Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
348.1.1
) Ὅρα δὲ τὸ, ζωὸς ἀνάσσω, πρὸς διαστολὴν τοῦ τε μετὰ θάνατον περιᾳδομένου ἐν βασιλείᾳ, καὶ τοῦ διὰ τῶν διαδόχων ἀνάσσοντος. (ῃερς. 351.) Τὸ δὲ πᾶσαν δωτίνην τελέσω, διέσταλται πρὸς τὸ τὰ δῶρα κολούειν. ἐπεὶ καὶ ἀντίκειται τὸ κολοβὸν καὶ τὸ ἐντελές. (ῃερς. 352.) Τὸ δὲ, τοῦ γὰρ κράτος ἔστιν ἐνὶ δήμῳ, ἑρμηνεία τίς ἐστι καὶ παράφρασις τοῦ, ἐξ Ἀλκινόου ἔχεσθαι ἔργον τε ἔπος τε. (ῃερς. 343.) Σημείωσαι δὲ ὅτι καὶ ἐν τῷ, οὐ μὰν ἧμιν ἄπο σκοποῦ, συστολὴ γέγονε τῆς ληγούσης τοῦ ἡμῖν καὶ τοῦ τόνου ἀναδρομή. (ῃερς. 354.) Ὅτι Ἀλκινόου εἰπόντος ὡς ὁ ξένος τλήτω ἐπιμεῖναι ἐσαύριον διὰ τὸ ἐντελὲς τῆς δωτίνης, λέγει Ὀδυσσεὺς ὑπούλως καὶ κερδαλέως· Ἀλκίνοε, εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτε αὐτόθι μίμνειν, πομπὴν δ' ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον εἴη, πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ' ἱκέσθαι, καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην πᾶσι, τοῖς ἐκεῖ δηλαδή. (ῃερς. 360.) ὃ δὴ ἔπαινος πλούτου ἐστίν, ὡς τῶν πλουσίων καὶ φιλουμένων τοῖς πλείοσι καὶ δι' αἰδοῦς ἀγομένων. καὶ οὕτω μὲν Ὀδυσσεύς. (ῃερς. 362.) ἐπεὶ δὲ οὐκ ἔδει ταῦτα εἰπεῖν τὸν κατεπείγοντα τὴν πομπὴν, ὑπωπτεύθη γὰρ ἂν, ὡς εἰκὸς, ψευδὴς εἶναι καὶ κερδαλέος, ἀπάγων Ἀλκίνοος ἑαυτοῦ τὴν τοιαύτην κατὰ Ὀδυσσέως δόξαν ἐπαίνους εἰς αὐτὸν λαλεῖ ἐπί τε ἀληθείᾳ καὶ ἁπλότητι καὶ λογιότητι, εἰπών· ὦ Ὀδυσσεῦ, τὸ μὲν οὔ τί σ' ἐΐσκομεν εἰσορόωντες ἠπεροπῆά τε εἶναι καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, ψεύδεά τε ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο, σοὶ δ' ἔνι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. μῦθον δ' ὡς ὅτ' ἀοιδὸς, ἐπισταμένως καταλέξας (ῃερς.