Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1.1
) ἐπιφέρει πάλιν γνωμικὸν περὶ πατρίδος τὸ, ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων γίνεται. εἴπερ καί τις ἀπόπροθι πίονα οἶκον γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων. ὥσπερ δηλαδὴ καὶ ἐμοὶ γλυκίων ἡ τραχεῖα Ἰθάκη τοῦ ἐνταῦθα πίονος οἴκου. πρὸ αὐτοῦ δὲ, καὶ τοῦ τῆς Καλυψοῦς καὶ τοῦ τῆς Κίρκης. καὶ οὕτω μέχρι ὧδε προοιμιακῶς ἑαυτὸν συστήσας ὁ Ὀδυσσεὺς εἶτα διηγεῖται ὅσα μετὰ τὸν ἐκ Τροίας ἀπόπλουν ἔπαθε. (ῃερς. 19.) Σημείωσαι δὲ κἀνταῦθα συνήθως τὸ ποιητικὸν διήγημα ἐξ ὑπαρκτικοῦ ἀρξάμενον ῥήματος τοῦ εἰμί. ἔνθα σημείωσαι ὡς εὐθὺς ἥρπασε τοὺς Φαίακας ὁ ξεῖνος εἰς ἑαυτόν. ἔχοντες γὰρ ἤδη ἐκ τοῦ Δημοδόκου τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὅτε τὰ κατὰ τὸν δούρειον ἵππον ἤειδε, γίνονται ὅλοι τῆς τούτου ξενίας. καὶ νῦν μὲν ἡδέως αὐτοῦ ἀκροάσονται, ὕστερον δὲ καὶ πλείω δῶρα ὡς μεγάλῳ ἥρωϊ προσεπιθήσουσι. καὶ μάλιστα ὅτι θαῤῥήσας εἶπε τὸ, κλέος αὐτῷ οὐράνιον εἶναι. 1. 3 Ἰστέον δὲ ὅτι τοῦ εἰμὶ, τουτέστιν ὑπάρχω, ἄλλως παραγομένου κοινότερον, Ἡρακλείδης λέγει περὶ αὐτοῦ ὡς ἔνιοι τῶν Αἰολικῶν μετατιθέντες ἐν πρώτῃ καὶ δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων τὸ εἰς ˉη ποιοῦσι ῥήματα εἰς μˉι πλεονασμῷ τῆς μˉι συλλαβῆς ἐπὶ τέλους. οὕτω φασὶ καὶ ἀπὸ τοῦ φῶ τὸ Αἰολικὸν φημί. διὸ βαρύνων ὁ Τυραννίων φῆμι γράφει βαρυτόνως Αἰολικώτερον. οἷον. φῆμι γὰρ οὖν κατανεῦσαι. οὐκοῦν καὶ ἀπὸ τοῦ ὦ ἤγουν ὑπάρχω εἴη ἂν Αἰολικὸν ἦμι. καὶ Βοιωτικῇ μεταθέσει τοῦ ˉη εἰς τὴν εˉι δίφθογγον, εἰμὶ, ἡμαρτημένον ὂν τῷ τόνῳ καθὰ ἑτέρωθι λέγει αὐτός. τὰ γὰρ Αἰολικὰ δῆλον ὅτι βαρύνονται. τοῦ δὲ τοιούτου Βοιωτίου ἦμι, τὸ δεύτερον εἶς. οἷον. τίς πόθεν εἶς ἀνδρῶν. λέγει δὲ ὁ αὐτὸς, καὶ ὅτι Βοιωτοὶ τὸ ἦτα παρατέλευτον ὂν τῆς πρώτης τῶν εἰς μˉι μετατιθέντες εἰς τὴν εˉι δίφθογγον πολλάκις καὶ ἀναδιπλοῦσιν. οἷον πεφίλειμι. νενόειμι. καὶ ὅτι ὅσα τῶν εἰς μˉι τῇ αˉι