραίνειν καὶ ἐστερῆσθαι τοῦ πινυτὸς εἶναι. (ῃερς. 344.) παίδευσις δὲ τοῦ μὴ ἑτέροις θαῤῥεῖν ἀλλὰ τοῖς οἰκείοις ἔργοις τὸ, σχεδίην μὲν ἀνέμοισι φέρεσθαι
340.2.1
ἀτὰρ χείρεσσι νέων, ἐπιμαίεο νόστου. ἤτοι ἐπιθύμει. ἐπιμελοῦ, ἐκ τοῦ μῶ μαίω τὸ ζητῶ. Τὸ δὲ νέων, κεῖται μὲν καὶ ἐν τῷ, ποταμοῦ κατὰ στόμα ἷξε νέων. ἔχει δὲ ἐνεστῶτα τὸ νέω νῶ. ἐξ οὗ τὸ νήχω παράγωγον. (ῃερς. 346.) Ὅτι κρήδεμνον ἡ Λευκοθέα δίδωσι τῷὈδυσσεῖ ὡς ἂν ὑπὸ στέρνοιο τανύσας αὐτὸ ὃ καὶ ἄβροτον λέγει, μηκέτι παθεῖν δέος ἔχῃ μὴ δ' ἀπολέσθαι. ἔοικε δὲ τὸ τοιοῦτον κρήδεμνον, περίαπτόν τι ποθὲν περιγενέσθαι τῷ Ὀδυσσεῖ, φυλακτήριον θαλαττίου κακοῦ καθά που καὶ τὸ μῶλυ πρὸς ἀποτροπὴν φέρει κακοπιοῦ ἀλογίας. ἔοικε γὰρ εἰδέναι καὶ τὴν φύσιν τῶν περιάπτων ὁ ποιητὴς ὡς δηλοῖ καὶ τὸ φόρημα τοῦ κεστοῦ. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, αἴνιγμά τι ἐστὶ τοῦ εἶναι τὸν Ὀδυσσέα τλημονέστατον, διά τε τὸ φύσει ἀγχίνουν, καὶ τὸ τλησικάρδιον. διὸ κρήδεμνον μὲν, τὸ φυλακτήριον. καὶ διατοῦτο φρονήσεως σύμβολον. περὶ τὰ στέρνα δὲ τίθεται, κατὰ τὸ, τέτλαθι κραδίη. ὃ καὶ ἀλλαχοῦ λέγει αὐτός. καὶ ἄλλως δὲ τὸ αὐτὸ εἰπεῖν, τὸ οὐδέ τι σοι παθεῖν δέος, τοῦτό ἐστι τὸ περὶ τὰ στέρνα θεῖν κρήδεμνον, ἤγουν τὸ μὴ τὴν καρδίαν δέος παθεῖν διὰ τὸ ἀχανὲς τοῦ πελάγους. ἀλλὰ θαῤῥαλέως ἔχειν διὰ τὸ φύσει καὶ ἐξ ἀρετῆς δὲ τλησίπονον. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἡ δευτέρα φροντὶς, κρείττων τῆς προτέρας ἀπεκβαίνει. πρῶτα μὲν γὰρ ὡς εἰκὸς, βουλεύεται Ὀδυσσεὺς ἀφεὶς τὴν σχεδίαν, χερσὶ νήχεσθαι. εἶτα μεταβουλεύεται, παραμεῖναι τῇ νηῒ, ἕως ἂν αὐτὴν τὸ κῦμα διατινάξῃ. σεμνύνει δ' ἐν τούτοις τὸν Ὀδυσσέα ἐπὶ πλέον ὁ μύθος, εἴπερ ἡ μὲν Λευκοθέα ὑποτίθησιν αὐτῷ ἀμελῆσαι μὲν τῆς σχεδίας, ἐπιτρέψαι δὲ τὴν σωτηρίαν τῷ νήχεσθαι. ὁ δὲ, ἄλλως ἐπικρίνει φρονῶν κρεῖττον αὐτῆς. συμβουλεύει δ' ἐνταῦθα ἡ μυθικὴ Λευκοθέα τῷ Ὀδυσσεῖ, καὶ ἐπειδὰν αὐτὸς χερσὶν ἐφάψηται ἠπείρου ἀποδύσασθαι τὸ κρήδεμνον καὶ βαλεῖν εἰς πόντον πολλὸν ἀπ' ἠπείρου. (ῃερς. 350.) αὐτὸν ἄπο νόσφι τραπέντα. ὅ ἐστιν, ἔμπαλιν βλέποντα. ὃ καὶ ποιήσει ἐκεῖνος κατά τι παρατήρημα ἐν τοῖς ἑξῆς. τί γὰρ καὶ ἐχρῆν πλάσασθαι φορεῖν αὐτὸν τὸ μηκέτι ἐσόμενον χρήσιμον; (ῃερς. 348.) ἔστι δὲ τὸ ἠπείρου χείρεσιν ἐφάψασθαι, ταυτὸν τῷ, ἐπὶ χέρσου γενέσθαι, κολυμβῶντα δηλαδή. τοῦ γὰρ νηχομένου, αἱ χεῖρες πρῶται ἅπτονται γῆς. (ῃερς. 347.) Ὅτι παραμυθικὸν τὸ, οὐδέ τι τοι παθεῖν δέος οὐδ' ἀπολέσθαι. (ῃερς. 350.) Ὅτι δύσελπιν ἐπάνοδον δηλοῖ τὸ, ἐπεὶ ἑκὰς γαῖα ὅθι μοι φάτο φύξιμον εἶναι. (ῃερς. 343.) Βουλευτικοῦ δὲ ἀνδρὸς τὸ, ἀλλὰ μάλ' ὧδ' ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον. (ῃερς. 361.) Ὅτι ὁ τέως μὲν μεταχειριζόμενός τι λυσιτελὲς μελετῶν δὲ κατ' ἀνάγκην καί τι ἕτερον δυσχερὲς ποιήσειν εἰ ἔλθοι καιρὸς, ἔχει πρὸς παράδειγμα τὸν Ὁμηρικὸν Ὀδυσσέα λέγοντα. Ὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίῃσιν ἀρήρῃ, τόφρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, νήξομαι. ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον. (ῃερς.