Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
343.1.1
) οὐδ' ἂν ἔγωγε θέλοιμι καὶ τὰ ἑξῆς. ἐν οἷς Κίρκη μὲν ἀπόμνυται μή τι κακὸν βουλεύσειν ἄλλο τῷ Ὀδυσσεῖ, αὐτὸς δ' ἐπιβαίνει τῆς κατ' αὐτὴν εὐνῆς, οὐ πάντῃ ἀπαξιώσας, ὡς καὶ προεδηλώθη, τὴν ἡδονὴν, ἀλλ' ἀσφαλισάμενος ἑαυτὸν φιλοσόφως εἰς τὸ σωφρόνως καὶ ἀβλαβῶς μετ' αὐτῆς γενέσθαι. (ῃερς. 337.) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα καινότερον ἀπὸ τοῦ γˉαρ συνδέσμου ἤρξατο, οὗ μετὰ τέσσαρας στίχους ἡ ἀπόδοσις ἐν τῷ, οὐ δ' ἂν ἔγωγε θέλοιμι. (ῃερς. 341.) Γύμνωσιν δὲ καὶ τὴν περιφρόνησιν ἐνταῦθα ἔστι νοῆσαι τὴν ἐκ τοῦ ἀποθέσθαι τὸ ἄορ. ὅπερ ἀφοπλισμῷ ἔοικε γυμνωτικῷ. διὸ καὶ ἐπῆκται τὸ, κακὸν καὶ ἀνήνορα θείης, ἅπερ ἐκ παραλλήλου τὸν δειλὸν δηλοῦσιν, ὁποῖοι δηλαδὴ καὶ οἱ ἐν δεινοῖς ἄοπλοι. (ῃερς. 343.) Ἰστέον δὲ ὅτι ἐν τῷ τόπῳ τέθεικεν Ὅμηρος καὶ τὰ ἐκ τοῦ ὀμῶ ὀμόσω πρωτοτύπου καὶ τὸ ἐκεῖθεν παράγωγον ὀμνύειν. δῆλον γὰρ ὡς καθὰ σὺν πολλοῖς ἄχω ἄχνω ἀχνύω ἄχνυμι, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, οὕτω καὶ ὀμῶ ὀμνῶ ὀμνύω ὄμνυμι. τοῦ δὲ ὀμῶ ὀμόσω πολλῶν ὄντων συνθέτων, ἐνθυμητέον ἐνταῦθα τὸν συνωμότην. περὶ οὗ φασὶν οἱ παλαιοὶ ὅτι συνωμότης μὲν ὁ κατὰ τοῦ δήμου ἀνιστάμενος, ξυναγωγεὺς δὲ ὁ τοὺς τοιούτους ὑποδεχόμενος. ἔτι δὲ καὶ τὴν ἀντωμοσίαν καὶ τὴν ὑπωμοσίαν καὶ τὴν ἐξωμοσίαν, ὧν κατὰ τοὺς αὐτοὺς ἀντωμοσία μὲν ἦν δίκη ἀντωμοσμένη. προώμνευε μὲν γὰρ ὁ διώκων δικαίως κατηγορεῖν, καὶ ἦν φασὶ τὸ αὐτὸ καὶ κατωμοσία, ἀντώμνυε δὲ ὁ φεύγων ἀδίκως ἐγκαλεῖσθαι καὶ ἐλέγετο οὐκ ἀντωμοσία μόνον ἀλλὰ καὶ διωμοσία ὁ ἀμφοῖν ὅρκος, τὴν δὲ ὡς ἐῤῥέθη διωμοσίαν κατωμοσίαν Ἡρόδοτος εἶπεν ἐν τῷ, μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε. καὶ τοιοῦτον μὲν ἡ ἀντωμοσία. ὑπωμοσία δέ φασιν ἐστὶν ἀπόδοσις αἰτίας δι' ἣν οὐκ ἀπήντησέ τις πρὸς τὴν δίκην. ἐξωμοσία δὲ, ὅταν φασὶν ὀμνύῃ τις ἀδύνατος εἶναι ποιεῖν τὸ προσταττόμενον. (ῃερς. 348.) Ὅτι ἀμφίπολοι τέσσαρες πλάττονται εἶναι τῇ Κίρκῃ τῇ μυθικῇ, πρέπουσαι αὐτῇ, νύμφαι δηλαδή. ἃς πολλαχοῦ ἡ ποίησις ἱστορεῖ ἐκ πηγῶν καὶ ἀλσέων καὶ ποταμῶν καὶ τοιούτων τινῶν γινομένας, ἀνιττομένη δι' αὐτῶν φυσικάς τινας δυνάμεις, τάς τε ἄλλας, καὶ ὅσαι ὑπουργοῦσι τοῖς τρυφῶσι κατὰ τὴν Κίρκην, διά τε γενέσεως ζῴων καὶ καρπῶν ὡραίων φορᾶς, καὶ ὅσων ἄλλων αἴτια τὰ στοιχεῖα. ὧν καὶ αἱ τοιαῦται νύμφαι γεγενῆσθαι λέγονται, ὡς ἐκεῖθεν προβεβλημέναι. τινὲς δέ γε τῶν παλαιῶν ἀσυμβιβάστως μὲν πρὸς πλάτος ἀλληγορίας, ὅμως δὲ ὑπενόησαν, ἐνιαυτὸν μὲν τὴν Κίρκην. τὰς δ' ἐνταῦθα τέσσαρας αὐτῆς διακόνους τὰς τέσσαρας ὥρας, οὐδέν τι γενναῖον ὑπειπόντες οὕτως. (ῃερς.

Intertext edge

Open linked passage

Note