διφθόγγῳ παραλήγονται οἷον τὸ γέλαιμι καὶ τὰ λοιπὰ, Αἰολικὰ ὄντα, τῆς Λεσβίων ἔχονται διαλέκτου. εἶτα εἰπὼν ἡμαρτῆσθαι καὶ τὸ ἐστὶν, ὤφειλε γάρ φησι κατὰ τὸ δίδωμι δίδωσι καὶ φημὶ φησὶ λέγεσθαι καὶ εἰμὶ εἰσὶ, καὶ ἐπικρίνας τοῦτο ἐπάγει ὅτι καὶ ἡμεῖς ὅτε εἰσὶν ἐκεῖνοι εἴπωμεν πληθυντικῶς, Βοιωτίως χρώμεθα, ἑνικὸν ῥῆμα κατὰ πλήθους τάσσοντες. εἶτα ἐλέγχων καὶ τοὺς εἰπόντας Δώριον εἶναι τὸ ἐστὶν, ὡς γὰρ δίδωσι δίδωτι τίθησι τίθητι οὕτω καὶ εἰσὶ εἰτὶ καὶ ἀπελεύσει τοῦ ˉι καὶ ἐνθέσει τοῦ σίγμα ἐστὶ, λέγει δυνατά. ἐν οἷς καὶ ὅτι Αἰολεῖς μὲν τὸ φησὶ, φάτι λέγουσιν. Ἴωνες δὲ ἠσὶ δίχα τοῦ φˉι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ τῷ, πᾶσι δόλοισιν, ἄδηλον εἴτε οὕτω συνακτέον, εἴτε καὶ μᾶλλον ἄλλως, (ῃερς..) πᾶσιν ἀνθρώποισι μέλω ἐν δόλοις, ἤγουν ἐν ἐπιμελείᾳ εἰμὶ ὡς δόλοις ἐμπρέπων στρατηγικοῖς δηλαδὴ καὶ ἄλλως ἀγαθοῖς οἵ περ εἰς ὕλην τῇ φρονήσει καθυποβέβληνται. δι' ὧν καὶ τὴν δολόεσσαν Κίρκην κατειργάσατο. (ῃερς. 21.) Τὸ δὲ καί μευ κλέος οὐρανὸν ἵκει, σεμνότατα εἴρηται πρὸς σύστασιν προσωπικήν. Εὐδείελος δὲ, κατὰ κοινὸν ἐπίθετον, ἡ εὔδηλος δὲ, ἤγουν εὐπεριόριστος καὶ εὐόρατος, ἀπὸ τοῦ δῆλον ἐξ οὗ κατὰ διάλυσιν δέελον. ὡς τὸ, δέελον δ' ἐπὶ σῆμα ἔθηκε. καὶ κατὰ σύνθεσιν, εὐδέελον. καὶ ἐπενθέσει τοῦ ˉι εὐδείελον τὸ εὐπεριόριστον καὶ εὐκατάληκτον. διὸ καὶ νῆσον Ληκτηρίαν ὁ Λυκόφρων λέγει. ἐπεὶ ὁ μὲν ἄπειρος τόπος, οὐδὲ εὐδείελος. ὁ δὲ Ληκτήριος, πάντως καὶ εὐδείελος διὰ τὸ εὐπέραντον. ὅθεν καὶ λόφος εὐδείελος παρὰ Πινδάρῳ. ἐπεὶ καὶ οἱ λόφοι καθὰ καὶ πᾶσα νῆσος διὰ τὸ λοφῶδες εὔδηλοι καὶ εὐπεράτωτοι. καὶ ἄλλως δὲ ἰδίως ἡ Ἰθάκη εὐδείελος, ὡς εὖ τῆς εἵλης ἔχουσα, ὅ ἐστιν εὔκρατος. καὶ οἱονεὶ εὐήλιος. ἵνα ᾖ ἐκ τοῦ εὔειλος, πλεονασμῷ τοῦ ˉδ. ὃ καὶ ἐν τῷ ἐχθοδοπὸς γίνεται. καὶ οὐτιδανός. καὶ πολυψίδιον Ἄργος. καὶ τοῖς ὁμοίοις. ἢ καὶ ἡ εὖ πρὸς δείλην κειμένη, ὅ ἐστι πρὸς δύσιν καὶ ζόφον. ὡς τῶν ἄλλων τῶν πέριξ αὐτῆς κειμένων πρὸς ἠῶτε ἠέλιόν τε. (ῃερς. 22.) Τὸ δὲ Νήριτον περὶ οὗ καὶ προγέγραπται Κράτης τε ἐν τῷ περὶ λιμένων Νήϊον γράφει, καὶ Φιλόξενος δὲ ὁμοίως. ὃς καὶ τὴν Ἰθάκην ὑπονήϊον ἐντεῦθεν εἰρῆσθαι φησίν. Εἰνοσίφυλλον δὲ κατὰ τοὺς παλαιοὺς τὸ κινησίφυλλον παρὰ τὸ ἐνόθω ἐνόσω. ἀφ' οὗ ἔνοσις. ἐντεῦθεν ἡ κίνησις δέ φασι, τὸ καταπνεόμενον δηλοῦται. καὶ ὡς ἂν εἴποι τις ἠνεμόεν, κατὰ τὸ, παρ' ἠνεμόεντα μίμαντα. καὶ ἄλλως δέ φασιν εἰνοσίφυλλον τὸ σεισόφυλλον. τὸ κατάδενδρον. ὁμοιότης δὲ παραγωγῆς ἐνταῦθά τε καὶ ἐν τῷ ἐνοσίχθων καὶ ἐνοσίγαιος. Τὸ δὲ ἀριπρεπὲς καὶ καλόν τι ὄρος εἶναι δηλοῖ τὸ Νήριτον, εἴτε ἀληθῶς, εἴτε κατὰ τὸν ἐπαινέτην ἐγχώριον ῥήτορα, ὃς καὶ τὴν Ἰθάκην σεμνύνει ὡς δυνατόν. (ῃερς. 23.) Τὸ δὲ πυκνὰς εἶναι τὰς ἀμφὶ τὴν Ἰθάκην νήσους καθ' ἱστορικὴν ἀλήθειαν λέγεται. (ῃερς. 24.) Ἡ δὲ Σάμη αὕτη ὅτι καὶ Σάμος λέγεται προδεδήλωται. εἴρηται δὲ καὶ ἐν Ἰλιάδι περί τε αὐτῆς καὶ περὶ τοῦ Δουλιχίου. Τὸ δὲ ὑλήεσσα Ζάκυνθος, ὡς καὶ τὸ ἠγαθέη Πύλος, θηλυκοῦ γένους εἶναι δηλοῖ τήν τε Ζάκυνθον καὶ τὴν Πύλον, ὥστε καὶ ἐν τῷ, Πύλου ἠμαθόεντος καὶ ἐν τῷ, ὑλήεντι Ζακύνθῳ, οὐδέν τι κωλύει ταῖς νήσοις ταύταις τὸ θῆλυ γένος φυλάσσεσθαι. Ἐν δὲ τῷ (ῃερς. 25.) χθαμαλὴ πανυπερτάτη, ἀπορεῖται μὲν πῶς κατ' ἐναντιότητα ἐπιθέτων ἡ αὐτὴ καὶ χθαμαλὴ καὶ πανυπερτάτη ἐστί. συμβιβάζεται δὲ τὸ ἄπορον, οὕτως. ἄλλως μὲν χθαμαλή ἐστι, πρὸς δὲ τὰς πλησίον, ὑπερτάτη. ἢ τῇ μὲν θέσει χθαμαλή. οὐ τοιαύτη δὲ, διὰ τὴν τῶν ἐνοικούντων λαμπρότητα. (ῃερς. 27.) κουροτρόφος γὰρ ἀγαθὴ ὅ ἐστι νέους ἀγαθοὺς φέρουσα. ἧς καὶ ὁ βασιλεὺς Ὀδυσσεὺς πρὸ βραχέων οὐρανόμηκες ἔχειν ἔφη κλέος. οὗ τί ἂν εἴη ὑπέρτατον; ἴσως δὲ καὶ (ῃερς. 25.) ἄλλως χθαμαλὴ μὲν τὰ κάτω, διὰ δὲ τὸ Νήριτον ἢ Νήϊον ὄρος ὑπερτάτη. διὸ ἡ τῆς Κίρκης νῆσος χθαμαλὴ μὲν κεῖται οὐ μὴν ὑπερτάτη. ὁ δὲ γεωγράφος φησὶνὅτι χθαμαλὴ μὲν, ὡς τῇ ἀντικρὺ Ἠπείρῳ πρόχωρος, πανυπερτάτη δὲ, ὡς πρὸς τὰς ἐκεῖ πάσας ἐσχάτη τετραμμένη πρὸς Ἄρκτον. τοῦτο γὰρ σημαίνει φησὶ τὸ, πρὸς ζόφον. οὔτε γοῦν ἁπλῶς ταπεινὴ ἀλλὰ πρόσχωρος τῇ Ἠπείρῳ ἐγγυτάτω οὔσῃ ἀντιπέραν, οὔθ' ἁπλῶς ὑψηλοτάτη, ἀλλὰ πανυπερτάτη πρὸς ζόφον, ἤγουν ἐσχάτη πρὸς ἄρκτον ὑπὲρ πάσας. (ῃερς. 27.) Τὸ δὲ τρηχεῖα, ἱστορικῶς εἴρηται καθὰ καὶ πρὸ τούτων τὸ αἰγίβοτος, ἵνα λέγῃ ὥσπερ ἐκεῖ ὅτι αἰγίβοτός ἐστιν ἡ Ἰθάκη, οὕτω καὶ νῦν ὅτι τρηχεῖα ἐστίν. οὗ ἀντίθετον εὐθὺς τὸ, ἀλλ' ἀγαθὴ κουροτρόφος ὡς προεγράφη. καὶ ἔστι τὸ νόημα μίγμα ψόγου τε καὶ ἐπαίνου. ἐν ᾧ καὶ τὸ φιλόπατρι τοῦ Ὀδυσσέως δηλοῦται καὶ τὸ φιλάληθες, εἰ μὴ ἀποκρύπτει τὰ τῆς πατρίδος ἐλαττώματα, καὶ τὸ μὴ ἐμποδὼν εἶναι χώρας λυπρότητα πρὸς γένεσιν ἀνδρὸς ἀγαθοῦ. (ῃερς. 28.) Σημείωσαι δὲ καὶ ὅτι τεχνικωτέρα ἐγκωμιαστικὴ μέθοδος ἡ τοῦ Ὀδυσσέως ἐπὶ Ἰθάκῃ παρὰ τὴν τοῦ Τηλεμάχου. οἷα τοῦ ποιητοῦ, κάλλιον ἐπίτηδες χαρισαμένου τῷ γέροντι ῥήτορι. Τὸ δὲ οὔτι ἔγωγε δύναμαι, ἀποφαντικῶς ἔφη λόγῳ σεμνότητος. (ῃερς. 31.) Τὸ δὲ ἧς γαίης, ἧς πατρίδος εἶπεν ὑποκατιών. Κίρκη δὲ νῦν μὲν συνήθως κύριον ὄνομα, ἐξ ἧς που καὶ Κιρκαῖον πεδίον. ὅτι δὲ καὶ ὄρνιθος ὄνομα ἡ κίρκη δηλοῦσιν οἱ παλαιοί. ὧν καὶ ὁ Αἰλιανός. ἄλλο δέ τι ἡ τοιαύτη παρὰ τὸν κίρκον. (ῃερς. 32.) Τὸ δὲ Αἰαίη, ἀντὶ τοῦ Κολχικὴ κατὰ ἐπωνυμίαν τοπικήν. Αἶα γὰρ πόλις Κολχίδος παρά τε ἄλλοις καὶ παρὰ Λυκόφρονι. ἧς ὁ πολίτης Αἰαῖος. καὶ ἡ πολίτις Αἰαία. καὶ ἡ νῆσος δὲ τῆς Κίρκης Αἰαία, διὰ τὴν τοιαύτην Κίρκην. ἄλλως γὰρ εἴπερ πρωτοτυπίαν ἔχει ἡ Αἰαῖα νῆσος διὰ τῶν δύο αˉι, ὤφειλεν ἡ ἀπ' αὐτῆς Κίρκη ἔχειν καὶ τρίτον αˉι, ἵνα ἦν Αἰαιαίη, ὅ περ οὐκ ἔστι διά τε τὸ κακόφωνον καὶ διὰ τὴν ῥηθεῖσαν ὁμωνυμίαν. Ὁ δὲ γεωγράφος Αἶαν εἰπὼν πόλιν περὶ τὸν Φάσιν λέγει καὶ ὅτι περὶ τὴν τοιαύτην Κολχικὴν Αἶαν καὶ Αἰαίη νῆσος ἡ τῆς Κίρκης. ὅτι δὲ καὶ Αἰήτης ὁ ἥρως ἀπὸ τῆς τοιαύτης Αἴας ἐκλήθη, δηλοῦσιν οἱ παλαιοί. (ῃερς. 34.) Τὸ δὲ δεύτερον περὶ πατρίδος γνωμικὸν πλατύτερόν ἐστι τοῦ πρώτου, παραφραστικῶς τε παραποιηθὲν καὶ προσθήκην ἔχον τὴν τῶν γονέων, καὶ διαφορὰν τοπικήν. (ῃερς.